# Fragmenta 23

Asclepiades Tragilensis, Fragmenta, Dfhg-Source dfhg3_ASCLEPIADES_TRAGILENSIS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepiades-tragilensis/fragmenta/23

Ἀμφιάραος ὁ Ἰοκλέους («sic alibi quoque pro Οἰκλέους; cod. Ἰοκλεύς. V. Heyn. Apoll. I, 8,2.» Buttm.) γήμας Ἐριφύλην τὴν Ταλάου καὶ διενεχθεὶς ὑπέρ τινων πρὸς Ἄδραστον, καὶ πάλιν διαλυθεὶς ὁρκούμενος ὡμολόγησεν ὑπὲρ ὧν ἂν διαφέρωνται πρὸς ἀλλήλους αὐτός τε καὶ Ἄδραστος ἐπιτρέψειν Ἐριφύλην κρίνειν καὶ πείθεσθαι αὐτῇ. Μετὰ δὲ ταῦτα γινομένης τῆς ἐπὶ Θήβας στρατείας, ὁ μὲν Ἀ μφιάραος ἀπέτρεπε τοὺς Ἀργείους καὶ τὸν ἐσόμενον ὄλεθρον προεμαντεύετο. Λαβοῦσα δὲ ἡ Ἐριφύλη τὸν ὅρμον παρὰ τοῦ Πολυνείκους τὸν τῆς Ἁρμονίας, προσέθετο τοῖς περὶ τὸν Ἄδραστον βιαζομένοις τὸν Ἀμφιάραον [συστρατεύειν αὐτοῖς. Τὸν δὲ Ἀμφιάραον]ἰδόντα τὴν τῶν δώρων ὑποδοχὴν καὶ πολλὰ τὴν Ἐριφύλην αἰτιασάμενον, αὐτὸν μὲν ἐξορμῆσαι πρὸς τὴν στρατείαν, Ἀλκμαίωνι δὲ προστάξαι μὴ πρότερον μετὰ τῶν ἐπιγόνων ἐπὶ Θήσβας πορεύεσθαι πρὶν ἀποκτεῖναι τὴν μητέρα. Ταῦτα δὲ πάντα δρᾶσαι λέγεται τὸν Ἀλκμαίωνα, καὶ διὰ τὴν μητροκτονίαν μανῆναι. Τοὺς δὲ θεοὺς ἀπολῦσαι τῆς νόσου αὐτὸν διὰ τὸ ὁσίως ἐπαμύνοντα τῷ πατρὶ τὴν μητέρα κατακτεῖναι. Ἡ ἱστορία παρὰ Ἀσκληπιάδῃ.

---

ASCLEPIADES TRAGILENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1200.tlg003.local002/.
