Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.67
Not analysed yet
Ἔδοξέ τις κάτοπτρον ἔχειν κουρέως ἑστὸς ἐν τῇ πλατείᾳ πλησίον ἀγορᾶς καὶ περὶ πολλοῦ ποιεῖσθαι τὸ κατοπτρίζεσθαι. ἐπὶ δὲ τούτοις συγχωρηθὲν αὐτῷ κατωπττρίσατο καὶ εἶθε τὴν εἰκόνα αὐτοῦ πᾶσαν μεστὴν σπίλων. ἦν ἔρως ἑταίρας αὐτῷ, ἣν οὐδενὸς συγχωροῦντος αὐτῷ βία λαβὼν ἔσχε καὶ παῖς ἐγένετο αὐτοῖς ἐπίμωμος οὐ διὰ τὸ γένος μόνον, ἀλλʼ ὅτι καὶ διάστροφος ἦν τοὺς ὀφθαλμούς. τὸ δὲ κάτοπτρον τοῦ κουρέως κοινὴν ἐσήμαινε τὴν γυναῖκα καὶ παντὶ προκειμένην, ἥτις οὐκ εὐ μαρῶς ἐχρήσατο τῷ μοιχῷ· ἐκώλυε γὰρ ἂν ἀγαγέσθαι τὴν ἄνθρωπον. ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ εἰκόνα, ἐγένετο παῖς αὐτῷ τὰ μὲν ἄλλα ὅμοιος, οὐκ ἄμωμος δέ, ὅτι καὶ σπίλους εἶχεν.