# Onirocriticon 5.82

Artemidorus, Onirocriticon, Book 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.82

Ἔδοξέ τις τοὺς συμβιώτας καὶ φράτορας αὐτοῦ ἐπιστάντας αἰφνίδιον λέγειν αὐτῷ ‘ὑπόδεξαι ἡμᾶς καὶ δείπνισον,’ αὐτὸς δὲ λέγειν ὡς ‘τὸν χαλκὸν οὐκ ἔχω οὐδʼ ὅθεν ὑμᾶς ὑποδέξομαι,’ ἔπειτα ἀπεληλακέναι αὐτούς. τῇ ὑστεραία περιπεσὼν ναυαγίῳ καὶ εἰς ἔσχατον ἐλθὼν κίνδυνον μόλις ἐσώθη, εἰκότως ἀποβάντος αὐτῷ καὶ κατὰ λόγον τοῦ ὀνείρου. ἔθος μὲν γὰρ τοῖς συμβιώταις καὶ εἰς τὰ τῶν ἀποθανόντων εἰσιέναι καὶ δειπνεῖν, ἡ δὲ ὑποδοχὴ λέγεται γενέσθαι ὑπὸ τοῦ ἀποθανόντος κατὰ τιμὴν τὴν ἐκ τῶν συμβιωτῶν εἰς τὸν ἀποθανόντα. ὁ δὲ οὐχ ὑποδεξάμενος αὐτοὺς εἰκότως τὸν κίνδυνον ἐσήμαινεν. εἰ δὲ αὐτὸς οὐχ ὑπέστη τὴν ὑποδοχήν, εἰκότως ἐσώθη οἱ μὲν γὰρ ἐπιστάντες καὶ μύοντες αὐτῶν τὴν ὑποδοχὴν ὠθεῖτο. τὸ δὲ ναυάγιον, ὅτι κατὰ ἀπορίαν χρημάτων αὐτοὺς ἀπήλασεν.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
