# In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΕΙΣ ΤΟ Δ ΤΗΣ ΜΕΤΑ TA ΦΥΣΙΚΑ ΠΡΑΓΜΑΤΕΙΑΣ f.210v ΑΡΙΣΤΟΤΕΛΟΥΣ..1

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ΕΙΣ ΤΟ Δ ΤΗΣ ΜΕΤΑ TA ΦΥΣΙΚΑ ΠΡΑΓΜΑΤΕΙΑΣ f.210v ΑΡΙΣΤΟΤΕΛΟΥΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepius/in-aristotelis-metaphysicorum-libros-a-z-commentaria/%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%20%CE%A4%CE%97%CE%A3%20%CE%9C%CE%95%CE%A4%CE%91%20TA%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%A0%CE%A1%CE%91%CE%93%CE%9C%CE%91%CE%A4%CE%95%CE%99%CE%91%CE%A3%20f.210v%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3..1

p. 1012b34 Ἀρχὴ δὲ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος ἐλέγομεν ἀρχόμενοι τῆς προχειμένης πραγματείας ὅτι ὁ πρῶτος φιλόσοφος περὶ τὸ ὄντως ὂν καταγίνεται, ἥντινα καὶ σοφίαν προσηγορεύομεν, λέγοντες ὅτι ὁ πρ·ῶτος φιλόσοφος περὶ τοῦ ἁπλῶς ὄντος διαλέγεται τοῦ ἁπλῶς ἐν ἅπασι τοῖς οὖσι θεωρουμένου, εἶτα καὶ περὶ ταὐτότητος καὶ ἑτερότητος καὶ τῶν ἄλλων πάντων τῶν ἐν ἐκείνοις εἰρημένων, καὶ ὅτι προσεχῶς περὶ τῆς ἀντιφάσεως διαλέξεται ὁ πρῶτος φιλόσοφος, οὐ τῆς ἐν ὕλῃ τινὶ θεωρουμένης ἀλλὰ περὶ τῆς ἁπλῶς λοιπὸν γὰρ οἱ καθ’ ἕκαστα ἐπιστή- μονες διαλέξονται περὶ τῆς ἀντιφάσεως τῆς ἐν τοῖς μεγέθεσιν ἢ τῆς ἐν ἀριθμοῖς ἤγουν ἐν μουσικῇ), ὥσπερ πάλιν καὶ περὶ τοῦ ἁπλῶς ὄντος διαλέξεται ὁ πρῶτος φιλόσοφος καὶ περὶ τοῦ ἀπλῶς ζῴου, τουτέστι * * * καὶ περὶ τῆς ἁπλῆς οὐσίας, λοιπὸν δὲ οἱ καθ’ ἕκαστα διαλέξονται περὶ τοῦ τινὸς ὄντος, οἷον ὁ μὲν γεωμέτρης περὶ τοῦ ὄντος τοῦ ἐν τοῖς μεγέδεσιν, ὁ δὲ ἀριθμητικὸς περὶ τοῦ ἐν τοῖς ἀριθμοῖς, ὁμοίως δὲ καὶ ἐπὶ· τῶν ἄλλων πάντων. οὕτως οὖν καὶ περὶ τοῦ ἀπλῶς ζῴου, ὡς εἴρηται, διαλέξεται ὁ πρῶτος φιλόσοφος, τοῦ διήκοντος ἐν πᾶσι τοῖς οὖσι καὶ οὗ ἡ ζωὴ διὰ πάντων τῶν ζῴων πεφοίτηκεν. ὁ γὰρ διαλεγόμενος περὶ τοῦ ἀνθρωπείου ζῴου οὐ περὶ τοῦ ἁπλῶς ζῴου διαλέγεται· οὔτε γὰρ τὸ ἀνθρώ- πειον ζῷον μεταδίδωσι τοῖς ἄλλοις ζωῆς. ὁμοίως ὒ καὶ περὶ τῆς ἁπλῆς οὐσίας ὁ πρῶτος φιλόσοφος διαλέξεται. οἱ δὲ καθ’ ἕκαστα περὶ τῆς τινὸς οὐσίας. καὶ διὰ τοῦτο παγκάλως εἴρηται ἐν Κατηγορίαις, ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, τουτέστι δείκνυσι μερικὴν οὐσίαν καὶ κατασπᾷ ἐκ τῆς f.211r καθόλου οὐσίας μερικήν τινα οὐσίαν καὶ ποιοῖ αὐτήν· ἡ γὰρ μερικὴ οὐσία καὶ ποιοτήτων μετέχει καὶ τῶν ἄλλων ἁπάντων, ἐπεὶ παντελῶς ἡ οὐσί ἄποιός ἐστιν αὐτὴ καθ’ ἑαυτὴν ὑπάρχουσα. ἐπεὶ οὖν οὐ μόνον ἐστὶ τὸ τῆς ἀντιφάσεως ἀξίωμα ἀλλ’ εἰσὶ καὶ ἄλλαι κοιναὶ ἰδιότητες πάσαις ταῖς ἐπιστήμαις ὑπάρχουσαι, πρωτίστη δὲ ἡ ἀντίφασις, διαλεχθεὶς περὶ τῆς ἀντιφάσεως ἐντεῦθεν βούλεται ἡμῖν διαλεχθῆναι περὶ τῶν ἄλλων ἰδιοτήτων τῶν θεωρουμένων ἐν πάσαις ταῖς κατὰ μέρος ἐπιστήμαις, τουτέστι περὶ ἀρχῆς τῷ γὰρ τῆς ἀρχῆς ὀνόματι κέχρηνται καὶ <αἱ> ἄλλαι πᾶσαι ἐπιστῆμαι), ὁμοίως δὲ καὶ περὶ τοῦ αἰτίου, καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου καὶ τοῦ τελικοῦ † ἑκάστου κατὰ τὴν ὑποβεβλημενην αὐτοῖς ὕλην· περὶ γὰρ τῆς ἁπλῶς ἀρχῆς καὶ τῶν ἄλλων τῶν ἀπλῶς διαλέξεται ὁ πρῶτος φιλόσοφος. εἶτά φησιν ὅτι αἱ ἰδιότητες αὗται οὔτε ὁμώνυμοι φωναὶ ὑπάρχουσιν οὔτε συνώνυμοι. καὶ ὅτι μὲν οὐχ ὑπάρχουσιν ὁμώνυμοι προφανές· ὑποκατιὼν γὰρ λέγει κοινότητα αὐτῶν τινα, καθ’ ἥν κοινῶς τῶν ἄλλων πάντων μετέχουσιν· οὐδεμία δὲ κοινότης θεωρεῖται ἐν τοῖς ὁμωνύμοις, οἷον οὐκ ἔστι τι κοινὸν τῆς κυνὸς φωνῆς, τοῦ θαλαττίου καὶ τοῦ χερσαίου, ὡς φωνῆς δηλονότι. εἰ τοίνυν ἐνταῦθα κοινότης θεωρεῖται, δῆλον ὅτι οὐκ ἔστιν ὁμώνυμα. ἀλλ’ οὐδὲ συνώνυμα δύνανται εἶναι· τὰ γὰρ συνώνυμα κοινωνοῦσι κατὰ τὸ πρᾶγμα, οὐκέτι δὲ ἐνταῦθα ἀπαραλλάκτως κοινωνία ἐπὶ πασῶν τῶν ἀρχῶν τῶν διαφόρων, ὥστε εἶναι ἕνα καὶ τὸν αὐτὸν ὁρισμὸν τῆς ὑλικῆς ἀρχῆς καὶ τῆς ποιητικῆς καὶ τῆς τελικῆς. εἰ τοίνυν ἀπέδειξεν αὐτὰ ὁ λόγος μὴ δυνάμενα εἶναι μήτε ὁμώνυμα μήτε συνώνυμα, λέγεται ἄρα εἶναι αὐτὰ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. φησὶν οὖν ὅτι πολλαχῶς λέγεται ἡ ἀρχή. λέγεται γὰρ ἀρχὴ καὶ ἡ ὑφ’ ἡμῶν θέσει γινομένη κατὰ τὴν ἀρχὴν καὶ τὸ πέρας, ἥτις ἀρχὴ καὶ πέρας δύνανται καὶ ἀρχαὶ γενέσθαι, διότι θέσει ἐστὶν ὑφ’ ἡμῶν γινομένη, ὥσπερ ἡ ὁ.δὸς ἀπὸ Θηβῶν εἰς Ἀθήνας καὶ ἀπὸ Ἀθηνῶν ἐπὶ Θήβας. λέγεται ἀρχὴ ἡ μὲν φύσει πρώτη, ἡ δὲ ἡμῖν. πάλιν καὶ ἡ πρώτη πῆξις τοῦ ζῴου λέγεται ἀρχή, οἷον καρδία ἢ ἐγκέφαλος ἤ τι τοιοῦτον. ὁμοίως δὲ καὶ ·τὸ ὑλικὸν καὶ τὸ ποιητικὸν καὶ τὸ τελικὸν λέγεται εἶναι ἀρχή. p. 1012b34 Ἀρχὴ λέγεται ἡ μὲν ὅθεν ἄν τις τοῦ πράγματος κινηθείη. Φησὶν ὅτι λέγεται ἀρχὴ ὁ τόπος, ἐξ οὗ τις πρῶτον ἄρχεται τῆς κινή- σεως, οἷον ὡς τοῦ μήκους καὶ τῆς ὁδοῦ ἐντεῦθεν αὕτη ἀρχή, οἷον ἀπὸ Ἀθηνῶν εἰς Θήβας, ἐξ ἐναντίας δὲ ἡ ἑτέρα, τουτέστιν ἡ ἀπὸ Θηβῶν ἐπὶ Ἀθήνας. λέγεται δὲ πάλιν ἀρχὴ καὶ ὅθεν ἄν κάλλιστα γένοιτο, οἷον ὡς ἐπὶ τῆς μαθήσεως, καθάπερ εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, οὐκ ἀπὸ τοῦ κυρίως πρώτου καὶ τῆς τοῦ πράγματος ἀρχῆς, τουτέστι τῆς φύσεως, δεῖ ἡμᾶς ἄρχεσθαι, ἀλλ’ ἀπὸ τῶν ἡμῖν γνωρίμων· εἴρηται γὰρ ὅτι τὰ τῇ φύσει πρότερα ἡμῖν ὕστερα ὑπάρχουσι, καὶ τὰ ἡμῖν πρῶτα τῇ φύσει ὕστερα, ὡς ἐπὶ τοῦ συνθέτου ἀνθρώπου ·καὶ τῶν στοιχείων, ὕλης φημὶ καὶ εἴδους. λέγεται δὲ ἀρχὴ καὶ ὅθεν πρώτου γίνεται ἐνυπάρχοντος, τουτέστι τὸ ὑλικὸν αἴτιον· τὸ γὰρ ὑλικὸν αἴτιον ἐνυπάρχει ἐν τῷ πράγματι οἷον ἀρχὴ καὶ σύμπηξις τῆς πρώτης γενέσεως, οἷον πλοίου μὲν τρόπις, καὶ οἰκίας θεμέ- λιος, καὶ τῶν ζῴων οἱ μὲν καρδίαν φασὶν οἱ ἐγκέφαλον. ἡ δὲ ὅθεν γίνεται πρώτου μὴ ἐνυπάρχοντος, ἵνα εἴπῃ τὴν τελικὴν ἀρχήν· αὕτη γὰρ ἔξωθέν ἐστι τοῦ πράγματος. ἄλλη ὅθεν πρῶτον ἡ κίνησις πέφυκεν ἄρχεσθαι καὶ μεταβάλλει, ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον, οἷον τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ ἡ μάχη ἐκ τῆς λοιδορίας. p. 1012a10 Ἡ δέου προαίρεσιν κινεῖται τὰ κινούμενα. Ἔλεγον ἐν Κατηγορίαις ἓν σημαινόμενον εἶναι τοῦ ἔν τινι τὸ ὡς τὰ τῶν ἀρχομένων ἐν τῷ ἄρχοντι καὶ ἐν τῷ βασιλεῖ τὰ τῶν βασιλευομένων. φησὶν οὖν ὅτι λέγεται καὶ ἄλλον τρόπον ἀρχὴ οὗ τινος κατὰ προαίρεσιν κινεῖται τὰ κινούμενα καὶ μεταβάλλει τὰ μεταβάλλοντα, ὥσπερ αἱ ἐν ταῖς πόλεσι δυναστεῖαι καὶ βασιλεῖαι. ἀρχαὶ λέγονται καὶ αἱ τέχναι καὶ τούτων αἱ ἀρχιτεκτονικαὶ μάλιστα. πάλιν δὲ λέγεται ἀρχὴ ὅθεν γνωστὸν τὸ πρᾶγμα γίνεται; ἐκ τῶν ὁρισμῶν· τὰ γὰρ πράγματα ἐκ τῶν ὁρισμῶν γινώσκονται, οἱ δὲ ὁρισμοὶ τὰ εἴδη ὑπάρχουσι. διὰ γοῦν τοῦ εἰπεῖν ὅθεν γνωστὸν τὸ πρᾶγμα πρῶτον, καὶ αὕτη ἀρχὴ λέγεται ἐδήλωσε τὸ εἰδικὸν αἴτιον· οἷον τῶν ἀποδείξεων αἱ ὑποθέσεις καὶ ἡ πρότασις ἢ οἱ ὁρισμοί. καὶ εἰ μὲν τὰς προτάσεις τις ἐκδέξαιτο, τὸ ὑλικὸν αἴτιον λέγει, εἰ δὲ τοὺς ὅρους, τὸ εἰδικόν· δεῖ δὲ μᾶλλον τὸ εἰδικὸν ἐκδέχεσθαι, ἐπειδὴ ἀνωτέρω ἐμνημόνευσε τοῦ ὑλικοῦ αἰτίου p. 1013a16 Ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται Ἰστέον ὅτι κατὰ τοὺς πολλοὺς ἀνθρώπους ὁσαχῶς λέγονται αἱ ἀρχαί, τοσαυταχῶς καὶ τὰ αἴτια, κατὰ δὲ τὴν ἀλήθειαν οὐχ οὕτως ἔχει· ἐπὶ · πλέον γάρ ἐστιν ἡ ἀρχὴ τοῦ αἰτίου, διὸ καὶ προέταξε τὴν ἀρχὴν τοῦ αἰτίου. εἴ τι μὲν γὰρ αἴτιον, τοῦτο καὶ ἀρχή· οὐκ εἴ τι δὲ ἀρχή, τοῦτο καὶ αἴτιον. ἡ γὰρ ἀρχὴ ἡ θέσει καὶ ἡ κατὰ τὴν ὁδὸν ἀρχὴ μέν ἐστιν, αἴτιον δὲ εἶναι οὐ δύναται. ὡς οὖν· πρὸς τοὺς πολλοὺς εἶπεν ὁ φιλόσοφος, ὅτι ἰσαχῶς δὲ καὶ τὰ αἴτια λέγεται· πάντα γὰρ τὰ αἴτια ἀρχί. p. 1013a17 Πασῶν μὲν οὖν κοινὸν τῶν ἀρχῶν. Ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ταῦτα ὑπάρχουσι, τουτέστιν οὔτε * * αἱ ἰδιότητες, σαφῶς δὲ ἐδήλωσεν ὁ Ἀριστοτέλης κοινωνίαν αὐτῶν δούς. φησὶ γὰρ ὅτι πᾶσαι αἱ ἀρχαὶ κοινὸν τοῦτο ἔχουσι τὸ εἶναι αὐτὰς πρώτας. διὰ δὲ τοῦ εἰπεῖν ὅθεν ἔστι τὸ ποιητικὸν ἐδήλωσεν αἴτιον, διὰ δὲ τοῦ ἢ γίνεται τὸ ὑλικόν, διὰ δὲ τοῦ γινώσκεται τὸ εἰδικόν. τούτων δὲ τῶν ἀρχῶν αἱ μὲν ἐνυπάρχουσι, φημὶ δὴ τὸ ὑλικόν, εἴγε μέρος γίνεται τοῦ συνθέτου, καὶ τὸ εἰδικόν, αἱ δὲ ἐκτὸς ὑπάρχουσιν, οἷον τὸ ποιητικὸν καὶ τὸ τελικόν. διὸ ἥ τε φύσις ἀρχὴ καὶ στοιχεῖον· στοιχεῖον δὲ λέγει τὸ ὑλικόν· ἐν γὰρ τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς τὴν φύσιν ὕλην ἔλεγε, μᾶλλον δὲ τὸ εἶδος φύσιν τῆς ὕλης. καὶ ἡ διάνοια, τουτέστι τὸ εἰδικόν· κατὰ γὰρ τὴν διάνοιαν συλλογιζόμενοι θηρῶμεν τὰ πράγματα· γνωστὸν δὲ τὸ εἶδος τῶν πραγμάτων. διὰ δὲ τῆς προαιρέσεως τὸ ποιητικὸν ἐδήλωσε· κατὰ γὰρ τὴν προαίρεσιν πράττομεν ἃ πράττομεν. διὰ δὲ τῆς οὐσίας τὸ τελικὸν ἐδήλωσεν αἴτιον. πολλῶν γὰρ καὶ τοῦ γνῶναι καὶ τῆς κινήσεως ἀρχὴ τἀγαθὸν καὶ κακόν· δεῖ γὰρ ἡμᾶς γινώσκειν τὸ ἀγαθὸν πρὸς τὸ διώκειν αὐτὸ καὶ τὸ κακὸν πρὸς τὸ ἐκκλίνειν ἀπ’ αὐτοῦ. p. 1013a24 Αἴτιον λέγεται ἕνα μὲν τρόπον. Τὰ ῥητὰ ταῦτα μετενήνεκται ἐνταῦθα ἐκ τῆς Φυσικῆς ἀκροάσεως· ἔλεγον γάρ ὅτι τινὰ παραπώλοντο, καὶ μὴ δυνηθέντες μιμήσασθαι ἐκ τῶν αὐτοῦ ἐφήρμοσαν. ἀμέλει τοι καὶ τὸ Κ στοιχεῖον ὅλον ἐκ τῶν ἄλλων αὐτοῦ ἐστιν ἀκροάσεων. αἴτιον οὖν λέγει ἕνα μὲν τρόπον τὸ ὑλικόν, ὅπερ μέρος γίνεται τοῦ συνθέτου, οἶον ὁ χαλκὸς τοῦ ἀνδριάντος καὶ ὁ ἄργυρος τῆς φιάλης, καὶ τὰ τούτων γένη, ὥσπερ τὰ πορρωτέρω, ἄλλον δὲ τὸ εἶδος καὶ τὸ παράδειγμα καὶ τὰ πόρρω, οἷον τοῦ διαπασῶν τὰ δύο πρὸς ἓν καὶ ὅλως ὁ ἀριθμὸς καὶ τὰ μέρη τὰ ἐν τῷ ἀριθμῷ. τρίτον αἴτιον τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς τῆς κινήσεως καὶ ἠρεμήσεως, οἷον τοῦ τέκνου ὁ πατὴρ καὶ ὅλως τὸ ποιοῦν τοῦ γινομένου. πρὸς τούτοις δὲ καὶ τὸ τελικὸν αἴτιον, οἷον τοῦ περιπατεῖν ἡ ὑγεία· διὰ τοῦτο γὰρ βαδίζει, ἵνα ὑγιάηῃ, καὶ ὅσα καὶ κινήσεως ἄλλου μεταθὺ γίνεται τοῦ τέλους, οἶον τῆς ὑγείας ἡ ἰσχνασία <ἢ> ἡ κάθαρσις· πάντα γὰρ ταῦτα τοῦ τέλους ἕνεκα παραλαμβάνονται. διαφέρουσι δὲ ἀλλήλων, ὅτι τὰ μὲν ὄργανα ὑπάρχουσι τὰ δὲ ἔργα, τουτέστιν αὐτὰ τὰ πράγματα. τοσαυταχῶς οὖν λέγεται τὰ αἴτια. πολλαχῶς οὖν λεγομένων τῶν αἰτίων συμβαίνει τοῦ αὐτοῦ πράγματος πολλὰ αἴτια εἶναι μὴ κατὰ συμβεβηκός, οἶον τοῦ ἀνδριάντος ἡ ἀνδριαντοποιητικὴ ποιητικὸν αἴτιον καὶ ὁ χαλκὸς ὑλικόν. καὶ ἀλλ ήλων αἴτιον, οἷον τὸ πονεῖν τῆς εὐεξίας καὶ αὕτη τοῦ πονεῖν, ἀλλὰ κα’ ἄλλο καὶ ἄλλο· τὸ μὲν γὰρ τῆς εὐεξίας ὡς τέλος, τὸ δὲ τοῦ πονεῖν ποιητικόν ἐστιν αἴτιον. πά- λιν τὸ αὐτὸ αἴτιον τῶν ἐναντίων ἐστίν, οἷον ἡ κυβερνητική· τῇ μὲν γὰρ πα- ρουσίᾳ σώζει τὴν ναῦν, τῇ δὲ ἀπουσίᾳ φθείρει κατὰ συμβεβηκός· ἀμφότερα δὲ αἴτια ὡς ποιητικά. πάντα οὖν τὰ εἰρημένα αἴτια εὶς τέσσαρας τρόπους πίπτει καθ' αὑτό, ὑλικὸν εἰδικόν, ποιητικὸν τελικόν. τὰ μὲν γὰρ στοιχεῖα τῶν συλλαβῶν καὶ ἡ ὕλη τῶν σκευαστῶν καὶ τὸ πῦρ καὶ ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τοιαῦτα πάντων τῶν σωμάτων και τὰ μέρη του ὅλου καὶ αἱ προτάσεις τοῦ συμπεράσματος ὡς ὑλικὰ ὑπάρχουσιν αἴτια. τούτων οὖν τὸ μὲν ὡς τὸ ὑποκείμενον, τουτέστιν ὡς τὸ ὑλικὸν αἴτιον, τὸ δὲ ὡς εἰδικόν, τὸ δὲ ὡς ποιητικόν, ὥσπερ τὸ σπέρμα καὶ ὁ ἰατρὸς καὶ ὁ βου- λευσάμενος καὶ ὅλω τὸ ποιοῦν αἴτιον, τὰ δὲ ἄλλα ὡς τέλος, καὶ μάλιστα τὸ ἀγαθόν * * * ἐπειδή τινες κατὰ ἀπάτην τοῦ φαινομένου ἀγαθοῦ ἐφίενται. p. 1013b29 τρόποι δὲ τῶν αἰτίων ἀριθμῷ μέν εἰσι πολλοί. Ἰστέον ὅτι τῶν αἰτίων τὰ μὲν ὑπάρχουσι καθ’ αὑτὸ τὰ δὲ κατὰ συμβεβηκός, καὶ τὰ μὲν πόρρω τὰ δὲ προσεχῆ, καὶ ἁπλᾶ καὶ σύνθετα, καὶ δυνάμει καὶ ἐνεργείᾳ· ὥστε ἑξήκοντα τέσσαρας τρόπους γίνεσθαι. πολλαχῶς οὖν λέγεται καὶ αὐτῶν τῶν ὁμοειδῶν, προτέρως καὶ ὑστέρως, τουτέστι προσεχὲς καὶ πόρρω, ποιητικὸν αἴτιον καὶ ὑλικὸν καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ὥσπερ ὑγιείας ὁ ἰατρὸς καὶ ὁ τεχνίτης πορρωτέρω, καὶ τοῦ διὰ πασῶν προσεχὲς τὸ διπλάσιον, πορρωτέρω δὲ ὁ ἀριθμός. ἔτι ὡς τὸ συμ- βεβηκὸς καὶ τὰ τούτων γένη, τουτέστι τὰ πόρρω, οἷον ἀνδριάντος ἄλλως ὁ Πολύκλειτος καὶ ἄλλως ὁ Πολύκλειτος ἀνδριαντοποιός, ἐπειδὴ συνέβη οὕτως καλεῖσθαι τὸν ἀνδριαντοποιόν· καὶ τὰ περιέχοντα τὸ συμ- βεβηκός, οἷον ὁ ἄνθρωπος αἴτιος ἀνδριάντος καὶ ὅλως τὸ ζῷον. καὶ ἐπὶ τῶν συμβεβηκότων δέ ἐστι τὸ προσεχὲς καὶ τὸ πόρρω, οἷον εἰ ὁ Πολύκλειτος καὶ ὁ μουσικὸς αἴτιος λέγοιτο τοὐ ἀνδριάντος, ἀλλὰ μὴ μόνον Πολύκλειτος καὶ ἄνθρωπος. ἔτι δυνάμει καὶ ἐνεργείᾳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν αἰτιατῶν ὁ οἶκος αἴτιος τοὐ λέγεσθαι τὸν οἰκοδόμον ποιητικὸν αἴτιον. ὁμοίως δὲ καὶ συμπλεκόμενα καὶ ἁπλᾶ ὄντα τὰ αἴτια, οἷον Πολύκλειτος καὶ ἀνδριαντοποιὸς καὶ ὅλον τοῦτο Πολύκλειτος ἀνδριαντοποιός. * * * οὖν ὑπάρχει τὸ πλῆθος, λέγονται δὲ διχῶς· ἢ γὰρ ὡς τὸ καθ’ αὑτὸ καὶ τὸ γένος, τουτέστιν ἢ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκὸς ἢ ὡς τὸ γένος τοὐ συμβεβηκότος, τουτέστι τὸ πορρωτέρω, ἡ ὡς ἁπλᾶ καὶ σύνθετα, ἢ δυνάμει καὶ ἐνεργείᾳ. ἰστέον οὖν ὅτι τὸ ἐνεργείᾳ καὶ καθ᾿ αὑτὸ ἅμα ἐστὶ καὶ οὐκ ἔστι, τουτέστιν ἢ συμπάρεισι τοῖς αἰτιατοῖς, ἢ εἰ μὴ ἐκεῖνα ὑπάρχει, <οὐδὲ> ταῦτα, οἷον ὁ ἰατρεύων τῷ ὑγιαζομένῳ καὶ ὁ οἰκοδόμος τῷ οἰκοδομουμένῳ· τὰ δὲ κατὰ δύναμιν οὐκ ἀεί· καὶ μετὰ τὴν φθορὰν γὰρ τοῦ οἰκοδόμου μένει τὸ αἰτιατόν, τόν, ἀλλὰ δυνάμει. p. 1014a26 Στοιχεῖον λέγεται ἐξ οὗ σύγκειται πρώτου ἐνυπάρχοντος, ἀδιαιρέτου τῷ εἴδει εἰς ἕτερον εἶδος. Καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ οὕτως ὡρίσατο τὸ στοιχεῖον. ἰστέον γὰρ ὅτι καὶ ὁ Ἐμπεδοκλῆς πρῶτα λέγων τὰ τέσσαρα στοιχεῖα τὰ πολυθρύλλητα προσηγόρευεν αὐτὰ στοιχεῖα. φησὶν οὖν ὅτι στοιχεῖόν ἐστιν ἐξ οὗ σύγκειται τὸ γιννόμενον πρώτου ἐνυπάρχοντος ἐν ᾧ γίνεται, ἀδιαιρέτου τῷ εἶδει εἰς ἕτερον εἶδος. τὸ γὰρ στοιχεῖον τῶν ἀδυνάτων διαιρεῖσθαι εἰς ἕτερον εἶδος, καὶ καλὴ ἡ πρόσθεσις αὕτη· κατὰ μεγέθη γὰρ δυνατὸν διαιρεῖσθαι, οἷον τὸν ἀέρα καὶ τὸ ὕδωρ διελεῖν εἰς διάφορα μεγέθη, οὐκέτι μὴν εἰς διάφορα εἴδη· τὸ <γὰρ> μέγεθος τοῦ ὕδατος ἔστ᾿ ἂν ᾖ ὕδωρ, οὐκ ἔστιν ἀὴρ ἀλλ᾿ ὕδωρ. ὁ μέντοι γε Δημόκριτος τὰ στοιχεῖα λέγων ἀμεγέθη καὶ τὰς ἀτόμους, ἀδιαίρετα αὐτὰ ὑπετίθετο οὐ μόνον κατ᾿ εἰδος. οἷον τῆς φωνῆς ὕλη ἐστὶ τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται ἡ φωνὴ καὶ εἰς ἃ διαιρεῖται ἔσχατα. λέγει δὲ τοὺς φθόγγους καὶ τὰς ἀπηχήσεις αὐτῶν· αἱ γὰρ συλλαβαὶ στοιχεῖα τῶν ὀνομάτων ὑπάρχουσι. τὰ οὖν στοιχεῖα τῶν φωνῶν οὐκέτι διαιροῦνται εἰς ἄλλας φωνὰς ἑτέρας τῷ εἴδει αὐτῶν, ἀλλὰ κἂν διαιρῶν τᾶι τὰ μόρια, εἰς ὁμοειδῆ διαιροῦνται, οἷον τὸ μόριον τοῦ ὕδατος ὕδωρ ὑπάρχει, ἀλλ᾿ οὐ τῆς συλλαβῆς τὸ μόριόν ἐστιν ὕδωρ. ὁμοίως δὲ καὶ τῶν σωμάτων των στοιχεῖα λέγουσι φάσκοντες εἶναι, εἰς ἃ διαιρεῖται ἔσχατα τὰ σώματα, ἐκεῖνα δὲ τὰ στοιχεῖα οὐκέτι εἰς ἄλλα εἴδει διαφέροντα σώματα, εἴτε ἓν εἴτε καὶ πλείονα ὑποτίθεται τὰ στοιχεῖα. ὁμοίως δὲ καὶ τὰ τῶν διαγραμμάτων στοιχεῖα λέγεται καὶ ὅλως τὰ τῶν ὰποδείξεων· αἱ γὰρ πρῶται ἀποδείξεις καὶ ἐν πλείοσιν ἀποδείξεσιν ἐνυπάρχουσαι, αὗται λέγονται στοιχεῖα τῶν ἀποδείξεων. συμβάλλονται ἐν τοῖς στερεοῖς τὰ ἐν τῷ δεκάτῳ βιβλίῳ, ἀλλὰ μᾶλλον τὰ ἐν τῇ ἀρχῇ, ἐπειδὴ πρὸς πᾶσαν γεωμετρίαν συμβάλλονται. ταῦτα οὖν στοιχεῖα καλεῖται τὰ ἐπὶ πάντα διήκοντα. [διὸ καὶ τὸ ζῷον μᾶλλόν ἐστι γένος τῆς διαφορᾶς, ἐπειδὴ ἐπὶ πλέον ζή τῆς διαφορᾶς ἐπεκτείνεται περιέχον καὶ τὰ ἐναντία λογικὸν καὶ ἄλογον.] εἰσὶ δὲ κυρίως συλλογισμοὶ οἱ πρώτιστοι, τουτέστιν οἱ τοῦ πρώτου σχήματος, εἰς οὓς καὶ οἱ ἄλλοι πάντες ἀναφέρονται, ὡς μεμαθήκαμεν ἐν τοῖς Ἀναλυτικοῖς, καὶ τούτων ὅταν εἷς ἐστιν ἄμεσος ὅρος καὶ δύο προτάσεις· εἰ γὰρ πολλαί, οὐ καλόν. ἐντεῦθέν φησι στοιχεῖα εἶναι, ὅπερ ἄν ὅν τι ᾖ καὶ μικρὸν τῷ ποσῷ, οὐ τῇ δυνάμει, ἐπὶ πολλὰ ᾖ χρήσιμον. διὸ καὶ τὸ σημεῖον στοιχεῖόν φαμεν τῶν μεγεθῶν, οὐχ ὅτι μέρος γίνεται, ἀλλ’ ὅτι οὐ δυνατὸν εἶναι μέγεθος ἄνευ σημείου· ὁμοίως δὲ καὶ ἐπὶ τῆς μονάδος καὶ τοῦ ἀριθμοῦ. διὸ καὶ τὸ καθόλου στοιχεῖον δεῖ λέγειν ὡς ἐπὶ πολλὰ ἐπεκτεινόμενον· ὥστε διὰ τοῦτο τὰ γένη μᾶλλον στοιχεῖα λέγουσιν ἤπερ τὰς διαφοράς, ἐπειδὴ ἐπὶ πλεῖον ἐπεκτείνονται. κυρίως δέ ἐστι στοιχεῖον ἑκάστου τὸ πρῶτον ἐνυπάρχον ἑκάστῳ· p. 1014b16 Φύσις δὲ λέγεται ἕνα μὲν τρόπον ἡ τῶν φυομένων γένεσις. εἰρηκὼς περὶ ἀρχῶν καὶ αἰτίων καὶ τῶν ἄλλων τῶν εἰρημένων ὑπ’ αὐτῶν, ἅτινα ἐν πάσαις ταῖς ἐπιστήμαις θεωροῦνται, ἐντεῦθεν λέγει ἡμῖν καὶ περὶ ἑτέρων τινῶν, περὶ ἃ πᾶσαι αἱ ἐπιστῆμαι καταγίνονται καὶ ταῦτα δὲ ὑπάρχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οἷον περὶ φύσεως. καί φησιν ὅτι λέγεται φύσις καὶ ἡ ἔκφυσις ἡ ὁδὸς αὐτὴ ἡ ἐπὶ τὸ τέλος ἀπάγουσα, τουτέστιν ἡ ὁδὸς αὐτὴ ἡ ἐπὶ τὸ εἶδος ἀπάγουσα, καθάπερ ἔλεγε καὶ ἐν τῇ Φυσικῇ. λέγεται δὲ φύσις καὶ αὐτὴ ἡ ὕλη· διὸ ἔλεγε καὶ ἐν τῇ Φυ- σικῇ περὶ τοῦ Ἀντιφῶντος περὶ τῆς κλίνης, εἰ λάβοι βλαστόν. πάλιν κυρίως λέγεται φύσις αὐτὸ τὸ εἶδος, εἴ γε πάντα τὰ πράγματα χαρακτηρίζονται κατὰ τὰ οἰκεῖα εἴδη· πάντα γὰρ κοινωνοῦσι κατὰ τὴν ὕλην, διαφέρει δὲ κατὰ τὸ εἶδος. πάλιν λέγεται φύσις καὶ τὸ ποιητικὸν αἴτιον, καὶ τοῦτο εἰκότως· εἰ γὰρ ἐδείξαμεν ὅτι μᾶλλον τὸ εἶδός ἐστιν ἡ φύσις, τὰ δὲ εἴδη γίνονται ἐκ τῶν ποιητικῶν αἰτίων ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος· τὰ γὰρ ποιοῦντα προσεχῆ αἴτια ὁμοειδῆ ὑπάρχουσι), φανερὸν ὅτι εὐλόγως ἄν λέγοιτο φύσις καὶ τὸ ποιητικὸν· αἴτιον. διὰ τοῦτο γὰρ καὶ ἐπὶ θεοῦ καὶ ἀγγέλου καὶ πασῶν τῶν τοιούτων δυνάμεων φερόμενον τὸ τῆς φύσεως ὄνομα, καθὸ εἴδη ἔχουσι. κατὰ δὲ τὸ εἶδος ἡ φύσις ἐχαρακτη- ρίζετο. ταῦτα εἰρηκὼς περὶ τῆς φύσεως μετέρχεται ἐπὶ τὸν λόγον τοῦ ἀναγ- καίου λέγων ὅτι τῶν ·ἀναγκαίων τὰ μὲν ὑπάρχουσιν ὡς συναίτια τὰ δὲ ὡς τελικὰ τὰ δὲ ἐκ βίας. οἷον συναίτιόν ἐστιν ἀναγκαῖον τὸ ἀναπνεῖν· οὔτε γὰρ δυνατόν ἐστι ζῆν ἄνευ ἀναπνοῆς ἢ ἄνευ τροφῆς. τὸ μέντοι γε εἶδος οὐκ ἔστιν ἀναγκαῖον· οὔτε γὰρ ἔστιν εἰπεῖν ὅτι ἀναγκαῖον xtu ἀνθρώπῳ τὸ ζῴῳ εἶναι. κατὰ γὰρ τὸ ζῷον ἔχει τὴν ὕπαρξιν· διὸ δεῖ τὸ ἀναγ- καῖον κεχωρισμένον εἶναι καὶ ἕτερον παρ’ αὐτό ὥσπερ ἡ ἀναπνοὴ ἑτέρα ἐστὶ παρὰ τὸ ζῷον, ὁμοίως δὲ καὶ ἡ τροφή. ἐπὶ τοίνυν τῶν συνθέτων τῷ ὄντι ἕτερόν ἐστι τὸ ἀναγκαῖον παρὰ τὴν ὕπαρξιν. οἷον ἔστι ζῷον λογικὸν θνητόν· οὐ κατὰ τὸ ὅλον ἐστὶ θνητὸν] λογικὸν ἀλλ’ ἀπὸ μέρους, καὶ πάλιν οὐ κατὰ τὸ ὅλον ἐστὶ θνητὸν ἀλλ’ ἀπὸ μέρους· ὥστε καὶ θνη- τὸν ·δύναται εἶναι καὶ λογικὸν κατ’ ἄλλο καὶ ἄλλο. οὐ δυνατὸν οὖν, ὡς εἴρηται, ἐπὶ τῶν συνθέτων πραγμάτων λέγειν ὅτι ἀναγκαῖόν ἐστιν αὐτῷ τὸ εἶναι ζῴῳ λογικῷ θνητῷ, ἐπειδὴ οὐχ ἕν ἐστιν, ὥστε καὶ τὸ ἀναγκαῖον ἔξωθεν προσγίνεται. ἐπὶ μέντοι γε τῶν ἁπλῶν, ἐπειδὴ οὐκ ἔστι τι ἔξωδεν αὐτῶν, κατὰ τὴν ὕπαρξιν αὐτῶν ὑπάρχει αὐτοῖς τὸ ἀναγκαῖον. διό φαμεν ὅτι ἐξ ἀνάγκης ἐστὶν ἁ θεὸς ἀγαθός· ἐν τούτῳ γάρ ἐστιν ἡ τοῦ θεοῦ οὐσία· οὔτε γὰρ ἔχει ἔξωθέν τι συμβεβηκὸς ὑπάρχον ἁπλοῦν, ἵνα ἐν ἐκείνῳ θεωρηθῇ τὸ ἀναγκαῖον. διὸ καὶ τοῖς ἄλλοις ἀναγκαίοις ἐντεῦθεν τὸ ἀναγκαῖον ἐπιπηγάζεται ἐκ τῆς πρώτης οὐσίας. ὅθεν καὶ ὁ Πλωτῖνος παγκάλως ἔλεγεν ὅτι δεῖ τὰς πολλὰς ἴλιγγας εἰς ἕν τι συνάγειν καὶ οὕτως νοεῖν τὸν θεόν, καὶ ἀντιλαμβάνεσθαι αὐτοῦ μύσαντας, ἐπειδὴ καὶ ὑπὲρ νοῦν ἐστι καὶ ἁπλοῦν καὶ πάντα παράγον. τὸ γοῦν συναίτιον ἀναγκαῖον τοῦτό ἐστιν, ὡς ὅταν εἴπωμεν ὅτι οὐ δυνατὸν εἶναι τὸ ζῷον ἄνευ ἀναπνοῆς. τὸ ὡς τέλος δέ, ἡνίκα φῶμεν ὅτι ἀναγκαῖόν ἐστι τὸ καθάρσιον διὰ τὴν ὑγίειαν καὶ τὸ φλεβότομον. τὸ βίαιον δὲ ἀναγκαῖον, ὅταν τις ἐπιθῇ τινι βίαν ποιῆσαι τόδε τὸ πρᾶγμα, ὥσπερ ὁ Εὐρυσθεὺς ἐπέταττε τῷ Ἡρακλεῖ. διό φησι κἀκεῖνος “ἀναγκαίη γὰρ ἐπείγει”. τῷ ὄντι γὰρ ὁ προστάττων ἀμεταποιήτως ἔχει· εἰ γὰρ μεταπεισθείη, οὐκέτι ἐστὶ βία. ἐπὶ τοίνυν τοῦ θείου οὐδὲν θεωρεῖται βίαιον ἐξ ἀνάγκης, ἐπειδὴ οὐδὲ ἔξωθεν ὑπάρχει τι αὐτῷ, ἀλλὰ συνουσίωται αὐτῷ τὸ ἀναγκαῖον. Ταῦτα εἰρηκὼς ἐφεξῆς λέγει περὶ τοῦ ἑνός, καί φησιν ὅτι ἓν λέγεται ἡ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καὶ τὸ μὲν κατὰ συμβεβηκὸς τριχῶς λέγεται· ἕνα μὲν τρόπον ὅταν ἓν συμβεβηκὸς κατηγορήσωμεν οὐσίας, ὅταν εἴπω ὁ Κορίσκος μουσικός· δεύτερον δὲ τρόπον, ὅταν συμβεβηκὸς κατὰ συμβεβηκότος κατηγορήσωμεν, οἷον ὁ δίκαιος μουσικός. τρίτος δὲ τρόπος, ὅταν δύο συμβεβηκότα οὐσίας κατηγορήσωμεν· ὁ Κορίσκος δίκαιος μουσι- κός. πάλιν τὰ καθ’ αὑτὰ τὰ μὲν λέγεται εἶναι συνεχῆ τὰ δὲ οὔ, καὶ τὰ μὲν φύσει ὑπάρχουσι συνεχῆ τὰ δὲ τέχνῃ. οἷον τέχνῃ μὲν ὑπάρχουσι συνεχῆ, οἷον φάκελος τῷ δεσμῷ καὶ τὰ ξύλα τῇ κόλλῃ, οἷον ὥσπερ ἡ ναῦς μία λέγεται εἶναι τῇ συνεχείᾳ καὶ ἡ θύρα. κυρίως δὲ ἓν λέγεται τῇ συνεχείᾳ ἐπὶ τῆς φύσεως, ὅταν μὴ δυνατὸν ᾖ κινεῖσθαι τὸ μέρος χωρὶς τοῦ ἑτέρου, οἷον ἡ κνήμη οὐ λέγεται συνεχὴς τῷ μηρῷ, ἐπεὶ δυνατόν κατὰ τὸ γόνυ διαρθρώσεως συνέχειά τις φυλάττεται, ἐπειδὴ οὐ δυνατὸν τὸ μόριον ἄνευ τοῦ ὅλου κινηθῆναι, ἀλλὰ μίαν ποιοῦνται κίνησιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀκινήτων, οἷον εἰ οἱ τοῖχοι οἴκου, εἰ γένοιτο ὅπερ ἀπείη) σεισμὸς ἤ τι τοιοῦτον, οὐχ ὁμοίως φέρονται. λέγονται δὲ καὶ τῇ ὕλῃ, ἐπειδὴ μία ὕλη πᾶσιν ὑπέστρωται. λέγονται δὲ πάλιν ἓν ἡ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κἀνταῦθα γὰρ ἀδιαίρετος γίνεται ἡ διαίρεσις· κατὰ γὰρ τὸ εἶναι ὤα οὐδὲν ἀλλήλων διαφέρομεν· πάλιν καὶ εἴδει ἐν κατὰ γὰρ τὸ ἀνθρώπινον εἶδος οὐδὲν ἀλλήλων διαφέρομεν) ἢ ἀριθμῷ ἕν, ἐπειδὴ τοῦ ἀριθμοῦ χρεία ἐστὶ καὶ τοῦ αὐτοῦ τόπου καὶ τοῦ αὐτοῦ χρόνου, ἵνα ὡς οὐσίαν τις καὶ μόνην ἐκδέξηται τὸν Σωκράτη, καὶ μὴ ἔχοντα συμβεβη- κότα, οἷον ἀμείβοντα τόπον ἐκ τόπου ἢ ὑπὸ χρόνον τελοῦντα. πάλιν λέ- γονται οἱ γλυκεῖς οἶνοι ἓν εἶναι, καθὸ μία ἐστὶν ἡ αἰσθητὴ αὐτῶν δια- φορά· οἱ δὲ γλυκεῖς καὶ αὐστηροὶ οἶνοι διάφοροι, ἐπειδὴ ἔχουσιν αἰσθητὰς διαφοράς. * * * ἐπεὶ πάντα τὰ ὑγρὰ κοινωνοῦσιν ἀλλήλοις, καθὸ ὕδωρ πάντα πεποιωμένον, ὡς εἴρηται ἐν τοῖς Μετεώροις. καὶ πάλιν ἓν λέγεται κατὰ ἀναλογίαν· ὅπερ γάρ ἐστιν ἐν νηὶ τρόπις, τοῦτο ἐν ζῴῳ καρδία, καὶ ὅσα ἄλλα εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ. εἶτα πάλιν φησὶν ὅτι ἓν λέγεται τὸ ὑπόδημα, ὅταν μηδὲν αὐτῷ ἐλλείπῃ, ἀλλ’ ᾖ τέλειον καὶ ἐφαρμόζῃ τῷ ποδὶ καὶ μήτε προσθήκην τινὰ δέχηται μήτε ἀφαίρεσιν, ὥσπερ αὐτός φησιν ἐν τῇ Περὶ οὐρανοῦ περὶ κύκλου ὅτι τέλειος ὑπάρχει· οὔτε γὰρ προσθήκης ἀνέχεται οὔτε δὲ ἀφαιρέσεως. αὕτη γὰρ ἡ γραμμὴ τοῦ κύκλου τοῦ ἑνὸς οὔτε προσθήκην ἐπιδέχεται οὔτε ἔλλειψιν· τὸ τοιοῦτον δὲ τέλειον ὑπάρχει. ἀπὸ δὲ τῆς εὐθείας δυνατόν ἐστι καὶ ἀφαίρεσιν τοιήσασθαι f.216v καὶ προσθήκην· διὸ καὶ τὸ τρίγωνον δυνατόν ἐστι καὶ αὐξῆσαι καὶ μειῶσαι κἄ τὰ ἄλλα σχήματα τὰ εὐθύγραμμα, ἐπειδὴ ἐξ εὐθειῶν σύγκειται. τῶν γὰρ σχημάτων τὰ μὲν εὐθύγραμμα ὑπάρχουσι, τὰ δὲ περιφερό- γραμμα· p. 1014b16 Φύσις δὲ λέγεται ἕνα μὲν τρόπον. Καθ’ ἕνα μὲν τρόπον φύσις λέγεται ἡ γένεσις τῶν φυομένων, τουτέστιν ἡ ὁδὸς ἡ ἐπὶ γένεσιν, οἷον εἴ τις ἐπεκτείνας λέγοι τὸ ὒ στοιχεῖον φωνῆεν· εἰ μὲν γὰρ εἴποι τις ἔκφυσις, μακρόν ἐστι τὸ ὒ, εἰ δὲ φύσις, βραχύ. πάλιν κατ’ ἄλλον τρόπον λέγεται φύσις ἡ ὕλη, ἐξ οὗ γίνεται τὸ γινόμενον ἐνυπάρχοντος ἐν τῷ γίνεσθαι. ὁ μὲν γὰρ λέβης γίνεται ἐκ τοῦ χαλκοῦ καὶ ἐνυπάρχει ὁ χαλκὸς τῷ λέβητι. εἶτα λέγεται φύσις καὶ τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς ὑπάρχον ἐν ἑκάστῳ τῶν φύσει ὄντων, καθὸ αὐτὸ ὑπάρχει, ἐπειδὴ ὁμοειδές ἐστι τὸ ποιητικὸν αἴτιον τῷ γινομένῳ ἐξ αὐτοῦ (ἄνκνῆσαι * * * ποιητικὸν γὰρ αἴτιον καὶ αὐτή ἐστι. Ὅ λέγει τοῦτό ἐστιν ὅτι ταῦτα λέγεται φύεσθαι πρὸς ἄλληλα καὶ συμφύσθαι, τὰ μεταδιδόντα ἀλλήλοις ζωῆς τινος. οὕτω γὰρ λέγεται τὸ βρέφος συμφύεσθαι τῇ μητρί, εἴ γε τρέφεται ἐκ τῆς μητρός, ὁμοίως δὲ καὶ τὸ φυτὸν ἐκ τῆς γῆς· καὶ αὐξάνονται δέ. τοῦτο οὖν φησιν ὅτι φύεσθαι δὲ λέγονται ὅσα αὔξησιν ἔχει δι’ ἑτέρου τῷ ·ἅπτεσθαι καὶ συμπεφυκέναι ἢ προσπεφυκέναι, ὥσπερ τὰ ἔμβρυα. ἡ δὲ σύμφυσις διαφέρει τῆς ἁφῆς. ἐπὶ μὲν γὰρ τῆς ἁφῆς οὐδέν ἐστιν ἕτερον παρὰ τὴν ἁφήν· ἐν δὲ τοῖς συμπεφυκόσιν ἐστὶν ἓν τὸ αὐτὸ ἐν ἀμφοῖν, ὅπερ ποιεῖ ἀντὶ τοῦ ἅπτεσθαι συμπεφυκέναι καὶ ἓν εἶναι, αὐτὴ ἡ κοινὴ ζωή. ἕν οὖν ὑπάρχει κατὰ τὸ συνεχὲς καὶ τὸ ποσόν, ἀλλὰ μὴ κατὰ τὸ ποιόν· διάφορα γὰρ τὰ εἴδη ὑπάρχει· ἄλλο γὰρ εἶδος φυτοῦ καὶ ἄλλο γῆς. εἶτά φησι πάλιν περὶ τοῦ ὑλικοῦ αἰτίου τοῦ πορρωτέρω· ἀνωτέρω γὰρ τὸ προσεχὲς ὑλικὸν αἴτιον ἔλεγε. φησὶν οὖν ὅτι φύσις λέγεται ἐξ οὗ πρώτου γίνεται τὰ φυσικὰ πράγματα, ἀρρυθμίστου οὔσης τῆς πρώτης ὕλης, φημὶ δὲ ἀνειδέου καὶ ἀμεταβλήτου ἐκ τῆς δυνάμεως τῆς αὑτοῦ· οἷον ἀνδριάντος καὶ τῶν χαλκῶν σκευῶν ἡ φύσις ὁ χαλκός ἐστιν ὡς ὑλικὸν αἴτιον ἡ φύσις, τῶν δὲ ξυλίνων ξύλον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐκ τούτων γάρ ἐστι τῶν ἄλλων ἕκαστον διασωζομένης τῆς πρώτης ὕλης, εἴγε ὑπόκειται. διὰ ταῦτα γὰρ καὶ τὰ στοιχεῖα φύσιν προσηγόρευσαν οἱ λέγοντες αὐτὰ εἶναι ὑλικὰ αἴτια, οἱ μὲν πῦρ οἱ δὲ γῆν οἱ δὲ ἀέρα οἱ δὲ ὕδωρ, οἱ δὲ τὸ μεταξύ, οἱ δ’ ἔνια τούτων πῦρ καὶ γῆν. οἱ δὲ πάντα ὥσπερ Ἐμπεδοκλῆς. p. 1014b35 Ἔτι δὲ ἄλλον τρόπον λέγεται ἡ φύσις ἡ τῶν ὄντων φύσει οὐσία. Ὁ Ἀλέξανδρος οἴεται περὶ τοῦ συνθέτου λέγειν αὐτὸν ἐνταῦθα· ὅσον δὲ ἐκ τῶν λεγομένων ὑπ’ αὐτοῦ, περὶ τοῦ εἴδους λέγει. τί γάρ ; φησὶν ὅτι κατ’ ἄλλον τρόπον λέγεται φύσις ἡ οὐσία, τουτέστι τὸ εἶδος· τὸ γὰρ ἑκάστου εἶδος οὐσία αὐτοῦ ἐστιν. οἶον οἰ λέγοντες τὴν φύσιν εἶναι τὴν πρώτην σύνθεσιν, ὥσπερ καὶ ὁ Ἐμπεδοκλῆς· τὸ γὰρ εἶδος ἔλεγεν ἐπιγίνεσθαι ἐκ τῆς τῶν στοιχείων μίξεως, καὶ ἔλεγεν ὅτι ‘φύσις δὲ ἐπὶ τούτοις τοῖς στοιχείοις ὀνομάζεται τοῖς ἀνθρώποις.’ ὁ δ’ Ἀριστοτέλης ἀνατρέπει τὴν δόξαν ταύτην φάσκων οὕτως διὸ καὶ ὅσα φύσει ἐστίν ἢ γίνεται, ἤδη ὑπάρχοντος * * * (τουτέστιν ἐκ τοῦ ὑλικοῦ αἰτίου) οὔπω φαμὲν τὴν φύσιν ἔχειν, ἐὰν μὴ τὸ εἶδος ἀπολάβοι, ὡς ὄντος τοῦ εἴδους ἑτέρου παρὰ τὴν τῶν στοιχείων σύνθεσιν, καὶ ὅτι ἡ φύσις κατὰ τὸ εἶδος χαρακτηρίζεται, οὐ τὸ † περὶ θεοῦ ἀλλὰ τὸ ζῷον λογικὸν θνητόν. p. lOlynT) Φύσει μὲν τὸ ἐξ ἀμφοτέρων τούτων ἐστί. Μεμαθήκαμεν καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι φύσις μὲν λέγεται ὑπ’ αὐτοῦ τὸ εἶδος, φύσει δὲ· τὸ σύνθετον· διό φησι φύσει μὲν οὖν τὸ ἐξ ἀμφοτέρων, οἷον τὰ ζῷα καὶ τὰ μόρια αὐτῶν. φησὶν οὖν ὅτι ἔστι φύσις καὶ ἡ πρώτη ὕλη, καὶ αὕτη διχῶς, ἢ ἡ πορρώτερον ἡ ἡ προσεχής πορρωτέρω μὲν τὸ ὕδωρ, εἰ τύχοι, προσεχὴς δὲ ὁ χαλκός), καὶ τὸ εἶδος καὶ ἡ οὐσία φύσις ἐστί. τοῦτο δέ ἐστι τὸ τέλος τῆς γενέσεως· τούτου γὰρ βούλεται τυχεῖν ἡ φύσις, τοῦ ποιῆσαι τέλειον ζῷον οἷον τὸ γεννῶν. ἐντεῦθεν γὰρ μεταφορικῶς καὶ πάσα οὐσία φύσις λέγεται διὰ ταῦτα, ἐπειδὴ ἡ οὐσία καὶ τὸ εἶδος φύσις τίς ἐστιν. ἐκ γοῦν τῶν λεχθέντων συνάγεται ὅτι ἡ πρώτη φύσις καὶ κυρίως λεγομένη ἐστὶν ἡ οὐσία τῶν ἐχόντων ἀρχὴν κινήσεως ἐν ἑαυτοῖς, καθὸ αὐτὰ ὑπάρχουσιν. ἡ γὰρ ὕλη κατὰ τοῦτο λέγεται φύσις, καθὸ δεκτική ἐστι τοὐ εἴδους, ὅπερ εἶδος κυρίως φύσις ὑπάρχει. ὁμοίως δὲ καὶ ἡ ὁδὸς ἡ ἐπὶ τὸ τέλος ἄγουσα φύσις ὑπάρχει. ἐνυπάρχουσά πως ἡ δυνάμει ἢ ἐντελεχείᾳ, δυνάμει μὲν τὸ ὑλικὸν αἴτιον, ἐντελεχείᾳ δὲ τὸ ποιητικόν. p. 1015a20 Ἀναγκαῖον λέγεται οὗ ἄνευ οὐκ ἐνδέχεται ζῆν. ἐντεῦθεν περὶ τοῦ ἀναγκαίου ἡμῖν διαλέγεται πληρώσας τὸν περὶ τῆς φύσεως λόγον, καί φησιν ὅτι ἀναγκαῖόν ἐστιν, οὗ ἄνευ ζῆν ἡμᾶς μὴ ἐνδέ- χεται, ὥσπερ τὸ ἀναπνεῖν καὶ ἡ τροφή· δυνατὸν γὰρ ζῆν ἡμᾶς οὔτε μὴ ἀναπνέοντας οὔτε μὴ τρεφομένους. καὶ ὧν ἄνευ τὸ ἀγαθὸν μὴ ἐνδέχεται εἶναι ἢ γενέσθαι, ἢ τὸ κακὸν ἀποβαλεῖν ἢ στερηθῆναι, οἷον τὸ πιεῖν τὸ φάρμακον ἀναγκαῖον διὰ τὴν ὑγείαν, καὶ τὸ πλεῦσαι εἰς Αἴγιναν διὰ τὸ χρηματίσασθαι. πάλιν ἀναγκαῖον λέγεται τὸ βίαιον καὶ ἡ βία· τοῦτο δέ ἐστι τὸ ἀναγκάζεσθαί τι παρὰ τὴν ὁρμὴν ποιεῖν καὶ τὴν προαίρεσιν. τὸ γὰρ βίαιον ἀναγκαῖον λέγει· διὸ καὶ λυπηρὸν τὸ βίαιον, ὥσπερ ἔλεγεν Εὔηνος ὁ σοφιστὴς ‘πᾶν γὰρ ἀναγκαῖον πρᾶγμα λυπηρὸν ὑπάρχει’. καὶ ἡ βία ἀνάγκη ἐστίν, ὥσπερ καὶ Σοφοκλῆς ἔλεγεν ὅτι ‘βία με ἀναγκάζει ταῦτα ποιεῖν.’ καὶ δοκεῖ ἡ βία ἀμετάπειστος εἶναι, ἐπειδὴ ἐναντία ἐστὶ τῇ προαιρέσει· εἰ γὰρ μεταπεισθῶμεν, οὐκέτι ἐστὶ βία. ἔτι τὸ μὴ ἐνδεχ όμενον ἄλλως ἔχειν τοῦτό φαμεν ἀναγκαῖον, ὥσπερ ἑπὶ τοῦ θεοῦ εἰρήκαμεν ἐ.ν τῇ θεωρίᾳ· καὶ κατὰ τοῦτο τὸ ἀναγκαῖον καὶ τὰ ἄλλα λέγονταί πως ἀναγκαῖα, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται. τό τε γὰρ ἀναγκαῖον λέγεται ἢ ποιεῖν ἢ πάσχειν τότε, ὅταν μὴ ἐνδέχηται ἄλλως ἔχειν διὰ τὸ βιαζόμενον, ὡς ταύτην ἀνάγκην οὖσαν, δι’ ἣν μὴ ἐνδέχεται ἄλλως ἔχειν· ὥστε ἐκεῖθεν ἐφήκει τὸ ἀναγκαῖον καὶ τῷ κατὰ τὴν βίαν ἀναγκαίῳ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν συναιτίων τοῦ ζῆν καὶ τοῦ ἀγαθοῦ· ὅταν μὴ ἐνδέχηται ἔνθα μὲν τὸ ἀγαθὸν ὅπου δὲ καὶ τὸ ζῆν καὶ τὸ εἶναι ἄνευ τινῶν, ταῦτα ἀναγκαῖα ὑπάρχουσι, καὶ ἡ αἰτία ἀνάγκη τίς ἐστιν αὕτη ἔξωθεν ὑπάρχουσα, ὥσπερ τὸ ἀναπνεῖν † καὶ ἡ ὑγίεια πρὸς τὸν κάμνοντα. p. 1015b6 Ἔτι ἡ ἀπόδειξις τῶν ἀναγκαίων. Καὶ ἐπὶ τῆς ἀποδείξεως τῆς ἀναγκαίας οὐκέτι ἐνδέχεται ἄλλως ἔχειν, <οῖον> τὴν σεληνιακὴν ἔκλειψιν, εἰ ἀποδέδεικται ἀπλῶς· τούτου δὲ αἴτια τὰ πρῶτα, τουτέστιν προτάσεις, εἰ ἀδύνατον ἄλλως ἔχειν ἐξ ὧν ὁ συλλογισμός. τῶν μὲν δὴ συμπερασμάτων ἕτερόν ἐστιν αἴτιον, τουτέστιν αἱ προτάσεις, τῷ εἶναι αὐτὰς ἀναγκαίας, τῶν δὲ προτάσεων οὐδέν ἐστιν ἕτερον αἴτιον, ἀλλὰ διὰ ταῦτα τὰ ἄλλα. ὥστε τὸ πρῶτον καὶ κυρίως ἀναγκαῖον τὸ ἁπλοῦν ἐστι, καθάπερ εἰρήκαμεν· τοῦτο γὰρ οὐκ ἐνδέχεται πλεοναχῶς ἔχειν, ὥστε οὐδὲ ἄλλως καὶ ἄλλως· εἰ γὰρ ἔχει ἄλλως καὶ ἄλλως, οὐκέτι λέγεται ἀπλοῦν. ὥστε ἐπειδὴ ἁπλᾶ ἐστι καὶ ἀίδια καὶ ἀκίνητα, οὐδέν ἐστιν ἐν ἐκείνοις βίαιον οὐδὲ παρὰ φύσιν, εἴ γε ἄφραστος ἁπλότης θεωρεῖται ἐν αὐτοῖς. πῶς δὲ τὸ βίαιον καὶ ποικίλον θεωρηθείη ἄν ἐν τῷ ἁπλῷ; p. 1015b16 Ἕν λέγεται τὸ μὲν κατὰ συμβεβηκὸς τὸ δὲ καθ’ αὑτό. Πληρώσας τὸν περὶ τοῦ ἀναγκαίου λόγον ἐντεῦθεν λέγει περὶ τοῦ ἑνός, καί φησιν ὅτι τὸ ἓν ἢ κατὰ συμβεβηκὸς λέγεται ἢ καθ’ αὑτό· κατὰ συμ- βεβηκὸς μὲν οἷον Κορίσκος καὶ τὸ μουσικὸν ὅν ἐστι, καὶ οὐδὲν διαφέρει τὸ εἰπεῖν ὅτι τῷ Κορίσκῳ συμβέβηκε τὸ μουσικὸν καὶ τὸ ὁ Κορίσκος μουσικὸς καὶ τὸ μουσικὸς Κορίσκος· καὶ τὸ δεύτερον τὸ δίκαιον καὶ τὸ μουσικόν, τρίτον * * * καὶ δίκαιος Κορίσκος. ταῦτα γὰρ ἓν πάντα λέγονται, κατὰ συμβεβηκὸς μέντοι γε, τὸ μὲν δίκαιον καὶ μουσικόν, ἐπειδὴ μιᾷ οὐσίᾳ συμ- βέβηκε τῷ Κορίσκῳ, τὸ δὲ μουσικὸν καὶ Κορίσκος, ὅτι θάτερον τῶν μο- ρίων θατέρῳ συμβέβηκε κατὰ φύσιν ἡ παρὰ φύσιν. ὁμοίως δὲ τρόπον τινὰ καὶ ὁ μουσικὸς Κορίσκος τῷ Κορίσκῳ ἕν καλῶς δὲ προσέθηκε τρόπον τινά), ἐπειδὴ θάτερον τῶν μορίων θατέρῳ συμβέβηκε τῶν ἐν τῷ λόγῳ, οἷον τὸ μουσικὸν τῷ Κορίσκῳ, καὶ οὕτως κατηγορεῖται τὸ ὅλον τοῦτο τοῦ Κορίσκου· καὶ ὁ μουσικὸς Κορίσκος τῷ δικαίῳ Κορίσκῳ, ὅτι ἑκατέρου μέρος τῷ αὐτῷ συμβέβηκεν. ὡσαύτως δὲ κἂν ἐπὶ γένους καὶ ἐπὶ τῶν καθόλου τινὸς ὁνομάτων λέγηται τὸ συμβεβηκός, οἶον ὅτι ἄνθρωπος τὸ αὐτὸ καὶ μουσικὸς ἄνθρωπος· ἢ γὰρ ἐπειδὴ μιᾷ ὑπαρχούσῃ οὐσίᾳ συμβέβηκε τὸ μουσικόν, ἢ ὅτι ἄμφω καθ’ ἕκαστά τινι συμβέβηκεν, οἷον Κορίσκῳ. ἀλλ’ οὐ ἰὸν αὐτὸν τρόπον ἄμφω ὑπάρχουσιν, ἀλλὰ τὸ μὲν ἴσως ὡς γένος, καὶ ἓν τοῦτ’ ἐστὶν ὁ ἄνθρωπος, τὸ δὲ ὡς ἕξις ἢ πάθος τῆς οὐσίας, τουτέστιν τοῦ Κορίσκου. τοσαυταχῶς οὖν λέγεται τὸ κατὰ συμβεβηκὸς ἕν. τῶν δὲ καθ’ αὑτὸ ἓν λεγο- μένων τὰ μὲν λέγονται κατὰ συνέχειαν ἕν, ὥσπερ ὁ φάκελλος διὰ τὸν δεσμὸν καὶ τὰ ξύλα καὶ ἡ κόλλα. ὁμοίως δὲ καὶ ἡ γραμμὴ καὶ ἡ εὐθεῖα καὶ ἡ ἡ κεκλασμένη μία λέγεται, ὥσπερ καὶ τῶν μερῶν ἕκαστον, σκέλος καὶ βραχίων. πάλιν δὲ αὖ τούτων μάλιστα λέγεται συνεχῆ τὰ φύσει τῶν τεχνητῶν. συνεχὲς δὲ κυρίως λέγεται, καθάπερ εἴρηται ἐν τῇ θεωρίᾳ, οὗτινος κίνη.σις μία ὑπάρχει καθ’ αὑτὸ καὶ μὴ οἷοντε ἄλλως. μία οὖν ἐστιν οὗ ἡ κίνησις ἀδιαίρετος, ἀδιαίρετος δὲ κατὰ τὸν χρόνον. καθ’ αὑτὸ δὲ ὑπάρχει συνεχῆ, ὅσα μὴ τῇ ἁφῇ μόνῃ ἔχουσι τὸ ὅν. εἰ γὰρ θείη τις ξύλα ἁπτόμενα ἀλλήλων, ταῦτα οὐχ ὑπάρχουσι συνεχῆ, οὔτε σῶμα οὔτε ἄλλο οὐδὲν τοιοῦτο συνεχές. τὰ δὴ κυρίως συνεχῆ ἓν λέγονται, κἄν ἔχωσι κάμψιν, καὶ ἔτι μᾶλλον τὰ μὴ ἔχοντα κάμψιν, οἷον καὶ μηρὸς σκέλους, ὅτι ἐνδέχεται μὴ μίαν εἶναι τὴν κίνησιν τοῦ σκέλους, καθάπερ εἴρηται. καὶ ἡ εὐθεῖα τὴς κεκαμμένης μᾶλλόν ἐστιν ἕν· τὴν γὰρ κεκαμμένην εὐθεῖαν καὶ ἔχουσαν γωνίαν καὶ μίαν φαμὲν καὶ οὑ μίαν, ὅτι ἐνδέχεται καὶ μὴ ἅμα τὴν κίνησιν αὐ τῆς εἶναι καὶ ἅμα, ὡς ἐπὶ τῶν φερομένων τῇδε κἀκεῖσε καὶ διὰ σκολιότητα τόπου ἅμα· τῆς δὲ εὐθείας ἡ κίνησις ἀεὶ ἅμα ἐστί, καὶ οὐδενὸς μορίου ἔχοντος μέγεδος θος τὸ μὲν ἠρεμεῖ τὸ δὲ κινεῖται, ὥσπερ ἐπὶ τῆς κεκαμμένης εὐθείας. ἔτι δὲ πάλιν λέγεται ἓν τὸ κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην καὶ ἀδιαί- ρετον κατὰ τὸ εἶδος καὶ ἀδιάφορον. διό φησιν ἀδιάφορα δέ ἐστιν, ὧν ἀδιαίρετον τὸ εἶδος κατὰ τὴν αἴσθησιν, ὥσπερ ἐπὶ τῶν γλυκέων οἴνων· εἷς γὰρ λέγονται, ἐπειδὴ οὐκ ἔχουσιν αἰσθητὴν διαφοράν· πρὸς μέντοι τὴν αὐστηρότητα γίνεταί τις αἰσθητὴ διαφορά. τὸ δὲ ὑποκείμενον ἢ προσεχές ἐστιν ἢ πόρρω· καὶ γὰρ οἶνος εἷς λέγεται, καθὸ πᾶς ὕδωρ, καὶ οἱ χυμοὶ πάντες λέγονται ἓν εἶναι, οἷον ἔλαιον οἶνος καὶ τὰ τηκτά, ὅτι πάντως τὸ ἔσχατον ὑποκείμενόν ἐστι τὸ ὕδωρ. λέγεται δὲ ἓν καὶ ὧν τὸ γένος ἕν, ὥσπερ κατὰ τὸ ζῷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ ὅσα ἄλλα τοιαῦτα· διαφέρουσι δὲ ἀλλήλων κατὰ τὰς ἀντικειμένας διαφοράς, ὥσπερ καὶ τὰ κοινωνοῦντα κατὰ τὴν ὕλην. ταῦτα οὖν ποτὲ μὲν κατὰ τὸ προσεχὲς γένος ἔχουσι τὸ ἕν, ποτὲ δὲ κατὰ τὸ πόρρω, ὥσπερ τὸ τρίγωνον τὸ ἰσοσκελὲς καὶ τὸ σκαληνὸν διαφέρουσιν ἀλλήλων κατὰ τὸ προσεχὲς γένος, κατὰ δὲ τὸ πόρρω κοινωνοῦσιν· ἄλλο γὰρ ἔχει σχῆμα τὸ ἰσοσκελὲς καὶ ἄλλο τὸ σκαληνόν. διὰ τοῦτο οὖν φησιν ὅτι ποτὲ μὲν κατὰ τὸ ἄνω γένος λέγεται τὸ αὐτό, ἄν ᾖ τελευταῖα τοῦ γένους εἴδη τὰ ἀνωτέρω τούτων, οῖον τὸ ἰσοσκελὲς καὶ τὸ ἰσόπλευρον ταὐτὸν καὶ ἓν σχῆμα, ὅτι ἄμφω τρίγωνα, τρίγωνα δ’ οὐ ταὐτά· διαφέρουσι γὰρ κατὰ τὸ σχῆμα. πάλιν ἓν λέγονται τὰ κοινωνοῦντα ἀλλήλοις κατὰ τὸν ὁρισμόν, ὥσπερ οἱ ἄνθρωποι τῷ εἴδει ἕν, ὅτι ἀδιαίρετός ἐστιν ὁ τούτων λόγος. ὁ μέντοι γε προφορικὸς οὐκ εστιν ἀδιαίρετος· διαιρεῖται γὰρ εἰς μακρὰν καὶ βραχεῖαν συλλαβήν, ὡς τοῦ πο- σοῦ ὑπάρχον. καὶ τὸ αὐξάνον γὰρ καὶ τὸ φθῖνον ἕν ἐστιν, ἐπειδὴ καὶ ὁ αὐτὸς λόγος ἐστίν, ὥσπερ τοῦ ἐπιπέδου τοῦ μεγάλου καὶ τοῦ μικροῦ. πάλιν δὲ ἕν λέγεται ὧν ἡ νόησίς ἐστιν ἀδιαίρετος, ἥτις νοεῖ τὴν οὐσίαν αὐτὴν καθ’ αὑτήν, μὴ προσχρωμένη συμβεβηκότι. ἔστιν οὖν τὸ τοιοῦτον ἓν τῷ ἀριθμῷ, ἅτινα ἡ νόησις οὐ χωρίζει οὔτε χρόνῳ οὔτε τόπῳ αὐτὰς τὰς οὐ- σίας ἐπισκοποῦσα. καθὸ δὲ μὴ ἔχουσι διαίρεσιν, κατὰ τοῦτο ἓν λέγονται· οἷον εἰ καθὸ ἄνθρωπός ἐστι, μὴ ἔχει διαίρεσιν, κατὰ τοῦτο λέγεται, εἰ δὲ καθὸ ζῷον, ὡς ζῷον ἢ ὡς μέγεθος. p. 1016b6 Td μὲν οὖν πλεῖστα ἓν λέγεται τῷ ἕτερόν τιὴ ποιεῖν ἢ πάσχειν. Τὰ πλεῖστα ἓν λέγονται τῷ ἕτερόν τι ποιεῖν ἢ πάσχειν οὕτως γάρ f.220r φαμεν τὴν πάπυρον καὶ τὴν δρῦν καὶ τὴν δάφνην ἕν τι εἶναι, ἐπειδὴ ἅμα πάντα ἓν πῦρ ποιοῦσιν καὶ ὁμοίως καίουσι, καὶ ὁμοίως ἔχουσι τόδε τὸ πρᾶγμα), ἢ διὰ τὸ ὁμοίως πάσχειν ἢ πρός τι εἶναι τὰ δὲ πρώτως λεγόμενα ἕν ὧν ἡ οὐσία μία. μία δὲ ἢ συνεχείᾳ ἢ εἴδει ἢ λόγῳ· λόγῳ· καὶ γὰρ ταῦτα ἀριθμοῦνται ὡς πλείονα, ἢ τὰ μὴ συνεχῆ, ἢ ὧν μὴ ἓν τὸ εἶδος, ἢ ὦν ὁ λόγος μὴ εἶς. p. 1016b11 ἐπεὶ δὲ ἔστι μὲν ὡς ὁτιοῦν ἓν συνεχείᾳ φαμὲν εἶναι. Ὁ Ἀλέξανδρός φησι θέλειν τὸ ‘ἔτι δέ’, ἐπειδὴ οὐδαμοῦ ἀνταποδίδωσιν ὑποκατιών. δύναται δὲ εἶναι] ἀνταπόδοσις τὸ ἀρχὴ εἶναι, ‘ἐπειδὴ ἔστιν, ἀρχὴ ’ ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν· ἐπειδὴ πολλάκις φαμὲν ἓν εἶναι, ἂν ᾖ ποσὸν καὶ συνεχές, ἔστι δὲ ὅτε οὐ λέγομεν, ἐὰν μή τι ὅλον ὑπάρχῃ, τοῦτο δὲ ἄν μὴ τὸ εἶδος ἓν ἔχῃ, οἷον οὐκ ἄν εἴποιμεν ἓν εἶναι τὸ ὑπόδημα, ἐὰν θεασώμεθα ὁπωσοῦν τὰ μέρη αὐτοῦ συγκείμενα, εἰ μὴ οὕτως ὥστε εἶναι ὑπόδημα καὶ ἐφαρμόττειν τῷ ποδί· διὸ καὶ ὁ κύκλος λέγεται εἷς, ἐπειδὴ αὕτη μάλιστα τῶν γραμμῶν οὔτε ἀφαίρεσιν οὔτε προσθήκην ἀνέχεται. τὸ δὲ ἕν εἶναι ἀρχή τινί ἐστιν ἀριθμοῦ καὶ τοῦ εἶναι· τὸ γὰρ πρῶτον μέτρον ἀρχή· ᾧ γὰρ πρώτῳ γνωρίζομεν, τοῦτο πρῶτον μέτρον ἑκάστου γένους. ἀρχὴ οὖν τοῦ γνωστοῦ περὶ ἕκαστον τὸ ἕν, οὐ τὸ αὐτὸ δὲ ἐν πᾶσι τοῖς γένεσι τὸ ἕν· ἔνθα μὲν γὰρ δίεσίς ἐστιν, ὥσπερ ἐπὶ τῶν μελῶν, ἔνθα δὲ φωνῆεν ἢ ἄφωνον, βάρους