Ancient Greek · ~1 min
Book 5
Artemidorus, Onirocriticon 5.56
Not analysed yet
Ἔδοξέ τις ἐπὶ βοὸς μέλανος ὀχεῖσθαι, τὸν δὲ βοῦν ἄκοντα φέρειν αὐτὸν ἢ ἄλλο τι κακὸν ἐργάσασθαι. ἔτυχε πλέων καὶ ἐκείνης τῆς ἡμέρας ἐν κινδύνῳ ἐγένετο μεγάλῳ καὶ οὐ μετὰ πολλὰς ἡμέρας ναυαγίῳ περιπεσὼν τῆς νεὼς ἀπολλυμένης μόλις ἐσώθη. ὡς δὲ ἐοίκασι ναῦς τε καὶ βοῦς ἐν τῇ δευτέρᾳ βίβλῳ εἴρηταί μοι.