# In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΣΧΟΑIΑ ΕΙΣ ΤΟ Γ ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΓEΝΟΜEΝΑ ΥΠΟ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ..1

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ΣΧΟΑIΑ ΕΙΣ ΤΟ Γ ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΓEΝΟΜEΝΑ ΥΠΟ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepius/in-aristotelis-metaphysicorum-libros-a-z-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%91I%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%93%20%CE%A4%CE%97%CE%A3%20%CE%9C%CE%95%CE%A4%CE%91%20%CE%A4%CE%91%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%93E%CE%9D%CE%9F%CE%9CE%CE%9D%CE%91%20%CE%A5%CE%A0%CE%9F%20%CE%91%CE%A3%CE%9A%CE%9B%CE%97%CE%A0%CE%99%CE%9F%CE%A5%20%CE%91%CE%A0%CE%9F%20%CE%A6%CE%A9%CE%9D%CE%97%CE%A3%20%CE%91%CE%9C%CE%9C%CE%A9%CE%9D%CE%99%CE%9F%CE%A5%20%CE%A4%CE%9F%CE%A5%20%CE%95%CE%A1%CE%9C%CE%95%CE%99%CE%9F%CE%A5..1

p. 1003a21 ἐστιν ἐπιστήμη ἣ θεωρεῖ τὸ ὂν ᾗ ὃν καὶ τὰ τούτῳ ὑπάρχοντα· Ὁ σκοπὸς τοῦ προκειμένου βιβλίου ἐστὶν ἐπιλύσασθαι τὰς πολλὰς τῶν ἀποριῶν τῶν εἰρημένων ἐν τῷ δευτέρῳ, τουέστιν ἐν τῷ Β. ζητεῖ δὲ καὶ περὶ τῆς ἀντιφάσεως; εἴτε αὐτόπιστός ἐστι κρείττων οὖσα πάσης ἀποδείξεως, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις ἀληθεύει, εἴτε δυνατόν ἐστιν ἀποδεῖξαι τοῦτο αὐιό, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις ἀληθεύει. πρὸς ἐπὶ τούτοις δὲ ζητεῖ καὶ περὶ τῆς ἀκαταληψίας μαχόμενος πρὸς τοὺς καλουμένους ἐφεκτικούς, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν ἀκαταληψία ἀλλὰ καταληπτὰ ὑπάρχουσι τὰ πράγματα. εἶτα λοιπὸν κατὰ τὸ προοίμιον ζητεῖ τοῦτο, ἐπειδὴ ἠπόρησεν ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητῶν εἰ ἄρα ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ πασῶν τῶν οὐσιῶν, τοῦτο αὐτὸ ἐνταῦθα ἐπιλύεται δεικνὺς ὅτι περὶ πασῶν τῶν οὐσιῶν διαλέξεται ὁ πρῶτος φιλόσοφος, πολυπραγμονῶν καὶ τὰς αἰτίας αὐτῶν καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτοῖς, οἷον, εἰ τύχοι, περὶ ὁμοιότητος καὶ ἀνομοιότητος καὶ ἑτερότητος καὶ ταὐτότητος. αἱ δὲ ἄλλαι καὶ κατὰ μέρος ἐπιστῆμαι μέρος τι τοῦ καθόλου ἀποτεμόμεναι περὶ τούτου θεωροῦσιν, οἷον γεωμετρία περὶ μεγεθῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς μεγέθεσιν, οἷον τοῖς τριγώνοις, εἰ τύχοι, τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· ὁμοίως ’δὲ καὶ ὁ ἀριθμητικὸς περὶ ἀριθμῶν καὶ ὁ ἀστρονόμος περὶ σχημάτων ἀστέρων μεγεθῶν κινήσεων, ὡσαύτως δὲ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. προθέ- μένος οὖν ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ, ἣν καὶ Σοφίαν καὶ Πρώτην φιλοσοφίαν, ἔστι δὲ ὅτε καὶ Θεολογίαν αὐτὴν καλεῖ, περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι καὶ δείξας ὅτι ἡ προκειμένη πραγματεία μήτε τῶν περὶ τὴν τῶν ἀναγκαίων γνῶσιν καταγινομένων ἐστὶ τεχνῶν ἤ ἐπιστημῶν μήτε τῶν περὶ τὰ χρήσιμα, ἀλλ᾿ ἔστιν αὐτῆς χάριν τῆς γνώσεώς τε καὶ ἐπιστήμης μετι- οῦσα † αὐτὰ εἰς αὐτὰ μέτεισι, δείξας δὲ αὐτὴν θεωρητικὴν οὖσαν τῶν πρώτων ἀρχῶν τε καὶ αἰτίων ταῦτα γὰρ μάλιστα ὄντα), πρὸ τοῦ ζητεῖν τίνες αἱ πρῶται ἀρχαί, κινήσας καθόλου τὸν περὶ αἰτίων λόγον καὶ τὰς δόξας τῶν πρὸ αὐτοῦ τἀς περὶ τῶν ἀρχῶν ἐκθέμενός τε καὶ ἱστορήσας καὶ αντειπὼν πρὸς αὐτάς, δείξας δὲ καὶ ὅτι [εἰ] εἰσί τινες· ἀρχαὶ πρῶται καὶ οὐκ ἐπ’ ἄπειρον ἡ τῶν ἀρχῶν ἄνοδος, καὶ ἐπὶ τούτοις ὡς χρήσιμον καὶ ἀναγ- καῖον πρὸς τὴν εὕρεσιν τῶν τῇ σοφίᾳ προκειμένων ἀπορήσας τινὰς ἀπορίας περί τε τοῦ ὄντος καὶ τῶν ἀρχῶν καὶ τῶν τούτοις παρακειμένων, μετὰ τὰς ἀπορίας ἄρχεται τοῦ τρίτου βιβλίου λοιπὸν ἐν τούτῳ λέγων τε καὶ κατασκευάζων τὰ αὐτῷ δοκοῦντα καὶ λύων τὰ ἠπορημένα. δείκνυσι δὲ ἐν τῷ βιβλίῳ περὶ τίνα ἐστὶν ἡ σοφία, ἣν καὶ φιλοσοφίαν ὀνομάζει καὶ πρώτην φιλοσοφίαν. καὶ πρῶτον μὲν συνίστησιν ὅτι περὶ τὸ ὂν καθόλου, καὶ ἐπεὶ τῷ ὄντι τὸ ἓν κατὰ τὸ ὑποκείμενον τὸ αὐτό, ὅτι καὶ περὶ τοῦτο. ἀλλὰ καὶ περὶ τῶν ὑπὸ τὸ ἕν, ὧν ἐστι τὸ ταὐτὸν τὸ ἴσον τὸ ὅμοιον. ἀλλὰ καὶ περὶ τῶν ἀντικειμένων τῷ ἑνί, ταῦτα δέ ἐστι τὰ πολλά· τῆς γὰρ αὐτῆς ἡ γνῶσις τῶν ἀντικειμένων. καὶ περὶ τῶν τοῖς εἰρημένοις ἄρα ἀντικειμένων, ἀλλὰ καὶ περὶ πάντων τῶν ἐναντίων· πάντα γὰρ τὰ ἐναντία ὑπὸ τὴν ἑτερότητα, ἡ δὲ ἑιερότης ὑπὸ τὰ πολλά, τὰ δὲ πολλὰ καὶ ἓν ἀντικείμενα. εἰ δὲ περὶ πάντων τῶν ἐναντίων τε καὶ ἀντικειμένων, δῆλον καὶ ἐκ τούτου ὅτι περὶ παντὸς τοῦ ὄντος· πάντα γὰρ τὰ ὄντα ἐν τούτοις· ἢ γὰρ ἐναντία ἢ ἐξ ἐναντίων. ἀλλ’ εἰ περὶ πάντα τὰ ὄντα, καὶ περὶ πάντα τὰ καθ’ αὑτά τε καὶ κοινῶς τῷ ὄντι ἡ ὂν ὑπάρχοντα· τοιαῦτα δὲ καὶ τὰ ἀξιώματα. ἐφ’ οἷς δείκνυσιν ὅτι κοινότατον καὶ γνωριμώτατον τῶν ἀξιωμάτων ἐστὶ τὸ μὴ δύνασθαι συνυπάρχειν τὴν ἀντίφασιν. πρᾶτον δὲ ἐν αὐτῷ δείκνυσι, λαβὼν ὅτι ἡ σοφία περὶ τὸ ὄν, ὅτι τὸ ὂν οὕτως λέγεται πολλαχῶς ὡς τὰ ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ὥσπερ τὸ ἰατρικὸν σιτίον καὶ ἰατρικὸν φάρμακον· ταῦτα γὰρ ὁμώνυμα τυγχάνουσιν ὡς ἰὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀπὸ γὰρ τῆς ἰατρικᾶς ἑνὸς πράγματος παρήχθησαν καὶ πρὸς ἓν τὴν ἰατρικὴν νεύουσιν. οἱ μέντοι γε Αἴαντες εἰ καὶ ὁμώνυμοί εἰσιν, ἀλλ’ οὖν οὐχ ὑπάρχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· οὔτε γὰρ ἀπὸ ἑνός τινος παρήχθησαν, ἀλλὰ ἐκλήθησαν οὕτω κατὰ τύχην. καὶ τὰ ὄντα οὖν ὁμώνυμά εἰσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν πάντα· ἐσχήκασι γὰρ τὴν ὀνομασίαν καὶ τὴν πρόοδον ἐκ τοὐ κυρίως ὄντος, τουτέστι τῆς ἑνάδος. καὶ ὅτι τῶν οὕτως πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἕν, ὡς λέγεται καὶ τὸ ὃν ἕν, μία ἐπιστήμη δοκεῖ καὶ τοῦ ὄντος ᾗ ὄν· ὅθεν καὶ περὶ τὴν τούτου θεωρίαν ἐστὶν ἡ προκειμένη ἐπι- στήμη, πρώτη τε οὖσα πασῶν ἐπιστημῶν καὶ κυριωτάτη. ἐρεῖ δὲ καὶ ὅτι καὶ περὶ ταὐτὰ τῷ σοφῷ ὅ τε διαλεκτικὸς καὶ ὁ σοφιστής περὶ γὰρ τῶν κοινῶς τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων καὶ οὗτοι τοὺς λόγους ποιοῦνται· οὐ γὰρ περί τι ἓν γένος ἡ πραγματεία αὐτοῖς, ὡς ἑκάστη τῶν ἄλλων τεχνῶν τε καὶ ἐπιστημῶν), ἀλλ’ ὁ μὲν αὐτῶν ψευδὴς καὶ διὰ ψευδῶν ἐπιχειρητικός, ὁ δὲ διὰ πιθανῶν τε καὶ ἐνδόξων· ἡ δὲ σοφία ἐπιστημονικῶς τούτων ἐστὶ τῶν κοινῶς 7(5 ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρητική. δεικνὺς δὲ τὸ μὴ δύνασθαι ἅμα τὴν ἀντίφασιν εἶναι ἀληθῆ ἢ ψευδῆ, ἀλλὰ κατὰ παντὸς δεῖν θάτερον μέρος τῆς ἀντιφάσεως ἀληθὲς θάτερον δὲ ψευδὲς εἶναι, ἀντερεῖ καὶ πρὸς Ἡράκλειτον καὶ Πρωταγόραν, οἳ ᾤοντο εἶναί τι τῆς ἀντιφάσεως μεταξὺ. p. 1003a21 ἐστιν ἐπιστήμη τις, ἣ θεωρεῖ τὸ ὂν <ᾖ ὂν> καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτό. Λαμβάνει πρῶτον μὲν τὸ εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὄν, τουτέστι τοῦ ὄντος ᾗ ὂν θεωρητικήν τε καὶ ἀποδεικτικὴν τῶν τούτῳ καθ’ αὑτὸ ὑπαρχόντων [ἀποδεικτικήν]. διό φησιν ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὄν, καθὸ ὄν ἐστι, καὶ τὰ ὑπάρχοντα ἰῷ ὄντι καθ’ αὑτό. καὶ τὸ μὲν εἶναί τινα τὴν ἐπιστήμην περὶ τὸ ὃν προϊὼν δείκνυσι· νῦν δὲ προστίθησιν ὡς ὅτι ἡ τοιαύτη ἐπιστήμη θεωροῦσα καθόλου τὸ ὄν, ἡ ὅν ἐστι, διαφέρει τῶν ἄλλων πασῶν ἐπιστημῶν. ἔπειτα δείκνυσιν ὅτι αὕτη ἐστὶν ἡ σοφία, περὶ ἧς νῦν ἡμῖν ἐστιν ὁ παρὼν λόγος. τοῦτο δὲ δείκνυσι διὰ τοῦ δεῖξαι τὰς ἀκροτάτας ἀρχάς τε καὶ αἰτίας, περὶ ἃς ὁ σοφὸς καταγίνεται, πρῶτον μὲν οὔσας φύσεως τινος ἀρχὰς καθ’ αὑτάς, ἔπειτα ὅτι ταύτης τῆς φύσεως· τοῦ γὰρ ὄντος ᾗ ὂν αἱ τοιαῦται ἀρχαί. p. 1003a23 οὐδὲ μία γὰρ τῶν ἄλλων ἐπιστημῶν. Ὅτι τοίνυν οὐκ ἔστιν ἡ πρώτη σοφία ἡ αὐτὴ ταῖς ἄλλαις ἐπιστήμαις, δείκνυσιν ἐντεῦθεν. φησὶ γὰρ ὅτι οὐδεμία τῶν ἄλλων ἐπιστημῶν ἐπισκοπεῖ καθόλου τοῦ ὄντος, ᾗ ὄν ἐστιν, ἀλλὰ περί τι ὂν καὶ μέρος τοῦ ὄντος ἀποτεμομένας πραγματεύεσθαι. ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, οἵτινές τι ὄν εἰσιν, ἡ δὲ γεωμετρία περὶ γραμμὰς καὶ ἐπίπεδα καὶ στερεά, ἃ καὶ αὐτά τινα ὄντα. τὸν αὐτὸν τρόπον καὶ ἑκάστη τῶν ἄλλων ἐπιστημῶν περὶ μέρος τι τοῦ ὄντος καταγίνεται καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτὰ θεωρεῖ τὸ γὰρ συμβεβηκὸς τοῦτο σημαίνει νῦν)· τοῦτο γὰρ τῆς περὶ ἕκαστον ἐπιστήμης ἴδιον. ἡ δὲ μὴ περὶ ὄν τι καταγινομένη μέτε περὶ μέρος τοῦ ὄντος, ἀλλὰ ἁπλῶς περὶ τὸ ὄν, καθὸ ὄν ἐστιν, ἡ πρώτη ἐστὶ φιλοσοφία, δι’ ὃ καὶ τὰ ὄντα, καὶ τοῦτο ὑποκείμενον ἔχουσα ἄλλη ἂν ἐκείνων εἴη. p. 1003a21 ἔστιν ἐπιστήμη τις, ἣ θεωρεῖ τὸ ὂν ᾗ ὄν. Τὸ προκείμενον βιβλίον, ὡς εἴρηται, ὑφηγηματικὸν ὑπάρχει, τὸ δὲ πρὸ αὐτοῦ ἀπορητικόν. διὰ τοῦτο τοίνυν τὰς ἀπορίας τὰς εἰρημένας ἐν τῷ πρὸ τούτου βιβλίῳ ἐπιλύεται καὶ ζητεῖ περὶ τῶν ἀρχῶν πάσης τέχνης. εἶτα ὕστερον ζητεῖ καὶ περὶ τῆς ἀντιφάσεως καὶ πολυπραγμονεῖ αὐτὴν ζητῶν εἴτε αὐτόπιστός ἐστιν εἴτε καὶ ἀποδείξει ὑποβάλλεται· καὶ πειρᾶται ἀποδεῖξαι αὐτήν. καὶ ἔστιν ἁπλῶς εἰπεῖν ἡ παροῦσα θεωρία λογικωτάτη. p. 1003a21 Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὃν καὶ τὰ τούτῳ ὑπάρχοντα καθ’ αὑτά. Διὰ τῶν νῦν λεγομένων ὁ Ἀριστοτέλης βούλεται ἡμῖν δεῖξαι ὅτι ἔστι τις ἐπιστήμη ἡ τοῦ ὄντος, καθὸ ὄν ἐστιν, ἀντὶ τοῦ κυρίως ὄνιος· ὅπερ κυρίως ὂν ἀγαθόν φησι καὶ πρῶτον καὶ ἔχον γόνιμον δύναμιν, καὶ ἐξ αὐτοῦ πάντα τὰ ἄλλα προερχόμενα. αἱ γὰρ ἄλλαι ἐπιστῆμαι μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι οὕτως διελέχθησαν περὶ αὐτοῦ; οἷον ὥσπερ αἱ μαθηματικαὶ ἐπιστῆμαι· ἡ μὲν γὰρ ἀριθμητικὴ περὶ ἀριθμούς, ἡ δὲ γεωμετρία περὶ μεγέθη, ἡ δὲ ἀστρονομία περὶ τῶν οὐρανίων σωμάτων· ἡ δὲ φυσιολογία περὶ τῶν φυσικῶν πραγμάτων. ζητεῖ οὖν εἰ ἔστιν ἐπιστήμη τοῦ κυρίως ὄντος· καὶ τέως μὲν ὅτι ἔστιν ὡς ὁμολογούμενον λαμβάνει, προιὼν δὲ δείκνυσιν τοῦτο. ἐὰν οὖν τις εἴποι ὅτι οὐκ ἔστι τὸ ὂν αὐτὸ καθ’ αὑτό, ἀλλὰ ἢ ἐν ψυχῇ θεωρεῖται ἢ ἐν νῷ ἢ ἐν ἄλλῳ ζῴῳ ἤγουν ἐν ἄλλῳ πράγματι, ἐροῦμεν πρὸς αὐτὸν ὅτι οὐχ ᾗ νοῦς ἐστιν ὄν ἐστιν, ἐπεὶ οὕτως ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι· νυνὶ δὲ ὁρῶμεν ὅτι καὶ ψυχαὶ ὄντα εἰσὶ καὶ τὰ σώματα ὑπάρχουσιν. ὥσπερ καὶ τὸν Σωκράτη φαμὲν ἄνθρωπον εἶναι λευκόν. οὐ καθὸ δὲ. ἄνθρωπός ἐστι, λευκός ἐστιν, ἀλλὰ ἕτερον ὑπάρχων παρὰ τὸ λευκὸν οὕτως ἔστι λευκός· οὕτως οὖν φημι καὶ ἐπὶ τοῦ νοῦ καὶ τῶν ἄλλων τῶν ὄντων ὅτι οὐχ ᾗ νοῦς ἐστιν ὄν ἐστιν, ἐπεί, ὡς εἴρηται, ἔδει τὰ παρὰ τὸν νοῦν μὴ ὄντα εἶναι, ὥσπερ λέγομεν τὸ τρίγωνον, καθὸ τρίγωνόν ἐστι, τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν , καὶ τὸ μὴ ὂν τρίγωνον οὐκ ἔχει τὸ σύμπτωμα. ὥστε οὐχ ᾗ νοῦς ἐστιν, ὄν ἐστι. τὸ μέντοι κυρίως ὂν ἐν αὐτῷ τῷ ὄντι τὴν ὕπαρξιν ἔχει καὶ τὰ μὴ μετέχοντα αὐτοῦ οὐκ ἔστιν ὄντα· γὰρ ἕτερον ὂν ὥσπερ ὁ νοῦς, οὕτως ἐστὶν ὄν, ἀλλ’ αὐτὸ κυρίως ἐστὶν ὂν καὶ διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν πᾶσι τὸ εἶναι χαριζόμενον, καὶ νῷ καὶ ἀγγέλοις καὶ ἀρχαῖς καὶ πᾶσι τοῖς οὖσιν. ἐπειδὴ οὖν κοινωνοῦσιν ἅπαντα ἀλλήλοις κατὰ τὸ ὄν, τοῦτο αἴτιον τῆς κοινότητος ταύτης· οὔτε γὰρ ἐκ ταὐτομάτου προῆλθεν ἐπὶ τὰ πράγματα πάντα τὸ ὄν. φανερὸν δὲ ὅτι ἐκ τοῦ κυρίως καὶ ἁπλῶς ὄντος, τουτέστι τῆς πρωτίστης οὐσίας, προῆλθε τὸ ὂν ἐπὶ ταῦτα διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν. πάντα γὰρ τὰ ὄντα μετέχουσι τοῦ ὄντος, καὶ αἱ γενέσεις καὶ αἱ φθοραί ἄλλο γάρ τι γίνεται) καὶ αἱ ἀποφάσεις καὶ αἱ στερήσεις· ὄντα γὰρ καὶ αὐτὰ ὑπάρχουσι καὶ τὸ μὴ ὄν· ἐν γὰρ τῷ λέγεσθαι 'ἔστι' δῆλον ὅτι καὶ οὐσίαι κατὰ συμβεβηκὸς· διὰ τοῦτο γὰρ καὶ ὁ Πλατῶν ἔλεγεν ὅτι τὸ μηδαμῇ μηδαμῶς ὃν οὔτε δοξαστόν ἐστιν οὔτε ῥητόν. εἰ γὰρ πάντα, φησί, προάγει διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν καὶ οὐ δεῖται χρόνου, ἀλλὰ χωρὶς πάσης μεταβολῆς, τί, φησί, δεῖ λέγειν ὅτι ἤρξατο ἀπό τινος χρόνου παράγειν; οὐ γὰρ καλῶς λέγουσιν, ὡς δέδεικται, φησίν, ἐν ἄλλοις. εἰ οὖν ἀπεδείξαμεν ὅτι ἔστι τὸ ἁπλῶς ὄν, ἐξ οὗ καὶ τὰ ἄλλα πάντα τοῦ ὄντος κεκοι- νωνήκασι, δῆλον ὡς ὅτι ἔστι τις ἐπιστήμη τοῦ ἁπλῶς ὅνιος, τουτέστι τῆς ἁπλῶς οὐσίας, ἥτις καὶ τὰς ἀρχὰς τῶν ἄλλων ἐπιστημῶν τῶν κατὰ μέρος ἀποδείκνυσι. χρὴ μέντοι εἰδέναι ὅτι οὐ συνωνύμως κατηγορεῖται τῶν ἄλλων τὸ ἁπλῶς ὄν, ἐπειδὴ θεωρεῖται ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον, ὅπου δὲ τὸ πρότερον καὶ τὸ ὕστερον κατηγορεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, τὰ δὲ γένη συνωνύμως κατηγοροῦνται. ἔστι δὲ πρωτίστη οὐσία, εἰ τύχοι, τὰ τῶν νοητῶν ἅτινα ὄντα εἰσί, μετὰ δὲ ταῦτα τὰ αἰσθητά, ἅτινα δευτέραν τάξιν ἐπέχουσι, τρίτα τὰ συμβεβηκότα, καὶ αὐτὰ ὄντα ὑπάρχοντα. ὥστε οὐ συνωνύμως κατηγορεῖται, ·ὥς φησι, τὸ ἁπλῶς ὄν. ἀλλ’ οὐδὲ ὁμωνύμως· τὸ γὰρ ὁμώνυμον ψιλόν ἐστιν ὄνομα μηδὲν κοινωνοῦν κατὰ τὸ πρᾶγμα. ἡ γάρ κύων φωνὴ λέγεται καὶ ἐπὶ τοῦ χερσαίου καὶ τοῦ οὐρανίου· διέστηκε δὲ ὁ χερσαῖος τοῦ οὐρανίου πλείστοις ὅσοις μέτροις. ὥστε τὸ κυρίως ὂν κατηγορεῖται πάντων τῶν ὄντων ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ὥσπερ λέγομεν ἀπὸ τῆς ἰατρικῆς ἰατρικὸν σμιλίον, τουτέστιν * * * ὑγιεινὸν φάρμακον καὶ ὑγιεινὸν σιτίον. διαφέρει οὖν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν τῶν μὲν συνωνύμων, καθὸ τὰ μὲν συνώνυμα ὁμοτίμως πᾶσι τοῖς εἴδεσι παρέχουσι τὸ εἶναι (ὁμοτίμως γὰρ πάντα ζῷα ὑπάρχουσι κατὰ τὸ ζῷον), ταῦτα δὲ οὐχ ὁμοτίμως· μᾶλλον γάρ, εἰ τύχοι, ἐστὶν ὑγιεινὸν τὸ σιτίον καὶ τοῦ φαρμάκου. τῶν δὲ ὁμωνύμων διαφέρουσι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπειδὴ τὰ ὁμώνυμα, καθάπερ εἰρήκαμεν, ὄνομα ὑπάρχει, οὐδὲν δὲ μεταδιδόασι τῷ πράγματι (ἡ γὰρ κύων φωνὴ οὐδὲν δίδωσι τῷ ἄστρῳ, ὥστε * * *)· τὰ μέντοι γε ἀφ’ ἑνὸς καὶ πρὸς ἓν μεταδιδόασι καὶ τοῦ πράγματος· τὸ γὰρ ὑγιεινὸν σιτίον ὀνίνησι καὶ συνίστησι τὸ πρᾶγμα. οὕτως οὖν καὶ τὸ ἀπλῶς ὄν, ἐξ οὗ τὰ πάντα ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, κατηγορεῖται τῶν πάντων· πᾶσι γὰρ τὸ εἶναι χαρίζεται, ἀλλ’ οὐχ ὁμοτίμως διὰ τὴν τῶν δεχομένων ἐπιτηδειότητα, ὥσπερ καὶ ὁ ἥλιος οὐχ ὁμοτίμως πάντα φωτίζει διὰ τὴν τῶν δεχομένων ἐπιτη- δειότητα ἤγουν τὸ ἐναντίον. p. 1003a21 Ἔστιν ἐπιστήμη τις ἣ θεωρεῖ τὸ ὂν ᾗ ὂν καὶ τὰ τούτῳ ὑπάρχοντα· Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, πρῶτον λαμβάνει ὡς ὁμολογούμενον ὅτι ἔστιν ἁπλῶς ὂν καὶ ὕστερον· ἐφεξῆς δὲ αὐτὸ προϊὼν δείκνυσι. φησὶν οὖν ὅτι ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ·ὂν καθὸ ὄν, ἀντὶ τοῦ τοῦ ἀπλῶς ὄντος, ἐξ οὗ τὰ ἄλλα τὸ εἶναι ἔχουσιν. εἰ γὰρ τῶν κατὰ μέρος ὄντων εἰσὶν αἱ ἐπιστῆμαι, ὡς μεμαθήκαμεν ἐν τῇ θεωρία, πολλῷμᾶλλόν ἐστι τοῦ ἀπλῶς ὄντος ἐπιστήμη. διὰ τοῦτο οὖν φησιν ὅτι ἔστιν ἐπιστήμη τις, ἥτις θεωρεῖ τὸ ὂν καθὸ ὄν ἐστιν· οὐ γὰρ ἄλλο τι ὑπάρχον οὕτως ἐστὶν ὄν, ὥσπερ ὁ νοῦς καὶ τὰ τούτῳ ὑπάρχοντα. δείκνυσιν οὖν ἡμῖν ἐντεῦθεν ὅτι δεῖ τὸν ἐπιστάμενον τὰς οὐσίας διαλέγεσθαι καὶ περὶ τῶν καθ' αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις. ἡ τοίνυν ἐπιστήμη περὶ τὸ κυρίως ὂν καταγινομένη οὐκ ἔστιν ἡ αὐτὴ ταῖς ἄλλαις ἐπιστήμαις ταῖς περὶ τὰ μερικὰ καταγινομέναις. οὐδεμία γὰρ τῶν ἄλλων ἐπιστημῶν θεωρεῖ καθόλου περὶ τοῦ κυρίως καὶ ἀπλῶς ὄντος, ἀλλὰ καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, μέρος τι τοῦ ὄντος ἀποτεμόμεναι περὶ τούτου θεωροῦσι τὸ συμβεβηκός, καθάπερ αἱ μαθηματικαὶ τῶν ἐπιστημῶν· οἷον ἀριθμητικὴ τὰ συμβαίνοντα περὶ τοὺς ἀριθμούς, γεωμετρία τὰ συμβαίνοντα περὶ τὰ μεγέθη, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. p. 1003a26 ἐπειδὴ τὰς ἀρχὰς καὶ τὰς ἀκροτάτας αἰτίας ζητοῦμεν. Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἐπειδὴ νῦν ζητοῦμεν τἀς ἀρχὰς καὶ τὰς αἰτίας τῷ ὄντι τὰς ἀκροτάτας τί γὰρ μεῖζον τοῦ ἀπλῶς ὄντος;) φανερὸν ὅτι τὰς τοιαύτας αἰτίας φάσεώς τινος ἀναγκαῖον εἶναι αὐτὰς καθ’ αὑτάς. εἰ γὰρ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τοὺς φυσικούς φημι, οἵτινες καὶ ὠλίσθησαν, οἱ μὲν λέγοντες πῦρ, οἱ δὲ ἀέρα, οἱ δὲ ὕδωρ καὶ τὸ μεταξύ, καὶ δεδώκασιν εὐθύνας ἐν τοῖς φυσικοῖς λόγοις) εἰ οὖν καὶ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τοιαύτας ἀρχὰς ἐζήτουν , τουτέστι καθ’ αὑτό , πᾶσά ἐστιν ἀνάγκη καὶ τὰ στοιχεῖα τοῦ κυρίως ὄντος μὴ εἶναι κατὰ συμβεβηκὸς ἀλλὰ καθὸ ὄν. ἐπεὶ οὖν περὶ τοῦ κυρίως ὄντος ἡμῖν νῦν ὁ λόγος ἐνέστηκε, δεῖ ἡμᾶς τοῦ ὄντος, ᾗ ὄν ἐστι, τὰς πρώτας αἰτίας ζητῆσαι. αὕτη δέ ἐστιν ἡ πρωτίστη οὐσία, ἥτις γόνιμον δύναμιν ἔχουσα πάντα παράγει τὰ ἄλλα. δεῖ οὖν, φησί, τὰς ἀρχὰς τὰς πρώτας καὶ τὰς ἀκροτάτας αἰτίας, ἃς νῦν φησιν εἶναι τὰς ζητουμένας ὑπ᾿ αὐτοῦ, τουτέστιν ὑπὸ τοῦ σοφοῦ τε καὶ πρώτου φιλοσόφου, φύσεως τινος ἀρχὰς εἶναι καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. πᾶσα γὰρ ἀρχὴ καὶ πᾶν αἴτιόν τινός ἐστι, καὶ αὕτη γε κυρίως ἀρχὴ καὶ αἰτία ἡ καθ’ αὑτὸ οὖσά τινος καὶ μὴ κατὰ συμβεβηκός· ὥστε καὶ αἱ πρῶται ἀρχαί, μάλιστα οὖσαι ἀρχαί, φύσεως τινος ἄν εἶεν ἀρχαὶ καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός. τῶν μὲν οὖν καθ’ ἕκαστα ἐπιστητῶν οὐδενὸς αἱ τοιαῦται ἀρχαί· οὐδενὸς γὰρ τούτων ἀρχαὶ αἱ πρῶταί εἰσιν ἀρχαί· ἄλλη γὰρ ἑκάστου τούτων ἀρχή. σημεῖον δέ · τῷ γὰρ τὰς περὶ αὐτῶν ἐπιστήμας ἔχειν μὲν αὐτῶν τὰς ἀρχάς, ἄλλας δὲ καὶ μὴ τὰς αὐτὰς ἔχειν, ἄλλου τινὸς ἂν εἶεν ἀρχαὶ αἱ πρῶται ἀρχαὶ καὶ ἀκρόταται. τίνα δὲ τὰ κατὰ συμβεβηκὸς 〈αἴτια〉 καὶ τίνα τά καθ' αὑτά, ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει· τά τε γὰρ μὴ καθ’ αὑτό τινος ὄντα μηδὲ πρώτως, ἀλλὰ κατὰ τὴν ἐπ’ ἄλλο ἀναφοράν. οὕτως τοὐ ἰσοσκελοῦς τριγώνου οὔ φαμεν καθ’ αὑτὸ αἴτιον εἶναι τὸ δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς τρεῖς γωνίας, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι ἄλλου τοῦτο καθ’ αὑτὸ αἴτιον προαναβεβηκοτος καὶ πρώτου· τοῦ γὰρ τριγώνου. ἀλλὰ καὶ τὰ τοῖς καθ’ αὑτὰ οὖσί τινων αἰτίοις συμβεβηκότα, ὡς Πολύκλειτος τοῦ ἀνδριάντος, κἀκεῖνα λέγεται κατὰ συμμβεβηκὸς αἴτια. ὧν κατὰ συμβεβηκὸς αἰτίων τὰ μὲν τελευταῖα οὐδὲ ὅλως ἐστὶν αἴτια, τὰ δὲ πρῶτα εἰρημένα ἔστι μέν τινων αἴτια, ἀλλ’ οὐ τούτων. τὰ δὲ πρῶτα αἴτια οὔτε κατὰ τὸν δεύτερον τρόπον τοῦ κατὰ συμβεβηκὸς αἴτια οἷόν τε τοῦ ὄντος λέγειν (οὐ γὰρ οἷόν τε πρῶτα αὐτὰ αἴτια ὄντα μὴ αἴτια εἶναι) οὔτε κατὰ τὸν πρῶτον· εἰ γὰρ κατὰ συμβεβηκὸς τοῦ ὄντος ᾗ ὄν, ἄλλου τινὸς ἐπαναβεβηκότος ἔσται καθ’ αὑτὸ αἴτιον· ἀλλ’ οὐδὲν ὑπὲρ τὰ ὄντα. πρῶτα ἄρα αἴτια καθ’ αὑτὸ αἴτια, καὶ τοῦ ὄντος ᾗ ὄν. αὐτὸς δὲ πρῶτον μὲν λαμβάνει ὅτι τινῶν ἐστιν αἴτια καθ’ αὑτά· εἰ γὰρ αἴτια, καὶ τινῶν, καὶ εἰ ὡς ἀληθῶς αἴτια, καθ’ αὑτά. καὶ τοῦτο λαμβάνων μετὰ ταῦτα προσάγει ὅτι ἡ φύσις αὕτη, ἧς ἀκρόταται καὶ πρῶται ἀρχαί εἰσιν, ἃς ζητοῦμεν, τὸ ὂν ᾗ ὄν ἐστιν. ὃ συνέστησε τοιούτῳ χρησάμενος λόγῳ. ὥσπερ οἱ τὰ στοιχεῖα τῶν ὄντων ζητοῦντες τὰς τοιαύτας ἀρχὰς ἐζήτουν καὶ τὰ τοιαῦτα αὐτῶν στοιχεῖα, ἃ καθ’ αὑτὰ ἦν αὐτῶν στοιχεῖα ἀλλ’ οὐ κατὰ συμβεβηκός, οὕτως καὶ ἡμῖν ζητοῦσι τὰς τοῦ ὄντος πρώτας ἀρχὰς καὶ τὰ αἴτια δεῖ τοιαύτας ζητεῖν αἳ κυρίως καὶ κάθ’ αὑτό εἰσιν αὐτοῦ ἀρχαί. p. 1003a33 To δὲ ὂν λέγεται μὲν πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν οὐχ ὁμωνύμως. Eἰπὼν εἶναί τινα ἐπιστήμην περὶ τὸ ὂν ᾗ ὂν καὶ τὰς τούτου ἀρχάς τε καὶ αἰτίας καὶ ταύτην οὖσαν ἰὴν σοφίαν συστήσας, ἐφεξῆς λέγει, πῶς οἷόν τε εἶναι περὶ τὸ ὂν ἐπιστήμην μίαν, ἐπειδὴ δοκεῖ ὁμώνυμον εἶναι τὸ ὄν, τῶν δὲ ὁμωνύμων οὔτε μία φύσις οὔτε μία τέχνη οὔτε δὲ μία ἐπιστήμη. ἰστέον δὲ ὅτι, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, οὔτε συνωνύμως κατηγορεῖται τὸ ἀπλῶς ὂν τῶν ὄντων οὔτε δὲ ὁμωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. μεταξὺ οὖν ἐστι τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύ- μῶν τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. οὕτως οὖν καὶ τὸ ὂν κατηγορεῖται τῶν. ὄντων ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τὰ οὖν ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγόμενα οὔτε τὴν τῶν συνωνύμων τάξιν φυλάττει οὐ γὰρ ὁμοτίμως πᾶσι τοῖς εἴδεσι χαρίζεται τοῦ εἶναι) οὔτε δὲ τὴν τῶν ὁμωνύμων πάλιν ἔχει ἄκρατον καὶ ἄμικτον ἑτερότητα τοῦτο οὖν φησιν ὅτι τὸ μὲν ὂν λέγεται πολλαχῶς, ἀλλὰ πρὸς ἓν καὶ μίαν τινὰ φύσιν, τουτέστιν ὡς τὰ ἀφ' ἑνὸς καὶ πρὸς ὅν, καὶ οὐχ ὁμωνύμως· αἰτίαν γάρ τινα ἔχει τοῦ ὁμοίως ἀλλήλοις ὠνομάσθαι· κατὰ γὰρ κοινήν τινα φύσιν τοιαῦτά φησιν εἶναι τά τε ὑγιεινὰ καὶ τὰ ἰατρικά. τὰ μὲν γὰρ ὑγιεινὰ τῷ πρὸς ὑγείαν ἔχειν πως οὕτως ὠνόμασται· τὸ μὲν γὰρ ὑγιεινόν τι λέγειαι τῷ φυλάττειν ὑγείαν, ὡς δίαιτα τοιαύτη, γυμνάσια περίπατοι, τὸ δέ τι τῷ ποιεῖν, ὡς τὰ φάρμακα καὶ τὰ βοηθήματα, τὸ δὲ τῷ εἶναι σημεῖον ὑγείας, ὡς ἡ εὔχροια ἢ εὔπνοια, τὸ δὲ τῷ δεκτικὸν εἶναι αὐτῆς, ὡς τὸ σῶμα τὸ ἐπιτήδειον ὂν πρὸς τὸ ὑγιαίνειν. ὥστε τό γε μηδὲν εἰς ὑγείαν συντελοῦν εἰ λέγοιτο εἶναι ὑγι- εινόν, ὁμωνύμως λέγοιτο ἄν. ὁμοίως καὶ τὸ ἰατρικὸν τὸ μὲν λέγεται οὕτως τῷ ἔχειν ἰατρικήν, ὡς ὁ ἰατρός, ὃ καὶ κυρίως καὶ μάλιστα ἰατρικόν, τὸ δὲ τῷ εὐφυὲς εἶναι πρὸς τὸ λαβεῖν ἰατρικήν, τὸ δὲ ἔργον καὶ ἀποτέλεσμα ἰατρικῆς, ὥσπερ λέγομεν ἰατρικῶς τέτμηται, τὸ δὲ ὡς θεώρημα, τὸ δὲ ὡς ὄργανον πρὸς ἴασιν συντελοῦν ἡ φάρμακον. λέγεται δὲ καὶ ἰατρικὸν 〈βιβλίον〉 τὸ περὶ ἰατρικῆς συντεταγμένον. p. 1003b4 Ὁμοιοτρόπως δὲ καὶ ἄλλα ληψόμεθα. Καὶ ἄλλα ἐστὶν ὁμοίως τούτοις πρὸς ἓν καὶ μίαν τινὰ φύσιν λεγόμενα· δόξει γὰρ καὶ τὸ ἀγαθὸν τούτων εἶναι καὶ τὸ σχῆμα καὶ ὁ ὁρισμός. ὁμοίως φησὶ τούτοις ἔχειν καὶ τὸ ὄν· λέγεσθαι μὲν γὰρ καὶ αὐτὸ πολλαχῶς καὶ μὴ ὑφ’ ἓν γένος εἶναι, ὡς τὰ προειρημένα, οὐ μὴν ἤδη καὶ ὁμωνύμως· οὐ γὰρ μόνα τὰ ὁμώνυμα πολλαχῶς λέγεται, ἀλλὰ καὶ τὰ ἀφ’ ἑνός τινος καὶ πρὸς ἕν, ὡς ἔχει τά τε προειρημένα καὶ τὸ· ὄν. ὂν γὰρ κυρίως λέγεται ἡ οὐσία, λέγεται δὲ οὐδὲν ἧττον ὄντα καὶ τὰ τῇ οὐσίᾳ συμβεβηκότα, ἅπερ ἐστὶ τὰ ἐννέα γένη. οὐ μὴν· αὐτὸς νῦν κέχρηται τοῖς παραδείγμασιν ἑκάστου γένους ἕν τιθείς, ἀλλὰ δι᾿ αὐτῶν ἐξαρίθμησίν τινα τῶν τῇ οὐσίᾳ ὑπαρχόντων ποιήσασθαι βούλεται. p. 1003b6 Τὰ μὲν γὰρ ὅτι οὐσίαι ὄντα λέγεται. Ἐντεῦθεν βούλεται δεῖξαι ὅτι ἐκ τοῦ κυρίως ὄντος πάντα προῆλθον. πάντα γὰρ μετέχουσι τοῦ ὄντος· τὰ μὲν γὰρ ὄντα λέγονται, ἐπειδὴ οὐσίαι ὑπάρχουσι, τὰ δὲ ὄντα λέγονται, ὅτι συμβεβήκασι ταῖς οὐσίαις, ὡς θερμότητες ψυχρότητες, ὑγρότητες ξηρότητες, καὶ ὅλως αἱ παθητικαὶ ποιότητες, τὰ δὲ ὅτι ὁδὸς εἰς οὐσίαν, ὄντα λέγονται· οὕτως καὶ τὴν γένεσιν τῶν ὄντων λέγομεν καὶ τὴν αὔξησιν. καὶ τὰς φθορὰς δὲ τῆς οὐσίας καὶ μεταβολὰς ὄντα λέγομεν, ὅτι καὶ ταῦτα οὐσίας τί ἐστιν, ὡς ἡ λείωσις καὶ ἡ φθορά, καὶ ὅτι ἡ φθορὰ ἄλλου ἐστὶ γένεσις. καὶ ἡ στέρησις· ἡ γὰρ τυφλότης οὐσίας τι· στέρησις γάρ, τῶν ὄντων δέ εἰσι καὶ αἱ στερήσεις. τὰ δὲ ὡς ποιότητες, ὡς ἕξεις διαθέσεις σχήματα. καλῶς δὲ εἶπε ποιητικὰ ἢ γεννητικὰ οὐσίας· ἀπὸ γὰρ τῆς θερμότητος ποιότης γίνεται σῆψις, ἐκ δὲ τῆς σήψεως οὐσία τίκτεται. ἢ τῶν πρὸς τὴν οὐσίαν λεγομένων εἴρηκεν, ἵνα εἴπῃ τὰ πρός τι· τὰ γὰρ πρός τι ἐν οὐσιῶν σχέσει. ἐνδείκνυται δὲ τὴν τῆς οὐσίας ἰσχὺν πρὸς τὸ εἶναί τι ὄν· καὶ γὰρ αἱ ἀποφάσεις αὐτῆς τε τῆς οὐσίας εἰσὶ] καὶ τῶν τῇ οὐσίᾳ ὑπαρχόντων, καίπερ ἀναιρετικαὶ οὖσαι τούτων ὧν εἰσιν ἀποφάσεις, ὅμως ἐπειδὴ σχέσιν τινὰ ἔχουσι πρὸς οὐσίαν, ὄντα εἰσίν. εἰ γὰρ μὴ ἦν οὐσία, οὐδ’ ἄν ὄν τι ἦν· οὕτως δὲ οὐδὲ αἱ ἀποφάσεις· ὄντος γάρ τινός ἐστιν ἡ ἀπόφασις. διὰ τοῦτο καὶ αὐταὶ ὄντα. οὕτως καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν φαμεν, τοῦ μὴ ὄντος, ὅ ἐστι τοῦ ὄντος ἀπόφασις, τὸ εἶναι κατηγοροῦντες, ὅτι τοῦ ὄντος τί ἐστιν, οὐ μὴν ἁπλῶς εἶναι αὐτὸ λέγοντες, ἀλλὰ τὸ ὅλον τοῦτο μὴ ὂν εἶναι. p. 1003b11 Καθάπερ οὖν καὶ τῶν ὑγιεινῶν πάντων μία ἐπιστήμη εστι. Δείξας ὅτι τὸ ὂν οὕτως λέγεται ὡς τὸ ὑγιεινὸν καὶ τὸ ἰατρικόν (πρὸς ἓν γὰρ καὶ ἀφ’ ἑνὸς ταῦτα καὶ τὸ ὄν· πρὸς γὰρ τὴν οὐσίαν), κατὰ τὴν πρὸς ταῦτα ὁμοιότητα αὐτοῦ λαμβάνει τὸ καὶ μίαν ἐπιστήμην εἶναι αὐτοῦ· ὡς γὰρ τῶν ὑγιεινῶν πολλαχῶς μὲν λεγομένων, οὐχ ὁμωνύμως δέ, μία πάντων ἐστὶν ἐπιστήμη ἰατρικῆς γὰρ τὸ περὶ τῶν ὑγιεινῶν πάντων θεωρεῖν), οὕτῶν τὼς καὶ τῶν ἄλλων ἁπάντων τῶν ὁμοίως ἐκείνοις λεγομένων· τοιαῦτα δὲ τά τε ἰατρικὰ καὶ τὰ ὄντα. τῶν μὲν γὰρ ὁμωνύμων οὐδὲν κοινόν ἐχόντων ἢ τοὔνομα οὐχ οἷόν τε ἐπιστήμην εἶναι μίαν, τῷ μηδὲν ὑπὸ τοῦ κοινοῦ ὀνόματος ἴδιον δηλοῦσθαι, εἶναι δὲ ἑκάστην ἐπιστήμην περί τε ἓν γένος καὶ μίαν φύσιν· οἷς δὲ οὐ κατὰ τοὔνομα μόνον ἐστὶ κοινωνία, ἀλλ’ ἤρτηται ἡ κατὰ τοῦτο κοινωνία τῆς τῶν πραγμάτων κοινωνίας, τούτων καὶ ἐπιστήμη μία. p. 1003b12 Οὐ γὰρ μόνον τῶν καθ’ ἓν λεγομένων ἐπιστήμης ἐστὶ θεωρῆσαι μιᾶς. Καθ’ ἓν μὲν λεγόμενα λέγει τὰ συνώνυμα καὶ ὑφ’ ἕν τι κοινὸν τελουντα γένος. οὐ μόνον δὲ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα μία ἐστὶν ἐπιστήμη, ἀλλὰ καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. τρόπον γάρ τινα καὶ τὰ πρὸς μίαν φύσιν τὴν ἀναφορὰν ἔχοντα καθ’ ἓν λέγεται, καθ’ ὅ·σον ἐν πᾶσί πως αὐτοῖς ὁρᾶται ἡ φύσις αὐτή, ἀφ’ ἧς καὶ δι’ ἣν οὕτως καλεῖται, εἰ καὶ μὴ ὁμοίως αὐτῆς καὶ ἐπ’ ἴσης πάντα μετέχει. καὶ γὰρ ἐν τῷ φυλακτικῷ τῆς ὑγείας καὶ ἐν τῷ ποιητικῷ καὶ ἐν τῷ· δεκτικῷ ὑγεία ἐστὶν ἡ θεωρουμένη· διὸ καὶ ἔστι πως αὐτῶν εἷς λόγος καὶ μιᾶς ἐπιστήμης ἡ πάντων τούτων θεωρία· τῆς γὰρ ἰατρικῆς. καὶ περὶ τοῦ ὄντος δὲ μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι καθὸ ὄν ἐστιν· οὐ γὰρ καθὸ μουσικὰ ἢ ἰατρικά, ἀλλὰ καθὸ ὄντα καὶ τῆς τοῦ ὄντος κεκοινώνηκε φύσεως. p. 1003b16 Πανταχοῦ δὲ κυρίως τοῦ πρώτου ἡ ἐπιστήμη. Λαβὼν ὅτι τῶν πολλαχῶς λεγομένων ὡς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν ἐπιστήμη μία, ἐξῆς δείκυσιν ὅτι ἐν τοῖς οὕτως ἔχουσι, τουτέστιν ἐν πᾶσιν ἐν οἷς τὸ μὲν πρῶτόν τί ἐστι καὶ κυρίως λεγόμενον, τὰ δὲ ἀπ’ ἐκείνου, ὡς ·ἔχει ἐν τοῖς ἀφ’ ἑνός τε καὶ πρὸς ἓν λεγομένοις, τοῦ πρώτου κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ ἐκείνην τὴν φυσιν καταγινομενη ἐπιστήμη, πρὸς ἣν καὶ τὰ ἄλλα συντελεῖ. ἡ γοῦν ἰατρική, πάντων οὖσα τῶν ὑγιεινῶν ἐπιστήμη, κυρίως καὶ μάλιστα ὑγείας ἐστί, πρὸς ἣν τὰ ἄλλα λέγεται. ὁμοίως καὶ ἡ περὶ ἀγαθῶν κυρίως καὶ μάλιστά ἐστιν ἡ περὶ τοῦ τελειοτάτου τῶν ἀγαθῶν. καὶ περὶ τοῦ ὄντος δὴ παντός, ἐπεὶ τῆς αὐτῆς φύσεως ἐστι τὸ ὄν, μία μὲν ἐπιστήμη, αὕτη δὲ μάλιστα περὶ τοῦ πρώτου καὶ κυρίως ὄντος ἔσται, δι’ ὃ καὶ τὰ ἄλλα ὄντα. τοιαύτη δὲ καὶ ἡ οὐσία· ἐκ ταύτης γὰρ ἤρτηται τὸ εἶναι τῶν ἄλλων, καὶ διὰ ταύτην ὄντα κἀκεῖνα. τῶν οὐσιῶν 〈ἄρα τὰς〉 ἀρχὰς καὶ τὰς αἰτίας ζητητέον τῷ φιλοσόφῳ, ᾧ ἡ πραγματεία περὶ τὸ ὂν ᾗ ὄν· αἱ γὰρ ταύτης ἀρχαὶ καὶ τοῦ ὄντος ἂν παντὸς εἶεν, εἴ ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος θεωρία καὶ πῶς παραστήσας, νῦν προσέθηκε καὶ τίς ἐστιν. αὐτή· ὅτι γὰρ ἡ φιλοσοφία ἡ καθόλου ταύτῃ διαφέρουσα τῶν ἄλλων, καθὸ ἐκείνων τῶν ἐπιστημῶν ἑκάστη περί τι ὅν, ἡ δὲ φιλοσοφία καθόλου περὶ τὸ ὄν, ᾗ ὄν ἐστιν, οὐ τὸ τὶ ὄν. πανταχοῦ οὖν κυρίως τοῦ πρώτου ἐστὶν ἐπιστήμη, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου· τοῦ γὰρ ἀνθρώπου ἐστὶν ἐπιστήμη καὶ οὐ τοὐ ἀνδριάντος, εἰ τύχοι, ἤγουν τῆς εἰκόνος· διὰ γὰρ τὸν ἄνθρωπον ἐκεῖνα. εἰ οὖν καὶ ἐνταῦθα διὰ τὴν πρωτίστην οὐσίαν τὰ ἄλλα πάντα, καὶ ἐξ αὐτῆς πάντα ἤρτηνται, τῆς οὐσίας τῆς τοιαύτης δεῖ ἡμᾶς θηρᾶσαι τὰς ἀρχὰς καὶ τὰς αἰτίας. p. 1003b19 Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς καὶ ἐπιστημη, οἶον γραμματικὴ· Τρία προέθηκεν ἐξ ἀρχῆς ζητῆσαι, πρῶτον μὲν εἰ τῷ ὄντι περὶ τὸ ὄντως ὂν καταγίνεται ὁ πρῶτος φιλόσοφος καὶ γινώσκει πάντα τὰ ὄντα, δεύτερον δὲ εἰ γινώσκει τὰ καθ’ αὐτὸ ὑπάρχοντα τοῖς πράγμασι, τρίτον εἰ καὶ τὰς οὐσίας τῶν ὄντων γινώσκει ὁ πρῶτος φιλόσοφος. τὸ μὲν οὖν πρῶτον λεληθότως ἐπελύσατο τοῖς προλεχθεῖσιν· ἐζήτησε γὰρ τὸ ὄντως ὂν πῶς κατηγορεῖται τῶν ὄντων, πότερον ὁμωνύμως ἢ συνωνύμως ἤγουν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καθάπερ καὶ ὁ ἀληθὴς ἔχει λόγος, καὶ ἔδειξεν ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται πάντων τῶν ὄντων τὸ ὄντως ὄν· ὥστε πάντα τὰ ὄνια μετέχουσι τοῦ ὄντος, καὶ κατὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, ὡς εἴρηται, ἐν ἐκείνοις πάντα παράγει. εἰ οὖν ἐδείχθη ὅτι περὶ τὸ ὄντως ὂν καταγίνεται ὁ πρῶτος φιλόσοφος, τούτου δὲ πάντα τὰ ὄντα μετέχουσιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, δῆλον ὅτι περὶ πάντων τῶν ὄντων διαλέξεται ὁ πρῶιος φιλόσοφος. τὸ γὰρ ὑγιεινὸν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται· ἔστι δὲ ὑγιεινὸν σμιλίον φάρμακον καὶ οὖρον, καὶ οὐδέπω ἄλλος μὲν διαλέξεται περὶ τοῦ ὑγιεινοῦ σμιλίου,. ἄλλος δὲ περὶ φαρμάκου ἤγουν περὶ οὔρου, ἀλλὰ εἷς καὶ ὁ αὐτός. οὕτως οὖν καὶ ἐνταῦθα περὶ τοῦ ὄντως ὄντος ὁ πρῶτος ·καὶ μόνος φιλόσοφος διαλέξεται. περὶ μέντοι γε τοῦ τρίτου διελέχθη ἡμῖν ἐν τῇ Φυσικῇ πραγματείᾳ· ἀρχόμενος γὰρ ἐκείνης τῆς πραγματείας ἔλεγεν ὅτι 'ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια γνωρίσωμεν καὶ τὰ στοιχεῖα’ * * * αί οὐσίαι γνωρίζονται τῶν ἀρχῶν γινωσκομένων, τὰς δὲ ἀρχὰς πασῶν δείκνυσιν ὁ πρῶτος φιλόσοφος, φανερὸν ὅτι καὶ τὰς οὐσίας τῶν ὄντων γινώσκει. οἱ μὲν γὰρ κατὰ μέρος ἐπιστήμονες τὰς κατὰ μέρος οὐσίας ἐπίστανται τἀς ὐποβεβλημένας αὐτοῖς, οἷον ὁ ἀριθμη- τικὸς ἀριθμούς, ὁ γεωμέτρης μεγέθη, ὁμοίως δὲ καὶ οἱ ἄλλοι· ὁ μέντοι γε πρῶτος φιλόσοφος τὰς ἀρχὰς πάντων γινώσκει, ὥστε καὶ τὰς οὐσίας ἐπίσταται. τὸ μέντοι γε δεύτερον διὰ τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ κατασκευάζει, ὅτι καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν οἶδεν ὁ πρῶτος φιλόσοφος. καί φησιν οὕτως, ὅτι τὰ πράγματα ποτὲ μὲν διχῇ διαιροῦνται, ποτὲ· δὲ τριχῇ · καὶ διχῇ μὲν οὕτω λεγόντων ἡμῶν, τῶν πραγμάτων τὰ μὲν νοητά ὑπάρχουσι τὰ δὲ αἰσθητὰ· τριχῇ δὲ οὕτως, ὅτι τὰ μέν ἐστι παντελῶς ἀκίνητα, ὥσπερ τὰ νοητά, καθάπερ φησὶν ἐν τῇ Φυσικῇ ἀκροάσει, τὰ δὲ τῶν αἰσθητῶν ἀεὶ κινούμενα, ὥσπερ τὰ οὐράνια, τὰ δὲ οὐκ ἀεὶ κινούμενα, ὥσπερ τὰ ἐν γενέσει καὶ φθορᾷ. ἰστέον οὖν ὅτι παντὸς γένους αἰσθητοῦ μία ἐστὶν αἴσθησις, καὶ ἐπιστητοῦ μία ἐστιν ἐπιστήμη. οἶόν ἐστιν αἰσθητὰ τὰ χρώματα· περὶ ταῦτα μία αἴσθησις καταγίνεται ἡ ὀψις· καὶ πάλιν περὶ τοὺς ψόφους ἑτέρα μία αἴσθησις καταγίνεται ἡ ἀκοή, καὶ περὶ τὰ ὀσφραντὰ ἡ ὄσφρησις, καὶ 〈περὶ〉 τὰ γευστὰ ἡ γεῦσις, καὶ περ̣ὶ τὸ βαρὺ καὶ τὸ κοῦφον ἡ ἁφὴ καταγίνεται <καὶ> περὶ τὸ θερμὸν καὶ ψυχρόν. οὕτως οὖν φαμεν καὶ ἐπὶ τῶν ἐπιστητῶν, ὅτι περὶ τοὺς ἀριθμοὺς μία ἐπιστήμη καταγίνεται ἡ ἀριθμητική, καὶ περὶ τὰς ἁρμονίας ἡ ἁρμονική, καὶ περὶ τὰς φωνὰς ἡ γραμματική, καὶ περὶ τὰ μεγέθη γεωμετρία. ἔστιν οὖν πρὸ πάντων τούτων τὸ ὄντως ὂν καὶ τὸ ὄντως ἕν, ἀφ’ οὗ τούτοις πᾶσι τὸ εἷναι, εἴ γε πάντα καὶ ἕν ἐστι καὶ ὄντα ὑπάρχουσι. καὶ οἱ μὲν κατὰ μέρος ἐπιστήμονες περὶ τὰ κατὰ μέρος καταγίνονται, ὁ μέντοι γε πρῶιος φιλόσοφος, ὡς εἰρήκαμεν, περὶ πάντα τὰ ὄντα, εἴ γε διαλέγεται περὶ τοὺ κυρίως ὀντος καὶ τοῦ ἑν.ός, ἐξ ὧν πάσι τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχει. καὶ ὁ μὲν Ἀρι- στοτέλης ἐνταῦθά φησιν ὅτι ἐπακολουθοῦσιν ἀλλήλοις τὸ ὂν καὶ τὸ ἕν· πάντα γὰρ μετέχουσι καὶ τοῦ ὄντος καὶ τοῦ ἑνός· οἱ μέντοι γε ἄλλοι φιλόσοφοι διακρίνουσιν αὐτὰ ἐξ ἀλλήλων, καὶ ὁ αὐτὸς δέ, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος, ἐν ἄλλοις. εἰ γὰρ ἡ ὕλη καὶ ὄν ἐστι καὶ οὐκ ὄν, ἐπειδὴ καὶ νόθῳ λογισμῷ ἐστι ληπτή, μετέχει δὲ τοῦ ἑνός, φανερὸν ὅτι ὑπερβέβηκε τὸ ἓν τὸ ὄν. ἐπεὶ οὖν τὸ ἓν καὶ τὸ ὂν πλῆθος εἰσάγουσι (τὸ γὰρ ἓν πρὸς πλῆθος λέγεται) μιᾶς δὲ καὶ τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ θεωρῆσαι περὶ τῶν ἁντικειμένων, ἀντίκειται δὲ τῷ ἑνὶ πλῆθος, φανερὸν ὅτι καὶ περὶ πλήθους διαλέξεται ὁ πρῶτος φιλόσοφος, καὶ οὐ περὶ μόνου τοῦ ἑνός. ἔστι γὰρ νοητὸν πλῆθος, ἐξ οὗ τοῖς πολλοῖς τὸ εἶναι ὑπάρχει, ὥσπερ καὶ ἑνὰς νοητή, ἐξ ἧς ἡ συνέχεια πᾶσι τοῖς ἐνταῦθα. ὥστε καλῶς ἔλεγεν Ἐμπεδοκλῆς νεῖκος καὶ φιλίαν, καὶ οἱ Πυθαγόρειοι ἀριθμούς, τὰ νοητὰ διὰ τούτων αἰνιττόμενοι, καὶ οἱ περὶ Πλάτωνα τὰς ἰδέας. ἰδοῦ γὰρ καὶ αὐτὸς ἐνταῦθα ἄντικρυς ταῦτα πρεσβεύει· ὥστε κατὰ τὸ φαινόμενον ἐμάχετο πρὸς αὐτούς, ἵνα μὴ. τῷ φαινομένῳ πεισθέντες αὐτὰ δεξώμεθα. ὑπὸ οὖν τὸ πλῆθος τελοῦσι τὸ ὅμοιον καὶ ἀνόμοιον, τὸ ἴσον καὶ τὸ ἄνισον, ἡ ταὐτότης καὶ ἑτερότης καὶ τὰ ἐναντία πάντα, καὶ τὸ λευκὸν καὶ τὸ μέλαν, ὡς ταὐτὸν καὶ ἕτερον· διὸ καὶ οὕτω δὴ ὑπάρχουσιν ὡς ταὐτὰ καὶ ἕτερα λαμβκνόμενα. καὶ τὰ μὲν ἐν τῷ ποσῷ θεωροῦνται τῶν ἐναντίων ἤγουν ἀντικειμένων. ὥσπερ τὸ ἴσον καὶ ἄνισον, τὰ δὲ ἐν ποιῷ , ὥσπερ ὅμοιον καὶ ἀνόμοιον, καθάπερ αὐτός φησιν ἐν Κατηγορίαις, τὰ δὲ ἐν τῇ οὐσίᾳ, ὥσπερ ἐπὶ τῶν φυσικῶν, οἷον θερμὸν καὶ ψυχρόν, ὑγρὸν καὶ ξηρόν. ἀλλὰ τὸ μὲν ἴσον καὶ ὅμοιον καὶ θερμὸν ὑπὸ τὴν ταὐτότητα καὶ ὑπὸ τὴν ἑνάδα, τὸ δὲ ἄνισον καὶ ἀνόμοιον καὶ τὸ ψυχρὸν ὑπὸ τὴν ἑτερότητα καὶ τὸ πλῆθος. διὸ καὶ δέκα συστοιχίας ἐποίουν οἱ Πυθαγόρειοι, καὶ τὰ μὲν ἀπετίθεντο πρὸς τῇ κρείττονι συστοιχίᾳ, τὰ δὲ πρὸς τῇ χείρονι, καθάπερ εἰρήκαμεν. εἰ τοίνυν τὸ πλῆθος καθ’ αὑτὸ κατηγορεῖται τῶν πραγμάτων, εἴ γε καὶ ἐκ τοῦ τοιούτου πλήθους, φημὶ δὴ τοῦ νοητοῦ, τὸ εἶναι τῷ ἐνταῦθα πλήθει, δῆλον ὅτι καὶ τὰ ὑπ’ αὐτὰ τελοῦντα καθ’ αὑτὸ κατηγορηθήσεται τῶν πραγμάτων ὅμοιον καὶ ἀνόμο.ιον, ἴσον καὶ ἄνισον, τὰ ἐναντία, ἑτερότης καὶ ταυτότης. εἰ τοίνυν περὶ πάντων τούτων διαλέγεται ὁ πρῶτος φιλόσοφος, δῆλον ὅτι διαλέξεται περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν. ὅτι δὲ διαλέγεται περὶ τῶν ἐναντίων ὡμολόγηται· οὔτε γὰρ φυσικὸς διαλέξεται οὔτε δὲ μαθηματικὸς οὔτε ἄλλος τις παρὰ τὸν πρῶτον φιλόσοφον, ὅτι ἓν ἑνὶ ἀντίκειται οὔτε γὰρ δύο ἑνί· οὐ γὰρ ἄδικος οὕτως ἡ φύσις, ὥστε δύο ἑνὶ ἀντιτάξαι· ὥστε τῇ καταφάσει ἡ ἀπόφασις μόνη μάχεται, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας), καὶ ὅτι τετραχῶς τὰ ἀντικείμενα λέγεται, καὶ ποῖά ἐστιν ἐναντία, τὰ πλεῖστον ἀλλήλων διεστηκότα, καὶ ὅτι διχῶς λέγονται τὰ ἐναντία, τὰ μὲν ὡς μετέχοντα, τὰ δὲ ὡς μετεχόμενα, καθάπερ εἴρηται ἐν τῷ Φαίδωνι. περὶ τούτων οὗν πάντων ὁ πρῶιος φιλόσοφος διαλέξεται. p. 1003b19 Ἅπαντος δὲ γένους καὶ αἴσθησις μία ἑνὸς. Τὸ μὲν κατάλληλον τῆς λέξεως ἐστιν 'ἅπαντος δὲ γένους ἑνὸς καὶ αἴσθησις μία καὶ ἐπιστήμη’. εἰπὼν δὲ ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ γινώσκειν τὰς ἀρχὰς τῶν οὐσιῶν καὶ τὰς αἰτίας, ὅτι μὴ μόνον περὶ τῆς οὐσίας αὐτῷ ἡ πραγματεία, ἀλλὰ καὶ καθόλου περὶ παντὸς τοῦ ὄντος ᾗ ὅν, ὡς φθάσας εἴρηκε, δείκνυσι καὶ διὰ τούτων. παντὸς γὰρ γένους ἑνὸς καὶ ἐν τοῖς αἰσθητοῖς αἴσθησιν μίαν εἶναι καὶ ἐν τοῖς ἐπιστητοῖς ἐπιστήμην μίαν· γένους μὲν νῦν κοινότερον λαμβάνων ἀντὶ τοῦ φύσεως μιᾶς· γένη γὰρ κοινότερον πάντα ὅσα κατά τινα μίαν φύσιν κεκοινώνηκεν ἀλλήλοις· ἀλλήλοις· τοι- αὐτὰ δὲ καὶ τὰ ἀφ’ ἑνός τινος τὸ εἶναι ἔχοντα. καὶ γὰρ ἐν τοῖς αἰσθητοῖς πάντων τῶν τῆς αὐτῆς ·φύσεως τῷδέ τινι, οὗ ἐστιν αἴσθησις ἀντιἐν ληπτική, κεκοινωνηκότων ἡ αὐτὴ αἴσθησις ἀντιλαμβάνεται· οἷον πάντων τῶν χρωμάτων τῶν κεκοινωνηκότων τῷ λευκῷ ὄψις, τῶν ψόφων ἀκοή, τῶν ὀσφραντῶν ὄσφρησις. ὁμοίως δὲ πάλιν ἡ γραμματικὴ οὐ τῆσδε τῆς φωνῆς, φέρε εἰπεῖν τῆς ὀξείας, ἐστὶ θεωρητική, ἀλλ’ ἁπλῶς πάσης φωνῆς καθὸ φωνή. ὁμοίως δὲ καὶ ἡ ἀριθμητικὴ πάντων τῶν ἀριθμῶν καὶ γεωμετρία πάντων τῶν μεγεθῶν. ἐπεὶ τοίνυν καὶ τὸ ὂν μιᾶς φύσεως κεκοινώνηκε καθὸ ὄν τοιοῦτον γὰρ τὸ ὃν ἐδείχθη), εἰ τοίνυν ἡ σοφία καταγίνεται περὶ τὴν οὐσίαν τε καὶ τὰς τῆς οὐσίας ἀρχάς, καὶ περ) ἅπαντα τὰ ὄντα καὶ τὰς πάντων ἀρχὰς ἂν εἴη. διὰ τοῦτο οὖν, φησίν, ὁ πρῶτος φιλόσοφος ἅτε δὴ περὶ τὸ ὄντως ὂν καταγινόμενος θεωρεῖ πάντα τὰ ὄντα, ἐπειδὴ πάντων κατηγορεῖται τὸ ὄντως ὂν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν , καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· μετέχουσι γὰρ αὐτοῦ τὰ πάντα. ὁ οὖν εἰδὼς τὰς ἀρχὰς οἶδε καὶ τὰ ἐκ τῶν ἀρχῶν. διὰ τοῦτο οὖν ὁ Ἀριστοτέλης λέγει διὸ καὶ τοὐ ὄντος ὅσα εἴδη, τουτέστιν ὅσα γένη, θεωρῆσαι μιᾶς ἐστιν ἐπιστήμης τῷ γένει, τουτέστι τῆς πρώτης φιλοσοφίας, τά τε εἴδη τῶν εἰδῶν. φησὶν ὅτι ὡς ἔχει τὰ μέρη τῆς ὁλότητος πρὸς τὴν ὁλότητα, οὕτως ἔχει καὶ τὰ μέρη τῆς ἐπιστήμη·ς πρὸς τὴν ὅλην ἐπιστήμην. ἡ οὖν ἁπλῶς ἐπιστήμη γίνεται τῆς ἁπλῆς ὁλότητος τῶν ὄντων, αἱ δὲ κατὰ μέρος ἐπιστῆμαι τῶν κατὰ μέρος. ὡς γὰρ ἔχει τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὰ ὑπ’ αὐτὸ εἴδη, οὕτως καὶ τὸ γένος τῆς τούτου ἐπισ·τήμης πρὸς τὰ εἴδη τὰ αὐτῆς· καὶ ἐναλλὰξ ἄρα, ὡς τὸ γένος τὸ ἐπιστητὸν πρὸς τὸ γένος τῆς οἰκείας ἐπιστήμης, οὕτως καὶ τὰ εἴδη τοῦ ἐπιστητοῦ πρὸς τὰ ειοη τῆς ἐπιστήμης. εστι οε τὸ γένος καὶ ἡ του ὄντος κοινὴ φύσις ἐπιστητὴ τῇ κοινῇ τε καὶ γενικῇ φιλοσοφίᾳ· καὶ τὰ μέρη ἄρα τοῦ ὄντος ἐπιστητὰ τοῖς τῆς φιλοσοφίας μέρεσιν· ὥστε ἑκάστου τῶν τοῦ ὄντος εἰδῶν ἐπιστήμη ἄν εἴη ἑκάστη τούτων, ὅσαι ὑπὸ τὴν φιλοσοφίαν ὡς γενικήν τινα ἐπιστήμην εἰσὶ τεταγμέναι ἐπιστῆμαι. διὰ δὲ τῶν νῦν εἰρημένων δέδεικται ὅτι τῆς πρώτης φιλοσοφίας ἡ εἰς τὰ γένη τοῦ ὄντος διαίρεσις, ὃ πεποίηκεν αὐτὸς ἐν ταῖς Κατηγορίαις. ἅμα δὲ· ἐνεδείξατο ἡμῖν διὰ τούτων, πῶς ἐστι μία ἐπιστήμη ἡ φιλοσοφία, ἐπειδὴ καθόλου. εἴδη δὲ αὐτῆς αἱ κατὰ μέρος ἐπιστῆμαι. τὰ γὰρ εἴδη, τουτέστι τὰ μ·έρη τῆς ὁλότητος, τῶν εἰδῶν, τουτέστι τῶν μερῶν τῆς ἐπιστήμης ἐπιστητὰ ὑπάρχουσιν, ἡ δὲ ἁπλῶς ἐπιστήμη τῆς ἁπλῶς ὁλότητος. ἡ οὖν σοφία ἐστὶν ἡ κυρίως ἐπιστήμη τῶν ἀκινήτων τε καὶ ἀιδίων καὶ θείων, καὶ αὐτή ἐστι περὶ τὸ ὂν ᾗ ὄν, ἀλλ’ οὐ τἰ ὄν. ἔστι δὲ ὑπὸ ταύτην ἡ τις πρώτη φιλοσοφία ἡ περὶ τὰς πρώτας οὐσίας, ἡ δὲ φυσικὴ πᾶσα περὶ τὰ φυσικά, ἐν οἷς λόγων κίνησις καὶ μεταβολὴ θεωρεῖται, ἡ δὲ τῶν πρακτῶν θεωρητική· τοιαῦτα δὲ καὶ τῶν ὄντων τινά. ὅτι δὲ μία τῷ γένει ἡ περὶ τὸ ὂν ᾗ ὂν πραγματευομένη φιλοσοφία, ἐδήλωσεν ἀρχόμενος τοῦ βιβλίου εἰπὼν 'αὔτη δέ ἐστιν οὐδεμία τῶν ἐν μέρει λεγομένων’. p. 1003b22 Εἰ δὲ τὸ ὂν καὶ τὸ ἓν ταὐτόν. Οτι εἰ τὸ . ὂν ὂν καὶ τὸ ἓν ταὐτόν ἐστι ἀντακολουθοῦσιν ἀλλήλοις ὅπου γὰρ τὸ ὄν, καὶ τὸ ἕν, καὶ πάντα μετέχουσι τοῦ ὄντος καὶ τοῦ ἑνός, τουτέστιν ὑπάρξεως καὶ συνεχείας), εἰ οὖν ταῦτα ἀκολουθοῦσιν ἀλλήλοις, ὥσπερ καὶ ἡ ἀρχὴ καὶ τὸ στοιχεῖον ἀκολουθοῦσιν ἀλλήλοις· διὰ τοῦτο ἐλέγομεν ἐν τῇ Φυσικῇ ἀκροάσει ὅτι ταὐτὰ λέγει εἶναι στοιχεῖον καὶ ἀρχήν· φησὶν οὖν ὅτι εἰ ἀκολουθοῦσι ταῦτα ἀλλήλοις καὶ τὸ ὂν καὶ τὸ ἕν, οὐχ ὡς ἑνὶ λόγῳ δηλούμενα, ἀλλὰ ἔχοντα διάφορον ὁρισμόν, καθάπερ ἡ ἀνάβάσις καὶ ἡ κατάβασις τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ διαφέρουσιν. ἐν τούτοις οὖν καὶ τὸ ὂν καὶ τὸ ἓν τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὑπάρχουσι, κατὰ δὲ τὸν λόγον ἔχουσι τὴν διαφοράν. ὅμως μέντοι γε οὐδὲν διαφέρει, κἂν μὴ ὑποθώμεθα κατὰ τὸν λόγον διαφέρειν αὐ·τὰ ἀλλὰ κοινωνεῖν· τοῦτο γὰρ καὶ ἀσφαλέστερον μᾶλλον ὑπάρχει. τὸ αὐτὸ γάρ ἐστιν εἰπεῖν εἷς ἄνθρωπος καὶ ὢν ἄνθρωπος· εἷς γὰρ καὶ ὁ αὐτός ἐστιν ὁρισμὸς καὶ ὁ τοῦ ἑνὸς ἀνθρώπου καὶ ὁ τοῦ ὄντος ἀνθρώπου. ὥστε καὶ τὸ ἓν καὶ τὸ ὂν κοινωνοῦσι καὶ κατὰ τὸν λόγον· οὐκ ἔτερον γάρ τι δηλοῖ κατὰ τὴν λέξιν ἐπαναδιπλουμενον τὸ ἔστιν εἷς ἄνθρωπος καὶ ἄνθρωπος καὶ ὢν ἄνθρωπος. δῆλον οὖν ὅτι οὐ κωρίζονται ταῦτα ἀπ' ἀλλήλων οὔτε ἐπὶ γενέσεως οὔτε δὲ καὶ ἐπὶ φθορᾶς· οἷον γίνεται [εἷς] ἄνθρωπος, γίνεται ὢν ἄνθρωπος, φθείρεται [εἷς] ἄνθρωπος, φθείρεται ὢν ἄνθρωπος· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑνός. φανερὸν ἄρα γέγονεν ἐκ τῶν εἰρημένων ὅτι ἡ πρόσθεσις τοῦ τοιούτου ἀνθρώπου τὸ αὐτὸ δηλοῖ, καὶ οὐδὲν ἕτερον παρὰ τὸ ἓν καὶ τὸ ὄν. ὥστε ὁμολογουμένως ἀκολουθοῦσι ταῦτα ἀλλήλοις, τὸ ἕν φημι καὶ τὸ ὄν. ἄλλως τε δὴ ἡ ἑκάστου οὐσία ἕν ἐστι καθ’ αὑτό· οὐ γὰρ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ ὄν. ὥστε ὅσαπερ εἴδη τοῦ ἑνὸς ὑπάρχουσι, τὰ αὐτὰ καὶ τοῦ ὄντος, εἴ γε πάντα μετέχουσι καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος· περὶ ὧν τὸ τί ἐστι τῆς αὐτῆς ἐστιν ἐπιστήμης θεωρῆσαι, λέγω δὲ οἷον περὶ ταὐτοῦ καὶ ὁμοίου, καὶ τῶν ἄλλων τῶν τοιούτων. ἑνότης γὰρ κὰτ οὐσίαν τὸ ταὐτόν· ἓν γὰρ καὶ τὸ ταὐτόν, καθὸ ταὐτόν· καὶ † ὅμοιον ὁμοίῳ καὶ ἴσον ἑνοτης ἐστὶν ἐν ποσῷ. διὰ δὲ τούτων δείκνυσιν ὅτι τοῦ φιλοσόφου ἴδιόν ἐστι τοῦ τῆς οὐσίας θεωρητικοῦ τὸ καὶ τὸ τί ἐστιν ἕκαστον τούτων θεωρῆσαι, ὃ καὶ αὐτὸς ἐζήτει † τοῦτο καὶ ἠπόρει ἐν τῷ ποὸ τούτου. p. 1003b36 Σχεδὸν δὲ πάντα ἀνάγεται τἀναντία εἰς τὴν ἄρχην ταύτην· Ἀρχὴν λέγει τὴν ἐναντίωσιν τὸ ἓν καὶ τὸ τῷ ἑνὶ ἀντικείμενον, τοῦτο δέ ἐστι τὸ πλῆθος· τὸ μὲν γὰρ ταὐτὸν ἕν τι, τὸ δὲ ἕτερον πλῆθος καὶ πλήθει. ὁμοίως δὲ καὶ τὸ ὅμοιον ἕν τι, τὸ δὲ ἀνόμοιον ἐν πλήθει θεωρεῖται, καὶ τὸ ἴσ·ον ὑπὸ τὸ ἓν θεωρεῖται, τὸ δὲ ἄνισον ὑπὸ τὸ πλῆθος. ἀνάγει δὲ ἡμάς περὶ τὸ γνῶναι ὅτι σχεδὸν πάντα τὰ ἐναντία ὡς εἰς ἀρχὴν ἀνάγεται τό τε ἓν καὶ τὸ πλῆθος, εἰς τὴν Ἐκλογὴν τῶν ἐναντίων, ὡς ἰδίᾳ περὶ τούτων πραγματευσάμενος. εἴρηκε δὲ περὶ τῆς τοιαύτης ἐκλογῆς καὶ ἐν τῷ δευτέρω Περὶ τοῦ ἀγαθοῦ. p. 1004a2 Καὶ τοσαῦτα μέρη φιλοσοφίας ἐστὶν ὅσαιπερ αἱ οὐσίαι. Ἐπεὶ τοῦ ὄντος τὸ μὲν κυρίως ἐστὶν ὂν καὶ καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός, κυρίως μὲν καὶ καθ’ αὑτὸ ἡ οὐσία, κατὰ συμβεβηκὸς δὲ τὰ τῇ οὐσίᾳ ὑπάρχοντα καὶ τὰ ὅλως ἐπὶ ταύτην ἔχοντα τὴν ἀναφοράν, πανταχοῦ δὲ ἀναγκαῖον εἶναί τινα πρώτην φιλοσοφίαν, ἐν οἷς οὖν ἡ τάξις αὕτη, κυρίως ἐστὶν ἐπιστήμη τοῦ πρώτου καὶ ἐξ οὗ τὰ ἄλλα ἤρτηται καὶ δι’ ὃ λέγονται, ἡ δὲ φιλοσοφία περὶ τὸ ὄν, εἴη ἂν κυρίως ἡ φιλοσοφία ἐπιστήμη περὶ οὐσίαν· αὕτη γὰρ κυρίως ὄν. καὶ ἐπεὶ πλείους αἱ οὐσίαι, πλείους καὶ αἱ ἐπιστῆμαι τῶν οὐσιῶν, οἷον φυσικὴ ἀριθμητικὴ γεωμετρία, καὶ ἄλλαι ὅσαι, ὥστε πάντων ἀναγκαῖον εἶναί τινα πρώτην ἐπιστήμην καὶ ἐχομένην αὐτῶν· αὕτη δέ ἐστιν ἡ σοφία ἡ περὶ τὸ ὄντως ὂν καταγινομένη καὶ τὸ ἕν, ἥτις οἶδε καὶ τὰς ἄλλας ἐπιστήμας. p. 1004a4 Ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τὸ ὂν καὶ τὸ ἕν. Τουτέστι πᾶσαι αἱ ἄλλαι ἐπιστῆμαι καταγίνονται περὶ ἐπιστητὰ ἔχοντα τὸ ὂν καὶ τὸ ἕν. ὥστε καὶ αὐτὰ οἶδεν ἡ πρώτη φιλοσοφία. διό, φησίν, αἰ ἐπιστῆμαι ἀκολουθοῦσι τούτοις. ἔστι γὰρ ὁφιλόσοφος ὥσπερ ὁ μαθηματικὸς λεγόμενος· καὶ γὰρ αὕτη ἡ μαθηματικὴ ἔχει μέρη, καὶ θεωρεῖτ·αί τις ἐν αὐτῇ πρώτη καὶ δευτέρα καὶ ἄλλαι ἐφεξῆς ἐν τοῖς μαθήμασιν· οἷον πρώτη ἀριθμητική, εἶτα ἀστρονομία, γεωμετρία, ἁρμονική. οὕτως οὖν καὶ ἐπὶ τῆς πρώτης φιλοσοφίας ἐστὶν ἡ πρωτίστη ἡ περὶ τὸ ὄντως ὂν καταγινομένη, εἶτα μετ’ ἐκείνην. ἡ περὶ τὰς οὐσίας, ὥς φησιν αὐτός, τὰς ἀκινήτους, ἐφεξῆς ἡ φυσική, ἥτις περὶ κινούμενα μεγέθη θεωρεῖται, καὶ λοιπαὶ ἄλλαι ἐφεξῆς πᾶσαι, ἐπειδὴ καὶ πάσαι τοῦ ὄντος ᾇ τοῦ ἑνὸς μετέχουσι. τοσαῦτα οὖν μέρηφιλοσοφίας ὑπάρχουσιν, ὅσαιπερ· αἱ οὐσίαι εἰσίν. ἦν δὲ ἐν τοῖς ἠπορημένοις καὶ τοῦτο, πότερον μία ἐστὶν ἐπιστήμη περὶ πάσας τὰς οὐσίας ἢ πλείους, καὶ εἰ πλείους, ἆρα συγγενεῖς. καὶ δέδειχεν ὅτι συγγενεῖς ὡς ὑπὸ μίαν τελοῦσαι τὴν πρώτην φιλοσοφίαν· πάντα γάρ, ὡς εἴρηται, μετέχουσι τοῦ ὄντος. τὸ δὲ ὑπάρχει γὰρ εὐθὺς γένη ἔχοντα τό τε ἓν καὶ τὸ ὂν ἴσον ἐστὶ τῷ ἔστι γὰρ καὶ τοῦ ὄντος καὶ τοῦ ἑνὸς γένη τινά, τουτέστι κατὰ γενῶν τινων τό τε ἓν καὶ τὸ ὂν κατηγορεῖται. ὂν δὲ τὸ κυριώτατον λαμβάνει. p. 1004a9 ἐπειδὴ μιᾶς τὰ ἀντικείμενα θεωρῆσαι. Ἐπεὶ μιᾶς ἐστιν ἐπιστήμης τὸ θεωρῆσαι τὰ ἀντικείμενα· ὡς δὲ πολ- λακὶς μεμαθήκαμεν, τῶν ἀντικειμένων μία καὶ ἡ αὐτή ἐστιν ἐπιστήμη. p. 1004a10 τῷ τε ἑνὶ ἀντίκειται πλῆθος, ἀπόφασιν δὲ καὶ στέρησιν μιᾶς ἐστιν ἐπιστήμης θεωρῆσαι. Τουτέστι κατάφασιν καὶ ἀπόφασιν καὶ ἕξιν καὶ στέρησιν. ὁ γὰρ εἰδὼς τὴν ἀπόφασιν οἶδε πολλῷ μᾶλλον καὶ τὴν κατάφασιν· προτέρα γὰρ φύσει ἡ κατάφασις τῆς ἀποφάσεως· καὶ ὁ εἰδὼς πάλιν τὴν στέρησιν οἶδε καὶ τὴν ἕξιν. οἷον ὁ εἰδὼς τὴν τυφλότητα οἶδε καὶ τὴν ὄψιν· ἡ γὰρ τυφλότης πρὸς ὄψιν λέγεται· καὶ ὁ εἰδὼς τὸ οὐκ ἀγαθὸν οἶδε καὶ τὸ ἀγαθόν. p. 1004a11 Διὰ τὸ ἀμφοτέρως θεωρεῖσθαι τὸ ἕν. ἐπειδή, φησί, τὸ ἓν καὶ τὸ ὂν θεωροῦνται καὶ ἐν τῇ καταφάσει, ὡς εἴρηται, καὶ ἐν τῇ ἀποφάσει· πάντα γὰρ μετέχουσι τοῦ ὄντος. ὁμοίως δὲ καὶ ἐν τῇ στερήσει καὶ τῇ ἕξει θεωρεῖται τὸ ὂν καὶ τὸ ἕν. p. 1004a12 Οὗ ἡ ἀπόφασις ἢ ἡ στέρησις ἡ ἁπλῶς λεγομενη. Ὡς συντόμως φάναι, ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ἡ μὲν ἀπόφασις ἁπλῶς λέγεται, ἐπειδὴ πάντων τῶν ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἡ ἀντίφασις, καὶ ὥς φησι Πλάτων, οὐδὲν καυχήσεται τῶν ὄντων ἐκφυγεῖν τὴν· ἀντίφασιν· ἡ μέντοι γε ἕξις καὶ ἡ στέρησις οὐκ ἐπὶ πάντα τὰ ὄνια θεωροῦνται· στέρησιν γὰρ λέγονται ἔχειν ἐκεῖνα τὰ πεφυκότα μὲν ἔχειν, μὴ ἔχοντα δὲ τότε ὅτε πέφυκεν ἔχειν. ὁ γὰρ λίθος οὐ λέγεται τυφλός· οὔτε γὰρ πέφυκεν ἔχειν ὀφθαλμούς. τὸ δὲ κυνίδιον λέγεται στέρησιν ἔχειν, ἡνίκα μὴ ἔχει ἐν τῷ καιρῷ, καθ’ ὃν πέφυκεν ἔχειν. διὰ τοῦτο ὁ Ἀριστοτέλης ἐπὶ μὲν τῆς ἀποφάσεως τὸ ἁπλῶς εἶπεν, ἐπὶ δὲ τῆς στερήσεως ἤ τινι γένει· οἷον ἡ ἁπλῶς λεγομένη ὅτι οὐχ ὑπάρχει, ἵνα εἴπῃ τὴν ἀπόφασιν, ἤ τινι γένει, ἵνα εἴπῃ τὴν στέρησιν. p. 1004a13 ἔνθα μὲν οὖν τῷ ἑνὶ διαφορὰ πρόσεστιν. Ἰστέον ὅτι διαφορὰν καλεῖ τὴν οὗ ἀπόφασιν, ἐπειδὴ αὕτη προστιθεμένη ποιεῖ ἀντὶ καταφάσεως ἀπόφασιν. ὃ οὖν λέγει τοῦτό ἐστιν ὅτι ἔνθα μὲν οὖν τῷ ἑνὶ ἡ διαφορὰ πρόσεστι, τοῦτο πάντα ἐστὶ παρὰ ἐν τῇ ἀποφάσει· τὸ γὰρ οὐκ ἄνθρωπος πάντα ἐστὶ παρὰ τὸν ἄνθρωπον, καὶ τὸ οὐ λίθος πάντα ἐστὶ χωρὶς τοῦ λίθου. διό φησι ἀπουσία γὰρ ἡ ἀπόφασις ἐκείνου ἐστί, τουτέστιν ἀναιρετικὴ ἦς καταφάσεως μόνης τὸ οὐκ ἄνθρωπος· ὥστε πάντα, φησί, τὰ ὄνια περιλαμβάνει ἡ ἀντίφασις. ἐν δὲ τῇ στερήσει καὶ ὑποκειμένη τις φύσις γίνεται, καθ’ ἣν λέγεται ἡ στέρησις. τουτέστιν οὐκ ἐπὶ πάντα τὰ ὄντα τρέχει, ἀλλ’ ἐπὶ τὰ πεφυκότα μὲν ἔχειν, μὴ ἔχοντα δὲ ὅτε δεῖ ἔχειν, ὡς ἐπὶ τοῦ κυνιδίου εἰρήκαμεν. ὁ γὰρ λίθος οὐ λέγεται εἶναι τυφλός. ἐὰν γὰρ εἴπω ὅτι τῶν ὄντων τὰ μὲν βλέπουσι τὰ δὲ τυφλὰ ὑπάρχουσιν, οὐ περιλαμβάνω πάντα τὰ ὄντα· οὔτε γὰρ λέγονται τυφλὰ τὰ μὴ ὅλως πεφυκότα ἔχειν ὄψιν. τῷ δὲ ἑνὶ πλῆθος ἀντίκειται, ὥστε καὶ τὰ ἀντικείμενα τοῖς εἰρη- μένοις, τό τε ἕτερον καὶ ἀνόμοιον καὶ ἄνισον καὶ ὅσα ἄλλα λέγεται ἢ κατὰ ταῦτα, τουτέστιν * * *, ἢ κατὰ τὸ ἓν καὶ κατὰ τὸ πλῆθος. τὸ μὲν γὰρ ταὐτὸν καὶ ὅμοιον καὶ ἴσον ὑπὸ τὴν ἑνάδα, τὸ δὲ ἀνόμοιον καὶ ἄνισον καὶ ἕτερον ὑπὸ τὸ πλῆθος. ταῦτα οὖν πάντα ἔργον ἐστὶ γνωρίζειν τῆς πρώτης φιλοσοφίας, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. διὸ καὶ ὁ Ἀριστοτέλης ὁ πρῶτος φιλόσοφος εἶπεν ἐν Κατηγορίαις ὅτι τὸ μὲν ἴσον καὶ ἄνισον ἐν ποσῷ θεωρεῖται, τὸ δὲ ὅμοιον καὶ ἀνόμοιον ἐν ποιῷ, τὸ δὲ ταὐτὸν καὶ ἕτερον ἐν τῇ οὐσίᾳ. ὑπὸ ταῦτα οὖν τελεῖ καὶ ἡ ἐναντιότης. ἐν τούτοις γάρ ἐστι καὶ ἡ ἐναντιότης· διαφορὰ γάρ τίς ἐστιν ἡ ἐναντιότης, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν, ὡς ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος, ἡ δὲ διαφορὰ ἑτερότης ἐστίν. ὥστε ἐπειδὴ πολλαχῶς τὸ ἓν λέγεται, ἢ ὡς ἴσον ἢ ὡς ὅμοιον ἢ ὡς ταὐτόν, καὶ ταῦτα φανερὸν ὡς ὅτι πολλαχῶς λεχθήσονται (ἄλλη γὰρ ἰσότης ἡ ἐν τοῖς ἀριθμοῖς καὶ ἄλλη ἡ ἐν τοῖς μεγέθεσιν, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὁμοίου καὶ τῶν ἄλλων πάντων), ὅμως μέντοι γε πάντα ταῦτα ὑπὸ μιᾶς ἐπιστήμης γνωρίζεται· οὐ γάρ , εἰ πολλαχῶς λέγεται, πάντως καὶ ἑτέρας ἐστὶ γνωρίζειν, ἀλλὰ τοῦτό ἐστιν, εἰ μήτε καθ’ ἓν μήτε πρὸς ἓν οἱ λόγοι ἀναφέρονται, τουτέστι μήτε συνωνύμως κατηγοροῦνται τὰ κατηγορούμενα, μήτε δὲ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἐπειδὴ δὲ τὸ ὂν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν κατηγορεῖται τῶν ὄντων πάντων, φανερὸν ὅτι ὁ πρῶτος φιλόσοφος, ὡς πολλάκις εἴρηται, διαλέξεται περὶ πάντων τῶν ὄντων, ἅτε δὴ εἰδὼς αὐτά, διότι πάντα μετέχουσι τοῦ ὄντος. εἰ μὲν γὰρ ὁμωνύμως κατηγορεῖτο τὸ ὄν, τότε περὶ τῶν πολλαχῶς λεγομένων ἑτέρας καὶ ἑτέρας ἦν ἐπιστήμης τὸ διαλεχθῆναι, ὥσπερ τὸ ὀξὺ τὸ μέν ἐστιν ἐν φθόγγο·.ς, τὸ δὲ ἐν χυμοῖς, οὐχ ὁ αὐτὸς δὲ διαλέξεται περὶ τοῦ ὀξέος τοῦ ἐν φθόγγοις καὶ τοῦ ἐν χυμοῖ·ς, ἐπεὶ ὁμωνύμως ἐνταῦθα κατηγορεῖται. ἐπεὶ οὖν πάντα πρὸς τὸ πρῶιον ἀναφέρεται, οἷον ὅσα λέγεται μετέχουσι γὰρ πάντα καὶ τῆς ἑνώσεως καὶ τοῦ ὄντος) ὡσαύτως φατέον καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων ἔχειν· πάντα γὰρ ταῦτα μετέχουσι καὶ τοῦ ὄντος καὶ τοῦ ἑνός. ὥστε διαλέξεται περὶ αὐτῶν ὁ πρῶτος φιλόσοφος. ὁ μέντοι γε Ἀλέξανδρος περὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανος οὕτως φησί. λευκὸν γὰρ καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν ὑπὸ μὲν τὸ ἓν καὶ τὸ πλῆθος πῶς ἂν αὐτόθεν ὑπάγοιτο; ὑπὸ μέντοι ταὐτὸν καὶ θάτερον ὑπαχθήσεται· τὰ μὲν γάρ ἐστι συγκριτικὰ αὐτῶν , τὸ γλυκὺ καὶ τὸ μέλαν, τὰ δὲ διακριτικά, τὸ πικρὸν καὶ τὸ λευκόν. τὰ οὖν διακριτικὰ ὑπὸ τὴν ἑπερότητα, τὰ δὲ συγκριτικὰ ὑπὸ τὴν ταὐτότητα· καὶ διὰ τούτων ἀνάγονται ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. ἔδειξε δὲ ὅτι καὶ τὰ κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀνάγονται ὑπὸ τὸ ἓν καὶ τὸ πληθος· ἡ μὲν γὰρ κατάφασις ὑπὸ τὸ ἓν καὶ ἡ ἕξις, ἡ δὲ στέρησις καὶ ἡ ἀπόφασις ὑπὸ τὸ πλῆθος· πολλὰ γὰρ εἰσάγουσιν. ὁμοίως δὲ καὶ τὸ πρός τι. p. 1004a25 ἐπειδὴ πάντα πρὸς τὸ πρῶτον ἀναφέρεται. Φησὶν ὅτι πάντα πρὸς τὸ πρῶτον ἀναφέρονται, οἷον ὅσα ἓν λέγονται· ἐξ ἐκείνου γὰρ τοῦ πρώτου πάντα καὶ ἰῆς ἑνώσεως μετέχουσι καὶ τοῦ ὄντος. ὁμοίως οὖν δεῖ λέγειν ἓν καὶ ἐπὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν ἐναντίων· καὶ ταῦτα γὰρ πάντα μετέχουσιν ἑνώσεως καὶ ὑπάρξεως. ὥστε διελόμενον ποσαχῶς λέγεται ἕκαστον, ·οὕτως αποδοτέον πρὸς τὸ πρῶτον ἐν ἑκάστῃ κατηγορίᾳ, πῶς πρὸς ἐκεῖνο λέγεται. τὰ μὲν γὰρ τῷ μετέχειν τοῦ ὄντος, ὥσπερ <ἀὴρ καὶ πῦρ> λέγονται θερμὰ τῷ μετέχειν ἀμφότερα θερμόιητος, τὰ δὲ τῷ ποιεῖν, ὥσπερ λέγονται ἀμφότερα δραστικὰ τῷ ποιεῖν, σίδηρος, εἰ τύχοι, καὶ λίθος· τὰ δὲ κατὰ ἄλλους λεχθήσεται τρόπους, οἷον σχετικῶς, ὡς πατὴρ πρὸς υἱὸν ἤ τι τοιοῦτο· ταῦτα γὰρ οὔτε τῷ ποιεῖν οὔτε τῷ ἔχειν ὑπἀρ- χοῦσιν, ἀλλὰ κατ’ ἄλλην τινὰ σχέσιν. φανερὸν οὖν γέγονεν, ὅπερ καὶ ἐν ταῖς ἀπορίαις εἰρήκαμεν, ὅτι μιᾶς ἐπιστήμης ἐστὶ θεωρῆσαι περὶ τούτων. τοῦτο δὲ ἡμῖν ὑπέκειτο ἐν τοῖς ἀπορήμασιν, εἰ τοῦ φιλοσόφου ἐστὶν ἔργον τὸ περὶ πάντων τῶν ὄντων δύνασθαι θεωρεῖν. πῶς οὖν, φησίν, ἀπ’ ἐκείνου λέγεται, τὸ ἓν πρὸς τὸ πρῶτον καὶ κυρίως ἕν, τὸ ταὐτὸν πρὸς τὸ πρῶτον καὶ κυρίως ταὐτόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων, οἷον καθ’ ὧν ἡ ταὐτοῦ κατηγορία καὶ καθ’ ὧν τὸ ταὐτὸν κατηγορεῖται, διελομένους καὶ λαβόντας τὰ ἐν ταῖς ἄλλαις κατηγορίαις, πῶς τὰ ἄλλα πρὸς τὸ πρῶιον τῶν ὑπὸ ταὐτόν, τουτέστι τὸ ἐν τῇ οὐσίᾳ ἀναφέρεται, καὶ δι ἐκεῖνο καὶ αὐτὰ τῆς αὐτῆς τυγχάνει κατηγορίας. ὁμοίως ἐπὶ ὁμοίου καὶ ἴσου καὶ τῶν ἄλλων. ὡς γὰρ περὶ τοῦ ὄντος λέγοντες, λαβόντες τὸ κυρίως εἶναι τὴν οὐσίαν, ἑν ἕκαστον τῶν ἄλλων ὧν τὸ ὂν κατηγορεῖται ἐδείκνυμεν ὂν ἢ τῷ πάθος εἶναι τῆς οὐσίας ἢ τῷ ἐνέργειαν ἢ τῷ γένεσιν ἤ τι ἄλλο, οὕτως φησὶ δεῖν καὶ ἐπὶ τούτων ποιεῖν τὰ μὲν γάρ τῷ ἔχειν ἐκεῖνα, τὰ δὲ τῷ ποιεῖν, τὰ δὲ κατὰ ἄλλους λεχθήσεται τρόπους) εὑρόντας τὸ κυρίως καθ’ ἕκαστον τούτων λεγόμενον· τῶν γὰρ ἄλλων ἕκαστον τὰ μὲν τῷ ἔχειν τὸ κυρίως λεγόμενον ἢ ὂν ἢ ἕν ἤγουν σχέσει) ἢ ταὐτὸν ἢ τῶν ἄλλων τι καὶ αὐτὸ οὕτως λέγεται. δύναται τὸ ἔχειν καὶ ἀντὶ τοῦ ἔχεσθαι εἰρῆσθαι· τῷ γὰρ ἔχεσθαι ὑπὸ τοῦ κυρίως ὄντος τε καὶ ἑνός, τουτέστι τῆς οὐσίας, καὶ εἶναι ἐν αὐτῇ λέγεται ὄντα τε καὶ ἓν ἕκαστον τῶν συμβαινόντων αὐτῇ, ὡς τὸ ποσόν τε καὶ ποιὸν καὶ ὅσα ὁμοίως τούτοις ἐν τῇ οὐσίᾳ ἐστίν. οὕτω γὰρ καὶ τὸ ταὐτὸν καὶ θάτερον καὶ τὸ ὅμοιον καὶ ἀνόμοιον ἕξει, ἐπειδὰν αὐτῶν κατηγορῆται, καὶ τὸ ἴσον καὶ τὸ ἄνισον καὶ τὰ ἄλλα· ταὐτὸν μὲν γὰρ κυρίως ἐπὶ τῶν οὐσιῶν, ὡσαύτως δὲ καὶ ὅμοιον τὸ κατὰ τὸ ἐν οὐσίᾳ εἶδος· ῥηθήσεται δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ὅσα ἔχει τὴν πρὸς ἐκεῖνα ὁμοιότητα. τὰ μὲν οὖν τῷ ἔχεσθαι ὗπ’ ἐκείνου οὕτως ῥηθήσεται, τὰ δὲ τῷ ἐνέργειαί τινες εἶναι αὐτοῦ· τῶν γὰρ τῆς οὐσίας ἐνεργειῶν ἑκάστη ὄν τι καὶ ἕν, ὅτι ἔστιν αὐτὰς ἡ οὐσία ποιοῦσα. ὁμοίως πάλιν ἄλλα ὄντα λέγεται τῷ πάθη τῆς οὐσίας εἶναι, καὶ ἄλλα τῷ σχέσεις. ὡς δὲ τὸ ὂν ἀναδέχεται ἕκαστον αὐτῶν, οὕτως καὶ τὸ ἓν καὶ τῶν ὑπὸ τὸ ἓν ἕκαστον. δείξας δὲ πῶς ἀφ’ ἑνός ἐστι καὶ πρὸς ἓν ταῦτα λεγόμενα, ἐπιφέρει τὸ τῆς αὐτῆς εἶναι ἐπιστήμης περί τε τούτων <ἅ> ἀπὸ τῆς οὐσίας τὸ εἶναι ἔχει καὶ περὶ τῆς οὐσίας ἔχειν ἐπιστήμην. ἦν δὲ περὶ τὴν οὐσίαν ἡ πραγμα- τεία τῷ φιλοσόφῳ· καὶ περὶ τούτων ἄρα τοῦ φιλοσόφου διαλαμβάνειν. εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τοῦ φιλοσόφου τὸ περὶ πάντων τῶν ὄντων γνῶσιν ἔχειν, ἐπισημαίνεται ὅτι διὰ τῶν δεδειγμένων λύεται τῶν ἀποριῶν μία τῶν ἀπορηθεισῶν ἐν τῷ Β, περὶ ἧς ἠπόρει, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν τὸ θεωρῆσαι περί τε τῆς οὐσίας καὶ τῶν τῇ οὐσία συμβεβηκότων, καὶ τῶν οἷς εἶπέ χρῆσθαι τὴν διαλεκτικὴν κατὰ τὸ ἔνδοξον, ἃ ἦν ἐναντία ταὐτὸν καὶ ἕτερον καὶ τὰ ἄλλα. p. 1004b1 Εἲ γὰρ μὴ τοῦ φιλοσόφου. Εἰ μὴ τοῦ φιλοσόφου ἔργον ἐστὶ τὸ περὶ πάντων τῶν ὄντων θεωρεῖν, τίς ἔσται ὁ ἐπισκεψόμενος, εἰ ταὐτὸ Σωκράτης καὶ Σωκράτης καθήμενος κατὰ μὲν γὰρ τὸ ὑποκείμενον τὸ αὐτό ἐστι Σωκράτης καὶ Σωκράτης καθήμενος, κατὰ δὲ τὸ συμβεβηκὸς ἕτερον) ἢ εἰ ἓν ἑνὶ ἐναντίον ἐνταῦθα φανερὸν ὅτι ἕν· οὐ γὰρ ἄδικος ἡ φύσις 〈ὥστε〉 δύο ἑνὶ ἀντιτάξαι, ὡς δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας), ἢ τί ἐστι τὸ ἐναντίον, ὅτι τὰ πλεῖστον ἀλλήλων διεστηκότα, <ἢ> ποσαχῶς λέγεται τὰ ἐναντία, ὅτι διχῶς, τὰ μὲν ὡς μετέχοντα τὰ δὲ ὡς μετεχόμενα; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων. ἐπεὶ τοίνυν τοῦ ἑνὸς καθὸ ἕν ἐστι καὶ τοῦ ὄντος καθὸ ὄν ἐστι ταῦτα πάθη ὑπάρχουσι τὸ ταὐτὸν καὶ ἕτερον καὶ ὅμοιον καὶ ἀνόμοιον καὶ ἴσον καὶ ἄνισον καὶ ὅσα ἄλλα, ἀλλ’ οὐχ ᾗ ἀριθμοὶ ἢ γραμμαὶ ἢ πῦρ εἰ γὰρ καθ’ αὑτὰ ὑπάρχουσι τοῖς ἀριθμοῖς τὸ ὂν ἡ ὂν καὶ τὸ ἀνόμοιον, ἤγουν τοῖς μεγέθεσιν, ἔδει αὐτοῖς μόνον ὑπάρχειν· νῦν δὲ ὁρῶμεν ταῦτα διήκοντα ἐπὶ πάντα τὰ ὄντα), φαωερὸν ὡς ὅτι τοῦ ὄντος ὑπάρχουσι πάθη καθ’ αὑτά, καὶ ἐκείνης τῆς πρώτης φιλοσοφίας ἐστὶν ἔργον γνωρίσαι καὶ τὰς οὐσίας αὐτὰς καὶ τὰ συμβεβ·ηκότα αὐτοῖς, ταὐτὸν καὶ ἕτερον καὶ ὅσα ἄλλα. p. 1004b8 Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοπούμενοι ὡς οὐ φιλοσοφοῦντες. Πρόκειται αὐτῷ δεῖξαι ὅτι ὁ πρῶτος φιλόσοφος περὶ πάντων τῶν ὄντων διαλέγεται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι. καὶ ἤδη μὲν φθάσας διὰ πλειόνων ἐπιχειρημάτων τοῦτο ἔδειξε, καὶ νῦν δὲ τοῦτο αὐτὸ δείκνυσι διὰ χαριεστάτου πάνυ θεωρήματος. τί γάρ; φησὶν ὅτι ὁ διαλεκτικὸς καὶ ὁ σοφιστικὸς ὑποδύονται τὸν πρῶτον φιλόσοφον. εἰ τοίνυν οὗτοι οἱ ὑποδυόμενοι τὸν πρῶτον φιλόσοφον περὶ πάντων τῶν ὄντων διαλέγονται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασι, πολλῷ μᾶλλον αὐτὸς ὁ πρῶτος φιλόσοφος, ὃν ὑποδυόμενοι ταῦτα λέγουσι, περὶ πάπων τῶν ὄντων διαλέξεται καὶ τῶν’ αὑτὸ ὑπαρχόντων τοῖς πράγμασιν. ὁ μὲν γὰρ διαλεκτικός ἣν καὶ ἀδολεσχίαν ἐκάλεσεν ἐν τοῖς τόποις) ἐξ ἐνδόξων ὁρμώμενος καὶ ἐκ πιθανῶν λόγων σπουδάζει τὰ ἐναντία δεικνύναι γυμ- νάζων τοὺς νέους, ἵνα γνόντες ἀμφοτέρους τοὺς λόγους ὕστερον λοιπὸν τὸ ἀληθὲς κατάσχωσιν· ὁ δὲ κυρίως πρῶτος φιλόσοφος οὐκ ἐξ ἐνδόξων ὁρμᾶται λόγων καὶ πιθανῶν, ἀλλὰ ἐξ αὐτοπίστων καὶ ἀληθῶν, καὶ τὰ ἐναντία οὐ δείκνυσιν ἀλλὰ τὰ δοκοῦντα αὐτῷ ἀληθῆ. ὅθεν τὸν διαλεκτικὸν καὶ πειραστικὸν προσαγορεύει ὡς πειράζοντα τοὺς νέους. ὁ μέντοι γε σοφιστὴς κέρδους χάριν ὑποκρίνεται τὸν πρῶτον φιλόσοφον καὶ διαλέγεται περὶ πάντων τῶν ὄντων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσιν ἐκ τῶν τυχόντων ὁρμώμενος· διὸ καὶ ἀδικομάχους αὐτοὺς καλεῖ ὁ Ἀριστοτέλης ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις. ὥσπερ οὖν ἐπὶ τῶν ἀριθμῶν ὁρῶμεν ὅτι τοῖς ἀριθμοῖς ὑπάρχει τὰ μὲν καθ’ αὑτὸ τὰ δὲ κατὰ σχέσιν· καθ’ αὑτὸ μὲν ὑπάρχει τοῖς ἀριθμοῖς τὸ περιττὸν καὶ τὸ ἄρτιον, κατὰ σχέσιν δὲ τὸ ἴσον τὸ ἄνισον, ὑπεροχὴ ἔλλειψις συμμετρία· καὶ καθ’ αὑτοὺς μὲν ὑπάρχει τοῖς ἀριθμοῖς τὰ καθ’ αὑτὸ ὑπάρχοντα