# Fragmenta 13

Asclepiades Tragilensis, Fragmenta, Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepiades-tragilensis/fragmenta/13

Λήμνιοι τὰς ἐξ ἔθους τῇ Ἀφροδίτῃ θυσίας μὴ ἀποδιδόντες καθ ̓ αὑτῶν θάνατον ἐνομοθέτησαν. Τὴν γὰρ θεὸν λέγεται ὀργισθεῖσαν τοῖς μὲν ἀνδράσιν ἵμερόν τινα τῶν Θρᾳκίων ἐμβαλεῖν γυναικῶν, τῶν δὲ ἰδίων ἀμελῆσαι καὶ καθέζεσθαι ἐφ ̓ ἡσυχίας. Διέβαινον οὖν εἰς τὴν Θρᾴκην περιέποντες καὶ συμμιγνύμενοι ταῖς ἐνταῦθα. Ταῖς δὲ γυναιξὶ τῶν Λημνίων ἔκτοπον λύσσαν ἐμπεσεῖν ὥστε ψηφίσασθαι πάσας ἀνδροκτονεῖν, καὶ μὴ τῆς ἐπιβουλῆς ταύτης ἀποτυχεῖν. Γενομένου δὲ τούτου τοῦ ἀτυχήματος περὶ τοὺς ἄνδρας, λέγεται τὸν Ἰάσονα μετὰ τῆς Ἀργοῦς ἐξοκείλαντα τῇ κρατίστῃ πασῶν Ὑψιπύλῃ μιγῆναι· ἐξ ἧς φασὶ γενέσθαι Εὔνηον. Ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν τοῖς Τραγῳδουμένοις.

---

ASCLEPIADES TRAGILENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1200.tlg003.local002/.
