Ancient Greek
Book 5
Artemidorus, Onirocriticon 5.85
Not analysed yet
Ἔδοξέ τις δοῦλος παρὰ τῆς δεσποίνης ᾠὸν λαβεῖν ἑφθὸν καὶ τὸ μὲν λεπύριον ἀπορρῖψαι, τῷ δὲ ᾠῷ καταχρήσασθαι. τούτου ἡ δέσποινα ἒτυχεν ἔγκυος οὖσα, ἔπειτα ἐγέννησε παιδάριον. καὶ αὐτὴ μὲν ἀπέθανε, τὸ δὲ βρέφος λαβὼν ὁ ἰδὼν τὸν ὄνειρον ἀνεθρέψατο κελευσθεὶς πρὸς τοῦ ἀνδρὸς τῆς δεσποίνης. οὕτω τὸ μὲν περιέχον ἀπορρίψιμον καὶ οὐδενὸς ἄξιον ἦν, τὸ δὲ περιεχόμενον ἀφορμὰς τροφῆς τῷ ἰδόντι παρέσχεν.