# Onirocriticon 5.87-94

Artemidorus, Onirocriticon, 5.87 to 5.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/artemidorus/onirocriticon/5.87

Ἔδοξέ τις ὑπὸ τοῦ Ἄρεως περαίνεσθαι. διάθεσις αὐτῷ ἐγένετο περὶ τὴν ἕδραν καὶ τὸν πόρον, καὶ ὡς οὐκ ἐδύνατο ἄλλῳ τινὶ τρόπῳ θεραπευθῆναι, τομῇ χρησάμενος ἐθεραπεύθη. ἐσήμαινε γὰρ ὁ μὲν Ἄρης τὸν σίδηρον, ὡς καὶ ἐν τῇ συνηθείᾳ τὸν σίδηρον Ἄρην καλοῦμεν μετωνυμικῶς· ἡ δὲ ἐπὶ τῇ συνουσία ἡδονὴ τὸ μὴ ἑπ᾿ ὀλέθρῳ τὴν τομὴν γενέσθαι ἐδήλου. Ἔδοξέ τις ἀργύριον οὐκ ἔχειν καὶ ἐπὶ τούτῳ λυπεῖσθαι. τοῦτον συνέβη ἀποπληξίᾳ περιπεσόντα ἀποθανεῖν εἰκότως· οὐ γὰρ ἦσαν αὐτῷ ἀφορμαὶ βιωτικαί . Ἔδοξέ τις νοσῶν τὸν στόμαχον καὶ συνταγῆς δεόμενος παρὰ τοῦ Ἀσκληπιοῦ εἰς τὸ ἱερὸν τοῦ θεοῦ εἰσιέναι, καὶ τὸν θεὸν ἐκτείναντα τῆς δεξιᾶς ἑαυτοῦ χειρὸς τοὺς δακτύλους παρέχειν αὐτῷ ἐσθίειν. φοίνικας πέντε ἐσθίων ἐθεραπεύθη· καὶ γὰρ αἱ τοῦ φοίνικος βάλανοι αἱ σπουδαῖαι δάκτυλοι καλοῦνται. Ἔδοξέ τις χρυσίον πολύ τε καὶ λαμπρὸν κατὰ τῶν ὤμων φέρειν. τυφλὸς ἐγένετο διὰ τὴν λαμπηδόνα τὴν τοῦ χρυσίου· ὡς γὰρ εἰκὸς ἠμαύρου τὴν ὄψιν τοῦ φοροῦντος. Ἔδοξέ τις τρία αἰδοῖα ἔχειν. ἔτυχε δοῦλος ὢν καὶ ἠλευθερώθη καὶ τρία ἀντὶ ἑνὸς ὀνόματος ἐκτήσατο, τὰ δύο ἐκ τοῦ ἐλευθερώσαντος προσλαβών. Νοσῶν τις ηὔξατο τῷ Σαράπιδι, εἰ μέλλει σωθήσεσθαι, τὴν δεξιὰν αὐτῷ χεῖρα ὄναρ ἐπισεῖσαι, εἰ δὲ μή, τὴν ἀριστεράν. καὶ δὴ ἔδοξεν εἰσιόντι αὐτῷ τὸ ἱερὸν τοῦ Σαράπιδος τὸν Κέρβερον τὴν χεῖρα τὴν δεξιὰν ἐπισείειν αὐτῷ. τῇ ἐπιούσῃ ἀπέθανεν εἰκότως· ἀρθείσης γὰρ τῆς δεξιᾶς ἕτοιμος ἦν παραδέξασθαι αὐτὸν ὁ Κέρβερος, ὅσπερ ὄλεθρος εἶναι νενόμισται. Ἔδοξέ τις ὑπὸ τοῦ Σαράπιδος εἰς τὸν κάλαθον τὸν ἐπὶ τὴν κεφαλὴν κείμενον βεβλῆσθαι. ἀπέθανεν· Πλούτων γὰρ ὁ θεὸς εἶναι νενόμισται. Περὶ τὸ ὄσχεον μέλλων τις τέμνεσθαι ηὔξατο τῷ Σαράπιδι περὶ τῆς τομῆς καὶ ἔδοξε λέγειν αὐτῷ τὸν θεὸν ‘θαρρῶν τέμνου, θεραπευθήσει τεμνόμενος.’ ἀπέθανεν· ἔμελλε γὰρ ὥσπερ θεραπευθεὶς ἄπονος ἔσεσθαι. εἰκὸς δὲ ἦν αὐτῷ χωρῆσαι τοῦτο, ἐπειδὴ μὴ Ὀλύμπιος ἢ αἰθέριος ὁ θεὸς ἀλλὰ χθόνιος.

---

Artemidorus, Onirocriticon, ed. Roger A Pack. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0553.tlg001.local001/.