αὐτοῖς περιττὸν καὶ ἄρτιον, πρὸς ἀλλήλους δὲ τὰ κατὰ σχέσιν· παραβαλλόμενοι γὰρ πρὸς ἀλλήλους λέγονται ἔχειν ὑπεροχὴν καὶ ἔλλειψιν καὶ ἰσότητα καὶ ἀνισότητα. καὶ ὁ μὲν ἀριθμητικὸς οὐ μόνον περὶ τῶν ἀριθμῶν διαλέωεται, ἀλλὰ καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς ἡ ἀριθμητική, τουτέστιν ἀρτίου καὶ περιττοῦ· περὶ δὲ τῶν κατὰ σχέσιν ὑπαρχόντων τοῖς ἀριθμοῖς οὐχ ᾗ ἀριθμητικὸς διαλέγεται, ἀλλὰ καθὸ ἀριθμητικὸς ἔχει τὰς ἀρχὰς τοῦ μουσικοῦ. ὁμοίως δὲ παντὶ στερεῷ σώματι ὑπάρχει τὸ εἶναι τριχῇ διαστατῷ· τοῦτο δὲ καθ αὑτὸ ὑπάρχει τοῖς σώμασι, καὶ τοῖς μαθηματικοῖς καὶ τοῖς φυσικοῖς. διαφέρουσι δὲ ἀλλήλων ὅτι τὰ μὲν μαθηματικὰ ἀκίνητα ὑπάρχουσι, τὰ δὲ φυσικὰ πάντα ἐν κινήσει· καὶ τῶν φυσικῶν τὰ μὲν ἀεὶ κινούμενα ὑπάρχουσι, χοῦσι, τὰ. δὲ ποιὲ κινούμενα. διαλέγεται οὖν ὁ μαθηματικὸς καὶ ὁ φυσικὸς καὶ περὶ τῶν σωμάτων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς σώμασιν, ὅτι τὰ μὲν ἀκίνητα ὑπάρχουσι τὰ δὲ ἐν κινήσει, καὶ ὅτι τὰ μὲν ἀεικίνητα τὰ δὲ ποτὲ κινούμενα, καὶ ὅτι τὰ μὲν βαρέα ὑπάρχουσι τὰ δὲ οὔτε κουφότητος μετέχουσιν οὔτε δὲ βάρους. ὥσπερ οὖν ὁ ἀριθμητικὸς διαλέγεται περὶ πάντων τῶν ἀριθμῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς, καὶ ὁ φυσικὸς περὶ πάντων τῶν σωμάτων καὶ τῶν· καθ’ αὑτὸ ὑπαρχόντων τοῖς σώμασιν, ὁμοίως δὲ καὶ οἱ ἄλλοι ἐπιστήμονες οἱ κατὰ μέρος, οὕτως δὴ καὶ ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ πάντων τῶν ὄντων καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων πᾶσι τοῖς οὖσιν. εἶτα ἐφεξῆς ἱστορεῖ καὶ τὰς τῶν παλαιοτέρων δόξας, δεικνὺς ὅτι καὶ αὐτοὶ ἀρχὰς τῶν ὄντων ἐναντιώσεις ὑπετίθεντο· ὁ μὲν Παρμενίδης τὸ πῦρ καὶ τὴν γῆν, τουτέστι τὸ θερμὸν καὶ τὸ ψυχρόν, ὁ δὲ Ἐμπεδοκλῆς τὸ νεῖκος καὶ τὴν φιλίαν, ὁ δὲ Πλατῶν τὸ πέρας καὶ ἄπειρον, οἱ δὲ Πυθαγόρειοι τὸ περιττὸν καὶ τὸ ἄρτιον. ὥστε καλῶς καὶ ἡμεῖς ἀρχὰς τῶν ὄντων ὑπεθέμεθα τὸ ἓν καὶ τὸ πλῆθος· καὶ θος· ὡς εἰς γένη γὰρ ταῦτα πίπτουσι τὰ ἄλλα πάντα. δῆλον δὲ ὅτι οἶδε καὶ πρὸ τῶν δύο τούτων μίαν ἀρχήν· καὶ γάρ φησιν “οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω ’’. ἐπεὶ οὖν ἀντίκεινται ἀλλήλοις τὸ ἓν καὶ τὸ πλῆθος, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, δῆλον ὡς ὅτι εἷς καὶ ὁ αὐτὸς φιλόσοφος διαλέξεται περὶ τοῦ ἑνὸς καὶ τοῦ πλήθους καὶ πάντων τῶν ὑπ’ αὐτὰ τελούντων, τουτέστι περὶ πάντων τῶν ὄντων. ταῦτα γὰρ πάντων τῶν ὄντων κατηγοροῦνται ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· οὐ γὰρ συνωνύμως, ὡς ἀνωτέρω ἐδείξαμεν, οὔτε δὲ ὡς κατὰ τύχην ὡς τὰ ὁμώνυμα. κατὰ τύχην γὰρ ἐκλήθησαν, εἰ τύχοι, ἀμφότεροι· Αἴαντες· οὐκ ἔστι δὲ κατὰ τύχην ὑγιεινὸν βοήθημα καὶ σιτίον, ὅπερ ἐστὶν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. πάντα οὖν τὰ ἄλλα μετέχουσι τοὐ ἑνὸς καὶ τοῦ πλήθους. διαλέγεται οὖν καὶ περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσι, τουτέστιν ἑτερότητος ἰσότητος, ταὐτότητος ὁμοιοτητος, ἐναντιότητος τελείου. ὁ γὰρ γεωμέτρης διαλέγεται περὶ τοῦ προτέρου τοῦ ἐν τοῖς μεγέθεσιν, ὅτι πρότερα, εἰ τύχοι, ἐστὶ τὰ τρίγωνα, εἶτα τὰ τετράγωνα· ὡσαύτως καὶ περὶ τῆς ὁμοιότητος τῆς ἐν μεγέθεσι, καὶ ἰσότητος καὶ ταὐτότητος καὶ ἑτερότητος. ὁμοίως δὲ καὶ ὁ ἀριθμητικὸς· περὶ ὁμοιότητος τῆς ἐν τοῖς ἀριθμοῖς καὶ τῶν ἄλλων. ὁ μέντοι γε πρῶτος φιλόσοφος διαλέγεται περὶ τῆς ἀπλῶς ὁμοιότητος, τί ἐστιν ἁπλῶς ὁμοιότης, περὶ τῶν θεωρουμένων ἐν πᾶσι τοῖς οὖσιν, ὁμοίως δὲ καὶ περὶ τῆς ἁπλῶς ἐναντιότητος τῆς ἐν πᾶσι τοῖς οὖσι θεωρουμένης, ὡσαύτως δὲ καὶ περὶ προτέρου καὶ τελείου καὶ ὄντος. πάλιν δὲ ὁ φυσικὸς διαλέγεται περὶ τοῦ γένους τοῦ ἐν τῷ ζῴῳ· ὁ μέντοι γε πρῶτος φιλόσοφος διαλέγεται περὶ τοῦ ἁπλῶς γένους τοῦ ἐν ἅπασι τοῖς οὖσι θεωρουμένου· ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων πάντων. p. 1004b8 Καὶ οὐ ταύτῃ ἁμαρτάνουσιν οἱ περὶ αὐτῶν σκοποῦντες. Ὃ λέγει τοῦτό ἐστιν ὅτι οὐ κατὰ τοῦτο ἁμαρτάνουσιν οἱ διαλεκτικοὶ καὶ οἱ σοφισταί, καθὸ περὶ πάντων τῶν ὄντων διαλέγονται καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς οὖσι, καὶ μάλιστα οἱ σοφισταί· οὐχ ἁμαρτάνουσιν οὖν ὡς κατὰ τοῦτο φιλοσοφοῦντες, ἀλλὰ ἁμαρτάνουσι, καθὸ οὐκ εἰδότες τὸ κυρίως ὂν καὶ τὴν κυρίως οὐσίαν ὁποία τίς ἐστιν, ἀποφαίνονται περὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ πράγματι, ὅπερ ἀγνοοῦσι. διό φησιν ἀλλ’ ὅτι προτέρα ὑπάρχει οὐσία τῶν καθ' αὑτὸ ὑπαρχόντων αὐτῇ, περὶ ἧς οὐσίας οὐδὲν γινώσκουσιν. ὥσπερ γάρ ἐστι καὶ ἀριθμοῦ καθὸ ἀριθμὸς ἴδια πάθη, οἷον περιττὸν καὶ ἄρτιον, συμμετρία ἰσότης, ὑπεροχὴ ἔλλειψις, καὶ ταῦτα καὶ καθ' ἑαυτοὺς καὶ πρὸς ἀλλήλους ὑπάρχουσι τοῖς ἀριθμοῖς, καθ’ ἑαυτοὺς μὲν τὸ περιττὸν καὶ ἄρτιον, πρὸς ἀλλήλους δὲ ὑπεροχὴ ἔλλειψις, συμμετρία ἰσότης, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ, ὁμοίως δὲ καὶ στερεῷ σώματι καὶ ἀκινήτῳ καὶ κινουμένῳ ἀβαρεῖ τε καὶ βάρος ἔχοντι ἔστιν ἕτερα ἴδια, οἶον τριχῇ διαστατόν, οὕτως οὖν καὶ τῷ κυρίως ὄντι, καθὸ ὄν ἐστι, τινὰ ἴδια, ἑτερότης ταὐτότης, ὁμοιότης ἰσότης· ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ὄντι, ᾗ ὄν ἐστι. καὶ δεῖ περὶ πάντων τῶν καθ’ αὑτὸ ὑπαρχόντων τῷ ὄντι διαλέγεσθαι τὸν πρῶτον φιλόσοφον, ὥσπερ καὶ τὸν ἀριθμητικὸν περὶ τῶν ἀριθμῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων τοῖς ἀριθμοῖς, τουιέστιν ἀρτίου καὶ περιττοῦ. σημεῖον δὲ τούτου· οἱ γὰρ διαλεκτικοὶ καὶ οἱ σοφισταὶ ταὐτὸ ὑποδύονται σχῆμα τῷ φιλοσόφῳ· περὶ πάντων γὰρ τῶν ὄντων πειρῶνται διαλέγεσθαι. ἡ γὰρ σοφιστικὴ φαινομένη μόνον σοφία ἐστίν (οὐ γὰρ οὖσα· ἀτατᾷ γάρ), καὶ οἱ διαλεκτικοὶ δὲ διαλέγονται περὶ πάντων· κοινὸν δὲ ὑπόκειται τὸ ὄν, ᾗ ὄν ἐστι. διαλέγονται δὲ περὶ τούτων, ἐπειδὴ πάντα ταῦτα οἷον ἴδιά ἐστι τῆς φιλοσοφίας, ἥντινα ὑποκρίνονται, φημὶ δὴ πάντα τὰ ὄντα· περὶ γὰρ τὸ αὐτὸ γένος στρέφεται, τουτέστι περὶ τὸ αὐτὸ ὑποκείμενον, ἡ σοφιστικὴ καὶ ἡ διαλεκτικὴ τῇ φιλοσοφίᾳ· ὡς γὰρ πολλάκις εἴρηται, σπεύδουσι περὶ πάντων τῶν ὄντων διαλέγεσθαι. διαφέρει δὲ ἡ κυρίως φιλοσοφία τῆς μὲν διαλεκτικῆς τῷ τρόπῳ τῆς δυνάμεως, ἐπειδὴ ἡ μὲν διαλεκτικὴ ἐξ ἐνδόξων ὁρμᾶται καὶ ἐκ. πιθανῶν, καὶ τὰ ἐναντία κατασκευάζει γυμνάζουσα τὸν νέον, ἡ δὲ φιλοσοφία ἐξ ἀληθῶν ὁρμᾶται καὶ αὐτοπίστων, τέλος ἔχουσα ἰὴν τῆς ἀληθείς ὁδόν. τῆς δὲ σοφιστικῆς διαφέρει ἡ φιλοσοφία τῇ τοῦ βίου προαιπέσει, ἐπειδὴ ὁ μὲν σοφιστὴς διὰ τὸ χρηματίζεσθαι ταῦτα ποιεῖ, ὁ δὲ φιλόσοφος διὰ τὴν ὠφέλειαν. ὠφέλειαν. ἔστι δέ, φησίν, ἡ διαλεκιικὴ πειραστική (πειράζει γὰρ τὸν νέον, πῶς ἔχει) περὶ ὧν ἡ φιλοσοφία τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν ὑφηγεῖται· ἡ δὲ σοφιστικὴ φαινομένη ἐστὶ σοφία μὴ οὖσα. αἰτιᾶται οὖν τοὺς σοφιστάς, οἵτινες ὑποδυόμενοι τὸ τῆς φιλοσοφίας ὄνομα περὶ μὲν τῆς οὐσίας, περὶ ἧς οἰκειότατος καὶ προηγούμενος ὁ λόγος τῷ φιλοσόφῳ, οὐδένα ποιοῦνται λόγον, περὶ δὲ ἐναντίων καὶ ἀντικειμένων, ὥς φησιν ὁ ἀπὸ τῆς Ἀφροδισιάδος ἐξηγητής, καὶ τῶν πλεοναχῶς λεγομένων καὶ τῶν σομβεβηκότων καὶ τῶν τοιούτων πᾶσα αὐτοῖς ἡ πραγματεία, οἷς πρὸς τὰ σοφίσματα φίσματα καὶ τοὺς ἀγῶνας χρῶνται παρακρουόμενοι τοὺς προσδιαλεγομένους. αἰτιᾶται δὲ αὐτῶν οὐ τὸ ·περὶ τούτων λέγειν ὡς οὐκ ὂν φιλοσόφῳ οἰκεῖον οἰκεῖος γὰρ καὶ ὁ περὶ τούτων λόγος τοῖς φιλοσόφοις), ἀλλ’ ·ὅτι περὶ μόνων ·τούτων καὶ προηγουμένως ὁ λόγος αὐιοῖς γίνεται, περὶ δὲ τῆς οὐσίας, ἥτις ἐστὶ πρώτη, παρ’ ἧς κἀκείνοις τὸ εἶναι, δι’ ἣν ὁ φιλόσοφος καὶ περὶ ἐκείνων λέγει, οὐδένα ποιοῦνται λόγον. διὸ οὐδὲ φιλόσοφοι· εἰ γὰρ μὴ ἴσασι τὴν οὐσίαν, οὐδὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῇ οὐσίᾳ δύνανται εἰπεῖν ἀληθῶς. ὥσπερ οὖν πάσης τῆς ἐπιστήμης σκοπούσης τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν αὐτῶν δεῖ καὶ τὸν πρῶτον φιλόσοφον σκοπ·εῖν τὰ καθ’ αὑτὰ ὑπάρχοντα τοῖς πράγμασι πᾶσιν. οἷον γεωμετρίας τὰ ὑπάρχοντα ταῖς γραμμαῖς εἰδέναι καὶ τοῖς ἐπιπέδοις τε καὶ σχήμασιν. ἔστι γάρ τινα καὶ τούτων οἰκεῖα, καὶ πάλιν ἄλλα <τοῖς> στερεοῖς· καὶ τούτων ἄλλα μὲν τοῖς ἀκινήτοις, περὶ ἃ ἡ στερεομετρία, ἄλλα δὲ τοῖς κινουμένοις, περὶ ἃ ἡ ἀστρολογικὴ καὶ ἡ φυσική. ἀλλὰ καὶ τῶν κινουμένων ἄλλα μὲν τοῖς βάρος ἔχουσιν, ὡς γῇ ὕδατι, ἄλλα δὲ τοῖς οὐκ ·ἔχουσι βάρος, ὥσπερ τοῖς κούφοις, πυρί τε καὶ ἀέρι, καὶ τῷ κυκλοφορικῷ σώματι. διαφέρει οὖν ἡ διαλεκτικὴ τῆς φιλοσοφίας, ὡς εἴρηται, τῷ τρόπῳ τῆς δυνάμεως. ἀμφότεραι γὰρ περὶ τὸ ὂν καταγίνονται, καὶ τὰ τούτῳ ὑπάρχοντα ἀμφότεραι συλλογίζονται, ἀλλ’ ἡ μέν ἐστιν ἀποδεικτική, ἡ δὲ διαλεκτικὴ <πειραστική> καὶ ὁ μὲν διαλεκτικὸς πειραστικῶς λαμβάνει, ὁ δὲ ἀποδείκνυσιν. ἀμφότεραι δὲ σπεύδουσι γνῶσιν ἔχειν· κἀκεῖνος γὰρ πειρᾶται, εἴτε ἐπιστήμην ἔχει ὁ προσδιαλεγόμενος, εἴτε μὴ ἔχει. πάλιν τοῦ σοφιστοῦ, ὅτι ὁ μέν ἐστιν, ὁ δὲ σοφιστὴς θέλει φαίνεσθαι. p. 1004b27 ἔστι τῶν ἐναντίων ἡ ἑτέρα συστοιχία στέρησις. Διὰ τούτων προσκατασκευάζει ὅτι ὁ περὶ τῶν ἐναντίων λόγος οἰκεῖος τῷ φιλοσόφῳ ὑπάρχει. φησὶν οὖν ὅτι δύο συστοιχίας ἐποίουν οἱ Πυθαγόρειοι, καὶ τὴν μὲν κρείττονα πρὸς τὸ εἶδος ἀνῆγον, τὴν δὲ χείρονα πρὸς τὴν στέρησιν, ἃ ἦν φῶς καὶ σκότος τὸ μὲν τοῦ εἴδους, τὸ φῶς, τὸ δὲ τῆς στερήσεως, τὸ σκότος), ἀγαθὸν καὶ κακόν, λευκὸν καὶ μέλαν , ἄπειρον καὶ πέρας, θερμὸν καὶ ψυχρόν· δέκα δὲ ἐποίουν τὰς συστοιχίας. τῶν οὖν, φησίν, ἐναντίων ἑτέρα συστοιχία στέρησις· ἔστι δὲ ἑτέρα εἶδος. ὑπάγεται γὰρ πάντα τὰ ἐναντία εἴς τε τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ εἰς τὸ ἕν τε καὶ πλῆθος, ὧν τὸ μὴ ὂν καὶ τὸ πλῆθος στέρησις, τὸ δὲ ἓν καὶ τὸ ὂν εἶδος· οἷον ἡ μὲν στάσις τοὐ ἑνός, ἡ δὲ κίνησις τοῦ πλήθους, καὶ πάλιν τὸ φῶς πρὸς τῷ ἑνί, τὸ δὲ σκότος τοῦ πλήθους ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. p. 1004b29 Τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσιν ἐξ ἐναντίων. Διὰ ταύτης τῆς ἐπιχειρήσεως ἅμα μὲν δείκνυσιν ὅτι περὶ πάντων τῶν ἐναντίων ὁ φιλόσοφος ἐρεῖ, ἐπειδὴ πάντα ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, ἅμα δὲ συστήσει καὶ τὸ ὅτι μιᾶς ἐστιν ἐπιστήμης τὸ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρῆσαι, ὡς δι’ ὧν ἐπιφέρει λέγει· εἰ γὰρ τὰ ὄντα καὶ αἱ οὐσίαι ἐξ ἐναντίων, ὡς ἐδόκει τοῖς πλείστοις, εἶεν ἄν αἱ μὲν ἀρχαὶ τῶν ὄντων ἐναντίαι, τὰ δὲ ἐκ τούτων ἐξ ἐναντίων. πάντα ἄρα τὰ ὄντα ἢ ἐναντία ἢ ἐξ ἐναντίων· ἐναντίαι μὲν αἱ ἀρχαί, ἐξ ἐναντίων δὲ τὰ σύνθετα, οἷον ἐκ θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ ξηροῦ. ἀλλὰ μὴν μιᾶς ἐπιστήμης τά τε ἐναντία καὶ τὰ ἐκ τούτων εἰδέναι. μιᾶς ἄρα ἐπιστήμης καὶ ἡ τῶν ὄντων καθόλου θεωρία. ὥστε δείκνυται καὶ ἀπὸ τούτων, ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ καὶ ὁ περὶ τῶν ἐναντίων λόγος. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τὰ δὲ ὄντα καὶ τὴν οὐσίαν ὁμολογοῦσια ἐξ ἐναντίων σχεδὸν ἅπαντες συγκεῖσθαι. ἀμέλει τοι πάντες τὰς ἀρχὰς ἐναντίας ὑποτίθενται· οἱ μὲν γὰρ περιττὸν καὶ ἄρτιον, ὥσπερ οἱ Πυθαγόρειοι, οἱ δὲ θερμὸν καὶ ψυχρόν, ὥσπερ ὁ Παρμενίδης, οἱ δὲ πέρας καὶ ἄπειρον, ὥσπερ Πλάτων, οἱ δὲ νεῖκος καὶ φιλίαν, ὥσπερ Ἑμπεδοκλῆς. πάντα δὲ καὶ ταῦτα καὶ τὰ ἄλλα ἀναγόμενα φαίνεται εἰς τὸ ἓν καὶ τὸ πλῆθος· τὸ μὲν οὖν περιττὸν καὶ τὸ θερμὸν καὶ τὸ πέρας καὶ ἡ φιλία ὑπὸ τὸ ἕν, ὑπὸ δὲ τὸ πλῆθος τὰ τούτοις ἐναντία. p. 1004b34 εἰλήφθω γὰρ ἡ ἀναγωγὴ ἡμῖν. Ἀναπέμπει πάλιν ἡμᾶς εἰς τὰ ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ δεδειγμένα. πολλὰ γάρ εἰσι τὰ ἐναντία, ὡς εἶπεν ἀνωτέρω, ὡς εἴρηται ἡμῖν ἐν τῇ περὶ τῶν ἐναντίων ἐκλογῇ· ἐκεῖσε γὰρ τοῦτο δείκνυσι διεξερχόμενος περὶ πάντων τῶν ἐναντίων. φησὶν οὖν ὅτι αἰ ἀρχαὶ αἱ παρὰ τῶν ἄλλων εἰρημέναι ὡς εἰς γένη ταῦτα πίπτουσι, τουτέστι τὸ ἓν καὶ τὸ πλῆθος. p. 1005a2 Φανερὸν οὖν καὶ ἐκ τούτων ὅτι μιᾶς. Εἰπὼν ὅτι τε τὰ ἐναντία πάντα εἰς τὸ ἓν καὶ τὸ πλῆθος ἀναφέρονιαι, καὶ τοῦτο δι’ ἧς πεποίηται ἀναγωγῆς τῶν ἐναντίων ἐν τῷ δευτέρῳ Περὶ τἀγαθοῦ, λαβὼν δὲ καὶ ὅτι τῶν ὄντων καὶ τῆς οὐσίας στοιχεῖα τὰ ἐναντία, δῆλόν φησι καὶ ἐκ τούτων εἶναι ὅτι μιᾶς ἐστιν ἐπιστήμης ἡ περὶ τοῦ ὄντος ᾗ ὂν θεωρία. ἐπεὶ γὰρ πάντα τὰ ὄντα ἐναντία ἐστὶν ἢ ἐξ ἐναντίων συνέστηκεν, ὥσπερ ἔλεγον οἱ φυσικοί, πάντα δὲ τὰ ἐναντία ἀνάγετα̣ι ὑπὸ τὸ ἓν καὶ τὸ ὂν] καὶ τὰ πολλά, μιᾶς δὲ ἐπιστήμης τὸ περὶ τούτων θεωρεῖν τῶν γὰρ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη), ὥστε μιᾶς ἄν εἴη ἐπιστήμης ἡ περὶ πάντων τῶν ὄντων θεωρία· κἄν γὰρ μὴ ἔχῃ τινὰ ἐναντία, ὥσπερ δοκεῖ ἡ οὐσία, ἡ δὲ ἐξ ἐναντίων, τῷ τὴν γνῶσιν ἑκάστου ἠρτῆσθαι τῆς γνώσεως τῶν ἐξ ὧν ἐστιν, ἐν τῇ τῶν ἐναντίων ἐξ ὧν ἐστι γνώσει εἴη ἄν γνῶσις τούτων. τῶν δὲ ἐναντίων ἀρχὴ τό τε ἓν καὶ τὸ πλῆθος· ὥστε οὗ περὶ ἑνὸς καὶ πλήθους ἐστὶ θεωρεῖν, τούτου καὶ περὶ τῶν ὑπὸ ταῦτα. ταῦτα δέ ἐστι πάντα τὰ ὄντα· πάντα μὲν γὰρ τὰ ὄντα ἡ ἐναντία ἢ ἐξ ἐναντίων, πάντα δὲ τὰ ἐναντία ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος. p. 1005a5 Ταῦτα δὲ μιᾶς ἐπιστήμης. Εἰ πάντα ἀναφέρονται ὑπὸ τὸ ἓν καὶ τὸ πλῆθος, τὸ δὲ ἓν καὶ τὸ πλῆθος ἀντικείμενα, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἐπιστήμη, πάντα δὲ τὰ ὄντα ὑπὸ ταῦτα, μιᾶς ἄρα ἐστὶν ἐπιστήμης περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, εἴτε καθ’ ἓν λέγεται τὸ ἓν καὶ τὸ πλῆθος κατὰ πάντων τῶν ὄντων, τουτέστιν εἴτε συνωνύμως, εἴτε μὴ συνωνύμως, ὥσπερ ὁ ἀληθὴς ἔχει λόγος, καθάπερ ἀνωτέρω εἰρήκαμεν. ἀλλ’ ὅμως, εἰ καὶ πολλαχῶς λέγεται τὸ ἓν καὶ μὴ κατὰ μίαν φύσιν, ὁμοίως δὲ καὶ τὸ πλῆθος, ἀλλ’ οὖν πρὸς τὸ πρῶτον καὶ κυρίως ἓν λεγόμενον τὰ ἄλλα ἀναφέρεται. πρῶτον δὲ ἓν ὥσπερ καὶ πρῶτον ὂν ἡ οὐσία, καὶ τὰ ἐναντία ὁμοίως πάντα τὰ] ὑπὸ τὸ πρῶτον πλῆθος τελεῖ. p. 1005a8 Καὶ διὰ τοῦτο εἰ καὶ μή ἐστι. Κἂν μὴ ὑποθώμεθα καθόλου, τουτέστι συνωνύμως, κατηγορεῖσθαι πάντων τῶν ὄντων τό τε ἓν καὶ τὸ ὄν. εἰ καὶ μή ἐστι, φησί, γένη τε καὶ καθόλου ὁμοίως κατὰ πάντων τῶν ὄντων κατηγορούμενα, ἀλλὰ μηδὲ φύσεις τινὲς κεχωρισμέναι τῶν τῇδε, οὐχ ὥσπερ τὰ γένη ἐν τοῖς ὧν