δὲ ἕτερον καὶ κινήσεως ἄλλο. πανταχοῦ γὰρ τὸ ἓν ἀδιαίρετον ὑπάρχει ἢ τῷ ποσῷ, ἡνίκα ἐστὶ συνεχές, ἢ τῷ εἴδει. τὸ μὲν οὖν κατὰ τὸ ποσὸν ἀδιαίρετον, καθό ἐστι ποσόν, ἡ μονὰς ὑπάρχει, τὸ δὲ πάντῃ θέσιν ἔχον στιγμή, τὸ δὲ μοναχῇ γραμμή, τὸ δὲ διχῇ ἐπί. πέδον, τὸ δὲ τριχῇ στερεόν p. 1016b31 ἔτι δὲ τὰ μὲν κατ’ ἀριθμόν ἐστιν ἕν. Πάλιν τὰ αὐτὰ ἀναλαμβάνει καί φησιν ὅτι τὰ μὲν ἓν λέγονται τῷ ἀριθμῷ, τὰ δὲ κατ’ εἶδος, τὰ δὲ τῷ γένει, τὰ δὲ κατὰ ἀναλογίαν. καὶ ἀριθμῷ μὲν ἕν λέγεται εἶναι ὧν ἡ ὕλη μία, εἴδει δὲ ὧν ο λόγος εἷς ὑπάρχει, γένει δὲ ὧν τὸ αὐτὸ σχῆμα τῶν κατηγοριῶν (κοινῶς γὰρ κατηγορεῖται ἵππου καὶ ἀνθρώπου τὸ ζῷον, ὡς ἓν ταῦτα ὑπάρχει τῷ γένει), κατὰ ἀναλογίαν δὲ ὡς τρόπις πλοίου, οὕτως ζῴου καρδία ἀρχὴ ὑπάρχει. ἀεὶ δὲ τὰ ὕστερα τοῖς ἔμπροσθεν ἀκολουθεῖ, οἷον ὅσα ἀριθμῷ ἓν ὑπάρχει, καὶ εἴδει εἰσὶν ἕν · ὅσα δὲ εἴδει εἰσίν, οὐ πάντα ἀριθμῷ ἕν. ἀλλὰ γένει ἕν, ὅσαπερ καὶ εἴδει· οὐχ ὅσα δὲ γένει, πάντως καὶ εἴδει· ὁ γὰρ ἄνθρωπος καὶ ὁ ἵππος ἓν λέγεται τῷ γένει, εἴδει δὲ οὐχ ὑπάρχουσιν ἕν. ὅσα δὲ ἓν ἀναλογίᾳ, οὐ πάντα γένει· ἓν γάρ ἐστι κατ’ ἀναλογίαν τρόπις καὶ καρδία, οὐκ ἤδη δὲ καὶ γένει ἓν ὑπάρχουσι. φανερὸν οὖν ὅτι πολλὰ ἀντίκειται τῷ ἑνί. ὁσαχῶς οὖν τὸ ἕν, τοσαυταχῶς καὶ τὰ πολλὰ λεχθήσεται· τὰ μὲν γὰρ τῷ μὴ συνεχῆ εἶναι, τὰ δὲ τῷ διαιρετὴν ἔχειν τὴν ὕλην κατὰ τὸ εἶδος ἢ τὴν πρώτην ἢ τὴν πόρρω, τάδε τῷ ἔχειν λόγους πλείους ἀντὶ τοῦ ἑνός. p. 1017a7 Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ’ αὐτὸ. εἰπὼν περὶ τοῦ ἑνὸς ὅτι λέγεται κατὰ συμβεβηκὸς καὶ καθ’ αὑτό, καὶ κατὰ συμβεβηκὸς μὲν τριχῶς, ἢ ὅταν τὸ συμβεβηκὸς κατηγορῆται τοῦ ὑποκειμένου, ἢ ὅταν συμβεβηκὸς συμβεβηκότος, ἢ ὅταν παρὰ φύσιν γίνηται ἡ κατηγορία τῆς οὐσίας κατηγορουμένης τοῦ συμβεβηκότος, ἐντεῦθέν φησι καὶ περὶ τοῦ ὄντος, καὶ λέγει ὅτι καὶ τὸ ὂν λέγεται καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός. καὶ κατὰ συμβεβηκὸς μὲν τριχῶς λέγεται, ὥσπερ καὶ ἐπὶ τοῦ ἑνὸς εἰρήκαμεν, ἡνίκα ἢ τὸ συμβεβηκὸς κατηγορεῖται τοὺ ὑποκειμένου ἢ συμβεβηκὸς συμβεβηκότος ἢ οὐσία συμβεβηκότος, οἷον ὁ Σωκράτης μου- σικός ἐστι, τὸ δίκαιον μουσικόν ἐστι, τὸ μουσικὸν Σωκράτης ἐστί. πάλιν δὲ λέγεται τὸ ὂν καθ’ αὑτὸ καὶ ὁσαχῶς λέγονται αἱ κατηγορίαι, ἐπειδὴ ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται τὸ ὅν· ὄντα γὰρ ὑπάρχουσι αἰ δέκα κατηγορίαι, ὥστε τὸ καθ’ αὑτὸ ὂν ἐν ταῖς δέκα κατηγορίαις ὑπάρχει πάλιν. ἐπειδὴ τῶν συμπερασμάτων τὰ μὲν ἀληθῆ ὑπάρχουσι, τὰ δὲ ψευδῆ τὸ ·ὃν ἐν τοῖς ἀληθέσι θεωρεῖται, εἴ γε τὴν ὕπαρξιν τῶν πραγμάτων δηλοῖ· οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία. καὶ ἢ δυνάμει ἢ ἐνεργείᾳ. ἰστέον οὖν ὅτι περὶ τῶν κατὰ συμβεβηκὸς διαλέγεται ἡμῖν ὁ φιλόσοφος ἐν τῷ Ε στοιχείῳ πολυπραγμονῶν αὐτὰ καὶ πολυειδῶς ἐξετάζων. περὶ δὲ τῶν καθ’ αὑτὸ ἐν τῷ Z στοιχείῳ, περὶ δὲ τῶν δυνάμει καὶ ἐνεργείᾳ ἐν τῷ Θ. καί φησιν ἐν ἐκείνοις ὅτι κυρίως δυνάμει ὑπάρχουσι τὰ προσεχῆ, οἷον τὸ σπέρμα οὐ λέγεται δυνάμει γραμματικός, ἀλλὰ μᾶλλον ἔμβρυον, καὶ πάλιν ὁ λίθος λέγεται μὲν ἐνεργείᾳ λίθος, δυνάμει δέ, εἰ τύχοι, Ἑρμῆς. Εῖτα οὕτω περὶ τοῦ ὄντος διαλεχθεὶς ἐφεξῆς διαλέγεται ἡμῖν καὶ περὶ τῆς οὐσίας, καί φησιν ὅτι τετραχῇ λέγεται ἡ οὐσία, οἷον πάντα τὰ ἁπλᾶ σώματα, οἷον πῦρ ὕδωρ γῆ ἀὴρ καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαίμονες· ὥστε καὶ τοῖς δαίμοσι σῶμα ἀφορίζει ὁ Ἀριστοτέλης. πάλιν λέ- γεται οὐσία τὸ αἴτιον τοῦ ὑπάρχειν τὰ σώματα, εἴτε φύσις τοῦτο εἴη εἴτε ψυχὴ τὸ πρῶτον συνεκτικὸν τῶν σωμάτων εἴτε ἕτερόν τι. πάλιν λέγεται οὐσία τὸ κατὰ τὸ εἶδος καὶ τὴν μορφήν. οὐ γὰρ δυνατὸν εἶναι ἄνευ ἐπιπέδου σῶμα, τουτέστι ἐπιφανείας, ἤγουν ἄνευ γραμμῆς. πάλιν λέγεται εἶναι οὐσία ὁ ἑκάστου ὁρισμός. τὰ δὲ τέσσαρα σημαινόμενα εἰς δύο ἀνα- φέρονται, εἴς τε τὸ ὑποκείμενον καὶ εἰς τὸ εἶδος, ὅπερ ἐστὶ χωριστὸν ἢ τῇ ἐπινοίᾳ, ὡς τὸ ἐπίπεδον, ἢ κατ’ ἐνέργειαν, ὡς ἡ ψυχή. Πάλιν λέγει ἡμῖν καὶ περὶ τοῦ ταὐτοῦ ὅτι τὸ ταὐτὸν ἢ κατὰ συμβεβηκὸς ὑπάρχει ἢ καθ’ αὑτό, καὶ ὁσαχῶς λέγεται τὸ ἓν καὶ τὸ ὄν, τοσαυ- ταχῶς καὶ τὸ ταὐτόν. ἐφεξῆς λέγει ἡμῖν καὶ περὶ τῶν ἑτέρων ὅτι τὰ ἕτερα πάντῃ διεστήκασιν ἀλλήλων, ὥσπερ λίθος καὶ ἄνθρωπος. ἐπὶ τούτων δὲ οὐ πάντων ἑτερότης θεωρεῖται, ἀλλ’ ἔχουσί τι καὶ κοινόν, ὥσπερ ἵππος καὶ ἄνθρωπος· κοινωνοῦσι γὰρ κατὰ τὸ ζῷον. ἐπὶ τούτοις λέγει ἡμῖν καὶ περὶ ὁμοίων καὶ ἀνομοίων καὶ ἀντικειμένων· τὴν δὲ λεπτουργίαν τὴν περὶ τούτων ἐν τῷ ῥητῷ λέξομεν. p. 1017a7 Τὸ ὂν λέγεται τὸ μὲν κατὰ συμβεβηκός, τὸ δὲ καθ Τὸ ὂν λέγεται καὶ κατὰ συμβεβηκὸς καὶ καθ’ αὑτό, κατὰ συμβεβηκὸς μέν, οἷον τὸ δίκαιον μουσικὸν εἶναί φαμεν ἰδοὺ ἐνταῦθα συμβεαἱ βηκὸς κατηγόρησα συμβεβηκότος), καὶ τὸν ἄνθρωπον μουσικόν, τὴν κατὰ φύσιν κατηγορίαν, καὶ τὸν μουσικὸν ἄνθρωπον, τὴν παρὰ φύσιν κατηγορίαν, παραπλησίως λέγοντες ὥσπερ τὸν μουσικὸν οἰκο- δομεῖν, ἐπειδὴ συμβέβηκε τῷ οἰκοδόμῳ μουσικῷ εἶναι ἤτω μουσικῷ οἰκοδόμῳ· τὸ γὰρ τόδε εἶναι τόδε τὸ πρᾶγμα δηλοῖ τὸ συμβεβηκέναι τῷδε τόδε, τουτέστι τῷ μουσικῷ τὸ οἰκοδομεῖν. οὕτως οὖν καὶ ἐπὶ τῶν εἰρημένων, τὸν ἄνθρωπον ὅταν μουσικὸν λέγωμεν καὶ τὸν μουσικὸν ἄνθρωπον, ἢ τὸν λευκὸν μουσικὸν ἢ τοῦτον λευκόν, τὸ μὲν ὅτι ἄμφω τῷ αὐτῷ συμβεβήκασι, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν τῷ ἀνθρώπῳ, τὸ δ’ ὅτι τῷ ὄντι συμβέβηκεν συμβέβηκεν (ὂν γὰρ ἐστιν ὁ ἄνθρωπος), τὸ δὲ μουσικὸν ἄνθρωπος τὴν παρὰ φύσιν κατηγορίαν, ὅτι τούτῳ τῷ ἀνθρώπῳ κατὰ φύσιν συμβέβηκε τὸ μουσικόν. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ στερητικοῦ· διό φησιν οὕτω δὲ λέγεται καὶ τὸ μὴ λευκὸν εἶναι, ὅτι ᾧτινι συμ- βέβηκεν, ἐκεῖνό ἐστιν. ὥστε τὰ κατὰ συμβεβηκὸς λεγόμενα οὕτως λέγονται, ἢ ἐπειδὴ τῷ αὐτῷ ὄντι ἀμφότερα ὑπάρχουσι τὰ συμβεβηκότα, ὡς εἴρηται, ἢ ὄντι ἐκείνῳ ὑπάρχουσιν, ἵνα εἴποι τὴν κατὰ φύσιν κατηγορίαν, ἢ ὅτι αὐτό ἐστιν ὡς ὑπάρχον, οὗ αὐτὸ κατηγορεῖται, ἵνα εἴποι τὴν παρὰ φύσιν κατηγορίαν. p. 1017a22 Καθ’ αὑτὸ δὲ εἶναι λέγεται. εἴπων περὶ τοῦ συμβεβηκότος τοὺ ἐπὶ τοῦ ὄντος, ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ καθ’ καί φησιν ὅτι καθ’ αὑτὸ εἶναι λέγεται ὅσαπερ ση- μαίνει τὸ σχῆμα τῆς κατηγορίας· ὁσαχῶς γὰρ λέγονται αἱ κατηγορίαι, τοσαυταχῶς τὸ ὂν ὑπάρχει. ἐπεὶ οὖν τῶν κατηγοριῶν ἡ μέν ἐστιν οὐσία καὶ σημαίνει οὐσίαν, ἡ δὲ ποσόν, ποιόν, πρός τι, ποιεῖν, πάσχειν, ποῦ, ποτέ, ἑκάστῃ τούτων τῶν κατηγοριῶν τὸ εἶναι τὸ αὐτὸ δηλοῖ, εἴ γε πᾶσαι αἱ κατηγορίαι ὄντα ὑπάρχουσιν. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι οὐ πάντα ὄντα ἐστί, φησὶν ὅτι οὐδὲν γὰρ διαφέρει τὸ ἄνθρωπος ὑγιαίνων ἐστὶν ἢ τὸ ἄνθρωπος ὑγιαίνει, ἢ τὸ ἄνθρωπος βαδίζων ἐστὶν ἢ βαδίζει· ὥστε ὄντα πάντα ὑπάρχουσιν. ἔτι τὸ † ὂν ὅπερ δηλοῖ, τοῦτό ἐστιν ἀληθὲς ὑπάρχει, τὸ δὲ μὴ εἶναι ὅτι οὐκ ἀληθὲς ἀλλὰ ψεῦδος. ὁμοίως ἐπὶ καταφάσεως καὶ ἀποφάσεως, οἷον ὅτι ἔστι Σωκράτης μουσικὸς ἀληθὲς τοῦτο διό φησι καὶ ὄν ἐστι), τὸ δὲ λέγειν ὅτι οὐκ ἔστιν ἡ διάμετρος ἀσύμμετρος ψεῦδος. ἐπὶ τούτοις σημαίνει τὸ ὂν τὸ μὲν δυνάμει τὸ δὲ εντελεχείᾳ· ἔνια γὰρ τῶν ἀντιγράφων τὸ δυνάμει ἔχουσιν, ἄλλα δὲ τὸ ῥητόν, ὥσπερ καὶ· τὰ ἐνταῦθα. τὸ αὐτὸ δὲ δηλοῖ· ῥητὸν γάρ ἐστι τὸ δυνάμενον λέγεσθαι. ὁρᾶν γὰρ λέγομεν καὶ τὸ σκυλάκιον τὸ δυνάμενον ὁρᾶν καὶ τὸν ἤδη κατ’ ἐνέρ- γειαν ὁρῶντα· ὁμοίως δὲ καὶ <ἐπίστασθαι> τὸν δυνάμενον χρῆσθαι τῇ ἐπι- στήμῃ καὶ τὸν χρώμενον κατὰ τὸ δεύτερον ἐνεργείᾳ, καὶ τὸ ἠρεμοῦν κατὰ τὸ πρῶτον ἐνεργεία, ᾧ ἤδη ὑπάρχει ἠρεμία, καὶ τὸ δυνάμενον ἠρεμεῖν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν οὐσιῶν· καὶ γὰρ Ἑρμῆν εἶναί φαμεν ἐν f.222v τῷ λίθῳ δυνάμει, ἐνεργείᾳ δὲ λίθον εἶναι, καὶ τὸ ἥμισυ τῆς γραμμῆς δυνάμει τελείαν γραμμήν, καὶ σῖτον δυνάμει ἁδρὸν τὸν μήπω αὐξηθέντα. πότε δὲ δεῖ ἡμᾶς φέρειν τὸ τῆς δυνάμεως ὄνομα καὶ πότε οὐ δεῖ, ἐν ἄλλοις διώρισται· λέγει γὰρ τοῦτο ἐν τῷ Θ τῆς παρούσης πραγματείας. p. 1017b10 οὐσία λέγεται τά τε ἁπλᾶ σώματα. Πολλαχῶς λέγεται ἡ οὐσία. λέγεται γὰρ οὐσία καὶ τὰ ἀπλᾶ σώματα, οἶον γῆ πῦρ καὶ ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ τὰ ἐκ τούτων συνεστῶτα ζῷά τε καὶ δαιμόνια καὶ τὰ μόρια τούτων· τὰ γὰρ μέρη τῶν οὐσιῶν οὐσίαι ὑπάρχουσιν. ἅπαντα δὲ ταῦτα λέγονται οὐσίαι, ἐπειδὴ οὐ καθ’ ὑπο- κειμένου λέγονται, καθάπερ εἴρηται ἡμῖν ἐν Κατηγορίαις, ἀλλὰ κατὰ τούτων τὰ ἄλλα ὡς αὐθυποστάτων· τοιοῦτον δὲ ἡ οὐσία ὑπάρχει. ἄλλον δὲ τρόπον λέγεται οὐσία ὅπερ αἴτιόν ἐστι τῆς τῶν σωμάτων συστάσεως τε καὶ ὑποστάσεως, ἐν αὐτοῖς ὑπάρχον, ὅσα μὴ καθ’ ὑποκειμένου λέγεται, ὥσπερ τὸ εἶδος, οἷον αἱ ψυχαὶ τῶν ζῴων· αὗται γὰρ ζῳοποιοῦσι καὶ συνιστῶσι τὰ σώματα. πάλιν τρίτον λέγεται οὐσία τὰ μόρια τὰ ἐνυπάρχοντα ἐν τοῖς σώμασι καὶ ὁρίζοντα αὐτά λέγει δὲ τὸ εἶδος τὸ κατὰ τὴν μορφὴν τὸ † περὶ θεόν), ὧν ἀναιρουμένων ἀναιρεῖραι τὸ ὅλον. εἰ γάρ τις ἀνέλοι τὸ έπιπεδον, ἀναιρεῖται καὶ τὸ σῶμα, ἤγουν τὴν γραμμήν· οὐ γὰρ δυνατὸν εἶναι σῶμα ἄνευ ἐπιφανείας ἢ γραμμῆς, ὥσπερ καὶ τοῖς Πυθαγορείοις δοκεῖ εἶναι τοιοῦτος τρόπος, ὡς ἡμεῖς μεμαθήκαμεν. οὗτοι γὰρ τοὺς ἀριθμοὺς οὐσίας ὑπετίθεντο ὡς μετρητικούς, φασί, τῶν σωμάτων. τέταρτον σημαινόμενον τῆς οὐσίας· ὁ ὁρισμὸς ἑκάστου, οἷον τὸ ζῷον λογικὸν θνητόν. οἱ τοίνυν τέσσαρες τρόποι, καθ’ οὓς λέγεται ἡ οὐσία, εἰς δύο συνάγονται· διό φησι συμβαίνει δὲ κατὰ δύο τρόπους τὴν οὐσίαν λέγεσθαι, τό τε ὑποκείμενον ἔσχατον, ὅ μηκέτι κατ’ ἄλλου λέγεται * * εἶὸος, ὅπερ f.223r ἐστὶ χωριστὸν κατ’ ἐνέργειαν, ὥσπερ ἡ λογικὴ ψυχή, ἢ κατ’ ἐπίνοιαν, ὥσπερ ἡ φύσις. ἢ μᾶλλον λέγει περὶ τοῦ κατὰ μορφὴν εἴδους. p. 1017b27 Ταὐτὰ δὲ λέγεται τὰ μὲν κατὰ συμβεβηκός. Πληρώσας τὸν περὶ τῆς οὐσίας λόγον, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν ταὐτῶν ποῖα ὑπάρχουσι, καί φησιν ὅτι ταὐτὰ λέγονται τὰ μὲν κατὰ συμβεβηκός, οἷον τὸ λευκὸν καὶ τὸ μουσικὸν ταὐτὰ λέγονται, ἐπειδὴ ἑνὶ καὶ τῷ αὐτῷ πράγματι συμβεβήκασι, τουτέστι τῷ Σωκράτει ἢ ἄλλῳ τινὶ τοιούτῳ. πάλιν ταὐτὰ λέγονται καὶ ἄνθρωπος καὶ μουσικός, ἐπειδὴ θάτερον θατέρῳ συμβέβηκε, τουτέστι τῷ ἀνθρώπῳ τὸ μουσικόν. καὶ τὰ τοιαῦτα φύσει τῆς ταὐτότητος μετέχουσιν, ἤγουν x003E;; εἶναι· τὸ δὲ μουσικὸν λέγεται ἄν. θρωπος παρὰ φύσιν ποιούντων ἡμῶν τὴν κατηγορίαν, ἐπειδὴ καὶ κατὰ φύσιν ἔστι, καὶ τῷ ἀνθρώπῳ συμβέβηκε τὸ μουσικόν. ἑκατέρῳ δὲ τούτῳ, τῷ ἀνθρώπῳ μουσικῷ τὸ μουσικόν, καὶ τούτων ἑκάτερον ἐκείνῳ· καὶ γὰρ τῷ ἀνθρώπῳ τῷ μουσικῷ καὶ τὸ ἄνθρωπος καὶ τὸ μουσικὸν τὸ αὐτὸ λέγεται, καὶ τούτοις ἐκεῖνο, τουτέστι τὸ ἄνθρωπος μουσικὸς τῷ ἀνθρώπῳ x003E; μουσικῷ. ταῦτα δὲ πάντα καθόλου οὐ λέγονται· οὔτε γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι πᾶς ἄνθρωπος ταὐτὸ καὶ μουσικόν· οὐ γὰρ πᾶς ἄνθρωπος μουσικός ἐστι· τὰ γὰρ καθόλου καθ’ αὑτὸ ὑπάρχουσι, ταῦτα δὲ συμβεβηκότα ὑπάρχουσι· διό φησι τὰ συμβε- βηκότα οὐ καθ’ αὑτὰ ἀλλ’ ἐπὶ τῶν καθ’ ἕκαστα καλῶς λέγεται· τὰ αὐτὰ γὰρ δοκεῖ εἶναι Σωκράτης καὶ Σωκράτης μουσικός· τὸ γὰρ Σωκράτης τῶν καθ’ ἕκαστά ἐστι καὶ οὐ φέρεται ἐπὶ πολλῶν· διὸ οὐ πᾶς Σωκράτης λέγεται, ὥσπερ πὰς ἄνθρωπος. καὶ τὰ μὲν κατὰ συμβεβηκὸς οὕτως λέγονται, τὰ δὲ καθ’ αὑτά, ὥσπερ καὶ ἕν· καὶ γὰρ ὧν ἡ ὕλη μία ἐστί, λέγονται ταὐτὰ εἶναι καθ’ αὑτά, ὥσπερ Σωκράτης καὶ Ἀλκιβιάδης, καὶ τὰ ξύλινα σκεύη ἤγουν τὰ χαλκᾶ καὶ ἀργυρᾶ ἢ τὰ χρυσᾶ, καὶ μὴ ἄλλο καὶ ἄλλο. ὧν οὖν, φησίν, ἡ ὅλη μία ἐστὶν ἢ εἴδει ἢ f.223v ἀριθμῷ, ταὐτὰ λέγονται, εἴδει μὲν ὥσπερ Σωκράτης καὶ Πλατῶν, ἀριθμῷ δὲ ὥσπερ Ἀλέξανδρος καὶ Πάρις. πάλιν ταὐτὰ λέγονται, ὧν ἡ οὐσία μία ὑπάρχει. φανερὸν ἄρα ὅτι ἡ ταυτότης ἑνότης τίς ἐστιν ἢ πλειόνων τοῦ εἶναι, ὥσπερ ἐπὶ Σωκράτους καὶ Πλάτωνος, ἢ ὅταν τι χρῆται ὡς πλείοσι τῷ ἑνί, οἷον ὡς ὅταν λέγῃ τις ὅτι Σωκράτης αὐτὸς ἑαυτῷ ὁ αὐτός ἐστι· διό φησιν οἷον ὅταν λέγῃ αὐτὸ x003E; ταὐτόν, ὡς δυσὶ κέχρηται τῷ ἑνί. p. 1018a9 Ἕτερα δὲ λέγεται ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη. Πληρώσας τὸν περὶ ταὐτοῦ λόγον ἐνταῦθα βούλεται διδάξαι πῶς λέ- γονται τὰ ἕτερα, καί φησιν ὅτι τὰ πάντῃ διεστηκότα ἀλλήλων ἕτερα ὑπάρχουσιν, ὧν ἢ τὰ εἴδη πλείω ἢ ἡ ὕλη ἢ ὁ λύγος τῆς οὐσίας, οἶον ὥσπερ ἐπὶ ξυλίνου σκεύους καὶ χρυσοῦ, ἵνα τὸ μὲν ὑποθώμεθα εἶναι λέβητα, τὸ δὲ ἀβάκιον· τοῦ μὲν γάρ ἐστιν ἡ ὕλη χρυσὸς τοῦ δὲ ξύλον, καὶ τοῦ μὲν εἶδος λέβης τοῦ δὲ ἀβάκιον. ἐπὶ τούτοις δὲ ἄλλος ὁρισμὸς λέβητος καὶ ἄλλος ἀβακίου ὑπάρχει. φησὶν οὖν ὅτι ἀντικειμένως λέγεται τῷ ταὐτῷ τὸ ἕτερον. ἐκ γοῦν τῆς κοινωνίας τῆς ταὐτότητος ἔστιν ἡμᾶς ἑλεῖν τὴν ἑτερότητα. p. 1018a12 Διάφορα δὲ λέγεται ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα. Μετὰ τὸ εἰπεῖν περὶ ἑτερότητος ἐντεῦθεν βούλεται ἡμῖν εἰπεῖν περὶ διαφορᾶς, καί φησιν ὅτι οὐ κατὰ πάντα διεστήκασιν ἀλλήλων τὰ διάφορα τοῦτο γὰρ ἐπὶ τῶν ἑτέρων θεωρεῖται), ἀλλ’ ἔχουσί τινα καὶ κοινωνίαν πρὸς ἄλληλα. διό φησι διάφορα λέγεται ὅσα ἕτερά ἐστι τὸ αὐτό τι ὄντα, τουτέστι κατά τι κοινωνοῦντα, μὴ μόνον ἀριθμῷ, ἀντὶ τοὐ κἄν μὴ μόνον ἀριθμῷ, ὥσπερ ὁ Ἀλέξανδρος καὶ ὁ Πάρις· ταῦτα γὰρ δοκοῦσι † πολλὴν ἔχειν κοινωνίαν ὀνόματι, καὶ ἐν τούτοις ἔστι τις διαφορὰ κατ’ αὐτὸ τὸ ὄνομα. ὁμοίως δὲ λέγεται διάφορα καὶ τὰ εἴδει ἢ γένει ἢ ἀναλογία, οἷον ὁ ἵππος διαφέρει ἀνθρώπου κατ’ εἶδος, καὶ ἔχει τινὰ κοινωνίαν πρὸς αὐτὸν κατὰ τὸ ζῷον. πάλιν διαφέρει ὁ ἄνθρωπος τοῦ f.224r τοῦ κατὰ γένος καὶ ἔχει κοινωνίαν κατὰ τὸ ἔμψυχον. ὁμοίως ἡ ναῦς τοῦ ζῴου διαφέρει καὶ ἔχει κοινωνίαν κατὰ ἀναλογίαν· ὡς γὰρ ἐπὶ τῆς νεώς ἐστι τρόπις, οὕτως ἐπὶ τοῦ ζῴου καρδία. διό φησιν ἔτι ὧν ἕτερον τὸ γένος, διάφορα ὑπάρχει· ὅμως κοινωνοῦσι κατὰ ἀναλογίαν. φησὶν οὖν ὅτι καὶ τὰ ἐναντία διάφορα λέγονται, καὶ ὄσα ἔχει ἐν τῇ οὐσίᾳ τὴν ἑτερότητα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν διάφορα ὑπάρχουσι καθὸ ἐναντία, κοινωνοῦσι δὲ καθὸ ἀμφότερα χρώματα. καὶ ἔχουσι πάλιν ἐν. τῇ οὐσίᾳ ἑτερότητα τὸ πῦρ καὶ τὸ ὕδωρ· τὸ μὲν γάρ ἐστι θερμὸν καὶ ξηρόν, τὸ δὲ ὑγρὸν καὶ ψυχρόν· ὥστε διάφορα μέν ·εἰσι κατὰ τὰς ποιότητας, κοινωνοῦσι δὲ καθὸ οὐσία ἀμφότερα. p. 1018a15 Ὅμοια λέγεται. Ἐντεῦδεν περὶ τῶν ὁμοίων ἡμῖν διαλέγεται, καί φησιν ὅτι ὅμοια λέγονται τὰ τὸ αὐτὸ πεπονθότα, τουτέστι τὰ κοινωνοῦντα κατὰ τὴν ποιότητα· οἷον ὁμοία λέγεται ἡ χιὼν τῷ λευκῷ ἱματίῳ, ἐπειδὴ ἀμφότερα λευκὰ ὑπάρχουσι, χοῦσι, καὶ πάλιν ἡ ἔβενος τῷ Αἰθίοπι κατὰ γὰρ τὸ χρῶμα), καὶ πάλιν τὸ πῦρ τῷ ἀέρι διὰ τὸ εἶναι ἄμφω θερμά, καὶ ἡ γῆ τῷ ὕδατι διὰ τὸ ψυχρόν. ἀντικειμένως δὲ τοῖς ὁμοίοις τὰ ἀνόμοια λέγονται, οἷον τὸ λευκὸν τῷ μέλανι. p. 1018a20 Ἀντικείμενα λέγεται ἀντιφάσεις καὶ τὰ ἐναντία καὶ τὰ πρός τι καὶ στέρησις καὶ ἕξις καὶ ἐξ ὧν. ἐντεῦθεν περὶ τῶν ἀντικειμένων ποιεῖται τὸν λόγον, καί φησιν ὅτι ἀντικείμενα ὑπάρχουσιν, ὡς καὶ ἐν Κατηγορίαις μεμαθήκαμεν, αἱ ἀντιφάσεις καὶ τὰ ἐναντία καὶ τὰ πρός τι καὶ αἱ ἕξεις καὶ αἱ στερήσεις καὶ ἐξ ὧν καὶ εἰς ἃ ἔσχατα, τουτέστιν αἱ γενέσεις καὶ αἱ φθοραί. δῆλον δὲ ὅτι καὶ ταῦτα ὑπὸ τὰ ἐναντία τελοῦσι καὶ ὅσα μὴ ἐνδέχεται ἅμα παρεῖναι κατὰ τὸ αὐτὸ μέρος. τῷ οὖν δεχομένῳ ἀμφότερα, τουτέστι τῷ σώματι, οὐ δυ- νατὸν ταῦτα ἅμα παρεῖναι ἢ αὐτὰ ἢ ἐξ ὧν ἐστι· φαιὸν γὰρ καὶ λευκὸν ἅμα οὐχ ὑπάρχουσι τῷ αὐτῷ, ἐπειδὴ ἐξ ὧν ὑπάρχουσι, ταῦτα ἀντίκεινται ἀλλήλοις, ὡς] τουτέστι τὸ λευκὸν καὶ τὸ μέλαν. ἐναντία οὖν κυρίως λέγονται τὰ μὴ δυνάμενα ἅμα τῷ αὐτῷ παρεῖναι τῶν διαφερόντων κατὰ γένος, ὥσπερ ἡ δικαιοσύνη καὶ ἡ ἀδικία· οὔτε γὰρ δυνατὸν ἅμα ἀμφότερα παρεῖναι, καὶ τῆς μὲν ἀδικίας γένος κακία, τῆς δὲ δικαιοσύνης ἀρετή. πάλιν τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ αὐτὸ γένος τελοῦντα τὸ χρῶμα πλεῖστον ἀλλήλων διεστήκασι, καὶ δεκτικὸν ἀμφοτέρων ὑπάρχει τὸ σῶμα. καὶ ὅσα πλεῖστον ἀλλήλων διαφέροντα τῶν ὑπὸ τὴν αὐτὴν δύναμιν, ὥσπερ τὸ λογικὸν καὶ τὸ ἄλογον· ὑπὸ μίαν γὰρ δύναμιν ὑπάρχουσι τοῦ ζῴου καὶ πλεῖστον ἀλλήλων διεστήκασι. καὶ πάλιν τὸ θερμὸν τὸ ἐν τῷ σώματι καὶ τὸ ψυχρὸν ὑπὸ φύσεως προέρχονται καὶ πλεῖστον διαφέρουσιν ἀλλήλων. καὶ ὦν ἡ διαφορά, φησί, μεγίστη, ταῦτα ἐναντία ὑπάρχουσιν ἢ ἁπλῶς ἢ κατὰ γένος ἢ κατ’ εἶδος· ἀπλῶς μὲν ὡς τὸ ὂν <καὶ τὸ μὴ ὄν> κατὰ γένος δὲ ὡς τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, κατ’ εἶδος δὲ ὡς τὸ λογικὸν καὶ ἄλογον καὶ λευκὸν καὶ μέλαν. λέγονται ἐναντία τὰ μὲν τῷ ἔχειν ἐναντίωσιν, ὥσπερ πῦρ πῦρ ὕδωρ, τὰ δὲ τῷ δεκτικὰ εἶναι τῶν ἐναντίων, ὥσπερ τὰ μετέχοντα (ποτὲ μὲν γὰρ διὰ τὰ μετεχόμενα, ποτὲ δὲ διὰ τὰ μετέχοντα), τὰ δὲ τῷ ποιητικὰ εἶν ἢ παθητικὰ τῶν τοιούτων, ἢ ποιοῦντα ἢ πάσχοντα, ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ, ἐπειδὴ ποιοῦσι καὶ πάσχουσιν ὑπ’ ἀλλήλων, ἢ ὡς αἱ στερήσεις, οἷον σκότος καὶ φῶς, καὶ διότι τὰ μὲν ἀποβάλλει τὰ δὲ προσλαμβάνει, ἡνίκα γίνεται μεταβολὴ τῶν στοιχείων. p. 1018a35 ἐπειδὴ τὸ ἓν καὶ τὸ ὂν πολλαχῶς λέγεται. Ὁ λέγει τοῦτό ἐστιν· ἐπειδὴ μεμαθήκαμεν ὅτι τὸ ἓν καὶ τὸ ὂν πολ- λαχῶς λέγονται, εἴ γε κατὰ πασῶν τῶν κατηγοριῶν φέρονται, ἀνάγκη καὶ τὸ ταὐτὸν ἀκολουθεῖν τούτοις καὶ πολλαχῶς λέγεσθαι. ὅπου γὰρ τὸ ἓν καὶ τὸ ὄν, ἐκεῖσε πάντως ὑπάρχει καὶ τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὸ ἐν- αντίον, ὥστε εἶναι ἕτερον καθ’ ἑκάστην κατηγορίαν, εἴ γε μὴ ὅν ἐστι τὺ ὄν, ὡς Παρμενίδης ὑπελάμβανεν. p. 1018a38 Ἕτερα δὲ τῷ εἴδει λέγεται. Ταῦτα λέγονται καὶ εἶναι ἕτερα τῷ εἴδει ὅσα ταὐτοῦ γένους ὑπάρχοντα μή εἰσιν ὑπάλληλα, ὥσπερ τὸ πτηνὸν ζῷον καὶ τὸ χερσαῖον καὶ τὸ ἔνυδρον· ὑπὸ γὰρ τὸ αὐτὸ γένος τελοῦντα τὸ ζῷον οὐχ ὑπάρχουσιν ὑπάλληλα. καὶ ὅσα ἐν τῷ αὐτῷ γένει ὄντα διαφορὰν ἔχει, καὶ ταῦτα ἕτερα λέγεται, οἷον ἄνθρωπος καὶ ἵππος· καὶ ὅσα ἐν τῇ οὐσίᾳ ἐναντίωσιν ἔχει, ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ. καὶ τὰ ἐναντία πάλιν ἕτερα ὑπάρχουσιν ἀλλήλων κατὰ τὸ εἶδος, ὥσπερ καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ἐπειδὴ καὶ τὸ φαιὸν καὶ τὸ ξανθὸν εἰ καὶ διάφορα ὑπάρχουσι κατ’ εἶδος, ἀλλ’ οὔ γε ὑπάρχουσιν ἐναντία. καὶ ὅσα ἐν τῷ τελευταίῳ τοῦ γένους εἴδει οἱ λόγοι ἕτεροι ὑπάρχουσιν, οἷον ἄνθρωπος καὶ ἵππος ἄτομα τῷ γένει, οἱ δὲ λόγοι αὐτῶν ἕτε- ροι, ζῷον λογικὸν θνητόν, ζῷον ἄλογον χρεμετίζον. καὶ ὅσα ἐν τῇ αὐτῇ οὐσίᾳ ὄντα ἔχει διαφοράν· τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν ἐν μιᾷ οὐσίᾳ ὑπάρχοντα τῇ τοῦ ἀνθρώπου ἔχουσι διαφοράν, ὥστε ἕτερα τῷ εἴδει ὑπάρχουσιν, ἢ ὡς τὸ φωτιστικὸν τοῦ πυρὸς καὶ τὸ θερμόν. ταὐτὰ δὲ τῳ ειοει ὑπάρχει τὰ ἀντικειμένως τούτοις λεγόμενα, τουτέστι τὰ μὴ ἔχοντα δια- φοράν, ὥσπερ τὸ λευκὸν καὶ τὸ ἐν ψιμυθίῳ καὶ τὸ ἐν χιόνι, καὶ τὸ λο- γικὸν τὸ ἐν τῷ Σωκράτει καὶ τὸ ἐν Πλάτωνι· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. p. 9 Πρότερα καὶ ὕστερα λέγεται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει, ἐγγύτερον. ἐντεῦθεν περὶ προτέρου ἡμῖν ποιεῖται τὸν λόγον, καί φησιν ὅτι τὸ πρότερον ἢ ἁπλῶς λέγεται ἢ πρὸς ἡμᾶς καὶ πρὸς τὴν ἡμετέραν θέσιν· καὶ ἀπλῶς ἢ φύσει ἢ γένει ἢ χρόνῳ. γένει μέν, οἷον ἡ οὐσία προτέρα ἐστὶ τῶν ἄλλω. κατηγοριῶν, καὶ τὰ πλησίον τῆς οὐσίας πρότερα ὑπάρχουσι τῶν πορρωτέρω, οἷον πρότερόν ἐστι τὸ ἔμψυχον τοῦ ζῴου καὶ τὸ ζῷον τοῦ λογικοῦ, ἐπειδὴ τὸ μὲν ἔμψυχον πλησίον ἐστὶ τῆς οὐσίας, τὸ δὲ ζῷον πορρωτέρω, καὶ πάλιν τὸ ζῷον πλησίον, τὸ δὲ λογικὸν πορρωτέρω. φύσει δὲ· ὁ πατὴρ τοῦ υἱοῦ πρότερος ὑπάρχει καὶ ὁ υἱὸς τοῦ ἐκγόνου, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον τοὐ πατρός. χρόνῳ δὲ ὅτι πρότερα ὑπάρχουσι τὰ Τρωικὰ τῶν Μηδικῶν. τόπῳ δὲ ὅτι προτέρα ἐστὶν ἡ ἀπλανὴς τῶν πλανωμένων, ἐπειδὴ μᾶλλον πλησιάζει τῇ ἀνάστρῳ. ὁμοίως δὲ καὶ κατὰ κίνησιν θεωρεῖται τὸ πρότερον· τὸ γὰρ ἐγγύτερον τοὐ πρώτου κινήσαντος πρότερόν φαμεν εἶναι. οὕτως λέγομεν πρότερον τὸν υἱὸν τοῦ ἐκγόνου, οἷον τὸν Ὀδυσσέα τοῦ Τηλεμάχου, ἐπειδὴ πλησίον ἐστὶν ὁ Ὀδυσσεὺς τῷ Λαέρτῃ μᾶλλον ἤπερ ὁ Τηλέμαχος. πάλιν λέγονται πρότερα εἶναι κατὰ δύναμιν· τὸ γὰρ δυνατώτερον καὶ ὐπερέχον τῇ δυνάμει πρότερον λέγομεν, οἷον οὕτως φαμὲν τὸν βασιλέα πρότερον εἶναι, καὶ τὸν μᾶλλον πλησίον τοῦ βασιλέως τοῦ πορρωτέρω ὄντος πρότερον εἶναί φαμεν. καὶ πάλιν ἐν τῇ τάξει θεωρεῖται τὸ πρότερον, ὡς πρὸς τὴν ἡμετέραν θέσιν· οὕτως γὰρ πρό- τερόν φαμεν τὸν παραστάτην τοῦ τριτοστάτου καὶ τὴν παρανήτην τῆς νήοὔ τῆς, ἐπειδὴ ὁ μὲν παραστάτης πλησίον ἐστὶν τοῦ κορυφαίου, οἷον τοῦ βαπάλιν λέγεται πρότερον τὸ τῇ γνώσει, τοῦτο δὲ ἢ πρὸς τὴν φύσιν ἢ πρὸς ἡμὰς. τὰ μὲν γὰρ καθόλου πρότερά ἐστι τῇ φύσει, ὡς πολλάκις εἴρηται· γνώριμα γὰρ ὑπάρχουσι τὰ καθόλου <μᾶλλον> τῇ φύσει ἤπερ τὰ καθ’ ἕκαστα. τὰ δὲ καθ’ ἕκαστα πρότερά ἐστιν ὡς πρὸς ἡμᾶς· μᾶλλον γὰρ γινώσκομεν τὰ καθ’ ἕκαστα τῶν καθόλου. πάλιν πρότερα λέγεται τὰ συμ- βεβηκότα τοῖς πρότερον, οἷον προτέρα ἐστὶν ἡ γραμμὴ τῆς ἐπιφανείας, εἴ γε ἐκ τῆς γραμμῆς γεννᾶται ἡ ἐπιφάνεια· συμβέβηκε δὲ τῇ γραμμῇ τὸ εὐθὺ καὶ τὸ καμπύλον, τῇ δὲ ἐπιφανείᾳ τὸ τραχὺ καὶ τὸ λεῖον. πρότερον ἄρα τὸ εὐθὺ τοῦ λείου. τὰ δὲ κατὰ φύσιν καὶ οὐσίαν πρότερα ὑπάρχουσι, τοι. αῦτα δέ ἐστι τὰ συναναιροῦντα μέν, μὴ συναναιρούμενα δέ, ὥσπερ τὸ ζῷον καὶ ὁ ἄνθρωπος, καθάπερ, φησί, διαιρεῖ καὶ ὁ Πλατῶν λέγων τοιαῦτα φύσει εἶναι πρότερα. πάλιν πρότερον λέγεται τὸ δυνάμει τοῦ ἐνεργείᾳ ὡς πρὸς ἡμᾶς· πρότερον γὰρ γίνεται δυνάμει γραμματικὸν τὸ παιδίον, καὶ τότε ἐνερ- γείᾳ. ὡς δὲ πρὸς τὸ πᾶν πρότερον τὸ ἐνεργείᾳ τοῦ δυνάμει, καθάπερ εἴρηται αὐτῷ ἐν τῇ Περὶ ψυχῆς, ἐπειδὴ δεῖ προυπάρχειν τὰ τελεώτερα τῶν ἀτελεστέρων. καὶ πάλιν ἐὰν νοήσωμεν γεννωμένην τὴν γραμμήν, πρό- τερον ὑπάρχει τὸ ἥμισυ αὐτῆς τοῦ ὅλου. ταύτα εἰρηκὼς περὶ τῶν προτέρων ἐφεξῆς λέγει ἡμῖν περὶ τῆς δυ- νάμεως, καί φησιν ὅτι ἡ δύναμις τετραχῶς λέγεται. ἕνα μὲν τρόπον τὸ ποιητικὸν αἴτιον· δύναμιν γάρ φαμεν ἔχειν τὸ δυνάμενόν τι ποιεῖν· οὕτως φαμὲν τὸ πῦρ δύναμιν ἔχειν καυστικήν. δεύτερον δὲ σημαινόμενον τὸ δυ- νάμενον πάσχειν· οὕτως γάρ φαμεν τὸ ξύλον δύναμιν ἔχειν τοῦ πάσχειν καὶ φθείρεσθαι ὑπὸ τοῦ πυρός. χρὴ μέντοι εἰδέναι ὅτι τὸ τοιοῦτον μᾶλλον ἀδυναμίας ἐστὶν ἤπερ δυνάμεως. ὡς γάρ φησιν ὁ Πλάτων, ἡ δύναμις σω- στικὴ μᾶλλον ὑπάρχει ἢ φθαρτική. τὸ γοῦν πάσχειν, ὡς εἴρηται, ἀδυναμίας ἐστὶ μᾶλλον ἤπερ δυνάμεως. κυρίως οὖν λέγεται δύναμις ἐπὶ τῶν δυ- σχερῶς τι ὑπομενόντων ἢ οὐδὲ ὅλως, ὥσπερ λέγομεν τὸν ἀδάμαντα δύναμιν ἔχειν τοῦ μὴ πάσχειν, καὶ ἐπὶ τῶν τελειωτικὰ πάθη ὑπομενόντων, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν· πάσχων γὰρ ὁ ὀφθαλμὸς καὶ διακρινόμενος ἢ συγκρινόμενος ἀντιλαμβάνεται τῶν αἰσθητῶν. τοῦτο δὲ τὸ πάθος τελειωτικόν ἐστιν· οὐ γὰρ φθείρει τὸ ὄμμα, ἀλλὰ τῆς κατὰ φύσιν αὐτοῦ ἐνεργείας ὑπηρέτης γίωεται. καταχρηστικῶς δὲ λέγεται δύναμις καὶ ἐπὶ τῶν δύναμιν ἐχόντων πρὸς τὸ πάσχειν τὸ σημαινόμενον τῆς δυνάμεως, καθὸ εὐκόλως τις δύναται δέχεσθαι καὶ ποιεῖν τόδε τὸ πρᾶγμα· οἷον τὸν ἔχοντα εὐφυῶς πρὸς τὰ γραμματικὰ θεωρήματα λέγομεν δυνάμει εἶναι γραμματικόν, τὸν δὲ μὴ ἔχοντα οὔ φαμεν, εἰ μὴ ἁπλῶς συμπεριλαμβάνοι αὐτῷ τὸ καθόλου καὶ ἁπλῶς πᾶσιν ἀνθρώποις. καὶ τοῦ καλῶς ἐπιτελεῖν. τὸν γὰρ ἀρξάμενον βαδίζειν καὶ καλῶς τοῦτο ποιήσαντά φαμεν δύναμιν ἔχειν τοῦ βαδίζειν, τὸν δὲ διεστραμμένως πορευόμενον οὔ φαμεν δύναμιν ἔχειν τοῦ βα- δίζειν, ἐπειδὴ οὐ δύναται καλῶς τὴν τοιαύτην ἐπιτελέσαι ἐνέργειαν. πάλιν καὶ τὰ ἀπαθῆ καὶ τὰ δυσχερῶς πάσχοντα δυνάμει λέγονται, ὅτι δύναμιν ἔχει τόδε μὴ πάσχειν ὑπὸ σιδήρου, ὥσπερ ὁ ἀδάμας, καὶ ὅτι ὁ λίθος οὐ ῥᾳδίως κατεάσσεται. ὁσαχῶς τοίνυν λέγεται ἡ δύναμις, τοσαυταχῶς καὶ τὸ δυνατόν· ὥστε τετραχῶς λέγεται τὸ δυνατόν. δύναμις δέ ἐστιν αὐτὴ ἡ διάθεσις ἡ ποιοῦσα· δυνατὸν δέ ἐστιν ἡ δύναμις ἡ ἐν οὐσίᾳ θεωρουμένη καὶ ἐνεργοῦσα περὶ τόδε τὸ πρᾶγμα. καὶ τὸ δυνατὸν οὖν ποιη- τικόν ἐστιν ἢ παθητικόν. δυνατόν ἐστι ποιεῖν καὶ πάσχειν ἤγουν μεταβάλλειν τόδε τὸ πρᾶγμα καὶ ποιεῖν αὐτὸ λευκὸν ἐκ μέλανος, ἤγουν εὐκό- λως μεταβάλλειν καὶ ἐπὶ τὸ κρεῖττον. * * * τριχῶς δὲ τοῦτο θεωρεῖται· ἢ γὰρ οὐδὲ ὅλως πέφυκεν ἔχειν, καθάπερ ὁ λίθος οὐ γὰρ δυνατόν ἐστι γενέσθαι γραμματικόν· οὐδὲ γὰρ πέφυκε τοῦτο ἔχειν), καὶ ὅτε μὴ πέφυκεν ἔχειν, ὥσπερ τὸ παιδίον ἀδύνατον γὰρ τεκεῖν αὐτὸ ἐν τῇ τοιαύτῃ ἡλικίᾳ) ἢ πεφυκὸς ἔχειν οὐκ ἔχει, ὥσπερ ὁ εὐνοῦχος. λέγεται δὲ τὸ ἀντικείμενον οὐκέτι ἀντικείμενον τῷ δυνατῷ, ἀλλὰ τῷ ἀληθεῖ τῷ ἐν ταῖς προτάσεσι f. θεωρουμένῳ. οὕτως γάρ φαμεν ἀδύνατον τὴν διάμετρον σύμμετρον εἶναι τῇ πλευρὰ· τὸ γοῦν ἀντικείμενον ἀληθές ἐστιν ἐξ ἀνάγκης· πᾶσα γάρ ἐστιν ἀνάγκη τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ, ὥστε τὸ ἄλλο ψεῦδός ἐστιν. ἄλλως λέγεται δύναμις κατὰ μεταφορὰν ἐν γεωμετρίᾳ, ὥσπερ ἐν τῷ δεκάτῳ λόγῳ τῶν Εὐκλείδου ‘καὶ † ἡ δυναμένη αὐτῷ ἀλόγως, καλείσθω δὲ ἀποτομή’. ἔστι δὲ δύναμις ὡς ποιητικὸν αἴτιον, ἐπειδὴ ποιεῖ τὸ τετράγωνον, εἰ τύχοι, ἡ εὐθεῖα. εἰδέναι μέντοι γε χρὴ ὅτι τὰ μὲν πράγματα λέγονται εἶναι δυνάμει, ἐπειδὴ ἐξέρχονται εἰς ἐνέργειαν, οἱ μέντοι γε λόγοι οἱ περὶ αὐτῶν, καθὸ λόγοι ὑπάρχουσιν, οὐ λέγονται εἶναι δυνάμει· οἷον λέγεται δυνάμει Σωκράτης καθέζεσθαι, οὐκ ἔστι <δὲ> δυνάμει καὶ * * * ὡς ἐπὶ τῶν πραγμάτων. p. 1018b19 Πρότερα καὶ ὕστερα λέγεται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου. Ὁ λέγει τοῦτό ἐστιν, ὅτι πρότερα καὶ ὕστερα λέγονται ἔνια μὲν ὡς ὄντος τινὸς πρώτου καὶ ἀρχῆς ἐν ἑκάστῳ γένει καὶ πράγματι. τὸ γὰρ ἐγγύτερον καὶ πλησίον μᾶλλον τῆς ὡρισμένης ἀρχῆς πρότερον λέγεται, κααὐτὴ θάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, ἢ ἁπλῶς καὶ τῇ φύσει ἢ πρός τι, ὡς ἐπὶ πατρὸς καὶ υἱοῦ, ἢ ποῦ ἢ * * * τουτέστι καὶ ἐκ τῶν ἄλλων κατηγοριῶν· οἷον τὰ μὲν κατὰ τόπον τῷ ὑπάρχειν πλησίον ἢ φύσει τινὸς τόπου ὡρι- σμένου, οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου, ἢ πρὸς τὸ τυχόν, τὸ δὲ πορρώτερον ὕστερον οἷον πρότερόν ἐστι τὸ ὕδωρ τοῦ πυρός, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον τοῦ μέσου τὸ ὕδωρ ἤπερ τὸ πῦρ. ὡς δὲ πρὸς τὴν σεληνιακὴν σφαῖραν τοὐναντίον πρότερόν ἐστι τὸ πῦρ τοῦ ὕδατος, ἐπειδὴ τὸ μὲν πλησίον ἐστὶ τῆς σεληνιακῆς, τὸ δὲ πορρωτέρω. καὶ ἐπὶ ἡμῶν αὐτῶν πρό- τερός ἐστιν εἰ τύχοι, Διομήδης Ὀδυσσώως, ἐπειδὴ πλησίον ἐστὶ μᾶλλον Νέστορος. p. 1018b14 Τὰ δέκατά χρόνον. Καὶ ἐπὶ τοῦ χρόνου θεωρεῖται τὸ πρότερον· τὰ μὲν γὰρ τῷ πορρω- τέρω τοῦ νῦν, οἷον ἐπὶ τῶν γενομένων * * * πρότερον γὰρ ὑπάρχουσι τὰ Νέμεα τῶν Πυθίων, ἐπειδὴ ἐγγύτερα ὑπάρχουσι τοὐ νῦν, τῷ νῦν ἀρχῇ καὶ πέρατι χρησαμένων ἡμῶν, καθάπερ εἴρηται καὶ ἐν τῇ θεωρίᾳ. πάλιν καὶ ἐν τῇ χινήσει θεωρεῖται τὸ πρότερον. τὸ γὰρ ἐγγύτερον τοῦ πρώτου κινήσαντος πρότερόν φαμεν εἶναι, οἷον ὁ παῖς τοῦ ἀνδρὸς καὶ ὁ υἱὸς τοῦ ἐκ- γόνου, ἐπειδὴ πλησίον ἐστὶ τοῦ πατρὸς τοὐ πρώτου κινήσαντος· ἀρχὴ δὲ καὶ αὕτη τις ὑπάρχει ἁπλῶς. πάλιν δὲ λέγεται πρότερον κατὰ δύναμιν. τὸ γὰρ ὑπερέχον τῇ δυνάμει καὶ ἰσχυρότερον ὑπάρχον λέγεται εἶναι πρότερον· τοιοῦτον δέ ἐστιν οὗ τινος κατὰ προαίρεσιν ἀνάγκη ἀκολουθεῖν τὸ ἕτερον καὶ τὸ ὕστερον, ὡς ἐπὶ τοῦ βασιλέως εἰρήκαμεν· ὁ γὰρ πλησίον αὐτοῦ ὑπάρχων τοῦ πόρρω πρότερος ὑπάρχει, ὥστε κατὰ τὴν ἐκείνου βού- λησιν πάντα πράττειν καὶ κινεῖσθαι καὶ μὴ κινεῖσθαι. τὰ δὲ πρότερα ὑπάρχοντα κατὰ τάξιν· ταῦτα δὲ ὑπάρχουσιν ὅσα πρός τι ὑπάρχον ἓν ὡρι- σμένον διέστηκε κατὰ. τὸν λόγον· οἷον ὁ παραστάτης πρότερός ἐστι τοῦ τριτοστάτου καὶ ἡ παρανήτη τῆς νήτης, ἐπειδὴ τὸ μὲν πλησιαίτερόν ἐστι τῷ κορυφαίῳ, τὸ δὲ τῇ μέσῃ ἀρχὴ. ταῦτα μὲν οὖν πρότερα τοῦτον λέγονται τὸν τρόπον. p. 1018b30 Ἄλλον δὲ τρόπον τὸ τῇ γνώσει πρότερον. Ποιησάμενος τὴν μίαν διαίρεσιν τοῦ προτέρου τὴν κατὰ τὸ ἀπλῶς ἐν- τεῦθεν ἐπὶ τὴν προτέραν μετέρχεται τὴν πρός τι θέσει, καί φησιν ἄλλον δὲ τρόπον λέγεται πρότερον τὸ τῇ γνώσει πρότερον ὡς ἁπλῶς πρότερον. τοῦτο δὲ * * * ποτὲ μὲν τὰ καθόλου ἐστὶ πρότερα ὡς πρὸς τὴν φύσιν παραβαλλόμενα (αὐτὰ γὰρ γνωριμώτερα ὑπάρχουσι), ποτὲ δὲ τὰ κατ᾿ αἴσθησιν καὶ τὰ καθ᾿ ἕκαστον γνώριμα ὑπάρχουσιν ὡς πρὸς ἡμᾶς. p. 1018b34 Καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον. Ὁ λέγει τοιοῦτόν ἐστιν, ὅτι κατὰ τὸν ὁρισμὸν τὸ συμβεβηκὸς πρότεροω τοῦ ὅλου ἐστίν, εἴ γε οἱ ὁρισμοὶ πρότεροι ὑπάρχουσι τῶν πραγμάτων, ὧν εἰσιν ὁρισμοὶ ὡς δηλοῦντες τὰς οὐσίας αὐτῶν καὶ τὰς φύσεις, οἷον τοῦ συνθέτου. βούλομαι ὁρίσασθαι τὸ σύνθετον τῷ Σωκράτει ὡς μουσικόν, καὶ λέγω ὅτι ζῷον λογικὸν θνητὸν εἰδὼς κιθαρίζειν τοιώσδε. ὥστε πρότερον ὑπάρχει τὸ συμβεβηκὸς τῆς οὐσίας κατὰ τὸν λόγον, καίτοι ἐν τῇ οὐσίᾳ θεωρουμένου τοῦ συμβεβηκότος. διὰ τοῦτο οὖν φησιν ὅτι κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον ὑπάρχει, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου· οὐ γὰρ δυνατὸν ὅλον τὸν ὁρισμὸν γενέσθαι τοῦ συνθέτου ἄνευ τοῦ μέρους τοῦ ὁρισμοῦ τοῦ μουσικόν. καίτοι ἀδύνατον εἶναι μουσικὸν μὴ ὄντος μουσικοῦ τινος, ἐν ᾧ θεωρεῖται τὸ μουσικόν, τουτέστι προυπάρχει ἡ οὐσία τῶν συμβεβηκότων. ἔτι πρότερα λέγονται τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος, καθάπερ εἴργται ἐν τῇ θεωρίᾳ· τὸ μὲν γὰρ γραμμῆς ἐστι πάθος, τὸ δὲ ἐπιφανείας. πάλιν τὰ κατὰ φύσιν πρότερα ὑπάρχουσι τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δέ, ὥσπερ τὸ ζῷον καὶ ὁ ἄνθρωπος. τοιαύτῃ δὲ διαιρέσει καὶ ὁ Πλατῶν ἐχρήσατο. p. 1019a4 ἐπεὶ δὲ τὸ εἶναι πολλαχῶς, πρῶτον μὲν τὸ ὑποκείμενον. Ὁ λέγει τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πολλαχῶς λέγεται τὸ εἶναι καὶ τὸ ὑπάρχειν, πρῶτον λέγεται τὸ ὑποκείμενον· διὸ ἡ οὐσία προτέρα τῶν ἄλλων κατηγοριῶν ὡς συναναιροῦσα καὶ μὴ συναναιρουμένη, εἴ γε ἐν αὐτῇ ἔχουσι τὸ εἶναι αἱ ἄλλαι πᾶσαι κατηγορίαι. ἔπειτα ἄλλως πρότερα τὰ κατὰ δύναμιν καὶ ἄλλως κατ᾿ ἐντελέχειαν· τὰ μὲν γὰρ κατὰ δύναμίν ἐστι πρότερα, τὰ δὲ κατ᾿ ἐντελέχειαν, οἷον κατὰ δύναμιν μὲν ἡ ἡμίσεια τῆς ὅλης γραμμῆς, ἵνα ὡς γενομένην παραδεξώμεθα τὴν γραμμήν, καὶ τὸ μόριον τοῦ ὅλου πρότερον γὰρ τὸ μόριον τοὺ ὅλου ὡς γενόμενον) καὶ ἡ ὕλη τῆς οὐσίας (δεῖ γὰρ παραληφθῆναι τὴν ὕλην πρὸς γένεσιν τῆς οὐσίας), κατ᾿ ἐντελέχειαν δὲ ὕστερον· πρότερον γάρ ἐστι τὸ ὅλον τῶν μερῶν. ἐν γὰρ τῇ γραμμῇ δυνάμει ὑπάρχουσι τὰ μόρια· ἡνίκα δὲ δέξεται ἡ γραμμὴ ἐνεργείᾳ στιγμήν, τότε ὑπάρχουσι καὶ τὰ μόρια τῆς γραμμῆς ἐνεργείᾳ· διό φησι δια- λυθέντος γὰρ κατ’ ἐντελέχειαν ἔσονται τὰ μόρια. καὶ τρόπον τινὰ πάντα τὰ πρότερον καὶ ὕστερον λεγόμενα κατ’ αὐτὰ τὰ πράγματα λέγονται· τὰ μὲν κατὰ γένεσιν ἐνδέχεται ἄνευ τῶν ἑτέρων εἶναι, τουτέστι τῶν μορίων, διό φησιν οἷον τὸ ὅλον τῶν μορίων, ἐὰν ἀθρόως ὑποθοῖο γεννᾶσθαι τὴν εὐθεῖαν τὰ γὰρ μόρια δυνάμει ὑπάρχουσιν), ἐπειδὴ κατὰ φθορὰν τὰ μόρια ἐνδέχεται εἶναι ἄνευ τοῦ ὅλου, ὥσπερ ἐπὶ τῶν φθαρέντων νεκρῶν. τὰ γὰρ ὀστέα ἔτι μένουσι μόρια ὄντα, τὸ δ’ ὅλον ὡς ὅλον ἔφθαρται. p. 1019a15 Δύναμις λέγεται ἡ μὲν ἀρχὴ κινήσεως ἢ μεταβολῆς. Πληρώσας τὸν περὶ τοῦ προτέρου λόγον ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς δυνάμεως, καί φησιν ὅτι ’δύναμις δὲ λέγεται ἀρχὴ κινήσεως καὶ μεταβολῆς ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον), ἡ ἐν ἑτέρῳ θεωρουμένη, καθὸ ἕτερόν ἐστιν· οἷον ἡ οἰκοδομικὴ δύναμίς ἐστιν, ἥτις δύναμις οὐ θεωρεῖται ποιη- τικὴ οὖσά ἐν τῷ οἴκῳ τῷ οἰκοδομουμένῳ· οὐ γὰρ ὁ οἶκος δημιουργεῖ. ἡ μέντοι γε ἰατρικὴ δύναμις οὖσα θεωρεῖται ἐν τῷ ἰατρευομένῳ’ κατὰ συμ- βεβηκός, εἰ τύχοι, ἐὰν ὁ ἰατρευόμενος ἅμα εἴη καὶ ἰατρός, ὡς εἴρηται ἐν τῇ Φυσικῇ· διό φησιν ἀλλ’ οὐχ ἡ ἰατρευόμενος. ἡ οὖν ἀρχὴ τῆς μεταβολῆς καὶ τῆς κινήσεως λέγεται δύναμις ἐν ἑτέρῳ θεωρεῖσθαι, καθὸ ἕτερον ὑπάρχει. καὶ πάλιν τὸ πάσχον ὑφ’ ἑτέρου πάσχειν, καθὸ ἕτερόν ἐστι· καθ’ ἣν γὰρ δύναμιν τὸ πάσχον πάσχει τι, φαμὲν αὐτὸ δύναμιν ἔχειν παθητικήν, καθὸ δύναται πάσχειν. κυρίως δὲ ἡ δύναμις οὐ κατὰ πᾶν πάθος λέγεται, ἀλλ’ ὅταν ἐπὶ τὸ βέλτιον, τουτέστιν ὅταν τελειωτικὸν πάθος ὑπομείνῃ. κυρίως γάρ, ὥς φησι Πλατῶν, ἡ δύναμις σώζει, τὸ δὲ φθείρεσθαι ἀδυναμία μᾶλλον ὑπάρχει. ἔτι δύναμις λέγεται καὶ τὸ καλῶς τοῦτο ἐπιτελεῖν ἤγουν κατὰ προαίρεσιν· πολλάκις γὰρ τοὺς μόνον πορευθέντας ἢ εἰρηκότας, μὴ καλῶς δὲ ἢ βαδίσαντας ἢ εἰρηκότας, καθάπερ ὑπέσχοντο, οὔ φαμεν δύνασθαι λέγειν ἢ βαδίζειν, ἐπειδὴ τὴν δύναμιν νῦν ὑπεθέμεθα ἐπὶ τὸ βέλτιον ἄγειν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πάσχειν δεῖ τὴν δύναμιν κατὰ τὸ τελειωτικὸν πάθος προσδέχεσθαι, οὐ κατὰ τὸ φθαρτι- κόν. ἔτι δυνάμεις λέγονται ὅσαι ἕξεις, καθ’ ἃς δυνάμεις ἀπαθῆ ὅλως γίνονται τὰ γινόμενα ἢ ἀμετάβλητα ἢ μὴ ῥᾳδίως φερόμενα ἐπὶ τὸ χεῖρον. κλᾶται μὲν <γὰρ> καὶ συντρίβεται καὶ κάμπτεται καὶ ὅλως φθείρεται οὐ κατὰ δύναμιν, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ, ἀλλὰ κατὰ ἀδυναμίαν. ἀπαθῆ δύναμιν τὴν ἐν αὐτοῖς καὶ τὸ διακεῖσθαι κατὰ τὴν δύναμιν. p. 1019a32 Λεγομένης τῆς δυνάμεως τοσαυταχῶς. Δείξας ποσαχῶς λέγεται ἡ δύναμις λέγει ὅτι ὁσαχῶς λέγεται ἡ δύναμις, τοσαυταχῶς λέγεται καὶ τὸ δυνατόν. ἕνα μὲν οὖν τρόπον λεχθήσεται τὸ ἔχον κινήσεως ἀρχὴν ἢ μεταβολῆς, τουτέστι ποιητικὸν αἴτιον. καλῶς δὲ προσέθηκεν ἡ μεταβολῆς, ἐπειδή, ὡς εἴρηται ἐν τοῖς τελευ- ταίοις λόγοις τῆς Φυσικῆς, φέρεται ἡ μεταβολὴ οὐ μόνον ἐπὶ κινήσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἄνευ κινήσεως μεταβαλλόντων, ὡς ἐπὶ τῆς γενέσεως ἔλεγεν ἐκεῖσε καὶ τῆς φθορᾶς. διό φησι καὶ γὰρ τὸ στατικὸν δυνατόν τι ἐν ἑτέρῳ θεωρεῖσθαι, καθὸ ἕτερον ὑπάρχει, τουτέστιν οὐ μόνον κινήσεώς ἐστιν ἄλλοις αἰτία τὸ δυνατόν, ἀλλὰ καὶ ἠρεμίας καὶ στάσεως. φησὶν οὖν ὅτι λέγεται τὸ δυνατὸν καὶ ὡς ποιητικὸν αἴτιον, λέγεται δὲ καὶ ὡς παθητικόν, καὶ τοῦτο ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἕνα δὲ ἄλλον λέγεται, ἂν ἔχῃ τι αὐτοῦ ἄλλο δύναμιν τοιαύτην, τουτέστι παθητικήν. λέ- γεται δυνατὸν καὶ τὸ ἔχον δύναμιν μεταβλητικήν, εἴτε ἐπὶ τὸ χεῖρον εἴτε ἐπὶ τὸ βέλτιον· διό φησι καὶ γὰρ τὸ φθειρόμενον δοκεῖ δυνατὸν εἶναι φθείρεσθαι, ἐπεὶ οὐχ ὡς φθαρῆναι ἀδύνατον νῦν ἔχει τινὰ διάθεσιν καὶ αἰτίαν καὶ ἀρχὴν τοῦ τοιοίτου πάθους, τοῦ δύνασθαι φθείρεσθαι. ποτὲ μὲν τὸ ἔχειν τι δοκεῖ, ποτὲ δὲ τὸ ἐστερῆσθαι τοιοῦτον εἶναι. ἐπεὶ δὲ τὸ ἔχειν ἐπὶ ἕξεως κυρίως λέγεται, αὐτὸς δὲ τὸ τοιοῦτον καὶ ἐπὶ στερή- σεως ἤγαγεν, ἀπολογούμενος ὑπὲρ τοῦ τοιούτου φησὶν <ὅτι> καὶ τὴν στέρησιν ἔχειν λέγομεν· οὐ γάρ ἐστιν ἡ στέρησις τῶν μὴ ὄντων, οὔτε δὲ ἀπόφασις, ἀλλὰ καταφατικῶς κατηγορεῖται τοῦ πράγματος, λεγόντων ἡμῶν τόνδε τυφλότητα ἔχειν καὶ καθ’ ἕξιν ἔχειν τόδε τὸ πάθος, οἷον τὸ τοῦ πυρετοῦ ἢ ἄλλου τινὸς τοιούτου. διό φησιν εἰ δὲ ἡ στέρησις ἕξις πως, πάντα λέγονται τῷ ἔχειν, καὶ ἡ στέρησις καὶ ἡ ἕξις, ὁμωνύμως λεγομένου τοὐ ὄντος, ὥστε τό τε ἔχειν ἕξιν τινὰ τὴν κυρίως ἕξιν δυνατὸν λέγεται καὶ τὸ ἔχειν στέρησιν, εἰ ὅλως ἐνδέχεται ἔχειν στέρησιν. τρίτον δὲ τὸ μὴ ἔχειν δύναμιν φθαρτικὴν ὑπὸ ἄλλου, καθὸ ἄλλο ἐστίν, ὥσπερ ἐπὶ τοὐ ἀδάμαντος ἐλέγομεν. πάντα οὖν ταῦτα ἢ τῶν δυναμένων μόνον γενέσθαι ὑπάρχει ἢ τῶν μὴ δυναμένων γενέσθαι, ἢ τῶν καλῶς. καὶ γὰρ ἐν τοῖς ἀψύχοις ἔνεστιν ἡ τοιαύτη δύναμις, οἷον ἐν τοῖς ὀργάνοις· φασὶ γὰρ τὴν μὲν καλῶς δύνασθαι φθέγγεσθαι λύραν, τὴν δὲ οὐ καλῶς, ἂν μὴ εὔφωνος ὑπάρχῃ. p. 1019a15 Ἀδυνμία δὲ ἐστι στέρησις δυνάμεως. ἐπεξελθὼν τῷ δυνατῷ ἐντεῦθεν ἡμῖν φησι περὶ ἀδυναμίας, καὶ ὁσα- χῶς λέγεται ἡ δύναμις, τοσαυταχῶς δῆλον ὅτι καὶ ἡ ἀδυναμία. διό φησιν ἀδυναμία δέ ἐστι στέρησις δυνάμεως καὶ τῆς τοιαύτης ἀρχῆς ἄρνησις, ἢ ὅλως τῷ μὴ πεφυκότι ἔχειν. ὡς εἰρήκαμεν, ἢ τῷ πεφυκότι ἔχειν καὶ ὅτε πέφυκεν ἔχειν. οὐ γὰρ ὁμοίως ἂν φαίημεν ἀδύνατον εἶναι γεννᾶν παῖδα καὶ ἄνδρα καὶ εὐνοῦχον· ὁ μὲν γὰρ μὴ πεφυκὼς ἔχειν οὐδέποτε ἴσχει ὁ εὐνοῦχος, ὁ δὲ παῖς τέως οὐ πέφυκεν, ὁ δὲ ἀνὴρ ἔχει πρὸς τοῦτο. ὡς δὲ καθ’ ἑκατέραν δύναμίν ἐστιν ἀδυναμία ἀντικειμένη τῇ τε μόνον κινητικῇ καὶ τῇ καλῶς κινητικῇ. καὶ ἀδύνατα δὲ τὰ μὲν κτὰ τὴν ἀδυναμίαν ταύτην λέγονται τὴν ὄδη εἰρημένην ὑφ’ ἡμῶν, τὰ δὲ ἄλλον τρόπον, οἷον δυνατόν τε καὶ ἀδύνατον. ἀδύνατον μὲν οὗ τὸ ἐναντίον, ὡς ἐν προτάσει, οὐκ ἔστι δυνατόν, ἀληθὲς