# Onirocriticon 5.70-73

Artemidorus, Onirocriticon, 5.70 to 5.73. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.70

Ἔδοξέ τις ἵπτασθαι μέλλων ὑπό τινος τῶν φίλων κεκωλῦσθαι τοῦ ποδὸς τοῦ δεξιοῦ κατασχεθείς (ὄνομα δὲ τῷ φίλῳ Ἰούλιος), ἔμελλε δὲ τῆς Ῥώμης ἀπαναστήσεσθαι. καὶ δὴ παρεσκευάσατο μὲν τὰ πρὸς τὴν ἀποδημίαν, ἄρτι δὲ τοῦ Ἰουλίου λεγομένου μηνὸς ἐνστάντος ὑπὸ περιστάσεως ἐκωλύθη καὶ κατέμεινεν. οὐ μὴν ἡ καταμονὴ εἰς τέλος ἐγένετο, ὅτι φίλος ἦν ὁ κατασχών. Ἔδολέ τις ἀνὴρ νοσῶν εἰς Διὸς ἐλθὼν ἱερὸν πυνθάνεσθαι τοῦ θεοῦ φωνῇ χρησάμενος ταύτῃ ‘ῥᾴων ἔσομαι; ζήσω;’ καὶ ὁ Ζεὺς εἶπε μὲν πρὸς αὐτὸν οὐδέν, ἐπένευσε δὲ τῇ κεφαλῇ. εἰς τὴν ὑστεραίαν ἀπέθανε καὶ μάλα εἰκότως· εἰς γῆν γὰρ ἔβλεπε νεύων κάτω ὁ θεός. Νοσοῦσα γυνὴ ἔδοξεν ἐπερέσθαι τὴν Ἀφροδίτην εἰ ζήσειε, καὶ ἡ θεὸς ἀνένευσε, καὶ οὐδὲν ἧττον ἔζησεν ἡ γυνή· τὸ γὰρ ἐναντίον σχῆμα τῷ πρὶν σωτήριον ἦν . Ἔδοξε γυνὴ τέκνων γλιχομένη δίφρους ὁρᾶν λοχείους ἑπτὰ τῇ θαλάσσῃ ἐπιπλέοντας. κυεῖν μὲν αὐτῇ συνέβη, μήτηρ δὲ οὐκ ἐγένετο, ἀλλʼ οἱ ἑπτὰ οὓς ἔτεκε παῖδες ἀπέθανον πρὸ ὣρας ἔτι ἐν σπαργάνοις.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