κατηγορεῖται τὸ εἶναι ἔχει ἀχώριστα γὰρ τὰ γένη τούτων ὧν ἐστι γένη), ἀλλ’ αὐτὰ καθ’ αὑτὰ τὴν ὑπόστασιν ἔχοντα, ὡς δοκεῖ τοῖς τὰς ἰδέας εἰσάγουσιν. οὐ γὰρ μόνον τῶν τοιούτων τῶν καθ’ ἓν οὕτως λεγομένων ἐπιστήμη <μία> ἀλλὰ καὶ τῶν πολλαχῶς λεγομένων ὃν εἰρήκαμεν τρόπον. ἴσως δὲ οὐκ εἶναι εἶπε χωριστήν τινα οὐσίαν, ἐπειδὴ οὐ πρόκειται αὐτῷ νῦν τοῦτο δεικνύναι, οὔτε δὲ συντελεῖ αὐτῷ τι ἐνταῦθα. δύναται τ·ὸ ὥσπερ ἴσως οὐκ ἔστιν οὐκ ἐπὶ τοῦ χωριστοῦ μόνον εἰρῆσθαι, ἀλλὰ καὶ ἐπὶ τοῦ καθόλου τε καὶ γένους· οὐδὲ γὰρ τοιαῦτα τό τε ὂν καὶ τὸ ἕν, ἀλλ’ ὡς ἐπιφέρει,. τὸ μὲν πρὸς ἕν, τὸ δὲ τῷ ἐφεξῆς. διαφέρει δὲ τὰ ἐφεξῆς τῶν πρὸς ἕν, ἀμφότερα τῶν πολλαχῶς λεγομένων ὄντα, ·ὅτι τὰ μὲν πρὸς ἓν τῷ ἐκείνου τι εἶναι τοὐ ἑνὸς οὕτως λέγεται, τάξιν τινὰ ἔχοντα πρὸς ἄλληλα, ὡς ἐδείχθη * * * σαφέστερον δὲ εἰπεῖν τοῦτο λέγει, ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι καθόλου, τουτέστιν οὐ κατηγοροῦνται τῶν ὄντων συνωνύμως, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἢ χωριστὸν δὲ εἶπεν, ἵνα δηλώσῃ τὸ γέὑπὸ νος, ἐπειδὴ χωριστὸν ὑπετίθεντο εἶναι τὸ γένος οἱ τὰς ἰδέας πρεσβεύοντες. ὥσπερ ἴσως οὐκ ἔστι συνώνυμον ἀντὶ τοῦ ἀλλὰ τὸ μὲν πρὸς ἕν, τὸ δὲ ἐφεξῆς. πρῶτον γάρ ἐστι τὸ ἓν καὶ ἐξ αὐτοῦ τὰ ἄλλα πάντα κατὰ τάξιν προάγονται διὰ τὴν ἐπιπηγάζουσαν αὐτοῦ δύναμιν· εἶτα τὸ πλῆθος τὸ νοητὸν καὶ ἐξ αὐτῶν ἐφεξῆς τὰ ἄλλα πάντα τὰ μετέχοντα τοῦ πλήθους. καὶ διὰ τοῦτο οὐκ ἔστι τοῦ γεωμέτρο θεωρῆσαι τί τὸ ἐναντίον ἢ τέλειον ἢ ἓν ἢ ὂν ἢ ταὐτὸν ἢ ἕτερον * * ἐξ ὑποθέσεως. τοῦτο δέ ἐστιν ὅτι χρῆται μὲν αὐτοῖς καὶ ὁ γεωμέτρης, οὐ μὴν δείξας τί ποτέ ἐστιν αὐτῶν ἕκαστον, ἀλλ’ ὑποθέμενος ἢ λαβὼν παρὰ τοῦ φιλοσόφου· οἷον ὐποθέμενος ὅμοια εἶναι μεγέθη, ὧν αἱ πλευραὶ ἀνάλογον, τούτῳ ὑποτεθέντι ὑπ’ αὐτοῦ, οὐ δειχθέντι χρῆται· ὁμοίως καὶ ἴσῳ καὶ ταὐτῷ καὶ τοῖς ἄλλοις. καὶ ὁ ἀριθμητικὸς ὑποθέμενος τέλειον ἀριθμὸν εἶναι τὸν πᾶσιν ἴσον τοῖς αὐτοῦ μέρεσι, θεωρεῖ τίνες ἀριθμοὶ πεπόνθασι τοῦτο, ἁπλῶς δὲ περὶ τελείου οὐκ οἶδε· μόνου γὰρ τοῦ φιλοσόφου τὸ τούτων ἐπιστήμην ἔχειν τί ποτέ ἐστιν αὐτῶν ἕκαστον. λείπει δὲ τῇ λέξει καὶ ὅτι οὐ μόνον τῶν oὐσιῶν, ἀλλὰ καὶ τῶν ὑπαρχόντων τῇ οὐσίᾳ. καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ γένους καὶ εἴδους καὶ ὅλου καὶ μέρους καὶ τῶν ἄλλων τῶν τοιούτων. ὁ γὰρ γεωμέτρης διαλέγεται περὶ τοῦ προτέρου τοῦ ἐν τοῖς μεγέθεσιν, ὅτι πρότερα, εἰ τύχοι, ὑπάρχουσι τὰ τρίγωνα τῶν τετραγώνων, ὁ δὲ ἀριθμητικὸς περὶ τοῦ προτέρου τοῦ ἐν τοῖς ἀριθμοῖς, ὅτι προτέρα ἡ δυὰς Τῆς τριάδος· ὁ δὲ φιλόσοφος περὶ ἀπλῶς προτέρου, τῆς φύσεως αὐτοῦ, πολυπραγμονεῖ, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὑστέρου καὶ ὅλου καὶ μέρους. πάλιν ὁ φυσικὸς διαλέξεται περὶ τοῦ γένους τοὐ ἐν ζῴῳ, ὁ δὲ φιλόσοφος περὶ τοὐ ἀπλῶς γένους τοῦ ἐν. ἅπασι θεωρουμένου. p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης περί τε ·τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων. Ἐζήτησε τοῦτο καὶ ἐν τῷ βݲ στοιχείῳ, πότερον ὁ πρῶτος φιλόσοφος διαλέξεται περὶ· πασῶν τῶν οὐσιῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις· καὶ ἔδειξεν ὅτι ὁ πρῶτος φιλόσοφος προσεχῶς διαλέξεται περὶ αὐτῶν. πρὸς δὲ τούτοις ἐζήτησε καὶ περὶ τῶν ἀξιωμάτων, εἴτε τοὐ καθ ἕκαστα ἐπιστήμονός ἐστι διαλεχθῆναι περὶ αὐτῶν ἤγουν τοῦ πρώτου φιλοσόφου τοῦ ἔχοντος περὶ τὸ ἀπλῶς ὂν ᾗ ὄν ἐστιν. ἐνταῦθα τοίνυν δείκνυσιν ὅτι τοὐ ἀπλῶς φιλοσόφου ἐστὶ τὸ διαλεχθῆναι περὶ τῶν ἀξιωμάτων, τουτέστι τῶν κοινῶν ἐννοιῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν ἀρχῶν τῶν ἀποδείξεων, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· οἷον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ὁ ·γὰρ γεωμέτρης κέχρηται τούτῳ τῷ ἀξιώματι τῷ λέγοντι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἀλλὰ καὶ ἀριθμητικὸς καὶ μουσικὸς καὶ φυσικός· ἀλλ’ ὁ μὲν γεωμέτρης ἐπὶ μεγεθῶν, οὐκέτι δὲ καὶ ἐπὶ ἀριθμῶν, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμῶν, ὁ δὲ μουσικὸς ἐπὶ χορδῶν, ὁ δὲ φυσικὸς ἐπὶ κινήσεων. ὥστε καὶ αὐτοὶ οἱ καθ’ ἕκαστα ἐπιστήμονες διαλέγονται περὶ τῶν ἀξιωμάτων; ἐπειδὴ τῶν ὄντων ὑπάρχουσι, λαμ βάνοντες αὐτὰ ὡς ὁμολογούμενα· ἁπλῶς δὲ περὶ αὐτῶν τῶν ἀξιω·μάτων ὁ πρῶτος φιλόσοφος διαλέγεται, ἐπειδὴ οὐδεμιᾷ ἐπιστήμῃ ὑπάρχει ἀφωρισμένῃ, οἷον γεωμετρίᾳ, εἰ τύχοι, ἢ ἀριθμητικῇ. εἰ γὰρ μιᾷ ἐπιστήμῃ ὑπῆρχεν ἀφωρισμένῃ, ἔδει τὰς ἄλλας μὴ διαλέγεσθαι περὶ αὐτῶν· εἰ τοίνυν διαλέγονται, ὡς ἐδείξαμεν, δῆλον ὅτι οὐχ ὑπάρχει μιᾷ. ὥστε χρῶνται τοῖς ἀξιώμασιν οἱ καθ’ ἕκαστα ἐπιστήμονες, εἰς ὅσον δέονται, οἷον γεωμετρία ἐπὶ μεγεθῶν, ἀριθμητικὴ ἐπὶ ἀριθμῶν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἐπεὶ οὖν κοινῶς πάσαις ἐπιστήμαις ὑπάρχουσι τὰ ἀξιώματα, περὶ δὲ τῶν ἁπλῶς ὄντων ὁ πρῶτος φιλόσοφος διαλέξεται, καὶ περὶ τῶν ἀξιωμάτων τοῦ πρώτου φιλοσόφου ἐστὶν εἰπεῖν· οὐδεὶς γὰρ τῶν κατὰ μέρος ἐπισκοπούντων ἐγχειρεῖ τι λέγειν περὶ αὐτῶν, εἰ ἀληθῆ ἢ μή, οὔτε ὁ γεωμέτρης οὔτε ἄλλος τις, δεικνύς, εἰ τύχοι, ὅτι οὔκ εἰσιν ἀποδεικταὶ καὶ ἀναιρῶν τοὺς σπουδάζοντας ἀνατρέπειν αὐτά, ὥσπερ αὐτὸς ἐφεξῆς ποιεῖ περὶ τῆς ἀντιφάσεως ὡς πρῶτος φιλόσοφος. οἱ δὲ φυσικοὶ ὑπέλαβον ὅτι ἔργον αὐτῶν ἐστι διαλέγεσθαι περὶ τῶν ἀξιωμάτων, ἐπειδὴ ᾤοντο καὶ περὶ πάντων τῶν ὄντων διαλέγεσθαι· οὐδὲν γὰρ ἄλλο ὑπελάμβανον εἶναι παρὰ τὰ φυσικὰ πράγματα, ἀγνοοῦντες ὅτι πρῶτον μὲν τῶν ἄλλων ὑπάρχει, πρὸ δὲ αὐτῶν ἐστι τὰ νοητά, ἐξ ὧν καὶ τὰ φυσικὰ πάντα π·αράγονται. ὥστε μόνος ὁ π·ρῶτος φιλόσοφος διαλέξεται περὶ τῶν ἀξιωμάτων, καὶ περὶ ἁπάντων τῶν ὄντων ὄντων αἰσθητῶν φημι καὶ νοητῶν. τινὲς γὰρ ἀπαιδεύτως ὑπέλαβον ἀποδείκνυσθαι τὰ ἀξιώματα, λέγοντες οὕτως ὅτι τὰ τῳ αὐτῷ ἴσα τὸν αὐτὸν κατέχει τόπον, τὰ τὸν αὐτὸν κατέχοντα τόπον ἴσα ἀλλήλοις ἐστί, τὰ τῷ αὐτῷ ἄρα ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. ἐροῦμεν τοίνυν ἡμεῖς πρὸς αὐτοὺς λέγοντες ὅτι, ὦ ἄνθρωποι, πάνυ ἐστὶν εὐχερὲς τὸ δέξασθαι ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, ἤπερ τὸ παραδέξασθαι ὅτι τὰ τῷ αὐτῷ ἴσα τὸν αὐτὸν κατέχει τόπον. ἄδηλος γάρ ἐστι καὶ πάνυ δύσκολος ἡ περὶ τοῦ τόπου θεωρία· πῶς οὖν ὅλως ἀγνοουμένου τοῦ τόπου τοῦτο πειρᾶσθε δεικνύναι; ἰστέον οὖν ὅτι αὐτὰ τὰ κυρίως ἀξιώματα οὐχ ὑπάρχουσιν ἀποδεικτά· δεῖ γὰρ περὶ τούτων ἥκειν προεπισταμένους, περὶ τῶν ἀξιωμάτων φημί, ἀλλὰ μὴ ἀκούοντας ζητεῖν· οὕτως γὰρ πᾶσα ἡ διδασκαλία ταραχθήσεται. ἄλλως τε δὴ [δ’] ἔχει ὁμολογουμένας τὰς ἀρχάς. τότε γὰρ γινώσκομεν τὰ πράγματα, ὅταν εἰδείημεν τὰς ἀρχὰς αὐτῶν, ὡς αὐτός φησιν ἀρχόμενος τῆς Φυσικῆς πραγματείας ‘ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὅταν τὰ αἴτια αὐτῶν γνωρίσωμεν καὶ τὰς ἀρχάς ’· εἰ δὲ ὑποθώμεθα εἶναι τὰ ἀξιώματα μάτα ἀποδεικτά, οὐδὲν ἔσται τῷ ὄντι ἀποδεικτόν. βούλομαι γὰρ γνῶναι τὴν ἀθανασίαν τῆς ψυχῆς ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή, καὶ λαμβάνω ἀρχὴν ταύτην ὅτι τὸ φθειρόμενον ἢ ὡς σῶμα φθείρεται ἢ ὡς ἐν σώματι τὸ εἶναι ἔχον. εἰ τοίνυν ἄγνωστός ἐστιν αὕτη ἡ ἀρχή, πάλιν δέομαι ἑτέρας ἀρχῆς πρὸς τὸ ἀποδεῖξαι, καὶ ἐπὶ ἐκείνης ὁμοίως, καὶ τοῦτο ἐπ’ ἄπειρον. ὥστε οὐκ ἔσται γνῶσις ἀγνοουμένων τῶν ἀρχῶν· γνῶναι δὲ τὰς ἀρχὰς ἀδύνατόν ἐστι διὰ τὴν ἀπειρίαν. ὥστε οὐκ ἀποδεικτὰ ὑπάρχουσι τὰ ἀξιώματα. Ἰστέον ὅτι πάντων τῶν ἀξιωμάτων ἀρχαικώτατόν ἐστι τὸ ἀξίωμα τὸ περὶ τῆς ἀντιφάσεως· πάντα γὰρ τὰ ἄλλα ἀξιώματα εἰς αὐτὴν ἀναλύονται καὶ κατασκευάζονται. οἷον λεγόντων ἡμῶν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· εἰ γὰρ μή. ἰδοὺ ἀντίφασις, καὶ οὕτως ἔσται μὲν τὸ ἀδύνατον. πάλιν ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρέθη, τὰ καταλιμπανόμενά ἐστιν ἴσα· εἰ γὰρ μή, ἕψεται ἀδύνατον. ὑποκείσθωσαν γὰρ ἴσα τὰ αβ γδ καὶ ἀφῃρήσθωσαν ἀπ’ αὐτῶν ἴσα τὰ Γε γζ· λέγω ὅτι τὰ καταλειφθέντα ἴσα ὑπάρχουσι, τουτέστι τὰ εβ ζδ. εἰ γὰρ μὴ ὑπάρχουσιν ἴσα, τὸ ἕτερον αὐτῶν μεῖζόν ἐστιν. ἔστω μεῖζον τὸ εβ τοῦ ζδ, καὶ ὑποκείσθωσαν τὰ εݲπݲ ζδ <ἴσα> ὥστε τὰ αݲπݲ γδ ἴσα ὑπάρχουσι. μεῖζον δὴ τὸ αβ τοῦ γδ· ὑπέκειτο δὲ καὶ ἴσον, ὅπερ ἐστὶν ἄτοπον. ὥστε παντὶ πάντως, ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ, τὰ καταλιμπανόμενά ἐστιν ἴσα. ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων. λέγω γὰρ ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή. εἰ γὰρ μή, πάλιν κέχρημαι τῇ ἀντιφάσει, καὶ οὕτως διὰ τῆς ἀδυνάτου ἐπιδείκνυμι. ὥστε ἀρχικώτατον πάντων τῶν ἀξιωμάτων, ὡς εἴρηται, τὸ περὶ τῆς ἀντιφάσεως ἀξίωμα, καὶ ἀδύνατόν ἐστιν αὐτὴν συναληθεύειν, καθάπερ, φησίν, ἀπαιδεύτως τινὲς τοῦτο ὑπελάμβανον, μάρτυρα παράγοντες τὸν Ἡράκλειτον, ἐπειδὴ ἔλεγεν ἐκεῖνος ἕνα ὁρισμὸν εἶναι πάντων τῶν πραγμάτων. εἰ γὰρ τῷ ὄντι πάντων τῶν πραγμάτων εἷς ὁρισμὸς ὑπάρχει, τὰ δὲ κοινωνοῦντα κατὰ τὸν ὁρισμὸν τὰ αὐτὰ ἀλλήλοις ὑπάρχουσι, συνδραμεῖται ἡ ἀντίφασις· εἷς γὰρ καὶ ὁ αὐτὸς ὁρισμὸς ἀγαθοῦ τε καὶ οὐκ ἀγαθοῦ, ὥστε ταὐτὸν ἔσται ἀγαθὸν καὶ οὐκ ἀγαθόν, καὶ ἀγαθὸν καὶ κακόν, καὶ καλὸν καὶ οὐ καλόν. ὥστε, ὡς εἴρηται, συναληθεύσει ἡ ἀντίφασις καὶ οὐκέτι διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάντων τῶν ὄντων, καὶ ὥς φησιν ὁ Πλατῶν, ὅτι οὐδὲν καυχήσεται τῶν ὄντων ἐκφυγεῖν τὴν ἀντίφασιν. πάντα γὰρ περιλαμβάνει ‘ἢ ψυχή ἐστιν ἡ οὐκ ἔστι ψυχή’· πάντα γὰρ τὰ παρὰ τὴν ψυχὴν οὐκ ἔστι ψυχή. φησὶν οὖν ὁ Ἀριστοτέλης ἢ ὅτι οὐκ ἔλεγε τοῦτο ὁ ‘Ηράκλειτος, ἢ εἴπερ ἔλεγε, συμβολικῶς ἔλεγεν, ὡς εἴρηται ἐν τῇ Φυσικῇ πραγματείᾳ, ὅτι ἐπειδὴ γίνονται τὰ εἴδη ἐν τῇ ὕλῃ, χραίνονται· τὰ γὰρ ἄυλα εἴδη ἀμιγῆ ὑπάρχουσι. χουσι. τούτου χάριν ἔλεγεν ἕνα εἶναι πάντων τὸν ὁρισμὸν διὰ τὸ πάντα ἐν τῇ ὕλῃ θεωρεῖσθαι καὶ χραίνεσθαι αὐτὰ ἐκ τῆς ὕλης. ἢ ὅτι ταῦτα ἔλεγεν οὐκ ἔχων οὕτως· πολλάκις γὰρ λέγομέν τινα μὴ ἔχοντες οὕτως, ὥσπερ, φησί, περὶ τῆς τοῦ ὁρισμοῦ ἀιδιότητός τινες πειρῶνται δεικνύναι αὐτὸν ἀίδιον μὴ ἔχοντες οὕτως, ἤγουν τὸ ἀνάπαλιν δεικνύναι τὰ ἀξιώματα πρὸ τῶν ἀποδείξεων, ἐπεὶ οὐδὲν ἔσται ἀποδεικτόν, ὥσπερ τὰ ἀγέννητα πρὸ τῶν γεννητῶν, ἐπεὶ οὕτως οὐδὲν ἔσται γεννητόν. φησὶν οὗν ὅτι τινὲς διὰ ἀπαιδευσίαν ἐπειρῶντο * * * πάντων ἀρχὰς τὰς ἀποδείξεις εἶναι· τῷ ὄντι δὲ ἀπαιδευσία ἐστὶ τὸ μὴ γινώσκειν, τίνων δεῖ ζητεῖν ἀπόδειξιν καὶ τίνων οὔ· ὅτι τῶν μὲν γνωρίμων οὐ δ.εῖ ζητεῖν ἀπόδειξιν, ὥσπερ ἐπὶ τῆς ἀντιφάσεως ὡμολόγηται γὰρ ὅτι οὐ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει· οὐ γὰρ ταὐτόν ἐστιν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος), τῶν δὲ μὴ γνωρίμων δεῖ ἡμᾶς ζητεῖν ἀπόδειξιν, οἷον ὅτι ἀθάνατός ἐστιν ἡ ψυχή· τοῦτο γὰρ ἀγνοοῦσιν οἱ πολλοὶ ἄνθρωποι ἀποδεικτικῶς. ἐπεὶ οὖν τινες ἐπειράθησαν ἀνατρέψαι τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως λέγοντες ὅτι οὐ διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, δεῖ ἡμᾶς, φησίν, ἑπομένους τῇ φύσει τῶν πραγμάτων ἐλέγξαι μὲν τοὺς παρ’ αὐτῶν λόγους, μηκέτι δὲ ἀποδεῖξαι ὅτι ἔστιν ἀντίφασις· ὡς γὰρ διὰ πλειόνων λόγων εἰρήκαμεν, οὐ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν, ἐπειδὴ πᾶσα ἀπόδειξις λαμβάνεται ἐξ ἀρχῶν τινων ὁμολογουμένων, οὐδὲν δὲ ἀρχαιότερόν ἐστι τῆς ἀντιφάσεως. εἰ οὖν πειραθείη τις ἀποδεῖξαι αὐτήν, τὸ ἐν τῇ ἀρχῇ αἰτεῖται λέγων οὕτως ‘ἡ ἀντίφασις διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπειδὴ ἡ κατάφασις οὐ συντρέχει τῇ ἀποφάσει’. ὥστε τὰ ἐν ἀρχῇ αἰτεῖται· ταὐτὸν γάρ ἐστιν ἀντίφασιν εἰπεῖν καὶ κατάφασιν καὶ ἀπόφασιν. ὥστε ἀποδεικτικῶς οὐ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτήν, ἐλεγκτικῶς δὲ δυνατόν ἐστιν ἀποδεῖξαι αὐτὴν τῷ ἀναιρεῖν τοὺς λόγους τῶν πειρωμένων μένων αὐτὴν ἀνατρέπειν, καὶ ἐκ τῶν ἐκείνων λόγων πιστουμένων αὐτὴν καὶ οἱονεὶ ἀποδεικνύντων αὐτήν, κεχρημένων ἡμῶν ἀρχαῖς παρ’ ἐκείνων διδομέναις, ὥστε κενὸς ὁ τρόπος οὕτως ἐστὶν ἀποδείξεως. ἐρωτῶμεν γὰρ αὐτοὺς ὅτι ἀποκρίνεσθε τοῖς ἐρωτῶσιν ἢ οὐκ ἀποκρίνεσθε; ἄν γε οὐκ ἀποκρίνεσθε, οὐκ ἔστιν ἡμῖν σχολὴ πρὸς φυτὰ ἤγουν πρὸς ἄψυχα διαλέγεσθαι· εἰ δὲ ἀποκρίνεσθε, ἀρά γε ὀνόμασι κέχρησθε σημαντικοῖς ἢ ἀσημάντοις; εἰ μὲν οὖν κέχρησθε ὀνόμασι μηδὲν σημαίνουσι, πάλιν οὐκ ἀποκρίνεσθε· ὁ γὰρ εἰρηκὼς· βλίτυρι οὐδὲν εἴρηκεν· εἰ δὲ κέχρησθε σημαντικοῖς ὀνόμασι, γνωρίμοις κέχρησθε ἢ ἀγνώσιοις. εἰ μὲν οὖν ἀγνώστοις κέχρησθε, πάλιν οὐ διαλέγεσθε οὔτε πρὸς ἡμᾶς οὔτε δὲ πρὸς ἑαυτούς, ἐὰν καὶ ὑμεῖς ἀγνοῆτε τοὺς λόγους· ἐὰν γάρ τις τῇ Σύρων διαλέκτῳ χρήσαιτο πρὸς Αἰγύπτιον, οὐ διαλέγεται αὐτῷ. ὥστε πᾶσά ἐστιν ἀνάγκη καὶ σημαντικοῖς‘ ὀνόμασι χρῆσθαι ὑμᾶς καὶ γνωρίμοις. πάλιν τὰ σημαντικὰ ταῦτα ὀνόματα ἢ ἓν πρᾶγμα δηλοῦσιν ἢ ἄπειρα ἢ πολλὰ μὲν πεπερασμένα δέ, καὶ οὐκέτι παρὰ ταῦτα. ἀλλ’ εἰ μὲν ἄπειρα δηλοῦσι, τῷ ὄντι οὔτε πρὸς ἡμᾶς διαλέγεσθε οὔτε δὲ πρὸς ἑαυτούς· οὐκ ἔστι γὰρ γνῶσις τῶν ἀπείρων. πῶς γὰρ δυνατόν ἐστι διεξελθεῖν τὰ ἄπειρα ἐν πεπερασμένῳ χρόνῳ; εἰ δὲ ἕν τι πρᾶγμα δηλοῖ τὸ ὄνομα ὡρισμένον, οἷον τὸν ἄνθρωπον.. καὶ οὐδὲν ἕτερον δηλοῖ παρὰ τὸν ἄνθρωπον, δῆλον ὡς ὅτι οὐ συνδραμεῖται ἡ ἀντίφασις· οὔτε γὰρ τὸ αὐτὸ δηλοῖ τὸ οὐκ ἄνθρωπος τῷ ἀνθρώπῳ, ἐπεὶ οὕτως οὐκέτι ὡρισμένον πρᾶγμα δηλοῖ τὸ ἄνθρωπος ὄνομα, ἐπειδὴ ἡ μὲν κατάφασις ὥρισται, ἡ δὲ ἀπόφασις ἄπειρα δηλοῖ. εἰ δὲ πάλιν φαίη τις ὅτι τὸ ὄνομα πολλὰ μὲν δηλοῖ πεπερασμένα δέ, ἐροῦμεν πρὸς αὐτὸν ὅτι ὁμώνυμος ἡ φωνὴ δῆλον <ὅτι> πλειόνων κατηγορουμένη, ὥσπερ ἡ κύων φωνή. διακρίνονται δὲ τὰ ὁμώνυμα ἀπ’ ἀλλήλων λόγῳ ἢ ὀνόματι οἷον ὁ κύων λέγεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ οὐρανίου, λέγεται δὲ καὶ κατὰ τοῦ θαλαττίου. προσδιοριζόμενοι οὖν τὸν χερσαῖον, φαμὲν ὅτι κύων ὑλακτικός, καὶ φανερὸν ὡς ὅτι ὡρισμένον τότε τὸν χερσαῖον κύνα δηλοῦμεν· ὥστε οὐ δυνατὸν συντρέχειν πάλιν καὶ ἐπὶ τούτων τῇ κύων τὴν οὐ κύων, ἐπεὶ οὕτως οὐκέτι ἔσται ὡρισμένον τὸ ὄνομα, ὥσπερ ὑμεῖς ὑπέθεσθε ὡρισμένον πρᾶγμα δηλοῦν τὸ ὄνομα. ἐκ τῶν ἄρα παρ’ ὑμῶν λεχθέντων ἐπιστωσάμεθα τὴν ἀντίφασιν, ὅτι οὐ συναληθεύουσιν ἀμφότερα τὰ μόρια αὐτῆς. ἔστι δὲ πιστώσασθαι