Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.69
Not analysed yet
Ἔδοξέ τις ἐν Ῥώμῃ διάγων περὶ τὴν πόλιν ἵπτασθαι πλησίον τῶν κεράμων καὶ ἀγάλλεσθαι μὲν ἐπὶ τῇ εὐπτησίᾳ, θαυμάζεσθαι δὲ πρὸς πάντων τῶν θεωμένων, ὑπὸ δὲ πόνου τινὸς καὶ ὀδαξησμοῦ τῆς καρδίας παύσασθαι ἱπτάμενος καὶ ὑπʼ αἰδοῦς ἀποκρύπτεσθαι. θαυμάσιος ἀνὴρ καὶ διαφέρων μάντις καὶ ἐπίσημος ἐν τῇ πόλει διατρίψας ἐπορίσατο πολλὰ σὺν τῷ καὶ θαυμάζεσθαι. οὐ μὴν ἀπώνατό γε τῆς μαντικῆς οὐδὲ τοῦ πορισμοῦ· ἡ γὰρ γυνὴ αὐτὸν καταπροδοῦσα ἀπέστερξεν, ὥστε ὑπʼ αἰδοῦς μεταναστῆναι.