# Fragmenta 6

Asclepiades Myrleanus, Fragmenta, Dfhg-Source dfhg3_ASCLEPIADES_MYRLEANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepiades-myrleanus/fragmenta/6

Ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγγομένου, οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην, συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπανίαν·** μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δ ̓ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας, οὐ πολλὴν χώραν νεμομένους, ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεανός. Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέαντες ὁμωνύμως Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς, τὸ δὲ ἕτερον τὴν ἐντός· ἄλλοτε δ ̓ ἄλλως διαιροῦσι, πρὸς τοὺς καιροὺς πολιτευόμενοι.

---

ASCLEPIADES MYRLEANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1199.tlg003.local002/.