τὸν λόγον καὶ ἐκ συλλογισμοῦ τοιούτου· τὰ ἀντιφατιχῶς ἀλλήλοις ἀντικείμενα ἐναντία ὑπάρχουσιν ἤγουν ἀντικείμενα· τὰ ἐναντία οὐδέποτε συνυπάρχουσι· τὰ ἀντιφατικῶς ἄρα ὑπάρχοντα οὐδέποτε συνυπάρχουσιν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ καὶ ὅσα ἄλλα ἔχει προσδιορίσασθαι. ἐὰν γὰρ εἴπω ὅτι Σωκράτης περιπατεῖ καὶ Πλατῶν οὐ περιπατεῖ, οὐκ ἐποίησα ἀντίφασιν, καὶ πολλάκις συναληθεύει. δεῖ οὖν τὸ αὐτὸ εἶναι ὑποκείμενον καὶ τὸ αὐτὸ κατηγορούμενον καὶ κατὰ τὸν αὐτὸν χρόνον οὐκ ἄτοπον γὰρ νῦν μὲν λευκὸν εἶναι, αὔριον δὲ μέλανα) καὶ κατὰ τὸ αὐτὸ μέρος ἐν γὰρ τοῖς ὀδοῦσιν ὁ Αἰθίοψ λευκός ἐστι, κατὰ δὲ τὴν ἐπιφάνειαν τοῦ δέρματος μέλας) καὶ <μὴ> δυνάμει καὶ ἐνεργείᾳ· ὁ γὰρ καθεύδων Σωκράτης δυνάμει * * * ἐὰν οὖν ταῦτα πάντα μὴ διορισώμεθα, δυνατόν ἐστι τότε τὴν ἀντίφασιν συναληθεύειν. ἐναντία δὲ λέγει τὰ ἀντιφατικῶς ἀντικείμενα, ἐπεὶ ταῦτα λέγονται ἐναντία τὰ πλεῖστον ἀλλήλων διεστηκότα ὑπὸ ταὐτό· τοιαῦτα δὲ τὸ λευκὸν καὶ οὐ λευκόν πλεῖστον γὰρ διεστήκασι καὶ τελοῦσιν ὑπὸ τὴν ποιότητα, ἐπεὶ τὸ οὐ λευκὸν καὶ τὸ μέλαν εἰσάγει)· ἢ ὅτι ἐναντίας εἰσάγουσι δόξας, θνητὸν οὐ θνητόν, καλὸν οὐ καλόν. ἔπειτα πάλιν δείκνυσιν ὅτι. ἀδύνατόν ἐστι τὴν ἀντίφασιν συναληθεύειν ἐκ τοῦ μᾶλλον ποιούμενος τὴν ἐπιχείρησιν, καί φησιν οὕτως ὅτι οὐκ ἔστι τὸ αὐτὸ τὸ ἓν καὶ τὸ καθ’ ἑνός. τὸ γὰρ καθ’ ἑνὸς πλείονα δηλοῖ· καθ’ ἑνὸς γὰρ τοῦ Σωκράτους λέγεται τὸ λευκόν, τὸ μουσικόν, τὸ σιμόν, τὸ εἶναι αὐτὸν προγάστορα, τὸ δὲ ἕν, τουτέστι τὸ ἄνθρωπος καθὸ ἄνθρωπος μίαν οὐσίαν δηλοῖ ὑπάρχειν. οὐκ ἔστιν οὖν ταὐτὸν Σωκράτης καὶ λευκὸν ἤγουν μουσικόν, ἐπεὶ οὕτως ἔδει τὸ παρὰ τὸν Σωκράτη μὴ εἶναι λευκὸν μήτε δὲ μουσικόν. ὥστε ἐάν τις ἡμᾶς ἔρηται <εἰ> τοῦτο ἄνθρωπος, δεῖ ἡμᾶς πρὸς τὴν ἐρώτησιν ἀκοκρίνεσθαι καὶ λέγειν ὅτι ναὶ ἢ οὔ, καὶ μὴ ἐπάγειν ὅτι καὶ λευκόν ἐστι καὶ μουσικόν· ὁ τοιοῦτος γὰρ οὐ προσδιαλέγεται κατὰ ἰοὺς λογικοὺς νόμους· οὐ γὰρ πρὸς τὴν ἐρώτησιν τὴν ἀπόκρισιν ἐποιήσατο· ὁ μὲν γὰρ ἠρώτησε περὶ ἑνός, ὁ δὲ πλείονα ἀπεκρίνατο. ἔδει οὖν καὶ περὶ τῶν ἄλλων συμβεβηκότων ποιήσασθαι τὸν λόγον, <ὡς> καὶ περὶ ἑνὸς ἐποιήσατο, ἐπεὶ ἀποκληρωτικὸς ὁ λόγος. τὰ δὲ οὅτω συμβεβηκότα ἄπειρα ὑπάρχουσι. πῶς οὖν δυνατόν ἐστι περὶ τῶν ἀπείρων τῶν ἀδιεξιτήτων ἀπόκρισιν ποιήσασθαι; εἰ τοίνυν ὁ λέγων ἄνθρωπος οὐκ εἰσφέρει τὸ λευκὸν ἢ τὸ μουσικόν, πολλῷ μᾶλλον οὐ δυνατὸν συνεισφέρειν τὸ πάνυ ἀντικείμενον τοῦ ἀνθρώπου καὶ ἀναιρετικὸν αὐτοῦ, φημὶ δὴ τὸν μὴ ἄνθρωπον. ὥστε οὐ συντρέχει ἐπὶ τῆς ἀντὶ. φάσεως ἡ κατάφασις τῇ ἀποφάσει. p. 1005a19 Λεκτέον δὲ πότερον μιᾶς ἢ ἑτέρας ἐπιστήμης. Ὃ λέγει τοῦτό ἐστιν, ὅτι δεῖ ζητῆσαι, πότερον μιᾶς ἐστιν ἐπιστήμης τῆς ἐχούσης περὶ πάντα τὰ ὄντα ἤγουν ἑτέρας καὶ ἑτέρας διαλεχθῆναι περί τε τῶν ἐν τοῖς μαθήμασι καλουμένων ἀξιωμάτων καὶ περὶ τῆς κυρίως οὐσίας. ἐζήτησε γὰρ καὶ τοῦτο ἐν τῷ Β, εἴτε ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ τῶν οὐσιῶν καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ταῖς οὐσίαις καὶ τῶν ἀξιωμάτων πάντων ἤγουν οἱ κατὰ μέρος ἐπιστήμονες. καὶ ἐνταῦθα ἐπικρίνει καί φησιν ὅτι φανερόν ἐστιν ὅτι περὶ τῶν ἀξιωμάτων μιᾶς ἐστιν ἐπιστήμης διαλεχθῆναι· τοῦ γὰρ πρώτου φιλοσόφου ἐστὶ καὶ ἡ περὶ τούτου σκέψις. καὶ λοιπὸν καιασκεύαζει αὐτό· ἅπασι γὰρ τοῖς οὖσιν ὑπάρχει τὰ ἀξιώματα καὶ οὐ γένει τινὶ χωρὶς ἰδίᾳ τῶν ἄλλων, οἷον γεωμετρίᾳ μόνῃ ἢ ἀριθμητικῇ μόνῃ ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. εἰ γὰρ μιᾷ ἐπιστήμῃ μόνῃ ὑπῆρχεν, αὐτὴ περὶ αὐτῶν τῶν ἀξιωμάτων διελέγετο· εἰ τοίνυν πᾶσιν ὑπάρχει, περὶ δὲ πάντων ἡ π·ρώτη φιλοσοφία διαλέγεται, δῆλον ὡς ὅτι καὶ περὶ τῶν ἀξιωμάτων ἡ πρώτη φιλοσοφία διαλέγεται ἡ περὶ τὸ ὂν ᾗ ὂν καταγινομένη. τὸ δὲ ἅπασι γὰρ ὑπάρχει τοῖς οὖσιν εἶπεν οὐκ ἐπειδὴ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα διὰ πασῶν τῶν κατηγοριῶν πεφοίτηκε μόνου γὰρ τοῦ ποσοῦ ταῦτα ὑπάρχουσιν), ἀλλ’ ὅτι περὶ πάντα τὰ μόρια τοῦ ποσοῦ θεωρεῖται, καὶ περὶ τὸ συνεχὲς καὶ διωρισμένον· διὸ καὶ γεωμετρία κέχρηται περὶ τὸ συνεχὲς ἔχουσα καὶ ἀριθμητικὴ δὲ περὶ τὸ διωρισμένον. φησὶν οὖν ὅτι πᾶσαι ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι τούτοις, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, γεωμετρία ἀριθμητικὴ ἀστρονομία ὀπτικὴ καὶ αἱ ἄλλαι, ἐπειδὴ ἕκαστον αὐτῶν τοῦ ὄντος ἐστί, καθὸ ὂν ὑπάρχει· ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ’ ὅσον αὐταῖς ἱκανόν, τουτέστι γεωμετρία μὲν ἐπὶ μεγεθῶν, ἀριθμητικὴ δὲ ἐπὶ ἀριθμῶν, καὶ αἱ ἄλλαι ὁμοίως. διό φησι τοῦτο δέ ἐστιν, ὅσον ἐπέχει τὸ γένος περὶ οὗ φέρουσι τὰς ἀποδείξεις, ὥσπερ γεωμετρία ἐπὶ μεγεθῶν φέρουσα τὰς ἀποδείξεις· διὸ καὶ ἐπ’ αὐτῶν μόνων κέχρηται τοῖς ἀξιώμασιν, ὁμοίως δὲ καὶ ἀριθμητικὴ ἐπὶ ἀριθμῶν. ἐπεὶ τοίνυν, καθὸ ὄντα ὑπάρχει ταῦτα, πᾶσιν ὑπάρχουσι τὰ ἀξιώματα, ὡς εἴρηται τοῦτο γὰρ αὐτοῖς τοῖς ἀξιώμασίν ἐστι τὸ κοινόν, τὸ ἐν ἅπασι θεωρεῖσθαι), κοινῶς δὲ περὶ πάντων ὁ πρ·ῶτος φιλόσοφος διαλέγεται, τοῦ περὶ τὸ ὂν ᾗ ὂν γνωρίζοντος, τουτέστι τοῦ πρώτου φιλοσόφου, ἔστιν ἡ περὶ τούτων θεωρία, ἐπειδὴ καὶ αὐτὸς καταγίνεται περὶ τὸ ὂν ᾗ ὄν ἐστι, καθάπερ ἐν τοῖς προλαβοῦσιν εἴρηται. καὶ διὰ ταύτην τὴν αἰτίαν οὐδεὶς τῶν κατὰ μέρος επιστημόνων ἐπιχειρεῖ τί ποτε λέγειν περὶ τῶν ἀξιωμάτων , εἰ ἀληθῆ ὑπάρχουσιν εἴτε μή, οὔτε ὁ γεωμέτρης οὔτε ὁ ἀριθμητικός, ἀλλὰ μόνον κέχρηνται αὐτοῖς ὡς ὁμολογουμένοις· ὁμοίως δὲ καὶ ὁ ἰατρὸς καὶ ὁ μουσικὸς καὶ ἀστρονόμος. ἀλλὰ τῶν φυσικῶν ἔνιοι οὐκ ὀρθῶς τοῦτο δρῶσι· μόνοι γὰρ ὑπελάμβανον περί τε τῆς ὅλης φύσεως σκοπεῖν καὶ περὶ του οντος. διαλεγόμενοι γὰρ περὶ τῶν φυσικῶν ὑπελάμβανον περὶ παντὸς τοῦ ὄντος διαλέγεσθαι· οὐδὲν γὰρ ὑπελάμβανον εἶναι παρὰ τὰ φυσικὰ πράγματα, μὴ ἐπιστήσαντες ὅτι ἔστιν οὐσία τις ἀκίνητος καὶ ἀναλλοίωτος, ἥτις κυρίως ἐστὶν οὐσί, ἐπειδὴ ἐξ αὐτῆς παράγονται τὰ φυσικὰ πράγματα. διό φησιν ὅτι ἔστι τις οὐσία ἀνωτέρω τοὐ φυσικοῦ ἡ ἀκίνητος καὶ ἀναλλοίωτος· μέρος γάρ τι τοῦ ὄντος ἐστὶν ἡ φύσις οὖσα ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ὥστε μέρος ἐστὶν ἡ φύσις τοῦ κ·αθόλου, τουτέστι τοῦ νοητοῦ, ἐξ οὗ καὶ αὐτὴ μετὰ τῶν ἄλλων προῆλθεν. ἐκεῖνοι οὖν διημάρτανον τῷ μηδὲν ἄλλ’ ἔξω τῶν φυσικῶν ὑπολαμβάνειν εἶναι, περὶ ὧν ἐπραγηατεύοντο· ἐπὶ πλέον γὰρ τῶν φυσικῶν τὸ ὄν, καὶ ἔστι τινὰ ὄντα καὶ παρὰ τὰ φυσικά· ἡ γάρ ἀσώματός τε καὶ ἀκίνητος οὐσία οὐ φυσική. ἓν γάρ τι γένος τοὐ ὄντος ἡ φύσις, ἀρχὴ καὶ αἰτία κινήσεως οὖσα καθ’ αὑτὴν τοῖς ἐν οἷς ἐστι. διὸ οὐ τοῦ φυσικοῦ ἡ περὶ τῶν τῷ ὄντι ᾗ ὂν ὑπαρχόντων θεωρία, ἀλλὰ τοῦ φιλοσόφου, ὅς ἐστιν ἀνωτέρω ἔτι τοῦ φυσικοῦ, περὶ παντὸς τοῦ ὄντος ᾗ ὂν τὴν θεωρίαν ποιούμενος, καὶ μάλιστα καὶ πρώτως περὶ τοῦ μάλιστα καὶ πρώτου τῶν ὄντων, ὅπερ οὐσία μέν ἐστιν, οὐ μὴν φυσική. ἔστι μὲν γὰρ καὶ ἡ φυσικὴ σοφία τις καὶ φιλοσοφία, ἀλλ’ οὐχ ἡ πρώτη· ἡ] πρώτη δ’ ἄν εἴη ἥ τε περὶ τῶν πρώτων οὐσιῶν καὶ ἡ καθόλου περὶ πάσης οὐσίας καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων διαλεγομένη. αἱ δὲ ἄλλαι ἐπιστῆμαι, ἃς γένη ἐκάλεσε, χρῶνται τοῖς ἀξιώμασιν, εἰς ὅσον αὐταῖς ἐστι χρήσιμον, ὁ μὲν γεωμέτρης ἐπὶ τὰ μεγέθη ἄγων αὐτὰ καὶ ἐπὶ τοσοῦτον αὐτοῖς χρώμενος, ὁ δὲ ἀριθμητικὸς ἐπὶ ἀριθμούς· τοῦτο δὲ διὰ τὸ πᾶσιν ὑπάρχειν αὐτὰ καὶ μηδενὸς ἴδια εἶναι. ὁ μὲν γὰρ γεωμέτρης λαμβάνων ἀξίωμα ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα προστίθησι τὸ μεγέθη· περὶ γὰρ μεγέθη ἡ πραγματεία τούτῳ· ὁ δὲ ἀριθμητικὸς ἐπὶ τὸν ἀριθμὸν αὐτὰ μεταφέρει. διὸ ἀνωτέρω ἐπὶ τοσοῦτον δὲ αὐτοῖς χρῶνται, ἐφ ὅσον αὐτοῖς ἱκανόν. ὥστε τὰς τῆς οὐσίας ἀρχὰς πρώτας μόνη ἐπισκέψεται ἡ πρώτη φιλοσοφία. p. 1005b2 Ὅσα δὲ ἐγχειροῦσι τῶν λεγόντων τινές. Ὃ λέγει τοῦτό ἐστιν· οἱ ἐπιχειροῦντες τὰ ἀξιώματα ἀποδεικνύναι ὑπ’ ἀπαιδευσίας τοῦτο ὑπομένουσι τῶν ἀναλυτικῶν, τουτέστι τῆς· λογικῆς θεωρίας. ἐν γὰρ τῇ λογικῇ θεωρίᾳ̣ μανθάνει τις, ὥσπερ ἐν τῇ Ἀποδεικτικῇ, ὅτι ἀδύνατόν ἐστι γινώσκειν τὰ ἐκ τῶν ἀρχῶν ἀγνοουμένων τῶν ἀρχῶν, καὶ ὅτι οὐ δεῖ τὰς ἀρχὰς ἀποδεικτὰς εἶναι. εἰ γὰρ πάντων ἔσται ἀπόδειξις, οὐκ ἔσται ἀπόδειξις, ὡς ἐν ἐκείνοις μεμαθήκαμεν· δεῖ γὰρ περὶ τῶν ἀρχῶν ἥκειν προεπισταμένους, ἐπεὶ κοιναὶ ἔννοιαι ὑπάρχουσιν, ἀλλὰ μὴ ἐν τῷ ἀκούειν πολυπραγμονεῖν καὶ ἀπαιτεῖν ἀπόδειξιν καὶ τῶν ἀρχῶν, ἵνα μὴ ἐπ’ ἄπειρον βαδίσειεν καὶ οὕτως οὐδὲν ἔσται γνωστόν, καθάπερ ἐν τῇ θεωρία εἴρηται. ταῦτα οὖν λέγει πρὸς τοὺς οἰομένους τῶν πάντων ἀπόδειξιν εἶναι καὶ μηδὲν ἀποδέχεσθαι ἀξιοῦντας ὡς ἀληθὲς ἄνευ ἀποδείξεως λεγόμενον, περὶ ὧν εἴρηκε καὶ ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς· τούτους γάρ φησι διὰ ἀπαιδευσίαν τῶν ἀναλυτικῶν ταῦτα λέγει·ν. δέδεικται γὰρ ἐν ἐκείνοις ὅτι δεῖ ἀρχὴν ἀποδείξεως εἶναι, καὶ ταύτην ἀναπόδεικτον. οὐδὲ γὰρ ἄν ὅλως ἀπόδειξις εἴη, εἰ πάντα ἀποδεικτὰ εἴη καὶ περὶ πάντων ζητοίη τις. “πᾶσα γὰρ διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προὑπαρχούσης γίνεται γνώσεως’’ , ὡς ἐν ἐκείνοις εἴρηται, καὶ ἔστι ταῦτα τὰ ἀξιώματα καλούμενα. τὸ δὲ δεῖ γὰρ περὶ τούτων ἥκειν ἐπισταμένους ἤτοι περὶ τῶν ἀξιωμάτων λέγει ταῦτα γὰρ δεῖ προεπίστασθαί τε καὶ γνωρίζειν, καὶ μὴ ἐν τῷ ἀκούειν ζητεῖν αὐτά, εἴτε οὕτως εἴτε μὴ οὕτως ἔχει), ἢ ὅτι καθόλου δεῖ προεπίστασθαι ὅτι μὴ πάντα ἐστὶν ἀποδεικτά, ἀλλὰ μὴ ἀποδεικνύντα ἅμα καὶ περὶ τούτου ζητεῖν. δύναται δὲ τὸ εἰρημένον τείνειν καὶ πρὸς τὸ ὑπὸ Πλάτωνος εἰρημένον ἐν τῷ Ἀλκιβιάδῃ, τὸ ὅπερ τις οἶδε, μαθὼν ἢ εὑρὼν οἶδεν, εὑρίσκει δὲ ὁ ζητήσας πρῶτον· ἔνια γὰρ ἴσμεν οὔτε μαθόντες· οὔτε ζητήσαντες, ὥσπερ τὰ ἀξιώματα. p. 1005b5 Ὅτι μὲν οὖν τοὐ φιλοσόφου. Ὁ πρῶτος φιλόσοφος διαλέγεται περὶ τῶν ἀξιωμάτων οὐχ ὡς ἀποδεικνύων αὐτὰ ἀναπόδεικτοι γὰρ αἱ ἀρχαὶ τῶν ἀποδείξεων, ὡς λέγει), ἀλλὰ τίς ἡ φύσις αὐτῶν καὶ πῶς ἡμῖν ἐγγίνονται καὶ πῶς αὐτοῖς χρηστέον, καὶ ὅσα ἄλλα περὶ αὐτῶν ἐν τοῖς περὶ ἀποδείξεως πραγματεύονται. ὥσπερ γὰρ ὁ περὶ ἀξιωμάτων λόγος τοῦ φιλοσόφου, οὕτως καὶ ὁ περὶ ἀποδείξεως, οὐ τῆς τοῦδε ἢ τοῦδε, ἀλλὰ καθόλου τί τέ ἐστιν ἀπόδειξις καὶ ἐν τίνι γένει τῶν περὶ τὰς ἐπισιήμας ὑπάρχει. ἀλλ’ ἔστι καθ’ ἑκάστην ἐπιστήμην ἡ ἀπόδειξις περὶ τὰ οἰκεῖα τῆς ἐπιστήμης, ᾗ χρῆται ἕκαστος ἐξ ὑποθέσεως, παρὰ φιλοσοφίας τὸ πῶς ἀποδεικνύναι χρὴ λαβών. p. 1005b5 Ὅτι μὲν οὖν τοῦ φιλοσόφου καὶ τοῦ περὶ πάση. Ἤτοι περὶ περὶ τῆς οὐσίας εἶπεν ἀντὶ τοῦ περὶ παντὸς τοῦ ὄντος ᾗ ὄν, ἢ περὶ πάσης οὐσίας, ὅτι καὶ ἡ περὶ τοῦ ὄντος ἐπιστήμη περὶ οὐσίας μάλιστά ἐστι· κυριώτατον γὰρ τοῦτο ἐν τοῖς οὖσιν, ὡς ἐρρέθη, καὶ πρὸς τοῦτο τὰ ἄλλα. τὸ δὲ περὶ πάσης οὐσίας ἴσον τῷ καθόλου περὶ οὐσίας, ἀλλ’ οὐ τῆσδε ἢ τῆσδε. τὸ δὲ ᾗ πέφυκε σημαίνοι ἄν ἤτοι θεωροῦντος τίς καθόλου φύσις οὐσίας ἢ τίς φύσις ἑκάστης οὐσίας· οὐ γὰρ ἰῆς αὐτῆς πᾶσαι, εἴ γε αἱ μὲν ἀσώματοι αἱ δὲ σωματικαί, καὶ αἱ μὲν ἀκίνητοι αἱ δὲ ἐν κινήσει, καὶ αἱ μὲν ἀγένητοι αἱ δὲ ἐν γενέσει, καὶ αἷ μὲν ἄψυχοι αἱ δὲ ἔμψυχοι, καὶ τούτων ἑκατέρων πλείους διαφοραί. διὰ δὲ τῆς λέξεως δέδεικται ὅτι τοῦ φιλοσόφου ἐστὶ τὸ καὶ περὶ τῶν. συλλογιστικῶν ἀρχῶν ἐπισκέψασθαι. συλλογιστικὰς δὲ ἀρχὰς λέγει τὰς ἀποδεικτεκάς· ἀποδείξεων γὰρ καθόλου ἀρχαὶ τὰ ἀξιώματα. καὶ γὰρ καθ’ ἑκάστην εἰσὶν ἐπιστήμην οἰκεῖαι τοῖς ἀποδεικνυμένοις ἀρχαί τε καὶ τοῦ καθ’ ἑκάστην ἐπισιήμην ἀποδεικτικοῦ ταύτας εἰδέναι· ὃ ποιήσει ἕκαστος αὐτῶν λαβὼν παρὰ τοῦ ἀποδεικτικοῦ τε καὶ φιλοσόφου, ἐκ τῶν πῶς ὑπαρχόντων τῷ ἀποδεικνυμένῳ δεῖ γὰρ] ἀποδεικτικὰς λαμβάνειν προτάσεις, καὶ πῶς ταύτας ἀλλήλαις συμπλέκειν καὶ τὰ ἄλλα, ὅσα ἐν τοῖς περὶ ἀποδείξεως λέγεται. p. 1005b8 Προσήκει δὲ τὸν μάλιστα γνωρίζοντα. Ὠσπερ ἕκαστον ἐπιστήμονα δεῖ γνωρίζειν τὰς οἰκείας ἀρχὰς καὶ βεβαίας αὐτὰς ἔχειν, οἷον τὴν γεωμετρίαν ὅτι ἀμερὲς τὸ σημεῖον, τὸν ἰατρὸν ὅτι ἐκ τεσσάρων στοιχείων ὑπάρχουσι ἰὰ σώματα, οὕτως οὖν δεῖ καὶ τὸν πρῶτον φιλόσοφον τὸν διαλεγόμενον περὶ πάντων τῶν ὄντων βεβαιοτάτας ἔχειν τὰς πάντων ἀρχάς. εἰ γὰρ ἀγνοεῖ τις τὰς οἰκείας ἀρχάς, οὐδ’ ἄν ἐπιστήμην ἔχοι τοῦ πράγματος. οὕτως οὖν ἀνάγκη τὰς πάντων ἀρχὰς εἰδέναι τὸν πρῶτον φιλόσοφον. εἰ γὰρ τῷ περί τι γένος καταγινομένῳ τὴν ἐκείνου τοῦ γένους καὶ ἐν ἐκείνῳ βεβαιοτάτην ἀρχὴν ἀναγκαῖον εἰδέναι, τώ μὴ περί τι ὂν μηδὲ περί τι γένος, ἀλλὰ καθόλου περὶ τὸ ὂν ἢ πᾶν ὂν καὶ τὸ κοινότατον καὶ γενικώτατον ἔχοντι τὴν πραγματείαν ἀνάγκη τἀς πάντων τῶν ὄντων βεβαιοτάτας ἀρχὰς εἰδέναι. εἶτά φησι τίς̣ ἐστιν ἡ βεβαιοτάτη ἀρχή· ἡ περὶ ἣν ἀδύνατον διαψευσθῆναι, αὕτη πασῶν τῶν ἀρχῶν βεβαιοτάτη. τὸ γὰρ βέβαιον ἀσάλευτον καὶ ἀκίνητον θέλει εἶναι· εἰ δὲ έστιν ἀσάλευτον, οὐ δυνατὸν οὕτως καὶ μὴ οὕτως ἔχειν. φησὶν οὗν ὅτι τὴν τοιαύτην ἀρχὴν πᾶσα ἀνάγκη γνωρίμην εἶναι περὶ ἐκεῖνα γὰρ οἱ ἄνθρωποι ἀπατῶνται, περὶ ἃ μὴ γινώσκουσιν, οἷον εἰ ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ), καὶ ἀνυπόθετον· τὴν γὰρ ἐξ ὑποθέσεως οὐκ ἀναγκαῖον εἰδέναι μαθησόμενον· οὐκ ἄρα ἐστὶν ἐξ ὑποθέσεως ἡ ἀρχὴ ἀλλὰ ἀνυπόθετος. οὐ γὰρ οἷόν τε τὸ δι’ ὑποθέσεως λαμβανόμενον ἀρχὴν εἶναι τῆς τῶν δεικτικῶν κῶν αὐτοῦ γνώσεως, οἷον ὅτι ὑποκείσθω ἀθάνατος εἶναι ἡ ψυχή. δείξας δὲ ὅτι μὴ ἐξ ὑποθέσεως ἡ βεβαιοτάτη ἀρχὴ προστίθησιν ὅτι ἀνάγκη γνωρίζειν αὐτὴν τὸν ὁτιοῦν μανθάνοντα, ἐπειδὴ πᾶσα μάθησις καὶ πᾶσα διδα σκαλία διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως. ὅπερ δὲ ἀναγκαῖόν ἐστιν γνωρίζειν καὶ εἰδέναι τῷ ὁτιοῦν γνωρίζοντι, καὶ ἥκειν ἀναγκαῖον εἰδότα αὐτό· εἰ γὰρ μὴ οἶδεν αὐτό, οὐ γνωρίζει αὐτό· εἰ δὲ μὴ γνωρίζει τὴν ἀρχήν, οὐδὲ τὰ ἀπὸ τῆς ἀρχῆς γινώσκει. ὅτι οὖν ἡ τοιαύτη ἀρχὴ ἡ τοῦ πρώτου φιλοσόφου ἡ καὶ γινωσκομένη πασῶν βεβαιοτάτη ἐστί, δῆλον. τίς δέ ἐστιν μετὰ μετὰ ταῦτα λέγωμεν. καὶ ἐφεξῆς λέγει περὶ τῆς ἀντιφάσεως, δεικνύς αὐτὴν κυριωτάτην οὖσαν πασῶν τῶν ἀρχῶν, εἴ γε καὶ τὰ ἄλλα ἀξιώματα ἐξ αὐτῆς ἔχουσι τὸ εἶναι. καὶ λοιπὸν ἀποδείκνυσιν αὐτὸ οὐκ ἀποδεικτικῶς ἀλλὰ ἐλεγκτικῶς, ὡς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἐκ τῶν ἀρχῶν τῶν πειρωμένων ἀνελεῖν αὐτὴν εἰσάγων αὐτήν. p. 