# Fragmenta 14-21

Asclepiades Tragilensis, Fragmenta, 14 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepiades-tragilensis/fragmenta/14

Ἀσκληπιάδης δὲ ἐν τοῖς Τραγῳδουμένοις φησὶν, εἰς κύκνον μεταβληθέντα τὸν Δία Νεμέσει μιγῆναι. Ὁ δὲ Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν (τὸν Ὀρέστην) ἐκεῖ (ἐν Ἀρκαδίᾳ) τελευτῆσαι [ἑβδομήκοντα ἐτῶν add. vulg. sch.]. Ἡ διὰ στόματος καὶ δημώδηνς ἱστορία περὶ τῆς Ἀπόλλωνος θητείας παρ ̓ Ἀδμήτῳ αὕτη ἐστὶν, ᾗ κέχρηται νῦν Εὐριπίδης. Οὕτω δέ φησι καὶ Ἡσίοδος καὶ Ἀσκληπιάδης ἐν Τραγῳδουμένοις. Ἄργον τὸν πανόπτην ... Ἀσκληπιάδης μὲν Ἀρέστορος λέγει, Φερεκύδης δὲ Ἰνάχου (leg. Vid. Φ. μὲν Ἀρ. Λέγει, Ἀσκλ. δὲ Ἰνάχου), Κέρκωψ δὲ Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ θυγατρὸς, Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγε. Μίνως δὲ ... γήμας Πασιφάην τὴν Ἡλίου καὶ Περσηίδος, ὡς δ ̓ Ἀσκληπιάδης φησὶ, Κρήτην τὴν Ἀστερίου θυγατέρα, παῖδας μὲν ἐτέκνωσε Κατρέα κτλ. Νηλεὺς ἔσχε παῖδας ἐκ μὲν Χλωρίδος Νέστορα, Περικλύμενον, Χρόμιον· ἐκ δὲ διαφόρων γυναικῶν Ταῦρον, Ἀστέριον, Πυλάωνα, Δηίμαχον, Εὐρύβιον, Ἐπιλέοντα, Φράσιν, Ἀντιμένη, [Εὐαγόραν,] ὡς δὲ Ἀσκληπιάδης φησὶ, (καὶ) Ἀλάστορα. Τάνταλος Διὸς καὶ Πλουτοῦς συνδιατρίβων τοῖς θεοῖς καὶ συνεστιώμενος αὐτοῖς ἀπλήστως διετέθη. Κλέψας γὰρ τὸ νέκταρ καὶ τὴν ἀμβροσίαν, οὐκ ἐξὸν αὐτῷ, ἔδωκε τοῖς ὁμήλιξιν. Ἐφ ̓ οἷς ἀγανακτήσαντα τὸν Δία ἐκβαλεῖν αὐτὸν τῆς ἐν οὐρανῷ διαίτης καὶ ἐξαρτῆσαι ἐπ ̓ ἄρους ὑψηλοῦ ἐκδεδεμένον τῶν χειρῶν, καὶ τὴν Σίπυλον, ἔνθα ἐκεκήδεστο, ἀνατρέψαι, Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ. Ἀσκληπιάδης δὲ λέγει τοὺς Θηβαίους εἰς ἐκκλησίαν καθ ̓ ἑκάστην ἀθροίζεσθαι διὰ τὸ δυσαίνιγμα τῆς Σφιγγός. Λόγιον γὰρ ἦν αὐτοῖς μὴ ἀπαλλαγήσεσθαι τῶν κακῶν, πρὶν ἂν τοὺς τῆς Σφιγγὸς λύσειαν χρησμοὺς, ὁπότε δὲ μὴ συνίοιεν, ἑρπάζειν αὐτὴν ὅντινα ἂν τῶν πολιτῶν βούλοιτο. Καί τὸ τῆς Σφιγγὸς δὲ αἴνιγμα Ἀσκληπιάδης ἐν τοῖς Τραγῳδουμένοις τοιοῦτον εἶναί φησιν. Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὔ μία φωνὴ, καὶ τρίπον, ἀλλάσσει δὲ φύσιν μόνον, ὁσσ ̓ ἐπὶ γαῖαν ἑρπετὰ γίνονται, καὶ ἀν ̓ αἰθέρα καὶ κατὰ πόντον. Ἀλλ ̓ ὁπόταν πλείστοισιν ἐρειδόμενον ποσὶ ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.

---

ASCLEPIADES TRAGILENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1200.tlg003.local002/.