δὲ ἐξ ἀνάγκης, οἷον τὸ τὴν διάμετρον σύμμετρον εἶναι ἀδύνατόν ἐστιν, ἐπειδὴ ψεῦδος ὑπάρχει τὸ τοιοῦτον, οὗτινος τὸ ἐναντίον οὐ μόνον ἀληθὲς ὑπάρχει, ἀλλὰ καὶ ἐξ ἀνάγκης τὸ ἀσύμμετρον εἶναι τὴν διάμετρον τῇ πλευρᾷ· ὥστε τὸ σύμμετρον οὐ μόνον ψεῦδος, ἀλλὰ καὶ ἐξ ἀνάγκης ψεῦδός ἐστι. τὸ δὲ ἐναντίον τούτῳ τὸ δυνατόν, ὅταν μὴ ἀναγκαῖον ὑπάρχῃ τὸ ἐναντίον ψεῦδος εἶναι, οἷον τὸ καθῆσθαι ἄνθρωπον δυνατόν· οὐ γὰρ ἐξ ἀνάγκης τὸ μὴ καθῆσθαι ψεῦδος ὑπάρχει. τὸ τοίνυν δυνατὸν καθ’ ἕνα μὲν τρόπον, ὥσπερ εἰρήκαμεν, τὸ μὴ ἐξ ἀνάγκης ψεῦδος δηλοῖ, ὡς εἴρηται προσεχῶς, ἄλλον δὲ τὸ ἀληθὲς εἶναι, ἄλλον δὲ τὸ ἐνδεχόμενον ἀληθὲς ἄδη. κατὰ μεταφορὰν δὲ ἦέν τῇ γεωμετρίᾳ λέγεται εἶναι δύναμις ὡς ποιητικὴ πᾶσα, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ. ταῦτα μὲν οὖν τὰ δυνατὰ τὰ ἐν λόγοις οὐ κατὰ δύναμιν ὑπάρχοντα, ἀλλὰ τὰ ἐν τοῖς πράγμασι. τὰ μέντοι γε πράγματα τὰ λεγόμενα κατὰ δύναμιν πάντα λέγονται πρὸς τὴν πρώτην ἀρχὴν ἢ τὴν μίαν ἀντὶ τῆς πρώτης· διττὴ γὰρ φέρεται ἡ γραφή. αὕτη δέ ἐστιν ἀρχὴ μεταβολῆς ἐν ἄλλῳ, καθὸ ἄλλο, ἵνα εἴπῃ τὸ ποιητικὸν αἴτιον. ἰὰ γὰρ ἄλλα λέγονται δυνατὰ τῷ ἔχειν ἄλλο τι τοιαύτην δύνα· μιν τὰ δὲ τῷ μὴ ἔχειν, ὁμοίως δὲ καὶ τὰ ἀδύνατα. ὥστε ὁ κυρίως ὅρος τῆς πρώτης δυνάμεως εἴη ἂν τὸ μεταβλητικὸν ἐν ἄλλῳ, τουτέστι τὸ ποιητικόν· κυρίως γὰρ τὸ ποιοῦν λέγεται δύναμιν ἔχειν. p. 1020a7 Ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἑκά- τερον ἢ ἕκαστον ἕν τι καὶ τόδε πέφυκεν εἶναι. Ἐντεῦθεν περὶ τοῦ ποσοῦ ἡμῖν διαλέγεται, καί φησιν ὅτι τὸ ποσὸν διαιρετόν ἐστι κατ’ ἐνέργειαν, καὶ οὐχ ὥσπερ τὸ γένος. διαιρετὰ μὲν γὰρ ὑπάρχουσι καὶ τὰ γένη, ἀλλ’ οὐκέτι κατ’ ἐνέργειαν· αἱ γὰρ διαφοραὶ καθ’ ἃς διαιροῦνται, δυνάμει ὑπάρχουσιν ἐν τοῖς γένεσιν, ὥς φασιν οἱ Περιπατη- τικοί, καθάπερ μεμαθήκαμεν ἐν τῇ εἰσαγωγῇ Πορφυρίου. φησὶν οὖν ὅτι τόδε τὸ ποσὸν διαιρετόν ἐστι κατ’ ἐνέργειαν καὶ διαιρεῖται διχῶς εἴς τε ἀριθμὸν καὶ μέτρον. τοῦ γὰρ ποσοῦ τὰ μὲν ἀριθμητὰ ὑπάρχουσι, τὰ δὲ μετρητά· καὶ τὰ μὲν ἀριθμητὰ ἀναφέρονται ὑπὸ τὸ διωρισμένον ποσόν, εἴ γε καὶ ὁ ἀριθμὸς τοῦ διωρισμένου ὑπάρχει ποσοῦ, ὡς ἐν ταῖς Κατηγορίαις μεμαθήκαμεν, τὰ μέντοι γε μετρητὰ ὑπὸ τὸ συνεχὲς ποσὸν τελοῦσι· με- τρητὸν γάρ ἐστι τὸ συνεχές, οἷον τὸ δίπηχυ ἢ τὸ τρίπηχυ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συνεχῶν. πάλιν ἑτέραν ποιεῖται ὑποδιαίρεσιν, καί φησιν ὅτι τῶν ποσῶν τὰ μὲν καθ’ αὑτὰ λέγονται, τὰ δὲ κατὰ συμβεβηκός· οἷον ἡ μὲν γραμμὴ ποσόν τι καθ’ αὑτό, τὸ δὲ μουσικὸν κατὰ συμβεβηκός, διότι συνέβη τῷ τριπήχει ἀνθρώπῳ ποσῷ ὄντι, καθό ἐστι τρίπηχυς, μου- σικῷ εἶναι. πάλιν τῶν καθ’ αὑτὸ τὰ μὲν κατ’ οὐσίαν ὑπάρχουσι, τὰ δὲ πάθη. κατ’ οὐσίαν ποσόν τί ἐστιν ἡ γραμμή· ἐν <γὰρ> τῷ ὁρισμῷ τῆς γραμμῆς παραλαμβάνεται τὸ ποσόν, μέγεθός τι διαστατόν, οἱ δὲ ὁρισμοὶ οὐσιώδεις ὑπάρχουσι. τὰ δὲ πάθη καὶ αἱ] ἕξεις τῆς τοιαύτης οὐσίας ὑπάρχουσιν, οἷον τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ τὸ μακρὸν καὶ τὸ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαρὺ καὶ κοῦφον, καὶ πάντα τά τοιαῦτα. ἰστέον δὲ ὅτι καὶ <βαρὺ καὶ τὸ> κοῦφον, καθὸ μεγέθη ὑπάρχουσι. καὶ βαρὺ μὲν λέγεται τὸ θᾶττον φερόμενον ἐπὶ τὸ κάτω, κοῦφον δὲ τὸ μὴ ὁμοίως φε- ρόμενον· ἀμφότερα δὲ τοὐ ποσοῦ, εἴ γε πᾶν μέγεθος τοῦ ποσοῦ ὑπάρχει. δυνατὸν δέ ἐστιν ὑπὸ τὸ ποιὸν αὐτὰ τελεῖν, καθὸ διακρίνει τὰς οὐσίας· τοιαύτη δέ ἐστιν ἡ φύσις τοῦ ποιοῦ, διὸ καὶ ἐν Κατηγορίαις ἐλέγετο περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζειν· οὕτως γάρ φαμεν τὴν μὲν γῆν βαρεῖαν εἶναι, τὸ δὲ πῦρ κοῦφον. ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον καὶ καθ’ αὑτὰ λεγόμενα τοῦ ποσοῦ καὶ πρὸς ἄλληλα· ὥστε κυρίως τοῦ ποσοῦ ταῦτα βούλεται εἶναι, εἴ γε εἶναι] καὶ καθ’ αὑτὰ λε- γόμενα τοῦ ποσοῦ ὑπάρχουσι καὶ πρὸς ἄλληλα. καὶ ἐντεῦθεν λαβόντες οἱ ἐξηγηταὶ αὐτοῦ ἀπεφήναντο αὐτὰ εἶναι τοῦ ποσοῦ, καὶ οὐκ ἔστιν ἀνάπλα- σμα αὐτῶν· ὅμως μέντοι γε δυνατὸν αὐτὰ τῶν πρός τι εἶναι, καθὸ πρὸς ἕτερον λέγονται, οὐ κυρίως μέντοι γε, ὡς ἔδειξεν ἐνταῦθα ὁ λόγος. τῶν δὲ κατὰ συμβεβηκὸς λεγομένων ποσῶν τὰ μὲν οὕτω λέγονται, ὥσπερ εἰ- ρήκαμεν, ἐπειδή φαμεν τὸν τρίπηχυν ἄνθρωπον εἶναι μουσικόν, τὰ δὲ ὡς κίνησις καὶ χρόνος καὶ ὅσα ἄλλα λέγονται εἶναι συνεχῆ διὰ τὸ εἶναι τὸ μέγεθος διαιρετόν· ἐκ δὲ τοῦ μεγέθους ἔχουσι τὴν συνέχειαν καὶ τὴν δι- αίρεσιν, καθάπερ εἴρηται καὶ ἐν τῇ Φυσικῇ καὶ ἐν Κατηγορίαις. Πληρώσας τοίνυν τὸν περὶ τοὐ ποσοῦ λόγον ἐφεξῆς μετέρχεται ἐπὶ τὸ ποιόν, καί φησιν ὅτι τετραχῶς τὸ ποιόν. πρῶτον μὲν τὸ ἐν τῇ οὐσίᾳ θεωρούμενον, οἷον τὰς διαφοράς, φημὶ δὴ τὸ λογικὸν καὶ τὸ ἄλογον. χρὴ γὰρ εἰδέναι, ὡς πολλάκις μεμαθήκαμεν, ὅτι ὁμωνύμως κατηγορεῖται τὸ ὂν καὶ τὸ ἓν τῶν δέκα κατηγοριῶν· εἰ γὰρ μὴ ὁμωνύμως αὐτῶν κατηγορεῖτο, τῷ ὄντι ἑκάστη τῶν κατηγοριῶν ἰδιάζουσαν ἄν εἶχεν ὕπαρξιν καὶ οὐκ ἐδέετο τῆς οὐσίας. νυνὶ δὲ πᾶσαι ἐν τῇ οὐσίᾳ θεωροῦντι. ἐπειδή, καθὸ οὐσίαι ὑπάρχουσι τὰ πράγματα τὰ ἐν γενέσει καὶ φθορᾷ, ἀλλήλων διαφέ- ρουσι, φανερὸν ὅτι ἡ διαφορὰ αὐτοῖς προσγίνεται ἐκ τῆς ποιότητος, καὶ παγκάλως ἐν Κατηγορίαις ἐλέγετο περὶ τῶν τοιούτων διαφορῶν ὅτι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσι, τουτέστι τὸ λογικὸν καὶ τὸ ἄλογον. καὶ ἔστι πρώτη ἡ τοιαύτη ποιότης ἡ ἐν τῇ οὐσίᾳ θεωρουμένη, καθάπερ ἔλεγε, τὸ λογικὸν καὶ τὸ ἄλογον· δευτέρα δὲ ποιότης ἐστὶν ἡ ἐν τοῖς ἀριθμοῖς δεωρουμένη, καθάπερ φησὶν αὐτός, ᾗ σύνθετοι. ἐὰν γὰρ εἴπω ἅπαξ ἓξ ἕξ ἐστι, φανερὸν ὅτι τοῦτο κοινόν ἐστι πάντων τῶν ἀριθμῶν· ἐπὶ πάντων γὰρ λέγεται τὸ ἅπαξ· τὸ μέντοι γε λέγειν δὶς τρεῖς ἓξ καὶ τρὶς πέντε δεκαπέντε, τοῦτο οὐκ ἐπὶ πάντων θεωρεῖται. τρίτον σημαινόμενον τοῦ ποιοῦ, ὅπερ καὶ κυρίως ἐστί, τὰ πάθη, ὥς φησιν αὐτός, τῶν κινουμένων οὐσιῶν, οἷαι θερμότης ψυχρότης, λευκότης μελανία, βαρύτης κουφότης. ἰδοὺ καὶ ἐνταῦθα ἔταξε τὴν βαρύτητα καὶ τὴν κουφότητα, καθάπερ ἄνω ἐλέγομεν. τέταρτον τὸ κατὰ τὴν ἀρετὴν καὶ τὴν κακίαν, καὶ ὅλως τὸ κακὸν καὶ τὸ ἀγαθόν. ταῦτα δὲ πάντα εἰς δύο τρόπους ἀναφέρονται τοὺς καθολικωτάτους· πρώτη μὲν γὰρ καὶ κυρίως ποιότης ἡ ἐν τῇ οὐσίᾳ θεωρουμένη, δευ- τέρα δὲ ἡ ἐν τοῖς ἀριθμοῖς. Ταῦτα εἰρηκὼς μετέρχεται ἐπὶ τὸν λόγον τῶν πρός τι, καί φησιν ὅτι τριχῶς λέγονται τὰ πρός τι· τὰ μὲν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν, τὰ δὲ ὡς τὸ ποιητικὸν καὶ τὸ παθητικόν, τὰ δὲ ὡς τὸ κρῖνον καὶ τὸ κρινόμενον. καὶ εἰκότως τὰ τοιαῦτα εἶπε· τῶν πρός τι, εἰ καὶ ἑπταχῶς διαι- ροῦμεν ἐν Κατηγορίαις, ἐπειδὴ κυρίως ταῦτα ὑπάρχουσιν. ἡ μὲν γὰρ ὑπεροχὴ καὶ ἔλλειψις θεωρεῖται ἐν τοῖς νοητοῖς, περὶ ὧν τὸν λόγον ποιεῖται ὁ ἐπιστήμων· τὰ μὲν γὰρ ὑπερέχουσι, τὰ δὲ ἐλλείπουσι. πάλιν ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ τὰ μὲν ποιοῦσι τὰ δὲ πάσχουσι. καὶ τὸ κρῖνον καὶ τὸ κρινόμενον ὡς ἐπιστήμη καὶ ἐπιστητόν, ἄνευ δὲ ἐπιστήμης οὐ δύ- ναταί τι τούτων εἰδέναι. εἶτα λοιπόν φησιν ὅτι τῶν καθ’ ὑπεροχὴν καὶ ἔλλειψιν τὰ μὲν ὡρισμένα ὑπάρχουσι, τὰ δὲ ἀόριστα· ὡρισμένα δὲ ἐν ἀριθμοῖς. τὰ δὲ οὐδὲ ἐν ἀριθμοῖς ὡρισμένα, οἷον διπλάσιον καὶ ἥμισυ ὡρισμένα ὑπάρχουσι κατὰ ὑπεροχὴν καὶ ἔλλειψιν ὄντα. τὸ δὲ πολλα- πλάσιον ἀόριστόν ἐστιν· οὐκ ἴσμεν γὰρ πόσον ἐστίν, εἴτε διπλάσιον εἴτε τριπλάσιον ἢ καὶ ἄλλως πως· ὅμως δὲ ἐν ἀριθμοῖς ἔχει τὸ εἶναι. τὸ μέν- τοι γε ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον ὅλως ἀόριστον ὑπάρχει κατ’ ἀριθμόν, καὶ ἐν τοῖς ἄλλοις δὲ ἅπασιν. εἰ γὰρ δῶμεν αὐτῷ μέτρον ὡρισμέκατηγορεῖ νον, οὐκέτι γίνεται ὑπερέχον, ἀλλ’ ἢ διπλάσιον ἢ τριπλάσιον. θεωρεῖται δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο. τὰ δὲ ποιητικὰ καὶ παθητικὰ λέ- γονται κατὰ δύναμιν ποιητικὴν καὶ παθητικήν, οἷον τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον, ὅτι τὸ μὲν ποεῖ τὸ δὲ πάσχει. λέγονται δὲ καὶ κατὰ χρόνους τὰ πρός τι, ὥσπερ ἐπὶ πατρὸς καὶ υἱοῦ· λέγεται γὰρ τὸ μὲν ποιητι- κὸν τὸ δὲ παθητικὸν ὡς πρὸς τὸν παρελθόντα χρόνον· τὸ μὲν γὰρ γέγονε ποιητικὸν τὸ δὲ παθητικόν. εἶτα λοιπὸν λέγει ἡμῖν περὶ τοῦ κρίνοντος καὶ τοῦ κρινομένου, ὥσπερ ἐπιστήμη καὶ τὸ ἐπιστητόν. εἰδέναι μέντοι γε χρὴ ὅτι ἐπὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ ἐν ἀλλήλοις ταῦτα θεωροῦνται, ἐπὶ μέντοι γε τῆς ἐπιστήμης καὶ τοὐ ἐπιστητοῦ οὐκέτι ὁμοίως ἔχει. λέγεται μὲν γὰρ ἡ ἐπιστήμη ἐπιστητοῦ εἶναι ἐπιστήμη, ἐπειδὴ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει ἐν τῷ ἐπιστητῷ· ἐπὶ μέντοι γε τοῦ ἀνάπαλιν, ἡνίκα φαμὲν τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐστὶν ἐπιστητόν’, οὐχ οὕτως λέγομεν ὡς τοῦ ἐπιστητοῦ τὸ εἶναι ἔχοντος ἐν τῇ ἐπιστήμῃ οὔτε γὰρ ἐνέργεια τοῦ ἐπιστητοῦ ἐστιν ἡ ἐπιστήμη οὔτε ἕξις οὕτε ἄλλο τι), ἀλλ’ οὕτως ἐν ἐκείνῃ θεωρουμένου, ὥσπερ λέγομεν τὸν ἄνθρωπον λευκὸν εἶναι, καίτοι τοῦ λευκοῦ τὸ εἶναι ἔχοντος ἐν τῷ ἀνθρώπῳ. ὥσπερ οὖν αἱ οὐσίαι καὶ τὰ συμβεβηκότα· μιμεῖται γὰρ τὸ μὲν ἐπιστητὸν τὰς οὐσίας, ἡ δὲ ἐπιστήμη τὰ συμβεβηκότα, καθὸ ἐν τῷ ἐπιστητῷ ἔχει τὴν ὕπαρξιν. εἶτά φησιν ὅτι δεῖ τὸ ἐπιστητὸν πρὸς τὴν ἐπιστήμην ἀποδίδοσθαι καὶ τὴν ἐπιστήμην πρὸς τὸ ἐπιστητόν· οὔτε γὰρ πρὸς τὸν ἐπιστήμονα. εἰ γὰρ οὕτως εἴπωμεν συμβήσεται ἡμᾶς ἀδολεσχεῖν δὶς τὸ αὐτὸ λέγοντας. οἷον ἐρωτῶντές φαμεν ‘τίνος ἐστὶν οὗ ἐστιν ἐπιστήμη;’ εἶτα λοιπὸν ἀποκρίνεται ἐκεῖνος λέγων ὅτι οὗ ἐστιν ἐπιστήμη, ὥστε συμβήσεται δὶς τὸ αὐτὸ λεχθῆναι. εἰ οὖν λέγοιτο τὸ ἐπιστητὸν πρὸς τὸν ἐπιστήμονα, ὡς πρὸς τὴν αὐτοῦ ἐπιστήμην λεχθείη ἄν· οὐ γὰρ πρὸς τὸν ἐπιστήμονα διὰ τὸ εἰρημένον ἄτοπον. ὁμοίως δὲ καὶ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητόν. p. 1020a7 Ποσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρχοντα, ὧν ἑκάτερον ἢ ἕκαστον. Ὅ λέγει τοῦτό ἐστιν, ὅτι τοσὸν λέγεται τὸ διαιρετὸν εἰς ἐνυπάρ- χοντα, τουτέστι κατ’ ἐ·νέργειαν, ὧν ἑκατερον ἢ ἕκαστον (ταὐτὸν γὰρ δηλοῖ, εἴτε ἑκάτερον εἴποις εἴτε ἕκαστον) ὧν οὖν ἑκάτερον ἢ ἕκαστον ἕν τι δηλοῖ καὶ τόδε τι πέφυκεν εἶναι. τὸ οὖν πλῆθος ποσόν τι ὑπάρχει, ἐὰν ἀριθμη- τὸν ὑπάρχῃ, τουτέστι διωρισμένον, μέγεθος δὲ συνεχές, ἐὰν μετρητόν. διὸ ἑαυτὸν ἐπεξηγούμενός φησιν ὅτι λέγεται δὲ πλῆθος μὲν τὸ διαιρετὸν δυνάμει εἰς μὴ συνεχῆ μεγέθη οἱ γὰρ δέκα ἵπποι πλῆθος ὄντες f.233r διῃρημένοι μεγέθει ὑπάρχουσι) μέγεθος δὲ τὸ εἰς συνεχῆ μεγέθη. με- γέθους δὲ τὸ μὲν ἐφ’ ἓν συνεχὲς λέγεται εἶναι μῆκος, τὸ δὲ ἐπὶ δύο πλάἢ τος, τὸ δὲ ἐπὶ τρία βάθος· τούτων δὲ πλῆθος μὲν πεπερασμένον ἀριθμὸς ὑπάρχει, μῆκος δὲ γραμμή, πλάτος δὲ ἐπιφάνεια, βάθος δὲ σῶμα. p. 1020a14 Ἔτι τὰ μὲν λέγεται αὑτὰ ποσὰ ἄττα. ἐντεῦθεν ἑτέραν ἡμῖν διαίρεσιν τοῦ ποσοῦ παραδίδωσι, καί φησιν ὅτι τῶν ποσῶν τὰ μὲν λέγονται καθ’ αὑτά τὰ δὲ κατὰ συμβεβηκός, οἷον ἡ μὲν γραμμὴ λέγεται ποσόν τι καθ’ αὑτό, τὸ δὲ μουσικὸν κατὰ συμβεβηκός, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. p. 1020a17 Τῶν δὲ καθ’ αὑτό. Τοῦ πρώτου ἡ ἐπιδιαίρεσις· τῶν καθ’ αὐτὸ ποσῶν τὰ μὲν κατ’ οὐσίαν ὑπάρχουσιν, ὑπάρχουσιν, οἷον ἡ γραμμὴ ποσόν τι (ἐν γὰρ τῷ λόγῳ τῷ τί ἐστι λέγοντι, τουτέστι τῷ δηλοῦντι τὴν οὐσίαν τοῦ πράγματος, τὸ ποσὸν ὑπάρχει), τὰ δὲ πάθη καὶ ἕξεις τῆς τοιαύτης οὐσίας ὑπάχουσιν, οἷον τὸ πολὺ καὶ τὸ ὀλίγον, καὶ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ βαθὺ καὶ ταπεινόν, βαρὺ καὶ κοῦφον, καὶ τὰ ἄλλα τὰ τοιαῦτα. ἔστι δὲ καὶ τὸ μέγα καὶ τὸ μικρόν, καὶ τὸ μεῖζον καὶ τὸ ἔλαττον, καὶ καθ’ αὑτὸ καὶ πρὸς ἄλληλα λεγόμενα τοῦ ποσοῦ καθ’ αὑτά. μεταφέρονται μεντοι γε καὶ ἐπ’ ἄλλα ταῦτα τὰ ὀνόματα. φαμὲν γὰρ μεγάλην εἶναι τὴν πρὰξιν καὶ μέγαν τὸν πυρετόν, ὡς ἐν Κατηγορίαις ἐλέγετο ὅτι λέγομεν τὸ λευκὸν πολὺ εἶναι τῷ τὴν ἐπιφάνειαν πολλὴν εἶναι ἐν ᾗ θεωρεῖται. τὸ δὲ κατὰ συμβεβηκὸς λεγόμενον ποσὸν τὸ μὲν οὕτως λέγεται, ὥσπερ ἐλέχθη ὅτι τὸ μουσικὸν ποσὸν καὶ τὸ λευκόν, τῷ εἶναι ποσόν τι ᾧ ὑπάρχουσι πράγματι (λέγομεν γὰρ τὸν ἄνθρωπον λευκὸν κατὰ συμβεβηκός, ἐπειδὴ συμβέβηκε τῷ ποσῷ τὸ λευκὸν ὥσπερ καὶ τὸ μουσικόν), τὰ δὲ ὡς κίνησις καὶ χρόνος· καὶ ταῦτα f.233v καὶ ποσὰ εἶναι λέγονται καὶ συνεχῆ τῷ ἐκεῖνα διαιρετὰ εἶναι τὰ μεγέθη, ὧν μεγεθῶν πάθη ταῦτα ὑπάρχουσι. λέγω δὴ οὐ τὸ κινούμενον, οἷον τὴν λεύκανσιν, ἀλλ’ ὃ ἐκινήθη, τοῦτο εἶναι διαιρετόν, τουτέστι τὸ μέγεθος· τῷ γὰρ ποσὸν εἶναι ἐκεῖνο τὸ μέγεθος λέγεται εἶναι ποσὴ καὶ ἡ κίνησις, ὁ δὲ χρόνος τῷ τοιαύτην εἶναι τὴν κίνησιν, διὰ μέσης τῆς κινήσεως, ὡς εἴρηται ἐν Κατηγορίαις. p. 1020a33. Τὸ ποιὸν λέγεται ἕνα μὲν τρόπον ἡ διαφορὰ τῆς οὐσίας. Πληρώσας τὸν περὶ τοῦ ποσοῦ λόγον καὶ κάλλιστα ἡμῖν τεχνολογήσας αὐτὸν μετέρχεται ἐντεῦθεν ἐπὶ τὸν περὶ τοῦ ποιοῦ λόγον, καί φησιν ὅτι τὸ ποιὸν λέγεται ἕνα μὲν τρόπον ἡ διαφορὰ τῆς οὐσίας, ὥσπερ ὁ ἄν- θρωπος ποιόν τί ἐστι ζῷον, ἐπειδὴ δίπουν ἐστί κατ’ αὐτὸ γὰρ διακρίνεται τῶν τετραπόδων), ἵππος δὲ ὅτι τετράπουν, καὶ κύκλος ποιόν τι σχῆμα ὅτι ἀγώ- νιον, ὡς τῆς διαφορᾶς τῆς κατὰ τὴν οὐσίαν ποιότητος οὺσης. ἰδοὺ σαφῶς ἐνταῦθα ἡρμήνευσε τὸ ‘περὶ οὐσίαν τὸ ποιὸν ἀφορίξει’. ὥστε ἕνα τρόπον τοῦτον ἡ ποιότης διαφορὰ οὐσίας ὑπάρχουσα, ἄλλον δὲ ὡς τὰ ἀκί· νητα καὶ τὰ μαθήματα περὶ γὰρ τούτων ἔλεγον οἱ Πυθαγόρειοι ὅτι οὐ κατὰ ἀφαίρεσιν θεωροῦνται ἀλλ’ ὅτι ἔχουσιν οἰκείαν ὕπαρξιν), ὥσπερ οἱ ἀριθμοὶ ποιοί τινες ὑπάρχουσιν οἱ σύνθετοι καὶ <μὴ μόνον> ἐφ’ ἓν ὄντες ἄλλ’ ὧν μίμημά ἐστι τὸ ἐπίπεδον καὶ τὸ στερεόν. τοιώσδε γὰρ πολυπασιασθέντες ποιοῦσι τὸν ἐπίπεδον ἀριθμόν, τοιώσδε τὸν στερεόν, καθάπερ ἐν τῇ ἀριθμητικῇ μεμαθήκαμεν. οὗτοι δέ εἰσιν οἱ ποσάκις ποσοὶ ἢ ποσάκις ποσάκις ποσοί· ἐριθμὸς γὰρ ἐφ’ ἑαυτὸν πολυπλασιασθεὶς ποτὲ μὲν γεννᾷ ἐπίπεδον ποτὲ δὲ στερεόν. καὶ ὅλως ὅπερ ἄποσον ὑπάρχει ἐν τῇ οὐσίᾳ τοῦ ἀριθμοῦ· οὐσία γὰρ ἑκάστου τὸ ἅπαξ, τουτέστι τὸ ἕν, ὅπερ οὐκ ἔστι τοὐ ποσοῦ, οἷον τῶν ἓξ οὐχ ὁ δὶς ἢ τρὶς ὑπάρχουσιν, ἀλλ’ ὁ ἅπαξ. ἓξ γὰρ ἅπαξ. ὥστε κατὰ τοῦτο κοινωνοῦσι, διαφέρουσι <δὲ> κατὰ τὸ δὶς τρεῖς, τρὶς δύο, τετράκις πέντε καὶ τὰ ἄλλα ὅσα εἴρηται ἐν τῇ θεωρίᾳ. p. 1020b8 ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν. ἐντεῦθεν ἐπὶ τὸ τρίτον μετῆλθε σημαινόμενον τῆς ποιότητος, καί φησιν ὅτι ἔτι ὅσα πάθη τῶν κινουμένων οὐσιῶν, οἷον θερμότης ψυχότης, λευκότης μελανία, βαρύτης κουφότης, καὶ ὅσα τοιαῦτα, καθ’ ἃς ποιότητας καὶ ἀλλοιοῦνται τὰ σώματα, μεταβαλλουσῶν τῶν ποιοτήτων τούτων. ἔτι κατ’ ἀρετὴν καὶ κακίαν καὶ ὅλως τὸ κακὸν καὶ τὸ ἀγαθόν. οὗτοι δὲ οἱ τέσσαρες τρόποι εἰς δύο ἀναφέρονται τοὺς καθολικωτάτους, καὶ τούτων ἕνα τὸν κυριώτατον. πρώτη γὲν γὰρ ποιότης ἐστὶν ἡ τῆς οὐσίας διαφορά, ταύτης δ’ ἐστὶ καὶ ἡ ἐν τοῖς ἀριθμοῖς ποιότης μέρος· δια- φορὰ γὰρ καὶ αὕτη τις οὐσιῶν, <ἀλλ’ ἢ οὐ> κινουμένων ἢ οὐχ ᾗ κινούμενα· οὔτε γὰρ τὰ ἀριθμητὰ ποιότητα ἔχουσιν ἐν ἑαυτοῖς, καθὸ κινούμενα ὑπάρχουσι * * * καὶ αἱ τῶν κινήσεων διαφοραί, οἷον κυκλοτερὲς κατ’ εὐθύ. ἀρετὴ μέντοι γε καὶ κακία τῶν παθημάτων μέρος τι ὑπάρχουσι· διαφορὰς γὰρ δη- λοῦσι τῆς κινήσεως καὶ τῆς ἐνεργείας, καθ’ ἃς ποιοῦσιν ἣ πάσχουσι καλῶς ἢ φαύλως τὰ ἐν κινήσει ὄντα πράγματα· τὸ μὲν γὰρ τοῶσδε δυνάμενον κι- νεῖσθαι ἢ ἐνεργεῖν ἀγαθὸν λέγεται, οἷον τὸ βαδίζειν ὀξέως, τὸ δὲ ἐναντίως μοχθηρόν. μάλιστα δὲ τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐπὶ τῶν ἐμψύχων τὸ ποιὸν ψυχὴν λέγομεν πεποιῶσθαι πρὸς τὸ ἀγαθόν, τὸν δὲ· πρὸς τὸ κακόν. p. 1020b26 Πρός τι λέγεται τὰ μὲν ὡς διπλάσια πρὸς ἥμισυ. Πληρώσας τὸν λόγον τὸν περὶ τοὐ ποιοῦ, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν πρός τι, καί φησιν οὕτως, ὅτι πρός τι λέγεται τὸ μὲν ὡς διπλάσιον πρὸς ἥμισυ, καὶ τριπλάσιον πρὸς τριτημόριον, καὶ ὅλως τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, ὅπερ καὶ ἄδηλόν ἐστι, καὶ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον, τὰ τρία εἴδη τῆς ὑπεροχῆς καὶ τῆς ἐλλείψεως. τὰ δὲ ὡς τὸ θερμαντικὸν πρὸς τὸ δερμαντόν, ὥσπερ πῦρ πρὸς λίθον, καὶ τμητικὸν πρὸς τὸ τμητόν, ὥσπερ σίδηρος καὶ σῶμα, καὶ ὅλως τὸ ποιητικὸν πρὸς τὸ παθητικόν. τὰ δὲ ὡς τὸ μετρητὸν πρὸς τὸ μέτρον καὶ τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην καὶ αἰσθητὸν πρὸς αἴσθησιν. λέγοντι οὖν τὰ μὲν πρῶτα κατ’ ἀριθμὸν ἢ ἀπλῶς ἢ ὡρισμένως πρὸς αὐτὸν ἢ πρὸς ἔνια· τὸ μὲν διπλάσιον πρὸς ἓν ἀριθμὸς ὡρισμένος] ὑπάρχει ὡρισμένος, τὸ δὲ πολλαπλάσιον πρὸς ἓν κατ’ ἀριθμὸν λέγεται, οὐ μέντοι γε ὡρισμένον, οἷον τόνδε ἢ τόνδε. πάλιν δὲ τὸ ἡμιόλιον πρὸς τὸ ὑφημιόλιον, τουτέστι τὰ ἓξ πρὸς τὰ τέσσαρα, κατ’ ἀριθμὸν λέγεται πρὸς ἀριθμὸν ὡρισμένον· τὸ δὲ ἐπιμόριον πρὸς τὸ ὑπεπιμόριον κατὰ ἀόριστον· οὔτε γὰρ καταμετρεῖ τὸ ὅλον ὑπὸ μεγέθους, ἐπειδὴ οὐκ ἀπαρτίζει εἰς τέλειον· κατὰ ἀόριστον δὲ ὡς τὸ πολλαπλάσιον πρὸς τὸ ἕν. τὸ μέντοι γε ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ὅλως ἀόριστον ὑπάρχει κατ’ ἀριθμόν· ὁ γὰρ ἀριθμὸς σύμμετρος ὑπάρχει, κατὰ μὴ σύμμετρον δὲ ἀριθμὸν λέγεται. τὸ γὰρ ὑπερέχον πρὸς τὸ ὑπερεχόμενον τοσοῦτόν τέ ἐστι καὶ <ἔτι>, τοῦτο <δ’> ἀόριστον· ὁπότερον γὰρ ἔτυχεν ἔστιν, ἢ ἴσον ἢ οὐκ ἴσον· σαφῶς δὲ τοῦτο ἐν τῇ θεωρίᾳ ἐξεθέμεθα. p. 1021a8 Ταῦτα οὖν τὰ πρός τι πάντα κατ’ ἀριθμὸν λέγεται. θησὶν ὅτι ταῦτα πάντα τὰ πρός τι εἰρημένα κατ’ ἀριθμὸν λέγονται καὶ ἀριθμοῦ πάθη· φησὶν δὲ ὅτι καὶ τὸ ἴσον καὶ τὸ ὅμοιον κατ’ ἀριθμὸν λέγονται, κατ’ ἄλλον μέντοι γε τρόπον. θεωρεῖται γὰρ τὸ ἓν καὶ ἐν τῷ ἴσῳ καὶ ἐν τῷ ὁμοίῳ· ἴσα γὰρ λέγονται κατὰ τὸ ἓν καὶ ὅμοια, καθὸ f.235r ἕν τι ἔχουσιν ἐν ἑαυτοῖς, τὸ δὲ ἓν τοῦ ἀριθμοῦ ἐστιν ἀρχή. