# Onirocriticon 5.58

Artemidorus, Onirocriticon, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.58

Ἔδοξέ τις ἐπὶ μάκρας μεστῆς αἵματος ἀνθρωπίνου βασταζόμενος φέρεσθαι ὑπό τινων καὶ ἐσθίειν πεπηγὸς τὸ αἷμα, εἶτα συναντήσασαν αὐτῷ τὴν μητέρα λέγειν ‘ὦ τέκνον, ἄτιμόν με ἐποίησας.’ ἔπειτα δὲ ἀποθεμένων αὐτὸν τῶν φερόντων οἴκαδε ἀφῖχθαι ἐδόκει. ἀπεγράψατο εἰς μονομάχους καὶ πολλοῖς ἔτεσιν ἐπύκτευεν ἀπότομον πυγμήν· τό τε γὰρ ἀνθρώπινον αἷμα ἐσθίειν τὴν ἀπὸ αἵματος ἀνθρωπίνου ὠμήν τε καὶ ἀνόσιον ἐσήμαινεν αὐτοῦ τροφήν, καὶ ἡ τῆς μητρὸς φονὴ τὴν ἀτιμίαν τοῦ βίου προεμαντεύετο, καὶ τὸν ἀεὶ καὶ συνεχῶς γινόμενον κίνδυνον ἐσήμαινε τὸ ἐπὶ τῆς μάκρας φέρεσθαι· τὰ γὰρ ἐκεῖ τιθέμενα πάντως δαπανᾶται. καὶ τυχὸν ἂν ἀπέθανεν ἐν τοῖς μονομάχοις, εἰ μὴ κατατεθεὶς εἰς τὸν οἶκον ἦλθε τὸν ἑαυτοῦ· ὀψὲ γὰρ σπευσάντων τινῶν αὐτῷ ἀφείθη τῶν μονομάχων.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
