# Fragmenta 5-11

Asclepiades Tragilensis, Fragmenta, 5 to 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepiades-tragilensis/fragmenta/5

Ἀσκληπιάδης δὲ ἐν τῷ τρίτῳ τῶν Τραγῳδουμένων οὕτω γράφει· «Προσιστοροῦσι δὲ ἔνιοι ὡς καὶ μανείη ὁ Ἰξίων, ὡς καὶ Φερεκύδης (fr. 103), καὶ τὴν ἐπὶ τοῦ τρόχου δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασι· ὑπὸ γὰρ δίνης καὶ θυέλλης αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν.» Δυσαύλης .. Ἀσκληπιάδης δ ̓ ἐν δ’ Τραγῳδουμένων τὸν Δυσαύλην αὐτόχθονα εἶναί φησι, συνοικήσαντα δὲ Βαυβοῖ σχεῖν παῖδας Πρωτονόην τε καὶ Νίσαν (Μίσαν̣). Ῥησίαρχος, ὃς ἐρέει τὰ θέσφατα, παρ ̓ Ἐπιχάρμῳ· ἤτοι παρὰ τὴν ῥῆσιν εἴρηκεν, ἢ, ὡς Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων, ἄριστον αὐτὸν γεγονέναι ἀλήθειαν εἰπεῖν. Ἐγένετο δὲ καὶ ἕτερος. Ἀσκληπιάδης ἐν ἕκτῳ Τραγῳδουμένων ἱστορεῖ Ἀπόλλωνος καὶ Καλλιόπης Ὑμέναιον, Ἰάλεμον, Ὀρφέα. Εἶναι δὲ Ὀρφέα, κατὰ μὲν Ἀσκληπιάδην, Ἀπόλλωνος καὶ Καλλιόπης, κατὰ δὲ ἐνίους Οἰάγρου καὶ Πολυμνίας. καὶ Ἀσκληπιάδης ἐν τ[ῷ ἕκτῳ Τραγῳδουμένων]πλείους τῆς Καλλιόπης λέγει παῖδας ἐν τούτ[οις]· «Καλλιόπῃ γὰρ τὸν Ἀπόλλωνα μιχθέντα γεν[νῆσαί φασιν] Λίν[ον] τὸν πρεσβύτατον, καὶ τρεῖς μετ ̓ ἐκεῖνον, Ὑμέναιον, [Ἰάλεμον,] Ὀρφέα· τῷ δὲ νεωτάτῳ τὴν μὲν ἐπιθυμίαν..... ...ευμάτων ἐμπεσεῖν, καὶ περὶ τὴν μουσικὴν......... πάντων. Οὐ μὴν τοιοῦτό γε πάθος.........γενέσθαι.» Ἀσκληπιάδης διὰ (f. δ’ vel δὲ α’) τῶν Τραγῳδουμένων φησὶν οὕτως· «Περὶ μὲν οὖν τοῦ θανάτου (sc. Τοῦ Νεοπτολέμου) σχεδὸν ἅπαντες οἱ ποιητὰ συμφωνοῦσι, τελευτῆσαι μὲν αὐτὸν ὑπὸ Μαχαιρέως, ταφῆναι δὲ τὸ μὲν πρῶτον ὑπὸ τὸν οὐδὸν τοῦ νεὼ, μετὰ δὲ ταῦτα Μενέλαον ἐλθόντα ἀνελεῖν, καὶ τὸν τάφον ποιῆσαι ἐν τῷ τεμένει.» Τὸν Μαχειρέα φησὶν υἱὸν εἶναι τοῦ Δαίτα. Μελανίππειον. Λυκοῦργος ἐν τῷ Κατὰ Λυκόφρονος. Μελανίππου τοῦ Θησέως ἡρῷόν ἐστιν, ὥς φησιν Ἀσκληπιάδης Τραγῳδουμένοις. Κλείδημος δὲ κτλ. (V. Clitodemi fr. 4). Πορφύριός φησιν ἱστορεῖν τὸν γράψαντα τὰ Τραγῳδούμενα ὅτι ὁ θρέψας τὸν Πάριν νομεὺς Ἀρχιάλος (Ἀρχέλαος Heyn. Ad Apollod. III, 12; lege Ἀγχίαλος) ἐκαλεῖτο.

---

ASCLEPIADES TRAGILENSIS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1200.tlg003.local002/.