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι καὶ τὸ ἴσον καὶ τὸ ὅμοιον κατ’ ἄλλον τρόπον λέγονται εἶναι τοῦ ἀριθμοῦ· κατὰ γὰρ τὸ ἓν λέγεται. ταὐτὰ μὲν γὰρ πάντα ὑπάρχου- σιν ὧν * * * ἕν ἐστι τὸ ποσόν· τὸ δὲ ἓν τοῦ ἀριθμοῦ ἐστιν ἀρχὴ καὶ μέτρον. ὥστε ταῦτα πάντα πρός τι λέγονται κατ’ ἀριθμόν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον. p. 1021a14 Τὰ δὲ ποιητικὰ καὶ παθητικά. Ὅ λέγει τοῦτό ἐστιν ὅτι τὰ ποιητικὰ καὶ παθητικὰ κατὰ δύναμιν λέγονται ποιητικὴν καὶ παθητικὴν καὶ ἐνέργειαν τῶν δυνάμεων, οἷον τὸ θερμαῖνον πρὸς τὸ θερμαινόμενον, ὅτι δύναται, καὶ τὸ τέμνον πρὸς τὸ τεμνόμενον ὡς ἐνεργοῦν. τῶν δὲ κατ’ ἀριθμὸν οὔκ εἰσιν ἐνέργειαι, καθὸ ἀριθμοὶ ὑπάρχουσι· ποία γάρ ἐστιν ἐνέργεια τοῦ ἀριθμοῦ, καθὸ ἀριθμός ἐστιν; ἀλλὰ καθ’ ὃν τρόπον ἔχουσιν ἐνέργειαν, ἐν ἑτέροις εἴρηται. λέγει δὲ ἀυτῶν τῶν ἀριθμῶν ἐνεργείας, καθὸ ὅλως νοούμενα ὑπάρχουσι· τὴν οὖν νόησιν τὴν περὶ περὶ αὐτῶν ἐνέργειαν ἐκάλεσεν· ἢ ὅτι ἔχουσιν ἐνέργειαν καὶ οἱ ἀριθμοί, καθάπερ φασὶν οἱ Ποθαρόρειοι, διὸ καὶ δρῶσιν ἡ ἑβδόμη καὶ ἡ τετάρτη. καὶ ἐν τοῖς νοήμασι καὶ ἐν τοῖς ἄλλοις πᾶσιν ὁρῶμεν τὰ τοιαῦτα γινόμενα· αἱ μέντοι γε κατὰ κίνησιν ἐνέργειαι οὐχ ὐπάρχουσιν· οὔτε γὰρ κινοῦνται οἱ ἀριθμοὶ καθὸ ἀριθμοί. τῶν δὲ κατὰ δύναμιν καὶ κατὰ χρόνον ἤδη λέγονται πρός τι, οἴοντό πεποιηκὸς πρὸς τὸ πεποιημένον ὡς ἐπὶ τοῦ παρελθόντος χρόνου, καὶ τὸ ποιῆσον πρὸς τὸ ποιησόμενον. οὕτως γὰρ λέγεται καὶ πατὴρ υἱοῦ πατήρ· τὸ μὲν γὰρ πεποιηκός ἐστι, τὸ δὲ πεπονθός τι. ἔτι δὲ ἔνια λέγονται καταστέρησιν δυνάμεως, ὥσπερ τὸ ἀδύνατον καὶ ὅσα οὕτως λέγεται, οἷον τὸ ἀόρατον πρὸς τὸ ὁρατόν. τὰ τοίνυν κατ’ ἀριθμὸν καὶ δύναμιν λεγόμενα πρός τι πάντα ὑπάρχουσι πρός τι τῷ ὅπερ ἐστὶν ἄλλου λέγεσθαι αὐτὸ ὅπερ ἐ.στίν, ἀλλὰ μὴ τῷ ἄλλο πρὸς ἐκεῖνο· ἔστι γὰρ ὁ πατὴρ πρὸς τὸν υἱὸν καὶ ὁ υἱὸς πρὸς τὸν πατέρα, καὶ οὐκέτι πρὸς ἄνθρωπον, εἰ τύχοι. τὸ δὲ μετρητὸν καὶ τὸ ἐπιστητὸν καὶ τὸ διανοητὸν τῷ ἄλλα πρὸς αὐτὰ λέγεσθαι πρός τι λέγονται· τό τε γὰρ διανοητὸν δηλοῖ ὅτι ἔστιν αὐτοῦ διάνοια, οὐκ ἔστι δὲ ἡ διάνοια πρὸς τοῦτο οὗ ἐστι διάνοια, τουτέστι πρὸς τὸν διανοούμενον ἄν- θρωπον, ἀλλὰ πρὸς τὸ διανοητὸν αὐτό. εἰ γὰρ πρὸς τὸν ἔχοντα τὴν διάνοιαν ἐλέγετο, δὶς ἄν ταὐτὸν εἰρημένον ὑπῆρχε, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. ὁμοίως δὲ καὶ τίνος ἐστὶν ἢ ὄψις; οὐχ οὗ ἐστιν ἡ ὄψις. καίτοι ἀληθὲς τοῦτο εἰπεῖν ὅτι οὗ ἐστιν ὄψις, ἀλλὰ πρὸς χρῶμα ἢ πρὸς ἄλλο τι τοιοῦτον, τουτέστι πρὸς τὸ ὁρατόν. ἐκείνως δὲ δὶς τὸ αὐτὸ λεχθήσεται, καθάπερ εἴρηται, ὅτι ἔστιν ἡ ὄψις οὗ ἐστιν ὄψις. p. 10211)3 Τὰ μὲν οὖν καθ’ ἑαυτὰ λεγόμενα πρός τι. Td μὲν οὕτω λέγονται ὥσπερ πατὴρ καὶ υἱός, τὰ δὲ ἐὰν τὰ γένη αὐκαὶ τῶν ὑπάρχωσι πρός τι, ὡς εἴρηται ἐν Κατηγορίαις. λέγεται γὰρ ἡ ἰατρικὴ τῶν πρός τι, ἐπειδὴ τὸ γένος αὐτῆς ἡ ἐπιστήμη τῶν πρός τι ὑπάρχει· πρὸς ἐπιστητὸν γάρ. ἔτι λέγονται πρός τι, καθ’ ὅσα τὰ ἔχοντα <"λέγεται πρός>· λέγεται γὰρ ἰσότης τῶν πρός τι, ἐπειδὴ τὸ ἴσον ἴσῳ ἐστὶν ἴσον. διὰ γὰρ τοῦτο καὶ ἡ λευκότης λέγεται οὐσία, ἐπειδὴ καὶ τὸ λευκὸν λέγεται ἄνθρωπος κτὰ συμβεβηκός, ἐπειδὴ συμβέβηκε τῇ οὐσίᾳ· ἔχει δὲ τὸ λευ- κὸν ἡ λευκότης ἐν ἑαυτῇ καὶ ἡ ὁμοιότης τὸ ὅμοιον. τὰ δὲ κατὰ συμβεβηκός, οἷον ὁ ἄνθρωπος πρός τι, ὅτι συμβέβηκεν αὐτῷ διπλασίῳ εἶναι, τοῦτο δὲ τῶν πρός ὑπάρχει· ἢ τὸ λευκόν, εἰ τῷ αὐτῷ συμβέβηκε διπλασίῳ εἶναι καὶ λευκῷ. λέγεται δὲ εἶναι <ὁ ἄνθρωπος καὶ> τὸ λευκὸν τῶν πρός τι, ἐπειδὴ ἅμα θεωροῦνται μετὰ τοῦ διπλασίου. p. 1021b12 τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν f.236r μηθὲν μόριον. ἐντεῦθεν περὶ τοῦ τελείου ἡμῖν λέγει, καί φησιν ὅτι τέλειόν ἐστιν ἐκεῖνο οὗ μηθὲν ἔστιν ἔξω λαβεῖν, ὥσπερ ἐπὶ τοῦ χρόνου τέλειος χρόνος ἑκάστου ἐστὶν οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν. οἷον, εἰ τύχοι, ὥρισται ὁ τῶν ἀνθρώπων βίος μέχρι τῶν ἑκατὸν εἴκοσιν ἐνιαυτῶν· οὗτος τοίνυν ὁ χρόνος τέλειός ἐστιν ἐπὶ τῶν ἀνθρώπων· οὐδὲν γὰρ ἔστιν ἔξω αὐτοῦ λα- βεῖν· οὐ γὰρ δυνατόν ἐστι τὴν ἀνθρωπίνην φύσιν ἐν τῷ νῦν βίῳ ὑπερβῆναι τὰ ἑκατὸν εἴκοσιν ἔτη. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ζῴων ἄλλος χρόνος. οὐ μόνον δὲ ἐπὶ χρόνου τὸ τοιοῦτον ὑπάρχει, ἀλλὰ καὶ ἐπὶ μεγε- θῶν· τέλειον γάρ ἐστι μέγεθος οὗ μηδὲν ἔστιν ἔξω λαβεῖν. οἷον, εἰ τύχοι, ὥρισται τὸ ἀνθρώπειον μέγεθος μέχρι τεσσάρων πήχεων ἢ καὶ πέντε· τέ- λειον οὖν ἐστι μέγεθος τὸ τῶν πέντε· πήχεων· ἀδύνατον γάρ ἐστιν ὑπερβῆναι αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μεγεθῶν. οὕτως εἰρηκὼς ἐπὶ τοῦ ποσοῦ τὸ τέλειον ἐφεξῆς μετέρχεται καὶ ἐπὶ τὸ ποιόν, καί φησιν ὅτι καὶ ἐπὶ τοῦ ποιοῦ θεωρεῖται τὸ τέλειον, οἷον ὥσπερ ἐπὶ ἀρετῆς τέλειον λέγεται τὸ ἔχον εἰς ἄκρον τὴν οἰκείαν ἀρετήν. οὕτως γὰρ τέλειος λέγεται καὶ ἄνθρωπος καὶ ἵππος καὶ κύων καὶ ἄψυχα, ἡνίκα ἔχουσιν εἰς ἄκρον τὰ οἰκεῖα πλεονεκτήματα, ὥστε μὴ δύνασθαι ἔξω τι τούτων λαβεῖν. λέγεται δὲ πάλιν τέλειον καὶ ἐπὶ τῆς ἀνθρώπου ἀρετῆς μόνου, ἐπειδὴ τὸ ἀκρότατον τῶν ἀρετῶν ἐν τοῖς ζῴοις ὁ ἄνθρωπος ἔχει· καὶ ἔστι ταὐτὸν τῷ ὑποκειμένῳ τῷ προτέρῳ, τῇ δὲ ἐπινοίᾳ δοκεῖ διαφέρον. τέλειος γὰρ λέγεται ἄνθρωπος ὁ εἰς ἄκρον ἐληλακὼς ἀρετῆς, οἷον Παρμενίδης ἢ εἴ τις ἄλλος, φησί, τοιοῦτος. εἶτα λοιπὸν ἐντεῦθεν μεταφέροντες μεταφορικῶς καὶ ἐπὶ τῶν κακῶν ἁρμόττομεν τὸ τοιοῦτο, ἐπειδὴ τὸ τέλειον ἑκάστου τὸ ἀγαθόν ἐστιν· εἰς τοῦτο γὰρ ἕκαστον σπεύδει. μεταφορικῶς γάρ φαμεν f.236v συκοφάντην τέλειον καὶ κλέπτην τέλειον καὶ κακὸν τὸν μὴ καταλελοιπότα κακίας ὑπερβολήν. καὶ πάλιν φαμὲν τελείως ἁλῶναι τὸ πρᾶγμα τὸ τελείως φθαρὲν καὶ μηδὲ μίαν ἔχον ἔτι ὑπόστασιν· διὸ καὶ ἡ τελευτὴ κατὰ μετα- φορὰν λέγεται τέλος. πάλιν φαμὲν τέλειον εἶναι τὸ δυνάμενον ἄλλο τελει- οῦν, οἷον τέλειον ἰατρὸν τὸν Ἱπποκράτη, ἐπειδὴ δύναται καὶ ἄλλους ἰατροὺς ποιῆσαι. καὶ παρὰ τὸ ἔχειν, οἷον τελείαν φαμὲν τὴν μελίαν τοῦ Ἀχιλλέως, ἐπειδὴ τῷ μεγίστῳ τῶν ἡρώων ἥρμοττε, καὶ τέλειον χιτῶνα τὸν ἁρμόττοντά τινι τῶν μεγίστων, οἷον τῷ Αἴαντι, εἰ τύχοι. Ταῦτα εἰρηκὼς περὶ τοῦ τελείου ἐφεξῆς μετέρχεται· ἐπὶ τὸ πέρας, καί φησιν ὅτι πέρας ἐστὶν οὗ ἔξω μηδὲν ἔστι λαβεῖν, καὶ τὸ πάντα περιέχον ἔνδον ἐν ἑαυτῷ· οὕτως γάρ φαμεν τὴν ἐπιφάνειαν πέρας εἶναι σώματος, ἐπειδὴ οὐδὲν ἔστιν ἔξω λαβεῖν τῆς ἐπιφανείας ἐπὶ τῶν σωμάτων, ὅτι πάντα περιέχει ἔνδον ἑαυτῆς ἡ ἐπιφάνεια. θεωρεῖται δὲ τὸ πέρας καὶ ἐπὶ τῶν τεσσάρων αἰτίων, ὑλικοῦ, ποιητικοῦ, εἰδικοῦ, τελικοῦ. οἷον τελι- κὸν αἴτιον, ὥσπερ ἐπὶ τοῦ θανάτου· πέρας γάρ ἐστιν ἑκάστου, διὸ καὶ ὁ σοφώτατος Δημοσθένης φησὶ ‘πέρας μὲν γὰρ πάντων ὁ θάνατος, κἄν ἐν οἰκίσκῳ τις αὑτὸν καθείρξας.’ λέγεται δὲ πέρας καὶ ἡ ὕλη ὡς ἔσχατον καὶ τρὺξ καὶ ὑποστάθμη τοῦ παντός. λέγεται δὲ πάλιν πέρας καὶ τὸ εἰδικὸν αἴτιον· ὁ γὰρ ὁρισμὸς ἑκάστου ἡ οὐσία ἑκάστου ἐστί, πέρας δὲ ἑκάστου τὸ ἀπολαβεῖν τὴν οἰκείαν ὁλότητα, ὡς εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ τῷ δύνασθαι ποιεῖν οἷον αὐτό. λέγεται πάλιν πέρας καὶ τὸ ποιητικὸν αἴτιον ὡς ἀρχή· θέλει γὰρ ἡ ἀρχὴ τοῦ πράγματος ὡρισμένη εἶναι, τὸ δ’ ὡρίσθαι πέρατός ἐστι. διὸ οὐ πᾶσα ἀρχὴ γίνεται αἰτία τοῦ πράγματος, οἷον εἴ τις βούλοιτο λευκᾶναι τι, οὐκ ἂν λευκαίνοι αὐτὸ ἀρχὴν ποιησάμενος τὸ βαδίζειν ἢ τὸ ἀναγινώσκειν· ὥστε ὥρισται ἡ ἀρχή. Ταῦτα εἰρηκὼς περὶ τοῦ πέρατος μετέρχεται καὶ λέγει ἡμῖν λοιπὸν περὶ τοῦ· καθό, καί φησιν ὅτι καὶ τὸ καθὸ πολλαχῶς λέγεται· ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷόν φαμεν τὸν Σωκράτη ὅτι καθὸ ἀγαθός, ἀγαθός ἐστιν· οὐ γὰρ καθὸ Σωκράτης, ἐπεὶ οὕτως ἔδει τὸν μὴ ὄντα Σωκράτην μὴ εἶναι ἀγαθόν. λέγεται δὲ καθὸ καὶ ἐν ᾧ πρώτως πέφυκε γίνεσθαί τι, ὥσπερ ἐν τῇ ἐπιφανείᾳ τὸ χρῶμα· φαμὲν γὰρ ὅτι κατὰ τὴν ἐπιφάνειάν ἐστι τὸ χρῶ·μα, καθὸ πρώτως ὁμιλεῖ τῇ ἐπι- φανείᾳ. † καθό ἐστι τοῦτο ἐπὶ τοῦ εἴδους. λέγεται δὲ τὸ καθὸ καὶ ἐπὶ τῆς ὕλης. διὰ τί οὐκ ἔστι ποικιλόμορφον ζῷον ὁ ἄνθρωπος; καθὸ τοιαύτης ἐστὶ κράσεως. λέγεται δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου, ὅτι τεκταίνεται τὴν οἰκίαν, καθὸ οἰκοδόμος, οὐ καθὸ φαλακρὸς ἢ σιμός, ὡς εἴρηται ἐν τῇ Φυσικῇ. λέγεται δὲ καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου· ἕκαστον γὰρ ἐπὶ τὸ οἰκεῖον - τέλος ἐπείγεται, καθὸ τὸ ἀγαθὸν τὸ ἑκάστου ὄντος τέλος αὐτοῦ ὑπάρχει. λέγεται τὸ καθὸ καὶ κατὰ τὴν θέσιν. διὰ τί ἐν τῷδε τῷ μέρα τῆς πόλεως ἕστηκεν ὁ ἀνδριὰς τοῦ Σωκράτους; καθὸ φιλόσοφος· ἡ Ἀκαδήμεια γάρ ἐστι. καὶ πάλιν ἐν ποίῳ μέρει τῆς πόλεως ἦν ὁ Σωκράτης, ἡνίκα ὁ σεισμὸς γέγονε; κατὰ τόδε τὸ μέρος. ταῦτα εἰρηκὼς περὶ τοῦ καθὸ μετέρχεται ἐπὶ τὸ καθ’ αὑτό, καί φησιν ὅτι τοσαυταχῶς καὶ τὸ καθ’ αὑτὸ λέγεται, ὁσαχῶς λέγεται τὸ καθό, οἷον ζῷον ὁ Καλλίας καθ’ αὑτὸ ὑπάρχει· ἐν γὰρ τῷ ὁρισμῷ τοῦ Καλλίου παραλαμβάνεται τὸ ζῷον. λέγεται οὗν τὸ καθ’ αὑτὸ ὡς ποιητικὸν αἴτιον, οἷον καθ’ αὑτὸ ὁ ἄνθρωπος οἰκο- δόμος ὑπάρχει καὶ ἰατρός, καὶ ὡς ὑλικὸν αἴτιον· καθ’ αὑτὸ γὰρ ἡ ναῦς γέγονεν ἐκ τῆσδε τῆς ὕλης. καὶ ὡς εἰδικὸν αἴτιον· καθ’ αὑτὸ ὁ ἄνθρωπος ἄνθρωπός ἐστι· τοῦ γὰρ ἀνθρώπου πολλὰ ὑπάρχουσιν αἴτια, οἷον τὸ εἶναι ζῷον, τὸ λογικόν, τὸ θνητόν, τὸ δίπουν, τοῦ δ’ εἶναι ἀνθρώπῳ αἴτιόν ἐστι τὸ ὑπὸ τὸν ἄνθρωπον εἶναι. ὥστε ἐντεῦθεν ἔχομεν ὅτι ἕτερόν ἐστί τι ὁ ἄνθρωπος παρὰ τὴν τούτων συμφόρησιν, τουτέστι τὴν τοῦ ζῴου λογικοῦ θνητοῦ· οὐ γὰρ κατὰ ταῦτά ἐστιν, ἀλλὰ καθὸ ἄνθρωπος ὑπάρχει, ὅπερ ἐστὶν ἕτερον τοῦτο τὸ ἐπιγενόμενον παρὰ τὴν τούτων σύνθεσιν. λέ- γεται δὲ καθ’ αὑτὸ καὶ τὸ τελικὸν αἴτιον· καθ’ αὑτὸ γὰρ τέλος τοῦ ἀν- θρώπου τὸ εἶδος τοῦ ἀνθρώπου. ἔτι δὲ λέγεται καθ’ αὑτὸ καὶ τὸ πρώτως ὑπάρχον τινί, οἷον καθ’ αὑτὸ λέγεται ἡ ἐπιφάνεια λευκή, ἐπειδὴ πρώτως αὐτῇ ὑπάρχει τὸ λευκόν, καὶ πάλιν ζῆν ὁ ἄνθρωπος καθ’ αὑτὸ ἀπὸ μέρους· ἡ γὰρ ψυχὴ μέρος τι τοῦ ἀνθρώπου, ἐν ᾗ πρώτῃ ὑπάρχει τὸ ζῆν, ὥσπερ καὶ ὁρᾶν λέγεται πρώτως ἐκ τῶν ὀφθαλμῶν τὸ πὰν. Εἶτα λοιπὸν λέγει ἡμῖν καὶ περὶ διαθέσεως, καί φησιν ὅτι διάθεσις λέγεται τοῦ ἔχοντος μέρη ἡ τάξις ἢ κατὰ τόπον ἢ κατὰ δύναμιν ἢ κατ’ εἶδος. κατὰ τόπον μέν, ὅτι τέτακται μὲν ἡ γὴ, εἰ τύχοι, πρὸς τῷ κέντρῳ, τὸ δὲ πῦρ ἀνωτέρω· τοιάνδε γὰρ θέσιν δηλοῦσι ταῦτα. ὁμοίως καὶ ἐπὶ τῆς δυνάμεως, ὡς ἐπὶ τῶν ψυχικῶν δυνάμεων, ἡνίκα κρατεῖ ὁ λόγος τῶν παθῶν, τοιάδε διάθεσις καὶ θέσις θεωρεῖται. καὶ ἐπὶ τῆς μορφῆς, ὅτι θέσις τίς ἐστιν, ὥστε εἶναι τὸ μὲν στόμα κοῖλον, τὴν δὲ ῥῖνα κυρτήν, καὶ τῶν αἰσθητηρίων τὰ μὲν εἶναι ἀντροειδῆ τὰ δὲ κυρτά. p. 1021b12 τέλειον λέγεται ἓν μὲν οὗ μὴ ἔστιν ἔξω τι λαβεῖν. τέλειόν ἐστιν ἓν μὲν οὗτινος μὴ ἔστι λαβεῖν ἔξωθεν μηθὲν μόριον, οἷον χρόνος τέλειος ἑκάστου οὗτος οὗ μὴ ἔστιν ἔξω λαβεῖν χρόνον τινὰ ὃς τούτου μέρος ἐστὶ τοῦ χρόνου· οὐ γὰρ δυνατόν ἐστι τὸ ἀνθρώπειον ζῶον ἔξω τῶν ἑκατὸν εἴκοσιν ἐνιαυτῶν λαβεῖν χρόνον τινὰ καὶ εἰπεῖν ὅτι μέρος τῶν ἑκατὸν εἴκοσιν ἐτῶν· οὔτε γὰρ ὑπερβῆναι, φησί, δυνατόν ἐστι τὰ ἑκατὸν εἴκοσιν ἔτη. τέλειον δέ ἐστι καὶ τὸ κατ’ ἀρετὴν καὶ τὸ μὴ ἔχον ὑπερβολὴν τοῦ καλῶς ἔχοντος πρὸς τὸ γένος, οἷον τέλειος λέγεται ἰατρὸς f.238r καὶ τέλειος αὐλητής, ὅταν κατὰ τὴν οἰκείαν ἀρετὴν μηδὲν ἐλλείπωσιν, ἀλλ’ εἰς ἄκρον ἔλθωσι τῆς ἀρετῆς. λοιπὸν τοῦτο αὐτό μεταξέφοντες λέγομεν καὶ ἐπὶ τῶν κακῶν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. λέγομεν γὰρ συκοξάντην τέλειον καὶ κλέπτην τέλειον, ἐπειδὴ καὶ ἀγαθοὺς λέγομεν αὐτοὺς δι’ ἣν αἰτίαν ἐν τῇ θεωρίᾳ εἰρήκαμεν εἶναι κλέπτην ἀγαθὸν καὶ συκοφάντην ἀ.γαθόν· ἡ γὰρ ἀρετὴ ἑκάστου τελείωσις ἑκάστου ἐστίν· ἕκαστον γὰρ τότε τέ- λειόν ἐστιν, ὅταν ἀπολάβῃ τὴν οἰκείαν ἀρετήν, καὶ ἐπὶ ἐμψύχων καὶ ἐπὶ ἀψύ- χων. διό, φησί, καὶ οὐσία πᾶσα τότε ἐστὶ τελεία, ὅταν κατὰ τὸ εἶδος τῆς οἰκείας ἀρετῆς μηδὲν ἐλλείπωσι μόριον τοῦ κατάφυσιν μεγέθους ἀντὶ τοὐ εἴδους τῆς ἀρετῆς, ὅταν τελείαν ἔχωσι τὴν ἀρειήν. <ἔτι> οἷς ὐπάρχει τὸ τέλος σπουδαῖον, ταῦτα λέγεται τέλεια, ἐπειδὴ σπεύδουσι πρὸς τὸ οἰκεῖον τέλος ἐλθεῖν, τουτέστι πρὸς τὴν οἰκείαν ἀρετήν· κατὰ γὰρ τὸ ἔχειν τὸ τέλος σπουδαῖον ταῦτα λέγεται τέλεια. ἐπεὶ οὖν τὸ τέλος ἐδείχθη τῶν ἐσχάτων ὑπάρχειν, καὶ ἐπὶ τὰ φαῦλα μεταφέροντες λέγομεν τελείως ἀπολωλέναι καὶ τελείως ἐφθάρθαι, ὅταν μηδὲν ἐλλείπῃ τῆς φθορᾶς καὶ τοῦ κακοῦ, ἀλλὰ τελείως ἐπὶ τοῦ ἐσχάτου ὑπάρχῃ. διὰ τοῦτο γὰρ καὶ ἡ τελευτὴ κατὰ μεταφορὰν λέγεται τέ- λος· ‘ἔχει τελευτήν, ἧσπερ ἕνεκ’ ἐγένετο’· τέλος γάρ ἐστι καὶ τὸ οὗ ἕνεκα ἔσχατον. ὥστε τὰ καθ’ αὑτὰ λεγόμενα τέλεια τοσαυταχῶς λέγεται, τὰ μὲν τῷ μηδὲν ἐλλείπειν κατὰ τὸ εὖ, τουτέστι κατὰ τὴν ἀρετήν, ὁ· * * * ἔχειν ὑπερβολὴν ἐν ἑκάστῳ γένει, ὥσπερ ἐπὶ ἰατρικῆς καὶ αὐλητικῆς εἴρηται. τὰ μέντοι γε ἄλλα λέγεται τέλεια τῷ ἢ ποιεῖν τι ὡς ἐπὶ τοῦ Ἱπποκράτους εἴ- ρηται, τέλειος ἰατρὸς ὁ δυνάμενος καὶ ἄλλον ποιεῖν) ἢ ἔχειν, ὡς ἐπὶ τῆς μελίας Ἀχιλλέως εἰρήκαμεν, ἢ ἁρμόττοντα, ὡς ἐπὶ τοῦ θώρακος, ἢ ἄλλως πως πρὸς τὰ πρώτως λεγόμενα. p. 1022a4 Πέρας λέγεται τὸ ἔσχατον ἑκάστου. εἰπὼν περὶ τοῦ τελείου ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ πέρατος,, καί φησιν ὅτι πέρας λέγεται τὸ ἑκάστου ἔσχατον καὶ οὗτινος οὐδὲν ἔστιν ἔξω λαβεῖν πρώτου, καὶ οὗτινος πρώτου ἔνδον πάντα ὑπάρχει, ὡς ἐπὶ τῆς ἐπιφανείας εἴρηται· καὶ ὃ ἂν ᾖ εἶδος μεγέθους ἵνα εἴπῃ περὶ τοῦ ἑκάστου σχήματος) ἢ ἔχοντος μέγεθος (ἵνα εἴπῃ περὶ τῆς μορφῆς) καὶ τὸ τέλος ἑκάστου. διό φησι τοιοῦτον δὲ ἐφ’ ὃ ἡ κίνησις καὶ ἡ πρᾶξις, τουτέστι τὸ τελικὸν αἴτιον· πᾶσα γὰρ ἀρχὴ καὶ πᾶσα πρᾶξις ἐπὶ τὸ αὐτὸ ἐπεί- γεται, τοιοῦτον (03) ἐστιν τὸ ἐφ’ ὃ καὶ οὐ τὸ ἀφ’ οὗ, τουτέστιν ἡ ἀρχή. ἔστι δ’ ὅτε ἀμφότερα γίνονται πέρατα, καὶ τὸ τέλος καὶ ἡ ἀρχή, ὡς ἐδείὅτι λέγεται πέρας καὶ τὸ εἰδικὸν αἴτιον, τουτέστιν ἡ οὐσία ἑκάστου· τῆς γνώσεως γὰρ τοῦτο πέρας, ἐπειδὴ ὁ ὁρισμὸς ἑκά- στου τὸ εἶδος ἑκάστου ἐστίν· γνόντες οὖν τὸν ὁρισμὸν ἱστάμεθα καὶ οὐκέτι προερχόμεθα λαβόντες πέρας. * * * ἔστι πέρας * * * φανερὸν ὅτι * * * τῶν γὰρ πραγμάτων αἱ γνώσεις * * * φανερὸν ὅτι ὁσαχῶς λέγεται ἡ ἁ * * * καὶ τὸ πέρας, εἴ γε ἐδείχθη καὶ ἡ ἁ * * * πρὸς τούτοις δὲ καὶ τὸ πλεῖον τῆς ἀρχῆς πέρας ἐδείχθη, τὸ δὲ πέρας οὐ * * * λέγεται γὰρ πέρας * * * p. 1022a14 <Τὸ καθὸ λέγεται πολλαχῶς> ἕνα μὲν οὖν] τρόπον. Πληρώσας τὸν περὶ τοῦ πέρατος λόγον ἐντεῦθεν διαλέγεται ἡμῖν περὶ τοῦ καθό, καί φησιν ὅτι καὶ τὸ καθὸ πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ εἶδος καὶ ἡ οὐσία ἑκάστου πράγματος, οἷον καθὸ ἀγαθὸς ὁ ἀνήρ, καθὸ ἀγαθός ἐστιν· ἕνα δὲ πάλιν ἐν ᾧ πέφυκε πρώτῳ γίνεσθαι, οἷον τὸ χρῶμα ἐν τῇ ἐπιφανείᾳ· πρώτως γὰρ ἐν θεωρεῖται. τὸ μὲν οὖν πρώτως λεγόμενον καθὸ τὸ εἶδός ἐστιν, ὥσπερ ἐπὶ τοῦ ἀγαθοῦ εἴρηται· δεύτερον δὲ ὡς ἡ ὕλη ἑκάστου καὶ τὸ ὑποκείμενον ἑκάστῳ, ὡς ἐδείξαμεν. φησὶν οὖν ὅτι ὁσαχῶς λέγεται τὰ αἴτια, τοσαυταχῶς καὶ τὸ καθό, ὥστε τετραχῶς, καὶ ἔτι κατὰ τὴν θέσιν. λέγομεν γὰρ ὅτι κατὰ τί ἐλήλυθε, καθὸ τοῦ τέλους ἐφίεται, καὶ κατὰ τί παραλελόγισται ἢ συλλελόγισται, καθὸ τὸ αἴτιον τοῦ συλλογισμοῦ τοιοῦτόν ἐστιν ἢ τοῦ παραλογισμοῦ. λέγεται γὰρ τὸ καθὸ τὸ κατὰ τὴν θέσιν, ὡς εἴρηκε, καθὸ ἕστηκεν ἐν τῷδε τῷ μέρει ὁ ἀνδριὰς ἢ καθὸ βαδίζει· πάντα γὰρ ταῦτα τόπον καὶ θέσιν σημαί- νουσιν. εἰ οὖν τὸ καθὸ πολλαχῶς, δῆλον ὅτι καὶ τὸ καθ’ αὑτό· ἐκ γὰρ τοῦ καθὸ προῆλθεν. ἕνα μὲν οὖν τρόπον λέγεται τὸ καθ’ αὑτὸ * * * τουτέστιν ὁ ὁρισμὸς ἑκάστου καὶ τὸ εἶδος ἑκάστου, οἷον Καλλίας καὶ τὸ τί ἦν εἶναι Καλλίᾳ· καθ’ αὑτὸ γὰρ ὑπάρχει τῷ Καλ·λίᾳ ὁ ὁρισμὸς αὐτοῦ. ἔτι δὲ καθ’ αὑτὸ λέγεται καὶ ὅσα ἐν τῷ ὁρισμῷ τοῦ πράγματος παραλαμβάνεται, οἷον * * * καθ’ αὑτὸ ὑπάρχει· ἐν γὰρ τῷ ὁρισμῷ παραλαμβάνεται τὸ ζῷον. πάλιν δὲ λέγεται * * * οἷον αὐτῷ ὑπάρχει πρώτῳ ἤγουν τῶν * * * οἷον ἡ ἐπιφάνεια λευκὴ καθ’ αὐτήν, ἐπειδὴ πρώτως αὐτῇ ὑπάρχει τὸ λευκόν, καὶ πάλιν ζῇ ὁ ἄνθρωπος καθ’ α.ὑτό· ἡ γὰρ ψυχὴ μέρος τι τοῦ ἀνθρώπου, ἐν ᾗ πρώτῃ τὸ ζῆν ὑπάρχει. πάλιν λέγεται καθ’ αὑτὸ οὗτινος μὴ ἔστι τι ἄλλο αἴτιον, οἷον τοῦ ἀνθρώπου πολλὰ αἴτια ὑπάρχουσιν, οἷον τὸ ζῷον, τὸ δίπουν, ἀλλὰ καὶ ὁ ἄνθρωπος καθ’ αὑτό ἐστιν ἄνθρωπος οὐ καθὸ ζῷον ἀλλὰ καθὸ ἄνθρωπος. πάλιν δὲ λέγεται καθ’ αὑτὰ τὰ ἴδια, ὅσα μόνῳ ὑπάρχει <καὶ> καθὸ μόνῳ αὐτῷ ὑπάρχει, καὶ ὡρισμένα κατὰ τοῦτο, ὥσπερ τὸ γελαστικὸν τῷ ἀνθρώπῳ. p. 1022b1 Διάθεσις λέγεται τοῦ ἔχοντος μέρη. Διάθεσίς ἔχοντος μέρη τάξις ἢ κατὰ τόπον ἢ κατὰδύναμιν ἢ κατ’ εἶδος, ὥσπερ ἐπὶ τῆς γῆς καὶ τοῦ πυρὸς καὶ τῶν ψυχικῶν δυνάμεων τὴς μορφῆς. διό φησι <θέσιν> γὰρ δεῖ τινα εἶναι, ὥσπερ τοὔνομα δηλοῖ ἡ διάθεσις f καὶ τὸ μέρος, ὥσπερ τοὔνομα καὶ τὴν f. 239b θέσιν οὐχ ἁρμόττει ἐπὶ τῶν ψυχικῶν δυνάμεων οὔτε γὰρ κεῖνται αὗταί που) ἀλλ’ εἰ ἄρ, ἐπὶ τόπου καὶ τῆς μορφῆς. p. 1022b4 Ἕξις δὲ λέγεται ἕνα μὲν τρόπον οἷον ἐνέργειά τις τοῦ ἔχοντος καὶ ἐχομένου. Ἐντεδθεν περὶ τῆς ἕξεως ἡμῖν λέγει, καί φησι πολλαχῶς λέγεσθαι τὴν ἕξιν. καὶ λέγει ὅτι λέγεται ἕξις ἡ ἐνέργεια τοῦ ἔχοντος καὶ ἐχομένου, τουτέστιν αὐτὴ ἡ σχέσις, ὥσπερ τοὐ ἀνδρὸς καὶ τῆς ἐσθῆτος· ἔχει γὰρ ὁ ἀνήρ, ἔχεται δὲ ἡ ἐσθής. λέγεται οὖν ἕξις αὕτη ἡ σχέσις τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου, ὥσπερ τὸ μεταξὺ τοῦ ποιοῦντος καὶ τοῦ ποιουμένου λέγεται π·οίησις καὶ πάλιν τὸ μεταξὺ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου λέγεται κίνησις. οὐκέτι μέντοι, λέγει, ἡμεῖς αὐτοὶ πρὸς τὴν σχέσιν λεγόμεθα ἔχειν σχέσιν· οὕτως γὰρ ἐπ’ ἄπειρον προερχόμεθα. πάλιν, φησίν, ἄλλον τρόπον λέγεται ἕξις ἡ διάθεσις, καθ’ ἣν εὖ καὶ κακῶς διάκειται τὸ διακείμενον ἢ πρὸς ἑαυτὸ ἢ πρὸς ἄλλο. πρὸς ἑαυτὸ μέν, ὥσπερ ἐπὶ τῆς ὑγιείας· ἡνίκα γάρ τις ἔρρωται, λέγεται ἔχειν ἕξιν τὴν ὑγίειαν, καὶ ἡνίκα ἀσφαλής ἐστιν ἡ φιλία, λέγεται ἔχειν ἕξιν τὴν φιλίαν. μεμαθήκαμεν δὲ ἐν Κατηγορίαις ὅτι λέγεται ἡ διάθεσις κατὰ ἰῆς ἕξεως.. λέγεται δὲ ἕξις καὶ ἡ τῶν μερῶν ἀρετή· οὕτως γάρ φαμεν ἔχειν ἕξιν τὸν ὀφθαλμὸν τὸν καλῶς ἐνεργοῦντα καὶ ποιοῦντα τὰς οἰκείας ἐνεργείας. Ταῦτα περὶ τῆς ἕξεως εἰρηκὼς λοιπὸν μετέρχεται καὶ λέγει ἡμῖν περὶ τοῦ πάθους, καί φησιν ὅτι ἕνα μὲν τρόπον πάθος λέγεται ἡ ποιότης, καθ’ ἣν ἀλλοιοῦσθαι ἐνδέχεται, οἷον τὸ λευκαίνεσθαι, τὸ μελαίνεσθαι, τὸ γλυκαίἀλλὰ νεσθαι, τὸ πικραίνεσθαι, ἡ βαρύτης καὶ ἡ κουφότης, οὐχ ὅτι γίνεται μεταβολὴ ἀπὸ βαρύτητος ἐπὶ κουφότητα τὸ γὰρ τοιοῦτο γένεσίς ἐστι καὶ φθορά), ἀλλ’ ὅτι γίνεται ἐπίτασις καὶ ἄνεσις, οἷον ἡνίκα βαρύτερον ἑαυτοῦ γίνεται ἢ κουφότερον ἢ παντελῶς μὴ ὑπάρχει ἢ ὀλίγον. καὶ μάλιστα αἱ βλαβεραὶ ἀλλοιώσεις προσαγορεύονται πάθη, οἷον τὸ θερμαίνεσθαι, τὸ γηρᾶν καὶ ὅσα ἄλλα τοιαῦτα. πρὸς τούτοις λέγονται πάθη καὶ τὰ μεγέθη τῶν συμφορῶν, φορῶν, οἷον τὸ θρηνεῖν, τὸ ἀποβάλλεσθαι φίλον καὶ εἴ τι τοιοῦτον ἢ κτῆμα. Ταῦτα εἰρηκὼς καὶ περὶ τοῦ πάθους ἐφεξῆς μετέρχεται καὶ λέγει ἡμῖν περὶ τῆς στερήσεως, καί φησιν ὅτι στέρησις λέγεται καὶ ἐπὶ τοῦ μὴ πεφυκότος ἔχειν· οὕτως γάρ φαμεν στέρησιν ἔχειν τὸ φυτὸν ὀφθαλμοῦ· καίτοι οὐ πέφυκεν ἔχειν ὀφθαλμοὺς τὸ φυτόν, ἀλλὰ καθὸ τὰ ἐν γενέσει καὶ φθορᾷ πεφύκασιν ἔχειν, κατὰ τοῦτο λέγεται καὶ τοῦτο ἐστερῆσθαι ὡς ὑπάρχον τῶν ἐν γενέσει καὶ φθορᾶ. ἀμέλει τοι ἐπὶ τῶν ἀιδίων οὐκ ἄν τις εἴποι τὸ τοιοῦτον, ἐπειδή, φησί, παντελῶς οὐ πεφύκασιν οὕτω διωργανῶσθαι τὰ ἀίδια. πάλιν λέγεται ἐστερῆσθαι καὶ οὗ τὸ γένος πέφυκεν ἔχειν· οὕτως γὰρ λέγεται ὁ ἀσπάλαξ ἐστερῆσθαι ὀφθαλμῶν κατὰ γένος, οὐχ ὅτι αὐτὸς πέφυκεν ἔχειν, ἀλλ’ ὅτι τὸ γένος αὐτοῦ, τουτέστι τὸ ζῷον. ἀμέλει τοι ὁ ἵππος ὁ μὴ ἔχων ὀφθαλμοὺς καθ’ αὑτὸ λέγεται ἐστερῆσθαι, ἐπειδὴ αὐτὸς πέφυκεν ἔχειν. πάλιν δὲ ἐστερῆσθαι λέγεται καὶ τὸ μὴ πεφυκὸς ἔχειν κατ’ ἐκεῖνον τὸν χρόνον, ὥσπερ ἐπὶ τοῦ σκυλακίου εἴρηται ἐν Κατηγορίαις· ἡ γὰρ τυφλότης στέρησίς τίς ἐστιν, ἀλλὰ τυφλὸς οὐ κατὰ πᾶσαν ἡλικίαν, ἀλλ’ ἡνίκα τεχθῇ, ἐπὶ ὀλίγας ἡμέρας. ἔτι ἡ βιαία ἑκά- στου ἀφαίρεσις στέρησις λέγεται, οἷον ἡνίκα τύραννος ἢ λῃσταὶ βιασάμενοί τινα ἀφέλωνταί τι ἐξ αὐτοῦ, λέγεται ὁ τοιοῦτος στέρησιν ἔχειν τοῦ πράγματος οὗ ἀπώλεσε καὶ πάντα· τὰ διὰ τοῦ ἁ στερητικοῦ ἐστερῆσθαι λέγεται, οἷον ἄφιλος ὁ μὴ ἔχων φίλους, ἄνισον τὸ μὴ ἔχον ἰσότητα, καὶ ἄπουν τὸ μηδ’ ὅλως ἔχον πόδας, ὡς ἐπὶ ὄφεως, ἢ τὸ κακοὺς ἔχον. πάλιν ἄτμητον ἢ τὸ ὅλως μὴ τεμνόμενον, ὥσπερ ὁ ἀδάμας, ἢ τὸ μὴ ῥᾳδίως, ὥσπερ ὁ λίθος. ἔτι τὸ πάντῃ μὴ ἔχον· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμος, ἀλλ’ ὁ παντελῶς μὴ ἔχων. εἰ μὲν γὰρ μὴ ἔχων δύο ὀφθαλμοὺς εὐθέως τυφλότητα εἶχεν ἐν στερήσει τῷ ὄντι ἐλέγετο εἶναι καὶ ὁ ἑτερόφθαλμος· νῦν δὲ ἔστιν ὁρᾶν καὶ τῷ ἑνὶ ὀφθαλμῷ. διὸ οὐ πᾶς λέγεται ἀγαθὸς εἶναι ἢ κακός, ἐπειδὴ οὐκ ἔστιν ἄμεσος ἡ ἀντίθεσις αὕτη, ἀλλ’ ἔστι καὶ μέση ἕξις, ὡς ἐπὶ τῶν παιδίων· οὔτε γὰρ δίκαια λέγονται οὔτε ἄδικα. Ταῦτα εἰρηκὼς περὶ τῆς στερήσεως μ·ετέρχεται ἐπὶ τὸ ἔχειν, καί φησιν ὅτι καὶ τὸ ἔχειν πολλαχῶς λέγεται, ἢ τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν τὸ πρᾶγμα ἐν ᾧ ἐστιν, ἢ τὸ ἄγειν κατὰ τὴν αὑτοῦ ὁρμήν· οὕτως γὰρ λέγεται ἔχειν ὁ πυρετὸς ἐκεῖνον, ἐν ᾧ ἐστιν, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄγει αὐτὸν θερμαίνων αὐτόν. πάλιν λέγεται ὁ τύραννος ἔχειν τὴν πόλιν, ἐπειδὴ κατὰ τὴν ἑαυτοῦ ὁρμὴν ἄγει τὴν πόλιν, ὡς βούλεται πάλιν γεται ὁ χαλκὸς ἔχειν τὸν ἀνδριάντα, ἐπειδὴ ἐν τῷ χαλκῷ θεωρεῖται, καὶ τὸ ζῷον τὸ νόσημα. πάλιν λέγεται ἔχειν καὶ τὸ περιέχον, οἷον καὶ τὸ ἀγγεῖον λέγεται ἔχειν τὰ ὑγρά, ἐπειδὴ ἐμπεριέχονται ἐν αὐτῷ, καὶ ἡ πόλις τοὺς ἀνθρώπους, καὶ ἡ ναῦς ἰοὺς ναύτας· οὕτω δὲ καὶ τὸ ὅλον λέγεται ἔχειν τὰ μέρη, ἐπειδὴ ἐν τῇ ὁλότητι τοῦ ἀνθρώπου ὑπάρχει τὰ μέρη τοῦ ἀνθρώπου καὶ περιέχονται ὑπ’ αὐτῆς. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἔτι τὸ κωλῦον κατὰ τὴν ἑαυτοῦ ὁρμὴν κινεῖσθαί τι ἢ πράττειν ἔχειν λέγεται· οὕτω γὰρ λέγεται ὁ κίων ἔχειν τὴν οἰκίαν, ἐπειδὴ συνέχει αὐτὴν καὶ οὐ συγχωρεῖ πεσεῖν, καὶ ὥσπερ οἱ ποιηταί, φησί, ποιοῦσι τὸν Ἄτλαντα βαστάζειν τὸν οὐρανὸν, καὶ οἱ φυσικοὶ τὴν δίνην αὐτήν, ὥσπερ Ἀναξαγόρας. πάλιν λέγεται ἔχειν τὸ συνέχον, ὡς ὁ φάκελος τὰ λάχανα· λυθέντος γὰρ αὐτοῦ ἐκπίπτουσιν. εἶτά φησιν ὅτι καὶ τὸ ἔν τινι τοσαυταχῶς λέγεται, ὁσαχῶς καὶ τὸ ἔχειν, οἷον ἐν τίνι ἐστὶν ὁ ἄνθρωπος; ἐν πυρετῷ· ἐν τίνι ἐστὶν ἡ πόλις; ἐν τῷ τυράννῳ· ἐν τίνι ἡ οἰκία; ἐν τῶ κίονι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Ταῦτα καὶ περὶ τοῦ ἔν τινι εἰρηκὼς μετέρχεται ἐφεξῆς καὶ λέγει ἡμῖν περὶ τοῦ ἔκ τινος, καί φησιν ὅτ·ι τὸ ἔκ τινος λέγεται ὡς τὸ ἐξ οὗ, τουτέστιν ὡς ἐξ ὕλης· οὕτως γάρ φαμεν τὸν ἀνδριάντα ἐκ τοῦ χαλκοῦ· εἶναι κατὰ τὸ ὕστατον, ἢ κατὰ τὸ πρῶτον γένος, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς ἐκ τοῦ ὕδατός ἐστιν, ὡς εἴρηται ἐν τοῖς Μετεώροις. καὶ πάλιν ἐκ τῆς πρώτης κινησάσης ἀρχῆς, οἷον ἐκ τίνος γέγονεν ἡ μάχη; ἐκ τῆς λοιδορίας· αὕτη γὰρ γέγονεν ἀρχὴ τῆς μάχης. πάλιν δὲ λέγεται ἐξ οὗ καὶ τὸ ἐκ τοῦ συνθέτου, οἷον ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὰ ἔπη ὡς ἐξ ὅλου μέρος, οἷον εἰπέ μοι ἐκ τῆς Ἰλιάδος τόνδε τὸν στίχον, καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι. πάλιν τὰ μὲν ὡς ἐκ τοῦ μέρους τὸ εἶδος, τουτέστι τὸ ὅλον ἐκ τῶν μερῶν, οἷον ἄνθρωπός ἐστιν ἐκ τοῦ δίποδος καὶ τοῦ δύο ἔχειν χεῖρας καὶ εἶναι ὀρθοπεριπατητικὸν πλατυώνυχον. τὰ δὲ πάλιν ἐὰν κατὰ μέρος τι τούτων ὑπάρχῃ. λέγεται γὰρ τὸ τέκνον ἐκ τοῦ πατρὸς καὶ τῆς μητρός, ἐπειδὴ ἡ μὲν μήτηρ ἔχει τὸ καταμήνιον, ὁ δὲ πατὴρ τὸ σπέρμα· καὶ πάλιν ἐκ τῆς γῆς τὸ φυτόν, ἐπειδὴ μέρος συντελεῖ ἡ 77;. πάλιν λέγεται τὸ ἐξ οὗ καὶ τὸ κατὰ χρόνον· οὕτως γάρ φαμεν ἐξ ἡμέρας γίνεσθαι νύκτα καὶ ἐκ νυκτὸς ἡμέραν. πάλιν δὲ λέγεται ἐξ οὗ, ἵνα μὴ ὑποθώμεθα ἐκ τῆς φθορᾶς ἐκείνου τὴν ἄλλου γίνεσθαι γένεσιν, ὥσπερ ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς εἰρήκαμεν, οἷον ἡνίκα φαμὲν ὅτι ἐξ ἰσημερίας ἐγένετο πλοῦς, ἀντὶ του μετὰ τὴν ἰσημερίαν. Ταῦτα εἰπὼν περὶ τοῦ ἐξ οὗ λοιπὸν λέγει ἡμῖν περὶ τοῦ μέρους ὅτι ἕνα μὲν τρόπον λέγεται μέρος τὸ καταμετροῦν τὸ ὅλον, ὥς φησι γεωμέτρης. οὕτως φαμὲν τῶν δέκα μέρος εἶναι τὰ πέντε ὡς καταμετροῦν τὸ ὅλον. πάλιν δὲ λέγεται μέρος οὗ ἀφαιρουμένου κολοβὸν γίνεται τὸ ὅλον, οὐ μέντοι γε καταμετρεῖ τὸ ὅλον, ὥσπερ τὰ δύο τῶν τριῶν ἢ ἡ κεφαλὴ τοῦ ἀνθρώπου. πάλιν λέγεται μέρη καὶ τὰ εἴδη τοῦ γένους, οἷον ὁ ἄνθρωπος καὶ ὁ ἵππος καὶ τὰ ἄλλα πάντα μέρη τοῦ ζῴου, ἐπειδὴ εἰς αὐτὰ διαιρεῖται τὸ ζῷον. πάλιν λέγεται μέρος καὶ τὰ εἰς ἃ διαιρεῖταί τι ἢ ἐξ ὧν σύγκειται· οὕτως γάρ φαμεν μέρος εἶναι τῆς σφαίρας τὸν χαλκόν, τουτέστι τὴν ὕλην, καὶ τὸ εἶδος, ὅπερ καλεῖ γωνίαν. πάλιν λέγεται καὶ τὸ γένος μέρος εἶναι τοῦ εἴδους ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενον· οὕτως γάρ φαμεν τὸ ζῷον μέρος εἶναι τοῦ ἀνθρώπου. ταῦτα εἰπὼν περὶ τοὐ μέρους ·ἐφεξῆς λέγει ἡμῖν περὶ τοῦ ὅλου ὅτι καὶ αὐτὸ πολλαχῶς λέγεται. κυρίως γὰρ ὅλον λέγεται, οὗ τῶν μερῶν μηδὲν ἄπεστιν· οὕτως γὰρ ὁ τέλειος ἄνθρωπος λέγεται ὅλον, ἐπειδὴ οὐδὲν λείπει τῶν μερῶν αὐτοῦ. πάλιν καὶ τὸ περιέχον τὰ περιεχόμενα ὅλον λέ- γεται, † ταὐτὸν δέ ἐστιν. οὕτως γάρ φαμεν ὅλον τὸν οἶκον εἶναι ὡς περιέχοντα πάντα τὰ μόρια ἐν ἑαυτῷ ἐξ ὧν σύγκειται. καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι οὐχ ἁπλῶς τὰ μόριά ἐστιν τὸ ὅλον, ἀλλὰ ἄλλο τι ἔξωθεν προσγινόμενον, ὅπερ πρᾶγμα οὐ προσγίνεται ἄνευ τῆς τῶν μορίων συνθήκης· † ἔπειτα μόριον ὂν ἂν ἦν τὸ ὅλον καὶ ἂν ἐπλήρουν τὰ μόρια τὸ ὅλον μόνα, οὐκέτι ἓν πρᾶγμα ὑπῆρχεν ἀλλὰ πολλά, καθὸ ἐκ τῆς τῶν πολλῶν συνδρομῆς γέγονεν. ὥστε ἕτερόν τι ἐπιγίνεται, ὅπερ ποιεῖ τὸ ὅλον ἄλλο ὑπάρχειν παρὰ τὰ μόρια, οὐ μέντοι γε παραγίνεται ἄνευ τῆς τῶν μορίων συν- δρομῆς. εἶτά φησιν ὅτι τῶν πραγμάτων τὰ μὲν ὅλα λέγονται, τὰ δὲ πάντα, <τὰ> δὲ ἀμφότερα. οἷον ὅλον λέγεται, ὃ διαιρούμενον καὶ ἀφαιρούμενον οὐ μένει τὸ αὐτό· ὁ μέντοι γε ἀὴρ ἢ τὸ πῦρ ἢ τὸ ὕδωρ διαιρούμενα μένουσι τὰ αὐτά· ὥστε ταῦτα πᾶν λέγονται. συναμφότερα δὲ ὡς τὸ ἱμάτιον καὶ ὁ κηρός· καθὸ μὲν γὰρ τὸ αὐτὸ ἱμάτιόν ἐστι, πᾶν λέγεται, καθὸ δὲ τείνεται καὶ συστέλλεται, οὐ μένει τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τοὐ κηροῦ· καθὸ γὰρ ὁ αὐτὸς κηρὸς μένει, πὰν λέγεται, καθὸ δὲ διαφορὰν δέχεται * * * εἶτά φησιν ὅτι καὶ πάντα λέγονται τὰ πλείονα, οἷον πολλὰ ὕδατα, ὥσπερ καὶ ἐπὶ τοῦ ἀριθμοῦ, οἷον πᾶς ἀριθμός, ἐπειδὴ ὁ ἀριθμὸς καθὸ ἀριθμὸς εἰς ἐστιν, αἱ μέντοι γε μονάδες πᾶσαι, ἐπειδὴ διαφέρουσιν ἀλλήλων. ὥστε ἐνταῦθα φαίνεται ἑπόμενος τοῖς Πυθαγορείοις καὶ τῷ Πλάτωνι· κἀκεῖνοι γάρ φασιν ὅτι ἕτερός ἐστιν ὁ ἀριθμὸς παρὰ τὰς μονάδας· τῇ γὰρ σωρείᾳ τῶν μονάδων ἕτερός τις ἐπιγίνεται ἔξωθεν ἀριθμός, ὥστε ἕτερός ἐστιν ἀριθμὸς παρὰ τὴν τῶν μονάδων σωρείαν. p. 1022b4 Ἕξις λέγεται ἕνα μὲν τρόπον. Ἕξις λέγεται ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἔχοντος καὶ τοῦ ἐχομένον, τουτέστιν ἡ σχέσις αὐτή, ὥσπερ πρᾶξίς τις ἢκίνησις. ὥσπερ γὰρ f. 242v ἡνίκα τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, καὶ ἐπὶ πυρὸς καὶ ξύλου ἐστὶ ποίησις μεταξύ, οὕτως καὶ τοῦ ἔχοντος ἐσθῆτα καὶ τῆς ἐχομένης ἐσθῆτος ἐστί τις μεταξὺ ἕξις. ταύτην μὲν οὖν τὴν ἕξιν φανερὸν ὅτι οὐκ ἐνδέχεται ἔχειν, ἵνα ὑποθώμεθα καὶ τὴν σχέσιν αὐτὴν πρὸς ἡμᾶς εἶναι σχέσιν, ἐπεὶ οὕτως εἰς ἄπειρον βαδιούμεθα, εἰ τοῦ ἐχομένου ἔσται ἔχειν τὴν ἕξιν. πάλιν κατ’ ἄλλον τρόπον λέγεται ἕξις διάθεσίς τις, καθ’ ἣν εὖ ἢ κακῶς τις διάκειται, καὶ ἢ καθ’ αὑτὸ ἢ πρὸς ἄλλο· οἷον ἡ ὑγεία ἡ φιλία ἕξεις τινὲς ὑπάρχουσιν, ἀλλ’ ἡ μὲν ὑγεία πρὸς ἑαυτήν, ἡ δὲ φιλίκ πρὸς ἕτερον. πάλιν λέγεται ἕξις καὶ ἐπὶ μορίου εὒ ἔχοντος· διὸ καὶ ἡ τῶν μορίων <ἀρετὴ> ἕξις τίς ἐστιν, ὥσπερ ἡ καλλίστη τοῦ ὀφθαλμοῦ ἐνέργεια. p. 1022b15 Πάθος δὲ λέγεται μὲν τρόπον. εἰπὼν περὶ τῆς ἕξεως τί ἐστιν, ἐντεῦθεν καὶ περὶ πάθους λέγει, καί φησιν ὅτι πάθος λέγεται καθ’ ἕνα μὲν τρόπον ποιότης τις, καθ ἣν ἐνδέχεται ἀλλοιοῦσθαι, οἷον τὸ λευκὸν τὸ μέλαν, τὸ γλυκὺ καὶ πικρόν, ἡ κουφότης καὶ ἡ βαρύτης, καθάπερ ἐν τῇ θεωρίᾳ εἴ- ρηται. ἔτι δὲ καὶ αἱ τούτων ἐνέργειαι καὶ ἀλλοιώσεις, καὶ τούτων μᾶλλον αἱ βλαβεραί, οἷον τὸ κακῶς ἀλλοιοῦσθαι, οἷον τὸ ἀμέτρως θερμαίνεσθαι ἢ ψύχεσθαι. πρὸς τούτοις δὲ καὶ τὰ μεγέθη τῶν συμφορῶν πάθη λέγεται τῷ ἴσχειν πάθος ἐν σώματι. p. 1022b22 Στέρησις λέγεται ἕνα μὲν τρόπον. εἰπὼν περὶ τοῦ πάθους ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς στερήσεως, καί φησιν ὅτι στέρησις λέγεται καθ’ ἕνα μὲν τρόπον, ἐὰν μὴ ἔχῃ τι τῶν πεφυκότων ἔχεσθαι, κἂν μὴ αὐτὸ ὑπάρχῃ πεφυκὸς ἔχειν, οἰον λέγεται τὸ φυτὸν ὀμμάτων ἐστερῆσθαι. κυρίως δὲ τὸ τοιοῦτον οὐκ ἔστι στέρησις, ἀλλὰ μᾶλλον ἀπόφασις, ἐπειδὴ ἡ στέρησις ἔχει καὶ τὴν ἐναντίαν ἕξιν· ἀλλὰ μόνον λέγεται μὴ ἔχειν ὀφθαλμούς· ὥστε κυρίως ἀπόφασίς ἐστι τὸ τοιοῦτον. πάλιν δὲ λέγεται στέρησιν ἔχειν, ἐὰν πεφυκὸς ἔχειν ἢ αὐτὸ ἢ τὸ γένος αὐτοῦ μὴ ἔχῃ, οἷον ἄλλως ὁ τυφλὸς ἵππος καὶ ἄλλως ὁ ἀσπάλαξ ἐστέρηται. ὁ μὲν γὰρ ἀσπάλαξ διὰ τὸ γένος λέγεται ἔχειν τὴν στέρησιν, ἐπειδὴ τὸ ζῷον πέφυκεν ἔχειν ὄψιν. πάλιν λέγεται στέρησις, ἐὰν πεφυκὸς ἔχειν, ὅτε πέφυκεν ἔχειν, μὴ ἔχῃ· ἡ γὰρ τυφλότης στέρησίς· τίς ἐστιν· οὐ γάρ ἐστι τυφλὸς ὁ κατὰ πᾶσαν ἡλικίαν, ἀλλ’ ὲν ᾗ πέφυκεν ἔχειν, ὡς ἐπὶ τοῦ σκυλακίου εἰρήκαμεν. ὁμοίως δὲ καὶ ἐν ᾧ οὔτε γὰρ πεφύκασιν ἔχειν ὀφθαλμοὺς χερσί) καὶ καθ’ ὃν χρόνον διὰ τὸ σκυλάκιον) καὶ πρὸς ὅ οὔτε γὰρ πεφύκαμεν τὰ ἐν οὐρανῷ ὁρᾶν ἢ τὰ ὑπὸ γῆν) καὶ ὡς ἄν μὴ ἔχῃ πεφυκὸς ἔχειν. ὡς ἐπὶ τοῦ ἵππου εἴρηται. πρὸς τούτοις δὲ στέρησις λέγεται καὶ ἡ βίαιος ἀφαίρεσις. καὶ ὁσαχῶς δὲ ἀπὸ τοῦ ἁ ἀπόφασις λέγεται· κυρίως δὲ αὗται οὐχ ὑπάρχουσιν ἀποφάσεις· ὅμως φησὶν ὅτι τοσαυταχῶς αἱ στερήσεις λέγονται. ἄνισον γάρ ἐστι τὸ ξύλον, εἰ τύχοι, τὸ μὴ ἔχον ἰσότητα πεφυκὸς δὲ ἔχειν· ἀόρατον δὲ ἢ τὸ μηδ’ ὅλως ἔχον χρῶμα, ὡς ἐπὶ τοῦ ἀέρος, ἢ τὸ φαύλως ἔχον. πάλιν ἄπουν λέγεται ἢ τὸ μὴ ὅλως ἔχον πόδας ἢ τὸ φαύλους. εἶτα εἰπὼν περὶ τοῦ ποιοῦ λέγει περὶ τοῦ ποσοῦ· φησὶ γὰρ ὅτι καὶ τὸ μικρὸν ἔχειν, οἷον τὸ ἀπύρηνον· τοῦτο δέ ἐστι τὸ φαύλως πως ἔχειν. ἔτι τὸ μὴ ῥᾳδίως ἢ τὸ μὴ καλῶς, οἷον ἄτμητον λέγεται οὐ μόνον τὸ μὴ δυνάμενον τμηθῆναι, ἀλλὰ καὶ τὸ δυσχερῶς τεμνόμενον. ἔτι ἐν στερήσει λέγεται καὶ τὸ πάντῃ μὴ ἔχον· τυφλὸς γὰρ οὐ λέγεται ὁ ἑτερόφθαλμος. ἀλλ’ ὅτων δύο ἐστερημένος. διὸ οὐ πᾶς ἀγαθὸς ἢ κακός, ἢ δίκαιος ἢ ἄδικος, ὡς εἴρηται ἐν τῇ θεωρία. p, 1023a8 Τὸ ἔχειν δὲ λέγεται πολλαχῶς, ἕνα μὲν τὸ ἄγειν. Πληρώσας τὸν περὶ τῆς στερήσεως λόγον ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ ἔχειν, καί φησιν ὅτι καὶ τὸ ἔχειν πολλαχῶς λέγεται, ἕνα μὲν τρόπον τὸ ἄγειν κατὰ τὴν αὑτοῦ φύσιν ἤγουν κατὰ τὴν αὑτοῦ ὁρμήν· διὸ λέγεται πυρετὸς ἔχειν τὸν ἄνθρωπον καὶ ὁ τύραννος τὴν πόλιν καὶ τὴν ἐσθῆτα οἱ ἐνδεδυμένοι. ἄλλον δὲ τρόπον λέγεται ἔχειν ἐν ᾧ ἄν τι ὑπάρχῃ ὡς δεκτικῷ· λέγεται γὰρ ὁ χαλκὸς ἔχειν τὸν ἀνδριάντα, ἐπειδὴ ἐν αὐτῷ ἐστιν ὁ ἀνδριάς, ὁ ἵππος τὴν νόσον. ἄλλον δὲ τρόπον ὡς τὸ περιέχον τὰ περιεχόμενα· ἐν ᾧ γάρ ἐστι περιέχοντι, ὑπὸ τούτου ἔχεσθαι λέγεται, οἷον τὸ ἀγγεῖον ἔχειν τὸ ὑγρόν φαμεν, ἐπειδὴ περιέχει καὶ τὴν πόλιν ·ἀνθρώπους, καὶ τὴν ναῦν ναύτας. οὕτω δὲ καὶ τὸ ὅλον λέγεται ἔχειν τὰ μέρη ὡς ἐν τῷ ὅλῳ θεωρούμενα αὐτά. ἔτι λέγεται ἔχειν τὸ κωλῦον κατὰ τὴν ὁρμὴν αὐτοῦ κινεῖσθαί τι ἢπράττειν, οἷον οἱ κίονες τὰ ἐπικείμενα βάρη, ἐπειδὴ συνέχουσιν αὐτά, καὶ ὡς οἱ ποιηταὶ ποιοῦσι τὸν Ἄτλαντα βαστάζειν τὸν οὐρανὸν ὡς συμπεσόντα ἄν ἐπὶ τὴν γῆν, εἰ μὴ ἀνείχετο, καὶ ὡς οἱ φυσικοὶ ποιοῦσι τὴν δίνησιν ἀνέχειν αὐτόν. ὁμοίως λέγεται ἔχειν καὶ τὸ συνέχειν, ὥσπερ ὁ φάκελος τὰ λάχανα· λυθέντος γὰρ αὐτοῦ διασκορπίζονται. ἰστέον δὲ ὅτι καὶ τὸ ἔν τινι τοσαυταχῶς λέγεται, ὁσαχῶς καὶ τὸ ἔχειν, ὡς ἐδείξαμεν. p. 1023a26 Τὸ ἔκ τινος εἶναι λέγεται. ἐντεῦθεν περὶ ἰοῦ ἔκ τινος ποιεῖται ἡμῖν τὴν τεχνολογίαν καί φησιν αὐτὸ ποσαχῶς λέγεται. ἕνα μὲν τρόπον ἐξ οὗ ἐστι ὡς ὕλης, καὶ τοῦτο διχῶς, ἢ κατὰ τὸ πρῶτον γένος ἢ κατὰ τὸ ὕστατον εἶδος, οἷον κατὰ τὸ πρῶτον ὡς ἅπαντα τὰ τηκτὰ ἐξ ὕδατος, κατὰ δὲ τὸ ὕστερον ὡς ἐκ χαλκοῦ ὁ ἀνδριάς. καὶ πάλιν ἐκ τῆς πρώτης κινησάσης χῆς, οἷον ἐκ τίνος γέγονε * * * πάλιν δὲ λέγεται τὸ ἔκ τινος καὶ ὡς ἐκ τοῦ συνθέτου ἐκ τῆς ὕλης καὶ τῆς μορφῆς, ὥσπερ ἐκ τοῦ ὅλου τὰ μέρη καὶ ἐκ τῆς Ἰλιάδος τὰ ἔπη καὶ ἐκ τῆς οἰκίας οἱ λίθοι· τέλος μὲν γάρ ἐστιν ἡ μορφή, τέλειον δὲ τὸ ἔχον τὸ τέλος. τὰ δὲ ὥσπερ λέγεται ἐκ τῶν μερῶν εἶναι τὸ ὅλον, οἷον ὁ ἄνθρωπος ἐκ τοῦ δίποδος, ὡς εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ, καὶ ἡ συλλαβὴ ἐκ τῶν στοιχείων· ἄλλως γὰρ τούτων τὸ μέν ἐστι τεχνικὸν τὸ δὲ φυσικόν, ὥσπερ ὁ ἀνδριὰς ἐκ τοῦ χαλκοῦ· διό φησιν ἑκτῆς συνθετῆς ὕλης ἡ συνθετὴ οὐσία, ἀλλ’ ἡ μὲν φυσική, ἡ δὲ τεχνητή. ἀλλὰ καὶ τὸ εἶδος λέγεται ἑκτῆς τοὺ εἴδους ὕλης, ὥσπερ ὁ ἄνθρωπος ἐκ τοῦ δίποδος· ἀμφότερα δὲ εἴδη ὑπάρχουσι καὶ τὰ μέρη καὶ τὸ ὅλον. πάλιν λέγεται ἐξ οὗ ἐκ τῶν κατὰ μέρος, οἷον ἐκ πατρὸς καὶ μητρὸς τὸ τέκνον, ἐπειδὴ μέρος τι ἀμφότεροι συντελοῦσι, καὶ πάλιν ὅτι ἐκ τῆς γῆς φυτόν, ὅτι ἔκ τινος μέρους αὐτῆς ἐστι. πάλιν λέγεται τὸ ἔκ τινος καὶ ἐπὶ τοῦ χρόνου, οἷον ἐξ ἡμέρας νὺξ καὶ ἐξ εὐδίας χειμών, ὅτι τοῦτο μετὰ τοῦτο. τούτων δὲ τὰ μὲν τῷ ἔχειν μεταβολὴν εἰς ἄλληλα οὕτως λέγονται μεθ' ὅ, ὥσπερ καὶ τὰ νῦν εἰρημένα, τὰ δὲ τῷ κατὰ χρόνον ἐφεξῆς μόνον, οἷον ἐξ ἰσημερίας ἐγένετο ὁ πλοῦς, ὅτι μετὰ ἰσημερίαν ἐγένετο, καὶ ἐκ Διονυσίων Θαργήλια ἑορτὴ γίνεται τῷ Θαργηλιῶνι μηνί. p. 1023b12 Μέρος λέγεται. ἐντεῦθεν περὶ μέρους ἡμῖν διαλέγεται, καί φησιν ὅτι μέρος ἐστὶ καθ’ ἕνα μὲν τρόπον εἰς ὃ ἄν διαιρεθῇ τὸ ποσὸν ὁπωσοῦν, καταμετροῦν μέρος εἴτε καὶ μή· ἀεὶ γὰρ τὸ ἀφαιρούμενον τοῦ ποσοῦ, τουτέστι τοῦ δεκαπήχου ξύλου, καθὸ ποσόν ἐστι, μέρος λέγεται, εἴτε μετρεῖ εἴτε οὔ. οἷον τῶν τριῶν τὰ δύο μέρος λέγεταί πως μὴ μετροῦν. ἄλλον δὲ τρόπον λέγεται τὸ μετροῦν· διὸ τὰ δύο τῶν τριῶν καὶ μέρος λέγεται καὶ οὐ λέγεται μέρος * * * ὡς δὲ ἐξ αὐτοῦ ὑπάρχον μέρος. ἔτι εἰς ἃ τὸ εἶδος, τουτέστι τὸ γένος, διαιρεῖται ἄνευ τοῦ ποσοῦ, καὶ ταῦτα μέρη αὐτοῦ λέγεται· τὸ γὰρ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, καὶ ἐνταῦθα οὐ θεωρεῖται τὸ ποσόν, καὶ ὅμως μέρη λέγοντι εἶναι τοῦ ζῴου τὸ λογικὸν καὶ τὸ ἄλογον. διό φησιν ὅτι τὰ εἴδη τοῦ γένους εἰσὶ μόρια. εντι λέγονται εἶναι μέρη, εἰς ἃ διαιρεῖταί τι, ἢ ἐξ ὧν σύγκειται τὸ ὅλον ἢ τὸ εἶδος ἢ τὸ ἔχον εἶδος. καὶ ὅλον μὲν λέγει τὸ σωματικόν, εἶδος δὲ τὸ ἀσώματον, ἔχον δὲ τὸ εἶδος τὸ συναμφότερον· ἢ τὰ τρία περὶ τοῦ αὐτοῦ λέγει, οἷον τῆς σφαίρας τῆς χαλκῆς <ἢ> τοῦ κύβου τοῦ χαλκοῦ λέγεται καὶ ὁ χαλκὸς μέρος (τοῦτο δέ ἐστιν ἡ ὕλη ἐν ἡ τὸ εἶδος), λέγεται καὶ ἡ γωνία μέρος, τουτέστι τὸ εἶδος· γωνίαν γὰρ τὸ εἶδος ἐκάλεσεν. ἔτι τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα λέγονται μέρη εἶναι· † τούτων γὰρ τὸ γένος τοῦ εἴδους καὶ ἔσται μέρος·· διὸ τὸ γένος, τουτέστι τὸ ζῷον, μέρος λέγεται δὲ] τοῦ ἀνθρώπου ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενον. ἄλλως δὲ τὸ εἶδος τοῦ γένους λέγεται μέρος ὡς διαιρουμένου τοῦ γένους εἰς αὐτό. p. 1023b26 Ὅλον λέγεται οὗ μηθὲν ἄπεστι μέρος. ἐντεῦθεν τὴν περὶ τοῦ ὅλου τεχνολογίαν παραδίδωσιν ἡμῖν, καί φησιν ὅτι ὅλον λέγεται οὗ μηδὲν ἄπεστι μέρος, ἀλλὰ τὸ πᾶν τελειόν ἐστιν, ἐξ ἐξ ὥν λέγεται τὸ ὅλον φύσει, ὡς ὁ τέλειος ἄνθρωπος, καὶ τὸ περιέχον τὰ περιεχόμενα, ὡς ἕν τι εἶναι ἐκεῖν, ὥσπερ ὁ οἶκος εἶς λέγεται τῷ πάντα; τᾶ συμπληροῦντα αὐτὸν περιέχειν. τοῦτο δὲ διχῶς λέγεται· ἢ γὰρ ὡς ἕκαστον ἕν, <ἢ> αὐτὴ ἡ ὁλότης ἡ ἐπιγινομένη, ὡς ἐκ τούτων τὸ ἓν τῆς τῶν μερῶν συνθέσεως· ἄλλα γὰρ τὰ μέρη καὶ ἄλλο τὸ ἐπιγινόμενον εἶδος. τὸ μὲν γὰρ καθόλου καὶ τὸ ὅλως λέγομεν, ὡς ὅλον τι ὂν τῷ κατηγορεῖσθαι καθ’ ἑκάστου καὶ ἓν ἅπαντα εἶναι ὡς ἕκαστον, καθ' ὧν κατηγορεῖται. οἷον τὸ ζῷον κατηγορεῖται ἀνθρώπου, ἵππου, βοός, κυνός, καὶ πάντα ἕν τι ὑπάρχουσι καὶ ὅλα, ἄνθρωπος, ἵππος, βοῦς, κύων, διότι πάντα ταῦτα ζῷα ὑπάρχουσι. τὸ δὲ συνεχὲς καὶ πεπερασμένον, ὅταν ἕν τι ἐκ πλειόνων ᾖ ἐνυπαρχόντων, μάλιστα μὲν δυνάμει, ὡς ἐπὶ τῆς γραμμῆς, εἰ δὲ μή, ἐνεργείᾳ πως· ἐν γὰρ τῇ γραμμῇ τὰ σημεῖά πως δυνάμει ὑπάρχουσιν, ἐν ἡμῖν δὲ τὰ μέρη ἐνεργείᾳ, καθὸ οἰκεῖον ἕκαστον τούτων ἔχει εἶδος καὶ οἰκείαν περιγραφήν, <ἣν> δύνανται λέγειν εἶναι ἐνεργείᾳ. μᾶλλον δὲ τὰ φυσικὰ μετέχουσι τῆς ἑνώσεως, τουτέστι τὸ ὕδωρ, ἤπερ τὰ τεχνητά, τουτέστι θύρα, ὥσπερ καὶ * * * ἑνότητός τινος. p. 1024a1 Ἔτι τοῦ ποσοῦ. Ἔντεῦθεν περὶ τοῦ παντὸς λέγει ἡμῖν, καί φησιν ὅτι ἐπὶ τοῦ ποσοῦ, ἔχοντος δὲ ἀρχὴν καὶ μέσον καὶ ἔσχατον, ὅσων μὲν μὴ ποιεῖ ἡ θέσις διαφορὰν ἀμειβομένων αὐτῶν, πᾶν λέγεται, ὅσων δὲ ποιεῖ, ὅλον· ὅσα δὲ ἄμφω ἐνδέχεται, καὶ ὅλα καὶ πᾶν, οἷον ὅσων μὲν ἡ αὐτὴ φύσις μένει τῇ διαθέσει, ἡ δὲ μορφὴ οὔ. οἷον τὸ ἱμάτιον καὶ ὁ κηρὸς † πάντα δὲ καὶ κηρὸς καὶ ἱμάτιον, ἄλλο δὲ σχῆμα, ὥστε ἀμφότερα ἔχει· διό φησι καὶ γὰρ ὅλον καὶ πᾶν λέγεται· ἔχει γὰρ ἀμφότερα. ὕδωρ δὲ καὶ ὅσα ὑγρὰ καὶ ἀριθμὸς πᾶς μὲν λέγεται, ὅλος δὲ ἀριθμὸς καὶ ὅλον ὕδωρ οὐ λέγεται, εἰ μὴ μεταφορικῶς, ἐπειδὴ διαιρούμενα φολάττουσι τὸ αὐτὸ σχῆμα. πάντα δὲ λέγονται, ἐφ’ οἷς τὸ πᾶν ὡς ἐφ’ ἑνί, οἷον ὑδάτια πλείονα, πᾶς οὗτος ἀριθμός, πᾶσαι αὗται μονάδες. p. 1024a11 κολοβὸν δὲ λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ υεοιστόν τε δεῖ αὐτὸ εἶναι καὶ ὅλον. ἐντεῦθεν περὶ κολοβοῦ διδάσκει ἡμᾶς τί ἐστι καὶ τὸν τρόπον, καθ’ ὃν λέγεται τὸ κολοβόν· οὔτε γὰρ λέγει ἡμῖν, ποσαχῶς λέγεται τὸ κολοβόν, ἐπειδὴ μοναχῶς μόνον λέγεται. καί φησιν ὅτι τὸ κολοβὸν περὶ τὸ ποσὸν θεωρεῖται· οὔτε γὰρ δυνατόν ἐστι λέγειν κολοβὸν τὸ ἀμερές, ὥστε ἐν ποσῷ θεωρεῖται τὸ κολοβόν. καὶ οὐκ ἐν παντὶ ποσῷ· οὐ γὰρ ἐν τῷ διωρισμένῳ, ἀλλ’ ἐν τῷ συνεχεῖ, καὶ ἐν τῷ συνεχεῖ οὐ παντί· οὐ γὰρ ἐν τῳ ὁμοιομερεῖ ἀλλ’ ἐν τῷ ὀργανικῷ. οἷον οὐ λέγομεν κολοβὸν τὸν τέσσαρα ἀριθμὸν ἀφαιρεθείσης μονάδος ἐξ αὐτοῦ· οὐκέτι γὰρ φυλάττει τὸ αὐτὸ εἰδος· θέλει δὲ τὸ αὐτὸ εἶδος φυλάττεσθαι ἐπὶ τῶν κολοβῶν, παντελῶς δὲ ἕτερον εἶδός ἐστι τοῦ τρία ἀριθμοῦ παρὰ τὸν τέσσαρα ἀριθμόν. ὥστε οὐ δυνατόν ἐστιν ἐπὶ τοῦ διωρισμένου ποσοῦ θεωρεῖσθαι τὸ κολοβόν, ἀλλ’ ἐπὶ τοὐ συνεχοῦς, ὡς ἐπὶ κύλικος· ἐὰν γὰρ ἀφαιρεθῇ τὸ οὖς τῆς κύλικος, κολοβὸν λέγεται εἶναι ἡ κύλιξ· ἔτι γὰρ μένει τὸ εἶδος τῆς κύλικος. ὁμοίως καὶ ῥινὸς ἀφαιρεθείσης ἡ χειρὸς καὶ ἐπὶ πάντων τῶν ὀργανικῶν μέρους τινὸς ἀφαιρεθέντος λέγεται εἶναι τὸ καταλειφθὲν κολοβόν, ἐπειδή, ὡς εἴρηται, μένει πως τὸ αὐτὸ εἶδος· εἰ μέντοι γε καὶ ἡ κεφαλὴ ἀφαιρεθείη, οὐκέτι λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὔτε ὑφέστηκεν ὅλως ἀλλ’ ἔφθαρται· δεῖ δὲ περισώζεσθαι τὰ μέλλοντα λέγεσθαι εἶναι κολοβά. οὔτε δὲ ἐπὶ τῶν ὁμοιομερῶν, ὡς εἴρηται, λέγεται εἶναι τὸ καταλειφθὲν κολοβόν, οἷον ἐὰν ἀπὸ λίθου μέρος τι ἀφαιρεθείη, οὐ λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὐδὲν ἧττον ἐν ἄλλῳ τόπῳ ἐστὶν ὁ λίθος ὁ αὐτὸς ὑπάρχων τῷ ἀφαιρεθέντι. διὸ τὸν φαλακρὸν οὐκ ἄν εἴποιμεν κολοβὸν εἶναι, ἐπειδὴ ἐν ἄλλῳ μέρει τοῦ σώματος αὐτοῦ φύο.νται τρίχες· ἐὰν μέντοι γε ἡ χεὶρ ἀφαιρεθείη, λέγεται τὸ καταλειφθὲν κολοβὸν εἶναι, ἐπειδὴ οὐ δυνατόν, εἰ τύχοι, ἄλλην δεξιὰν γενέσθαι. ταῦτά εἰρηκὼς περὶ τοῦ κολοβοῦ ἐφεξῆς λέγει ἡμῖν καὶ περὶ τοῦ γένους, καί φησιν ὅτι τὸ γένος τετραχῶς λέγεται, ἕνα μὲν τρόπον, καθ’ ὅν πων ἢ τῶν ἵππων. δεύτερον δὲ οἷον αὐτὴ ἡ ἀρχή, οἷον ἐκ τοῦ Ταντάλου Τανταλίδαι καὶ ἐκ τοῦ Πέλοπος Πελοπίδαι, ὡς εἴρηται ἐν τῇ Εἐσαγωγῇ Π(??) Ιορφυρίου, καὶ ὅτι ἀπὸ ἀρρένων λέγονται τὰ γένη οὐκ ἀπὸ θηλειῶν, ἐπειδὴ τιμιώτερον, * * * οἷον Αἰγύπτιοι καὶ ὅσα ἄλλα τοιαῦτα. τρίτον σημαινόμενον κατὰ τὸ ὑποκείμενον ὥσπερ τὸ ἐπίπεδον γένος λέγεται πάντων τῶν σχημάτων (tjov) ὑποκειμένων αὐτῷ. τέταρτον ἐκ τοῦ μέρους τῶν εἰς τὸν ὁρισμὸν παραλαμβανομένων· οὕτως γάρ φαμεν τὸ ζῷον γένος εἶναί ἀνθρώπου καὶ ἵππου καὶ τῶν ἄλλων ἁπάντων τῶν τοιούτων. ταῦτα εἰρηκὼς περὶ τοῦ γένους φησὶν ὅτι ἕτερα δὲ τῷ γένει διχῶς λέγονται· ἅπαντα γὰρ πρὸς τὰ τελευταῖα σημαινόμενα τοῦ γένους, οὐ πρὸς τὰ πρότερα διὰ τὸ ἀσαφὲς αὐτῶν. φησὶν οὖν ὅτι τὰ ἕτερα τῷ γένει διχῶς λέγονται, ὧν ἕτερόν ἐστι τὸ πρῶτον ὑποκείμενον καὶ ὅταν μὴ ἀναλύηται θάτερον εἰς τὸ ἕτερον, οἷον ὡς ἐπὶ τοῦ λίθου, εἰ τύχοι, καὶ τοῦ χαλκοῦ τοῦ μὲν γὰρ χαλκοῦ γένος ἐστὶν ὑποκείμενον ἡ ἀτμίς, εἰ τύχοι, τοῦ δὲ λίθου ἡ ξηρὰ ἀναθυμίασις), καὶ πάλιν ὡς ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ κρυστάλλου. οὔτε γὰρ ἀναλύεται ὁ χαλκὸς εἰς τὸν κρύσταλλον. Ταῦτα εἰρηκὼς ἐφεξῆς λέγει ἡμῖν περὶ τοῦ ψεύδους, καί φησιν ὅτι τὸ ψεῦδος διχῶς λέγεται· ἢ γὰρ ἐν πράγμασί θεωρεῖται ἢ ἐν λόγῳ. καὶ f. 246v ἰδοὺ ἐνταῦθα ἄντικρυς ὁμολογεῖ ὅτι τὸ ψεῦδος οὐκ ἐν μόνοις τοῖς λόγοις θεωρεῖται, ἀλλὰ καὶ ἐν τοῖς πράγμασι. καί φησιν ὅτι τὸ ψεῦδος τὸ ἐν τοῖς πράγμασιν ἁπλοῦν ἐστι, καὶ οὐχ ὥσπερ ἐν τοῖς λόγοις περὶ σύνθεσιν καὶ διαίρεσιν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρεῖται, ὡς εἴρηται ἐν Κατηγορίαις· πάντως γὰρ χρεία ἐστὶν ἄλλο ἄλλου καταφῆσαι ἢ ἀποφῆσαι, ἵνα οὕτως τὸ ἀληθὲς καὶ τὸ ψεῦδος θεωρηθείη. ἐπὶ μέντοι γε τῶν πραγμάτων, ὡς εἴ- ρηται, ἁπλοῦν ἐστιν, οἷον αὐτὸ τὸ μὴ ὂν καὶ ἡ ἀνυπαρξία τοῦ πράγματος, ὥσπερ ἐπὶ τῆς διαμέτρου φαμὲν ὅτι ἡ διάμετρος σύμμετρός ἐστι τῇ πλευρᾷ ἢ τὸ σὲ καθῆσθαι· τούτων γὰρ τὸ] ψεῦδος τὸ μὲν ἀεί ἐστι, φησίν, ὡς ἐπὶ τῆς διαμέτρου, τὸ δὲ ποτέ, ὡς ἐπὶ τοῦ καθῆσθαι· δυνατὸν γὰρ ὕστερον καθῆσθαι τὸν νῦν μὴ καθήμενον. φαίνεται δὲ καὶ ἐπὶ πραγμάτων τὸ ψεῦδος, ἐφ’ ὧν πέφυκε φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἃ μή ἐστιν, οἷον ὡς ἐπὶ τῆς σκιαγραφίας· εἰ γὰρ σκιαγραφήσει τις τὸν Σωκράτη, ἐπειδὴ ἔχει τινὰ ὁμοιότητα πρὸς τὸν Θεαίτητον, δόξει ἡ σκιαγραφία τοῦ Θεαιτήτου εἶναι, ἐπειδὴ ἔχει τι αὐτοῦ· οὐκ ἔστι δὲ αὐτοῦ. ἐπὶ μέντοι γε τῶν ὀνείρων παντελῶς ἐστιν ἐξαλλαγὴ τοῦ πράγματος· ὁρᾷ γάρ τις ἑαυτὸν πολλάκις ἱπτάμενον, ὅπερ οὐδὲ ὅλως ἔχει τὴν τῶν πραγμάτων ἀλήθειαν. ταῦτα εἰρηκὼς περὶ τῶν πραγμάτων ἐφεξῆς λέγει καὶ περὶ τῶν λόγων, καί φησιν ὅτι ὁ ἐπί τινος εἴδους ἀληθὴς λόγος πάντως ἐπὶ ἄλλου ψευδής, οἷον ἐπὶ τοῦ κύκλου ἀληθής ἐστιν ὁ λόγος ὁ λέγων σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, καὶ ὅσα ἄλλα εἴρηται περὶ αὐτοῦ· οὗτος τοίνυν ὁ λόγος ἐπὶ ἄλλων παντελῶς ψευδής ἐστιν· οὔτε γὰρ ἀληθὴς ἐπὶ τριγώνου ἐστὶν ἢ ἐπὶ τετραγώνου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὁ μέντοι γε ψευδὴς λόγος οὐ πάντως καὶ ἐπὶ ἄλλων ψευδὴς ὑπάρχει. οἷον λέγω ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι τετράπουν ἄπουν· οὗτος ὁ λόγος καὶ ἐπὶ ἀνθρώπου ψευδὴς δὴς ὑπάρχει καὶ ἐπὶ πάντων τῶν ἄλλων, ἵνα τὸ ὅλον τοῦτο ἔχῃ καὶ τὸν ἄνθρωπον σὺν αὐτῷ ὁ λόγος οὗτος. ἐὰν μέντοι γε εἴπω ὅτι ζῷον λογικὸν ἀθάνατον, ἐπὶ μὲν ἀνθρώπου ψευδής, φησίν, ὑπάρχει, ἐπὶ δὲ ἀγγέλου οὐκ ἔστι ψεῦδος. τὸ αὐτὸ δὲ δύναται εἶναι ἀληθὲς καὶ μοναχῶς λεγόμενον καὶ πολλαχῶς, ἐπειδὴ καὶ οὕτως ἔχει φύσεως αὐτὸ τὸ πρᾶγμα. ἐὰν γὰρ εἴπω μοναχῶς ὅτι Σωκράτης, ἀληθές λέγω· πάλιν δὲ κἂν ἰὰ συμβεβηκότα συμπλέξας τῇ οὐσίᾳ οὕτως εἴπω, οὐδὲν ἧττον ἀληθὲς λέγω, οἷον Σωκράτης μουσικὸς φαλακρός. ὁ μέντοι γε ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος, ὡς ἐπὶ τοῦ ἀνθρώπου καὶ. τοῦ τετράποδος καὶ ἄποδος εἰρήκανεβ, διὸ Ἀντισθένης οὐ καλῶς ἐπειρᾶτο δεικνύναι ὅτι οὐ δυνατόν ἐστιν ἀντιλέγειν, λέγων οὕτως ὅτι ἢ σύμφωνα ἑαυτοῖς διαλέγονται ἢ οὐ συμφωνα· ἀλλ’ εἰ μὲν σύμφωνα, οὐκ ἔστιν ἀντιλέγειν αὐτὸ γὰρ τοῦτο συμ- φωνοῦσιν ἀλλήλοις)· εἰ δὲ μὴ σύμφωνα λέγουσι, κατὰ διαφόρων πραγμάτων φέρονται, ὥστε οὐδ’ οὕτως ἀντιλέγουσιν, εἴ γε μηδὲ περὶ τοῦ αὐτοῦ πράγματος τὸν λόγον ποιοῦντι. ταῦτα δὲ ἔλεγεν ὁ Ἀντισθένης ὑπολαμ- βάνων ὅ τι οὐκ ἔστι· καὶ ὁ ψευδόμενος γὰρ κατὰ τοῦ αὐτοῦ φέρεται καὶ ὁ ἀληθεύων ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή· ὥστε ἔστιν ἀντιλέγειν. ἔστιν οὐ * * * παντελῶς μὲν οὖν ὡς ἐπὶ τοῦ λέγοντος θνητὴν εἶναι τὴν ψυχήν, ἐπί τι δὲ ὡς ἐπὶ τοῦ λέγοντος πόδας Ἴδης κατὰ ἀναλογίαν γὰρ εἴρηται), ἢ ὅτι τὰ ὀκτὼ διπλάσια τῶν τεσσάρων ὑπάρχουσιν· ἀπὸ γὰρ τῶν δύο ἐστὶ τὸ διπλάσιον. εἶτά φησιν ὅτι ὁ ψευδόμενος διὰ κέρδος ἢ διὰ δόξαν λέγεται ψεύδεσθαι, διὰ κέρδος, ὥσπερ ὁ ἐμπορευόμενος, διὰ δόξαν, ὥσπερ ὁ ἐρῶν αὐτῆς· κυρίως δὲ ψεύστης ἐστὶν ὁ δι’ αὐτὸ τὸ ψεύδεσθαι τοῦτο ποιῶν καὶ μὴ δι’ ἕτερόν τι, ἀλλὰ τοιαύτην ἕξιν ἔχων καὶ τοῦτον ἔχων σκοπὸν τὸ ψεύδεσθαι. διό, φησίν, ὁ ἐν τῷ Ἱππίᾳ τῷ διαλόγῳ συλλογι- ζόμενος παραλογίζεται ἡμᾶς· ἐκεῖσε γὰρ πειρᾶται δεικνύναι ὁ Πλατῶν ὅτι ὁ ἑκὼν ψευδόμενος κρείττων ἐστὶ τοῦ ἄκοντος ψευδομένου, ὥσπερ καὶ ὁ ἑκὼν χωλεύων τοῦ ἄκοντος χωλεύοντος. ὥστε κατά γε τοῦτον τὸν λόγον ὁ ἑκὼν πηρώσας τοὺς πόδας κρείττων ἐστὶν τοῦ ἄκοντος τοῦτο ὑπομείναν- τος, οπερ ουκ εστι. φαμεν ουν οτι ὀ ὅτι ὁ ἑκὼν ψευδόμενος ἐπὶ συμφέροντι, ὥσπερ ἐπὶ τῶν ψευσαμένων τὸ Φοινίκιον ψεῦσμα καὶ εἰπόντων ὅτι αὐτόχθονες ὑπάρχουσιν οἱ πολῖται, ἵνα μᾶλλον γένωνται ἐρασταὶ τῆς πόλεως· ἐπεὶ ὁ ἐπὶ βλάβῃ ψευδόμενος ὁμολογουμένως χείρων ἐστὶ τοῦ ἄκοντος ψευδομένου. ἐστι τὸ ἐπ’ ἔλαττον, οἷον ἐπὶ τοῦ εὑρηκότος θησαυρὸν ἐν τῷ ὀρύττειν· πάντα γὰρ τὰ τοιαῦτα τῶν ὡς ἐπ’ ἔλαττον ὑπάρχουσι· καὶ ὅταν δι’ ἄλλο τις προελθὼν περιτύχοι φίλῳ τινὶ ᾧ μὴ προσεδόκα. καὶ ἀπλῶς οὐκ ἔστι κυρίως ὡρισμένον τὸ αἴτιον τοῦ συμβεβηκότος. λέγεται καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχει ἑκάστῳ καθ’ αὑτὸ τῷ πράγματι, οἷον τῷ τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ταῦτα μὲν οὖν ἀίδιά φησι, τὸ δὲ τοῦ θησαυροῦ οὐκ ἀίδιον. p. 1024a11 Κολοβὸν τῶν ποσῶν οὐ τὸ τυχόν. Ὅ λέγει τοῦτό ἐστιν, ὅτι κολοβὸν λέγεται τῶν ποσῶν οὐ τὸ τυχόν, ἀλλὰ δεῖ αὐτὸ μεριστὸν εἶναι. ἄνευ γὰρ τοῦ ποσοῦ οὐ θεωρεῖται τὸ κολοβόν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ· ἐπὶ δὲ τοῦ ἀριθμοῦ οὐ θεωρεῖται τὸ κο- λοβόν. τά τε γὰρ δύο οὐ λέγονται κολοβὰ θατέρου ἀφαιρουμένου (οὐ γάρ f. 248r ἐστιν ἴσον τὸ κολόβωμα καὶ τὸ λοιπόν), οὐδὲ ὅλως ἀριθμὸς οὐδείς, ἐπειδὴ ὑπὸ τὸ διωρισμένον ποσὸν τελεῖ, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ. καὶ γὰρ τὴν οὐσίαν καὶ τὸ εἶδος δεῖ μένειν τοῦ γινομένου κολοβοῦ, οἷον εἰ ‘κύλιξ κολοβὸς εἴη, δεῖ μένειν τὴν κύλικα· ὁδὲ ἀριθμὸς οὐκέτι ὁ αὐτὸς μένει, εἰ καὶ ἀνομοιομερὴς ὑπάρχει ὁ ἀριθμός· διάφορα γὰρ τὰ τρία τῶν δύο, ἐπειδὴ ἐναλλάττεται τὸ εἶδος ἐπ’ αὐτῶν. καθόλου οὖν, ὧν ἡ θέσις οὐ ποιεῖ διαφοράν, ταῦτα οὐ λέγονται εἶναι κολοβά, οἷον ὕδωρ, πῦρ· ταὐτὸ γάρ ἐστιν ὕδωρ τὸ ἀφαιρούμενον τῷ καταλιμπανομένῳ, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πυρός· διό φησιν ἀλλὰ δεῖ τοιαῦτα εἶναι, ἃ κατὰ τὴν οὐσίαν θέ.σιν ἔχει. πρὸς δὲ τούτοις δεῖ αὐτὰ εἶναι καὶ συνεχῆ· ἡ γὰρ ἁρμονία ἐξ ἀνομοιομερῶν μὲν ὑπάρχει καὶ θέσιν ἔχει, κολοβὸς δὲ οὐ λέγεται φθειρομένης, εἰ τύχοι, τῆς νήτης· τελείως γὰρ ἀπόλλυται ἡ ἁρμονία πᾶσα, δεῖ δὲ σώζεσθαι τὸ εἶδος ἐπὶ τῶν κολοβῶν. πρὸς δὲ τούτοις οὐδὲ ὅσα ἄλλα, οὐδὲ ταῦτα στερήσει τοῦ τυχόντος μορίου κολοβὰ γίνονται· οὐ γὰρ δεῖ οὔτε τὰ κυρίως μόρια τῆς οὐσίας ἀφαιρεῖν, οἷον κεφαλήν, ἐπεὶ φθείρεται τὸ πᾶν καί πως τὸ μὴ ὂν λεχθείη ἄν κολοβόν, οὔτε δὲ τὰ ὁπουοῦν ὑπάρχοντα, οἷον ἄν σχοίη <τρύπημα> ἡ κύλιξ, οὐ λέγεται εἶναι κολοβός, ἐπειδὴ οὐκέτι ποιεῖ τὰ τῆς κύλικος ἐκχεῖται γὰρ τὸ πόμα), ἀλλ’ ἐὰν τὸ οὖς ἀκρωτηριασθῇ. καὶ ὁ ἄνθρωπος οὐκ ἐὰν σάρκα ἢ τὸν σπλῆνα ἀφαιρεθείη, ἀλλ’ ἐὰν ἀκρωτηριασθῇ χεῖρα. εἴρηται γὰρ καὶ ἐν τῇ θεωρίᾳ ὅτι ἡ ἀφαίρεσις τῶν ὁμοιομερῶν οὐ ποιεῖ κολοβὸν τὸ καταλειφθὲν, καὶ τὴν αἰτίαν προστεθείκαμεν. σπλῆνα δὲ ἔλαβεν ὡς μὴ φαινόμενον, ἐπεὶ ὀργανικόν ἐστι. καὶ ἀκρωτήριόν οὐ πάν, ἀλλ’ ὃ μὴ ἔχει γένεσιν ἀφαιρεθὲν ὅλον, ὥσπερ ἐπὶ τῆς δεξιᾶς χειρός. διὰ τοῦτο οἱ φαλακροὶ οὐ λέγονται εἶναι κολοβοί, ἐπειδὴ ἐν ἄλλῳ τόπῳ φύονται τρίχες. p. 1024a29 Γένος λέγεται τὸ μὲν ἐὰν ἡ γένεσις συνεχής. Ἐντεῦθεν περὶ τοῦ γένους λέγει ἡμῖν ποσαχῶς λέγεται, καί φησιν ὅτι γένος λέγεται, ἐὰν ἡ γένεσις ᾖ συνεχὴς τῶν τὸ εἶδος ἐχόντων τὸ αὐτό, οἷον λέγεται ἕως ἄν * * * ἡ γένεσις αὐτῶν συνεχής. δεύτερον δὲ τὸ ἀφ’ οὗ ἂν ὦσιν πρώτου κινήσαντος εἰς τὸ εἶναι· οὕτω γὰρ οἱ μὲν λέγονται Ἕλληνες εἶναι τὸ γένος, οἱ δὲ Ἴωνες τῷ τοὺς μὲν ἀπὸ Ἕλληνος κατάγεσθαι, τοὺς δὲ ἀπὸ Ἴωνος τοῦ πρώτου γεννήσαντος. μᾶλλον δὲ λέγονται ἀπὸ τοῦ ἄρρενος τοῦ ποιητικοῦ ἤπερ ἀπὸ τῆς θηλείας τοῦ ὑλικοῦ αἰτίου, οἷον ἀπὸ Πύρρας. τρίτον σημαινόμενόν ἐστι τοῦ γένους, καθ’ ὅ φαμεν ὅτι τὸ ἐπίπεδον τῶν σχημάτων γένος ὡς ὑποκείμενον, καὶ τὸ στερεὸν τῶν στερεῶν· ἕκαστον δὲ τῶν σχημάτων τὸ μὲν ἐπίπεδον τοιονδί, τὸ δὲ στερεὸν τοιονδί· τοῦτο δέ ἐστι τὸ ὑποκείμενον ταῖς διαφοραῖς. τέταρτον σημαινόμενον ὡς ἐν τοῖς λόγοις τὸ πρῶτον ἐνυπάρχον, ὃ λέγεται ἐν τῷ τί ἐστι, τουτέστι τῶν παραλαμβανομένων εἰς τὸν ὁρισμόν, οὗτινος αἱ διαφοραὶ ποιότητες λέγονται. ὥστε τοσαυταχῶς λέγεται τὸ γένος, τὸ μὲν κατὰ γένεσιν συνεχῆ τοὐ αὐτοῦ εἴδους, τὸ δὲ κατὰ τὸ πρῶτον κινῆσαν ὁμοειδές. ὡς ἐπὶ του πατρός, τὸ δὲ ὡς ἡ ὕλη, τουτέστι τὸ ὑποκείμενον. p. 1024b9 Ἕτερα δὲ τῷ γένει λέγεται. ἐντεῦθεν λέγει ἡμῖν περὶ τῶν ἑτερογενῶν, καί φησιν ὅτι ἕτερα δὲ τῷ γένει λέγονται εἶναι ὧν ἕτερόν ἐστι τὸ πρῶτον ὑποκείμενον καὶ μὴ ἀναλύεται θάτερον εἰς θάτερον, ὡς ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ κρυστάλλου εἰρήκαμεν, μηδὲ ἄμφω εἰς ταὐτόν, φησὶν αὐτός, οἷον τὸ εἶδος καὶ ἡ ὕλη ἕτερα τῷ γένει ὑπάρχουσιν· οὔτε γὰρ ἀναλύονται εἰς ἄλληλα. καὶ ὅσα ὑπὸ διαφόρους τελοῦσι κατηγορίας· τῶν γὰρ ὄντων τὰ μὲν οὐσίας δηλοῦσι, τὰ δ.ὲ ποσόν, τὰ δὲ ποιόν, ὡς διῄρηνται ἐν Κατηγορίαις· οὔτε γὰρ εἰς ταὐτὰ ἀναλύονται, οὔτε εἰς ἄλληλα οὔτε εἰς ἕν τι· τὸ γὰρ ὂν ὁμωνύμως αὐτῶν κατηγορεῖται. p. 1024b17 Τὸ ψεῦδος λέγεται ἐν μὲν τρόπον ὡς τὸ] πρᾶγμα. ἐντεῦθεν περὶ τοῦ ψεύδους λέγει ἡμῖν, καί φησιν ὅτι τὸ ψεῦδος λέγεται ἕνα μὲν τρόπον ὡς πρᾶγμα ψεδδος· καὶ τούτου τὸ μὲν τῷ μὴ σογκεῖσθαι ἢ ἀδύνατον εἶναι συντεθῆναι (ἁπλῆν γὰρ φύσιν δηλοῖ τὸ ψεδδος ἐπὶ τῶν πραγμάτων), ὥσπερ λέγεται τὸ τὴν διάμετρον εἶναι σύμμετρον ἢ τὸ σὲ καθῆσθαι. τούτων γὰρ τὸ μὲν ἀίδιον ψεῦδος τὸ τῆς διαμέτρου, τὸ δὲ οὐκ ἀίδιον τὸ τοῦ καθῆσθαι· οὕτω γὰρ ὑπάρχουσι ταῦτα οὐκ ὄντα. τὰ δὲ λέγεται εἶτιν ψευδῆ, ὅσα ἐστὶ μὲν ὄντα, πέφυκε μέντοι φαίνεσθαι ἢ μὴ οἷά ἐστιν ἢ ἅτινα παντελῶς μή ἐστιν, οἷον ἡ σκιαγραφία καὶ ἐνύπνια· ταῦτα γὰρ ἔστι μέν τι ἀλλ'οὐχ ὧν ἐμποιεῖ τὴν φαντασίαν, τουτέστιν οὐκ ἀληθῆ ὑπάρχουσιν· οὔτε γὰρ ὁ θεώμενος ἑαυτὸν εἶναι] ἐν ὕπνοις ἱπτάμενον ἤδη παὶ πτερὰ ἔχει. τὰ μὲν οὖν οὕτω λέγονται εἶναι ψευδῆ, ἢ τῷ μὴ εἶναι αὐτὰ παντελῶς, ἢ τῷ τὴν ἀπ’ αὐτῶν φαντασίαν μὴ ὄντως εἶναι, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. λόγος δέ ἐστι ψευδὴς ὁ τῶν μὴ ὄντων, καθὸ ψευδὴς ὑπάρχει· εἰ γὰρ ἀναιρεῖ τὸ μὴ ὄν, οὐκ ἔστι ψευδής, διὸ προσέθηκε τὸ καθὸ ψευδὴς ὑπάρχει. ὅθεν ὁ] πᾶς λόγος ψευδὴς ἑτέρου παρ’ ἐκεῖνον, ἐφ’ οὗ καὶ ἀληθής ἐστιν, οἷον ὁ τοῦ κύκλου ἀληθὴς λόγος ψευδὴς γίνεται ἐπὶ τριγώνου. ἑκάστου δὲ πράγματος λόγος ἔστιν ὡς εἷς ἐστιν ὁ ὁριστικὸς αὐτοῦ λόγος, ἔστι δ’ ὡς πολλοί, ἐπεὶ τὸ αὐτό ἐστι καὶ ἡ οὐσία ἅμα τοῖς συμβεβηκόσιν, ὅπερ ἐκάλεσε πεπονθὸς, οἷον Σωκράτης καὶ Σωκράτης μουσικός. ὁδὲ ψευδὴς λόγος οὐδενός ἐστιν ἁπλῶς λόγος· διὸ καὶ Ἀντισθένης, φησίν, ἀνοήτως ὑπελάμβανε μηθὲν ἀξιῶν λέγεσθαι πλὴν τῷ οἰκείῶ λόγῳ ἓν ἐφ' ἑνός· συνέβαινε μὴ εἶναι ἀντιλέγειν κατ’ αὐτόν, σχεδὸν δὲ μηδὲ ψεύδεσθαι, εἴ γε ψεῦδος ὑπάρχει ὅπου ἀντιλογία· θάτερον γὰρ ἀνάγκη ἐστὶν ἀληθεύειν. ἔστι δὲ ἕκαστον λέγειν περί τινος οὐ μόνον ἐν] τῷ αὐτοῦ λόγῳ, τουτέστιν ἀληθῶς περὶ τοῦ πράγματος, ἀλλὰ καὶ τῷ ἑτέρου, ψευδῶς μὲν καὶ παντελῶς, ἔστι δὲ ὡς καὶ ἀληθῶς, ὥσπερ τὰ ὀκτὼ διπλάσια ὑπάρχουσι τῷ τῆς δυάδος λόγῳ. τὰ μὲν οὖν οὕτως λέγονται ψευδῆ· ἄνθρωπος δὲ κυρίως λέγεται ψευδὴς ὁ εὐχερὴς προαιρετικὸς τῶν τοιούτων λόγων μὴ δι’ ἕτερόν τι, οἷον διὰ κέρδος ἢ διὰ φιλοτιμίαν, ἀλλὰ καὶ δι’ αὐτὸ τὸ ψεύ- δεσθαι, ἵνα ὑποθώμεθα αὐτὸν καὶ πλάττεσθαι τὸ ψεῦδος διὰ τὸ χαίρειν τῷ ψεύδει, ὥσπερ φαμὲν καὶ πράγματα ψευδῆ εἶναι, ἐμποιεῖ φαντασίαν ψευδῆ, ὡς ἐπὶ τῆς σκιαγραφίας. διὸ ὁ ἐν τῷ Ἱππίᾳ λόγος παραλογίζεται ὅτι ὁ αὐτὸς ψευδὴς καὶ ἀληθὴς ὑπάρχει· τὸν δυνάμενον γὰρ ψεύσασθαι λαμβάνει ἐκεῖσε ψευδῆ· οὗτος δέ, φησίν, ἐστὶν ὁ εἰδὼς καὶ φρόνιμος, ὁ εἰδὼς ψεύδεσθαι. δύναται γὰρ οὗτος, ἅτε δὴ ἐπιστήμων ὑπάρχων, καὶ ἐκκλίνειν τὰ ψευδῆ· τῶν γὰρ ἐναντίων μία ἐστὶν ἐπιστήμη. καί φησιν ἐκεῖσε ὅτι ὁ ἑκὼν λέγων τὰ φαῦλα βελτίων ὑπάρχει τοῦ ἄκοντος ψευδομένου. τοῦτο δὲ ψευδὲς κατασκευάζει ὁ Πλατῶν διὰ τῆς ἐπαγωγῆς· φησὶ γὰρ ἐκεῖσε ὅτι, ὥσπερ ὁ ἑκὼν χωλεύων κρείττων ἐστὶ τοὐ ἄκοντος χωλεύοντος, οὕτως καὶ ἐπὶ ·τοῦ ψεύδους * * * φησίν, ἐπεὶ εἴ γε ὁ] ἑκὼν χωλεύων, χείρων ἐστὶν ἴσως, ὥσπερ καὶ ἐπὶ τοῦ ἤθους, καὶ οὗτος, τουτέστιν ὁ ἑκὼν πηρώσας ἑαυτόν, τοῦ ἄκοντος. p. 1025a14 Συμβεβηκὸς λέγεται. ἐντεῦθεν ·λέγει ἡμῖν περὶ τοῦ συμβεβηκότος, καί φησιν οὕτως ὅτι συμβεβηκὸς λέγεται, ὅπερ δυνατόν ἐστι καὶ ἀληθεύειν, οὐ μέντοι γε ἐξ ἀνάγκης οὔτε ὡς ἐπὶ τὸ πολύ, οἷον ἐάν τις ἐν τῷ ὀρύττειν καὶ φυτεύειν εὕρῃ θησαυρόν· οὔτε γὰρ ἐξ ἀνάγκης ἐστὶ τὸ τοιοῦτο οὔτε ὡς ἐπὶ τὸ πολὺ ὀρύττων τις περιτυγχάνει θησαυρῷ. ἐπεὶ οὖν οὔτε ἐξ ἀνάγκης τοῦτό ἐστιν οὔτε ὡς ἐπὶ τὸ πολύ, συμβεβηκέναι αὐτὸ λέγομεν. ὥστε ἐπειδὴ ἔστιν ὑπάρχον τι καὶ τινί, καὶ ἔνια τούτων καὶ ποδ καὶ ποτέ, ὅτι ἂν ὑπάρχῃ μέν ἀλλὰ μὴ διότι ἢ νῦν ἢ ἐνταῦθα, τὸ τοιοῦτο συμβεβηκός ἐστιν, ὥσπερ ἐπὶ τοῦ προελθόντος δι’ ἕτερόν τι πρᾶγμα καὶ περιτυχόντος φίλῳ, ὃν οὐ προσεδόκα θεάσασθαι. ἄλλως τε δὴ οὐδέν ἐστιν αἴτιον ὡρισμένον τοῦ συμβεβηκότος, ἀλλὰ τυχόν, ὥσπερ τοῦ θέρους, εἰ τύχοι, τὸ εἶναι τὸν ἥλιον ἐν καρκίνῳ· τοῦτο δὲ ἀόριστον. συνέβα τὸ εἰς Αἴγιναν ἐλθεῖν, εἰ μὴ διὰ τοῦτο ἀφίκετο, ἀλλ’ ὑπὸ χειμῶνος ἀναγκασθεὶς ἐκεῖσε παρεγένετο. ὥστε γέγονε τοῦτο καὶ ἔστι συμβεβηκός, ἀλλ’ οὐχ ᾗ αὐτὸ ἀλλὰ καθὸ ἕτερον· ὁ γὰρ χειμὼν αἴτιος τοῦ μὴ ὅπου ἔπλει ἐλθεῖν. λέγεται δὲ καὶ ἄλλως συμβεβηκός, οἷον ὅσα ὑπάρχουσιν ἑκάστῳ καθ’ αὑτὸ μὴ ἐν τῇ οὐσίᾳ ὄντα, οἷον τῷ τριγώνῳ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἔχειν ἴσας· οὔτε γὰρ εἰς τὸν ὁρισμὸν τοῦ τριγώνου παραλαμβάνεται. καὶ ταῦτα μέν, φησίν, ἀίδια ὑπάρχουσιν, ἐκεῖνα δὲ οὐκ ἀίδια τὸ περὶ Αἰγίνης καὶ τοῦ θησαυροῦ. ἐν τῷ δευτέρῳ δὲ τῶν Ἀποδεικτικῶν λέγεται ἀκριβέστερον περὶ τούτων.

---

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4018.tlg001.local001/.