1005b19 Τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν καὶ μὴ ὑπάρχειν ἀδύνατον τῳ αὐτῷ· Ἐντεῦθεν λοιπὸν κρατύνει τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως, καί φησιν ὅτι τὸ γὰρ αὐτὸ ἅμα ὑπάρχειν καὶ μὴ ὑπάρχειν τῶν ἀδυνάτων ἐστὶ τῷ αὐτῷ ὑποκειμένῳ καὶ κατὰ λόγον τὸν αὐτὸν κατηγορούμενον· καὶ ὅσα ἄλλα, φησί, προσδιωρισάμεθα, ἔστω προσδιωρισμένα πρὸς τὰ λογικὰ δυσχερῆ, καθάπερ σαφέστερον ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, οἷον ἵνα κατὰ τὸν αὐτὸν χρόνον, κατὰ τὸ αὐτὸ ὑποκείμενον, ἵνα τὸ αὐτὸ ἓν κατηγορούμενον, μὴ τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καὶ κατὰ τὸ αὐτὸ μέρος. ἐὰν οὖν ταῦτα πάντα προσδιορίσωμεν, οὐδέποτε συντρέχουσιν ἀλλήλαις ἡ καταφατικὴ καὶ ἡ ἀποφατική. αὕτη οὖν ἡ ἀντίφασις βεβαιοτάτη ἐστὶ πασῶν τῶν ἀρχῶν, ἐπεὶ καὶ τὰ ἄλλα ἀξιώματα εἰς αὐτὴν ἀναλύονται. ἔχει γὰρ τὸν εἰρημένον διορισμόν, ὅτι γνωριμωτάτη ἐστὶ καὶ δεῖ αὐτὴν εἰδέναι τὸν ὁτιοῦν μανθάνοντα, † ὥστε κυρίως ἀξιώματά ὑπάρχουσιν. ἀδύνατον οὖν τινα ὑπολαμβάνειν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι μετὰ τῶν οἰκείων προσδιορισμῶν, οἷον τὸν Σωκράτην εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον, ὅταν ἔστιν ἄνθρωπος, καθάπερ τινὲς ὑπολαμβάνουσι λέγειν τὸν Ἡράκλειτον, ἐπεὶ ἔλεγε πάντων ἕνα εἶναι ὁρισμόν, ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, καὶ τὰ πράγματα τὰ αὐτά· ὥστε τὸ ἀγαθὸν ἔσεται τὸ αὐτὸ τῷ οὐκ ἀγαθῷ. ἰστέον οὖν ὅτι οὐ πάντως, ἅ τις λέγει, ταῦτα καὶ ὑπολαμβάνει· οὐκ ἀληθῶς οὖν οὕτω διέκειτο ὁ Ἡράκλειτος. εἴρηται γὰρ ἐν τῇ θεωρίᾳ ὅτι συμβολικῶς ταῦτα ἔλεγεν ἢ ὅτι γυμναστικῶς, καθάπερ, φησίν, ὁ Ζήνων ὁ Ἐλεάτης ἐπειρᾶτο ἀναιρεῖν τὴν κίνησιν. εἰ τοίνυν μὴ ἐνδέχεται τῷ αὐτῷ ἅμα ὑπάρχειν τὰ ἐναντία, δῆλον ὅτι οὐδὲ ἡ ἀντίφασις, εἴ γε ἐναντία ἐστί (προσδιωρίσθω οὖν ἡμῖν καὶ ταύτῃ προτάσει τὰ εἰωθότα)· ἐναντία γάρ ἐστι δόξα δόξῃ ἡ τῆς ἀντιφάσεως. ὥστε ἀδύνατόν ἐστιν ἅμα ὑπολαμβάνειν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι· συμβήσεται γὰρ τὸν διεψευσμένον περὶ τούτου ἅμα ἔχειν τὰς ἐναντίας δόξας. διὸ πάντες οἱ ἀποδεικνύντες εἰς ταύτην ἀνάγουσιν ἐσχάτην δόξαν· φύσει γὰρ ἀρχὴ τῶν ἄλλων ἀξιωμάτων αὕτη πάντων, ὡς εἰρήκαμεν ἐν τῇ θεωρία. ὑπάρχουσι δέ τινες, οἵτινες πειρῶνται λέγειν ὅτι ἐνδέχεται τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι, καὶ οὕτως ὑπολαμβάνουσιν, οὐ μόνον λέγουσι. χρῶνται δὲ τῷ λόγῳ τούτῳ πολλοὶ καὶ τῶν φυσικῶν, ὥσπερ ὁ Πρωταγόρας λέγων τὸ αὐτὸ εἶναι λευκὸν καὶ μὴ εἶναι λευκὸν μετὰ τῶν προσδιοριδμῶν, καὶ εἶναι ἄνθρωπον καὶ μὴ εἶναι ἄνθρωπον. ἡμεῖς δέ φαμεν ὅτι τῶν ἀδυνάτων ἐστὶ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ἅμα εἶναι καὶ μὴ εἶναι, καὶ διὰ τούτου ἐδείξαμεν ὅτι πασῶν βεβαιοτάτη αὕτη τῶν ἀρχῶν ἡ τῆς ἀντιφάσεως. ἰστέον δὲ ὅτι ἐναντία αὐτὰ ἐκάλεσεν, ἐπειδὴ τὰ πλεῖστον ἀλλήλων διαφέροντα ὑπὸ τὸ αὐτὸ γένος ὄντα ταῦτα ἐναντία ὑπάρχουσι. τὸ δὲ λευκὸν καὶ οὐ λευκὸν ὑπάρ- χοντα ὑπὸ τὸ ποιὸν καὶ πλεῖσ·τον ὡς πολὺ ἀλλήλων διαφέρουσιν, ἵνα ὑποθώμεθα τὸ οὐ λευκὸν τὸ μέλαν. οὕτως φαμὲν καὶ τὴν νόσον καὶ τὴν ὑγείαν πολὺ ἀλλήλων διαφέρειν ὄνια ὑπὸ τὴν ἰατρικὴν καὶ διὰ τοῦτο ἐναντία * * *, ὥσπερ τὸ πῦρ καὶ τὸ ὕδωρ τὸ μὲν γὰρ ψύχει, τὸ δὲ θερμαίνει), καὶ πάλιν ἄλλα τῷ πάσχειν, ἐπειδὴ τὸ μὲν ψύχεται, εἰ τύχοι, τὸ δὲ θερμαίνεται· καὶ ἄλλους πολλοὺς τρόπους καταλέγει ὁ Ἀλέξανδρος τῶν ἐναντίων. p. 1006a5 Ἀξιοῦσι δὲ καὶ τοῦτο ἀποδεικνύναι τινὲς διὰ ἀπαιδευσίαν. Φησὶν ὅτι τινὲς ἀπαιδεύτως φερόμενοι πειρῶντι ἀποδεικνύναι τὸ ἀξίωμα τὸ τῆς ἀντιφάσεως. τῷ ὄντι γὰρ ἀπαιδευσία ἐστὶ τὸ μὴ γινώσκειν, τίνων ἐστὶν ἀπόδειξις, καὶ τίνων δεῖ ἡμᾶς ζητεῖν ἀποδείξεις καὶ τίνων οὐ δεῖ. ὅλως μὲν γὰρ ἁπάντων ἀδύνατον εἶναι ἀπόδειξιν· εἰς ἄπειρον γὰρ ὁ τοιοῦτος βαδίζει καὶ οὐδέποτε γινώσκει τὰς ἀρχάς, ἀπείρων οὐσῶν, ὥστε οὐδὲ τὰ ἐκ τῶν ἀρχῶν γνώσεται. ὥστε συμβήσεται παντελῶς μὴ εἶναι ἀπόδειξιν, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. εἰ δ’ οὖν ἀπέδειξεν ὁ λόγος ὅτι ἐνίων οὐκ ἔστιν ἀπόδειξις, τουτέστι τῶν ἀξιωμάτων, οὐκ ἄν ἔχοιεν εἰπεῖν κρείττονα ἀρχὴν τῆς ἀντιφάσεως, ἐπειδὴ εἰς αὐτὴν πάντα τὰ ἄλλα ἀξιώματα ἀναλύονται καὶ ἀποδείκνυνται, ὅτι ἀρχῇ αὐτῇ χρώμεθα, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ. ὥστε ἀναπόδεικτός ἐστιν ἡ ἀντίφασις, ἅτε δὴ κυριωτάτη ἀρχὴ ὑπάρχουσα. ἔστιν οὖν ἀποδεῖξαι τὴν ἀντίφασιν ἐλεγκτικῶς, οὐκ ἀποδεικτικῶς, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν, ἐκ τῶν λόγων τῶν παρ’ ἐκείνου τοῦ ἀναιροῦντος αὐτὴν κρατύνοντες καὶ εἰσάγοντες τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως. ἀποδείκνυμεν οὖν αὐτὴν ἐλεγκτικῶς, ἐὰν μόνον προσδιαλέγηται ἡμῖν ὁ πειρώμενος αὐτὴν ἀνελεῖν· ἐὰν δὲ μὴ ἀποκρίνηται ἡμῖν, γελοῖον τὸ ζητεῖν λόγον πρὸς τὸν μηδενὸς ἔχοντα λόγον, καθὸ οὐκ ἔχει λόγον ἐν ἑαυτῷ· ὁ γὰρ τοιοῦτος ἔοικε φυτῷ ἤγουν λίθῳ. οὐκ ἔστιν οὖν ἡμῖν σχολὴ πρὸς ἄψυχον διαμάχεσθαι. διαφέρει δὲ τὸ ἐλεγκτικῶς ἀποδεῖξαι τοῦ ὅλως ἀποδεῖξαι, ὅτι ἐὰν πειραθῇ τις ἀποδεῖξαι τὴν ἀντίφασιν, τὸ ἐν ἀρχῇ αἰτεῖται λέγων οὕτως ὅτι οὐ συντρέχει ἡ ἀντίφασις, ἐπειδὴ ἡ κατάφασις οὐδέποτε συνυπάρχει τῇ ἀποφάσει. ὥστε πάλιν τὸ ἐξ ἀρχῆς αἰτήσει· οὐδὲν γὰρ διαφέρει ἡ κατάφασις καὶ ἡ ἀπόφασις τῆς ἀντιφάσεως. ὄντος δὲ ἐπ’ ἄλλου τινὸς ἀνθρώπου αἰτίου τοῦ ἀποδείκνυσθαι τὴν ἀντίφασιν, ἐπειδὴ ἐκεῖνος πειρᾶται αὐτὴν ἀναιρεῖν, ἔλεγχος ἄν εἴη τὸ τοιοῦτο καὶ οὐκ ἀπόδειξις. p. 1006a18 Ἀρχὴ δὲ πρὸς ἅπαντα τὰ τοιαῦτα. Ὁ λέγει τοῦτό ἐστιν, ὅτι ἀρχὴ δὲ πρ·ὸς ἅπαντα τὰ τοιαῦτα * * * τουτέστιν ὁ βουλόμενος κρατῦναι τὸ δόγμα τὸ περὶ τῆς ἀντιφάσεως οὐκ ἐρεῖ ὅτι ἔστιν ἀντίφασις, ἐπειδή ἐστι, φησί, κατάφασις καὶ ἀπόφασις, καὶ ταῦτα ἀλλήλοις οὐ συντρέχουσιν· ὁ γὰρ τοιοῦτος πάλιν τὸ ἐν ἀρχῇ αἰτεῖ· ίαι, ὡς προσεχῶς ἐδείξαμεν. δεῖ οὖν τά παρὰ τοῦ προσδιαλεγομένου λεγόμενα εἶναι σημαντικὰ καὶ σημαίνειν τι τὸ λεγόμενον ὑπὸ αὐτοῦ περὶ τῆς ἀντιφάσεως καὶ αὐτῷ ἄλλῳ τῳ τῷ προσδιαλεγομένῳ. πᾶσα γὰρ ἀνάγκη τοῦτο γίνεσθαι, εἴπερ λέγοι, τουτέστιν εἴπερ διαλέγεται. εἰ γὰρ μὴ κέχρηται σημαντικαῖς λέξεσι καὶ ὡρισμέναις μήτε πρὸς ἑαυτὸν μήτε δὲ πρὸς ἄλλον, οὐκ ἂν εἴη τῷ τοιούτῳ λόγος οὔτε αὐτῷ πρὸς αὑτὸν οὔτε δὲ πρὸς ἄλλον· τρόπον γάρ τινα πάλιν οὐδὲν διαλέγεται μηδὲν δηλῶν. ἐὰν δέ τις τοῦτο διδῷ καὶ κέχρηται σημαντικαῖς λέξεσι καὶ ὡρισμέναις, ἔσται ἀπόδειξις· ἤδη γάρ τι ἔσται ὡρισμένον, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, οἷον ὅτι ὁ ἄνθρωπος μόνον τὸν ἄνθρωπον δηλοῖ· ὥστε οὐ συντρέχει τὸ οὐκ ἄνθρωπος, ἐπεὶ οὐκέτι ἔσται ὡρισμένον τὸ ἄνθρωπος, εἴ γε τὸ μὲν οὐκ ἄνθρωπος ἄπειρα δηλοῖ πάντα γὰρ τὰ παρὰ τὸν ἄνθρωπον), τὸ δὲ ἄνθρωπος μίαν οὐσίαν τὴν τοῦ ἀνθρώπου. αἴτιος οὖν τοῦ εἶναι τὴν ἀντίφασιν οὐχ ὁ κρατύνων αὐτὴν καὶ ἀποδεικνύς, ἀλλὰ ὁ ὑπομένων· ἀναιρῶν γὰρ λόγον ὑπομένει λόγον, τουτέστι πειρώμενος ἀνατρέψαι τὴν ἀντίφασιν τίθησιν αὐτήν, ἐκ τῶν παρ’ αὐτοῦ λεγομένων ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας. πρῶτον μὲν οὖν ἀληθὲς ὑπάρχει ὅτι σημαίνει τὸ ὄνομα τὸ εἶναι ἤγουν μὴ εἶναι τοδί, τουτέστι τὸ εἶναι ἄνθρωπον ἢ μὴ· εἶναι ἄνθρωπον· ὥστε οὐκ ἂν πᾶν καὶ οὕτω καὶ οὕτως ἔχοι, τουτέστιν οὐ πᾶσα ἀντίφασις συντρέχει. καὶ τοῦτο νῦν μὲν λέγει έπὶ μέρους βουλόμενος δεῖξαι ὅτι οὐ πᾶσα ἀντίφασις συντρέχει, ἐπεὶ προιὼν καθολικὸν πο·‘εῖται τὸν λόγον, δεικνὺς ὅτι ἀδύνατόν ἐστι τὰ μόρια τῆς ἀντιφάσεως συντρέχειν ἀλλήλοις. p. 1006a31 Ἔτι εἰ τὸ ἄνθρωπος σημαίνει ἕν, ἔστω τοῦτο ζῷον δίπουν. Ἔτι τοῦ αὐτοῦ πλείονα ἐπιχειρήματα τίθησι κατασκευαστικὰ καί φησιν οὕτως. εἰ ὡμολογήσαμεν ὅτι τὸ ἄνθρωπος ὄνομα ἕν τι δηλοῖ ὡρισμένον, ὡς ἔδειξεν ἡ διαίρεσις ἐν τῇ θεωρίᾳ, ἔστω τοῦτο τὸ σημαινόμενον ζῷον δίπουν, ὃ σημαίνει τὸ τοῦ ἀνθρώπου ὄνομα. λέγω δὴ τὸ ἓν σημαίνειν τοῦτο· εἰ τοῦτό ἐστιν ἄνθρωπος, ἄν ὅλως ᾖ τι ἄνθρωπος, τοῦτό ἐστι τὸ ἀνθρώπῳ εἶναι, ζῴῳ δίποδι. πάλιν δὲ εἴ τις εἴποι τὸ ὄνομα ὁμώνυμον καὶ πλείονα δηλοῦν πεπερασμένα δέ, οὐδὲν διαφέρει· τεθείη γὰρ ἄν ἐφ’ ἑκ·άστῳ λόγῳ ἕτερον ὄνομα. οἷον εἴ τις εἴποι τὸν ἄνθρωπον μὴ σημαίνειν ἓν ἀλλὰ πολλά, καθάπερ κύων φωνή, ὧν [ἄνθρωπος] ἑνὸς μὲν ἀφωρισμένος εἷς λόγος ἐστὶ τὸ ζῷον δίπουν, ὥσπερ καὶ τοῦ χερσαίου κυνὸς τὸ ζῷον ὑλακτικόν οὕτως γὰρ διαιροῦμεν αὐτὸ ἐκ τῶν ἄλλων κυνῶν, οὐρανίου ρανίου φημὶ καὶ θαλαττίου) ὑπάρχουσι δὲ δαὶ ἕτεροι ἄνθρωποι πλείους, ὡρισμένοι μέντοι γε κατὰ τὸν ἀριθμόν. τίθεται γὰρ ἴδιον ὄνομα καθ’ ἕκαστον λόγον, ὥσπερ ἐπὶ τοῦ κυνὸς εἴρηται, καὶ οὕτως ἔσται πάλιν ὡρισμένον καὶ οὐκέτι συντρέχει ἡ ἀπόφασις ἐπεὶ οὕτως οὐκέτι ἔσται πάλιν ὡρισμένον]. εἰ δὲ μὴ τεθείη ὡρισμένον ὄνομα, ἀλλ’ εἴποι ἐκεῖνο ἄπειρα δηλοῦν τὸ ὄνομα, φανερὸν ὅτι οὐκέτι ἔσται πάλιν λόγος· τὸ γὰρ μὴ ἓν σημαίνειν ἀλλὰ ἄπειρα οὐδὲν σημαίνειν ἐστίν, εἴ γε οὐκ ἔστι τῆς ἡμετέρας φύσεως τὰ ἄπειρα νοεῖν, καὶ ταῦτα ἐν πεπερασμένῳ χρόνῳ. μηδὲν οὗν δηλούντων τῶν ὀνομάτων ἀναιρεῖται τὸ διαλέγεσθαι πρὸς ἀλλήλους· κατὰ δὲ τὴν ἀλήθειαν ἀναιρεῖται καὶ τὸ διαλέγεσθαι πρὸς ἑαυτόν. οὐκ οἶδε γάρ τις τὰ ἄπειρα· οὔτε γὰρ δυνατόν ἐστι νοεῖν τι τὸν μηδὲν νοοῦντα· πως δὲ δύνατον εστι νόησαι απαρα; εἰ δὲ ενοεχεται νοεῖν, ἐξ ἀνάγκης τεθείη ὄνομα τούτῳ τῷ πράγματι, ἓν ὡρισμένον μέντοι γε. ἔστω οὖν, κατ’ ἀρχὰς ὥσπερ εἴρηται, δηλοῦν τι τὸ ὄνομα καὶ σημαίνειν ἕν, ἐπειδὴ διαλέγεσθαι βουλόμεθα. p. 1006b13 Οὐ δὴ ἐνδέχεται τῷ ἀνθρώπῳ εἶναι. Φησὶν ὅτι τῶν ἀδυνάτων ἐστὶ δηλοῦν τῷ ἀνθρώπῳ εἶναι τὸ μὴ ἀνθρώπῳ εἶναι, τουτέστιν οὐ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, εἴπερ τὸ ἄνθρωπος ὄνομα μὴ μόνον δηλοῖ τὸ καθ’ ἑνὸς ἀλλὰ καὶ ἕν. καὶ τὸ μὲν καθ’ ἑνὸς πλειόνων ἐστὶ δηλωτικόν· λέγεται γὰρ καθ’ ἑνὸς τοῦ Σωκράτους καὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὸ μουσικόν· τὸ δὲ ἓν μίαν φύσιν ὡρισμένην δηλοῖ τὴν τοῦ ἀνθρώπου καθὸ ἄνθρωπός ἐστι, μὴ συνεπινοῶν ἐν τῷ τέως τὰ συμβεβηκότα τῷ ἀνθρώπῳ. ἡμεῖς οὖν, φησίν, οὐ τοῦτο ἀξιοῦμεν, τὸ ἓν σημαίνειν τὸ καθ’ ἑνός, ἐπεὶ οὕτως συνέβαινε τὸ μουσικὸν καὶ τὸ λευκὸν καὶ τὸ ἄνθρωπος ἓν δηλοῦν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργείαν· πολλὰ γὰρ ταῦτα ὑπάρχουσιν. ὥστε ἓν ἅπαντα ἔσται, ὅπερ ἐστὶν ἀδύνατον· συνώνυμα γὰρ ταῦτα ὑπάρχουσιν, ἀντὶ τοῦ ὁμώνυμα. οὐκ ἄρα δυνατὸν τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι, εἰ μήτι γε ὁμωνύμως, εἰ τύχοι· ὁ γὰρ ἡμῖν ἄνθρωπος καλούμενος παρὰ Ἰνδοῖς, εἰ τύχοι, καλείσθω μὴ ἄνθρωπος. καὶ ἐδόκει τότε συντρέχειν ἡ ἀντίφασις κατὰ τὴν φωνήν, οὐ μέντοι γε κατὰ τὸ πρᾶγμα· ἀμφότερα γὰρ καταφάσεις ὑπάρχουσι. τὸ δὲ ἀπορούμενον οὐ τοῦτό ἐστιν, εἰ ἐνδέχεται ἅμα τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι ἄνθρωπον τὸ ὄνομα, ἀλλὰ τὸ πρᾶγηα. εἰ τοίνυν σημαίνει ἕτερον τὸ ἄνθρωπος καὶ τὸ μὴ ἄνθρωπος, φανερὸν ὅτι καὶ μὴ εἶναι ἀ·νθρώπῳ τοῦ εἶναι ἀνθρώπῳ ἕτερον σημαίνει· ὥστε οὐ συντρέχουσιν ἀλλήλοις τὰ διάφορα νομιζόμενα. ὥστε, εἰ συντρέχει, ἔσται τὸ ἀνθρώπῳ εἶναι μὴ εἶναι ἀνθρώπῳ· ἓν γὰρ ἔσται. τοῦτο γὰρ σημαίνει τὸ εἶναι ἕν, ὡς λώπιον καὶ ἱμάτιον, καὶ μέροψ βροτός. εἶδέ ἔστιν ἕν, δῆλον ὡς ὅτι καὶ ἓν σημαίνει τὸ εἶναι ἀνθρώπῳ καὶ μὴ εἶναι ἀνθρώπῳ, ὥσπερ τὸ λώπιον καὶ ἱμάτιον. ἀλλ’ ἐδέδεικτο ὅτι ἕτερον σημαίνει, εἴ γε ἡ μὲν ἀπόφασις ἄπειρα δηλοῖ, ἡ δὲ κατάφασις ὡρισμένον πρᾶγμα. πᾶσα οὖν ἐστιν ἀνάγκη, εἴ τί ἐστιν ἀληθὲς εἰπεῖν, ὅτι ἄνθρωπος, εἶναι αὐτὸ καὶ ζῷον δίπουν· τοῦτο γὰρ ἦν ὃ ὑπεθέμεθα σημαίνειν τὸν ἄνθρωπον. εἰ δὲ ἀνάγκη τοῦτό ἐστιν, οὐκ ἐνδέχεται καὶ ὅτε ἔστιν ἄνθρωπος καὶ ζῇ, μὴ εἶναι αὐτὸ ζῷον πεζὸν δίπουν. τοῦτο γὰρ σημαίνει τὸ ἀνάγκη εἶναι, τὸ ἀδύνατον εἶναι μὴ εἶναι ἄνθρωπον, ὅταν ἔστιν ἄνθρωπος. ὥστε οὐ συντρέχει. ἑκτῶν δεδειγμένων ἄρα οὐκ ἐνδέχεται ἅμα ἀληθὲς εἶναι εἰπεῖν τὸ αὑτὸ ἄνθρωπον εἶναι μὴ εἶναι ἄνθρωπον. p. 1006b34 Ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον. Δείξας ὅτι οὐ συντρέχει τῇ καταφάσει ἡ ἀπόφασις, ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ τῇ ἀποφάσει ἡ κατάφασις. ἔστι δὲ ἡ αὐτὴ ἐπιχείρησις. διὰ τοῦτο οὖν λέγει ὅτι ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ μὴ εἶναι ἄνθρωπον, φημὶ δὴ ἐπὶ τῆς ἀποφάσεως. τὸ γὰρ ἀνθρώπῳ εἶναι καὶ τὸ μὴ εἶναι ἀνθρώπῳ ἕτερον σημαίνει, εἴπερ καὶ τὸ λευκὸν εἶναι καὶ τὸ ἄνθρωπον εἶναι ἐδείξαμεν ἕτερα ἀλλήλων· οὐ γὰρ ταὐτὸν λευκὸν καὶ ἄνθρωπος, ἐπεὶ τὰ παρὰ τὸν ἄνθρωπον οὐκ <ἄν> ἦσαν λευκά. εἰ οὖν πλέον ἀντίκειται τὸ οὐκ ἄνθρωπος τῷ ἀνθρώπῳ ἤπερ τὸ λευκόν, ἕτερον δὲ τὸ λευκὸν τοῦ ἀνθρώπου, πολλῷ μᾶλλον ἕτερον ἔσται τὸ οὐκ ἄνθρωπος τοῦ ἀνθρώπου. εἰ δὲ ἔστιν, οὐδέποτε αὐτῷ συνυπάρχει· εἰ δὲ μὴ συνυπάρχει, οὐ συντρέχει ἡ ἀντίφασις. εἰ δέ τις εἴποι ὅτι τὸ λευκὸν τὸ αὑτὸ δηλοῖ τῷ ἀνἐνργειαν θρώπῳ καὶ ἓν σημαίνει, φησί, τὸ λευκὸν καὶ τὸ ἄνθρωπος, πάλιν πρὸς τὸν τοιοῦτον τὸ αὐτὸ ἐροῦμεν, ὅπερ καὶ πρότερον ἐλέχθη, ὅτι ἓν πάντα ἐστὶ καὶ οὐ μόνον τὰ ἀντικείμενα, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. εἰ δὲ μὴ ἐνδέχεται τοῦτο, συμβαίνει τὸ λεχθέν, ἂν ἀποκρίνηται τὸ ἐρωτώμενον, ὅτι ἓν δηλοῖ τὸ ὄνομα ὡρισμένον. εἰ δὲ ἓν δηλοῖ ὡρισμένον, ὁ εἰπὼν ἄνθρπον <ὅτι> ἄνθρωπος καὶ ἐρωτηθεὶς οὐ λέξει καὶ λευκόν, ἐπεὶ οὐκέτι ἔσται ὡρισμένον. ἐὰν δὲ ὁ ἐρωτώμενος, ὡς ἔτυχε, προστίθησι καὶ τὰ ἀποφατικὰ λέγων ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἄνθρωπος, καὶ λευκὸν καὶ οὐ λευκόν, πάλιν ὁ τοιοῦτος οὐκ ἀπεκρίνατο τὸ ἐρωτώμενον. ἡμεῖς γὰρ περὶ ἑνὸς αὐτὸν ἠρωτήσαμεν, φημὶ δὴ τοῦ ἀνθρώπου, αὐτὸς· δὲ πλείονα ἀπόκρισιν πεποίηκεν· ὥστε οὐ πρὸς τὴν ἐρώτησιν ἡ ἀπόκρισις γέγονεν. οὐδὲν γὰρ κωλύει τὸ αὐτὸ καὶ ἄνθρωπον εἶναι καὶ λευκὸν καὶ ἄλλα μυρία τὸ πλῆθος, ἐπειδὴ καὶ ἄπειρα ὑπάρχουσι τὰ συμβεβηκότα· ἀλλ’ ὅμως ἐρωτήσαντός τινος περὶ οὐσίας ἀληθές ἐστιν ἀποκρίνασθαι ὅτι ἄνθρωπος τοῦτο ἢ ὅτι οὔ. δεῖ οὖν ἀποκρίνασθαι τὸ ἓν σημαῖνον, ἐπεὶ καὶ περὶ ἑνὸς γέγονεν ἡ ἐπερώτησις, καὶ οὐ προσθετέον ὅτι καὶ λευκὸν καὶ μέγα. καὶ γὰρ ἀδύνατον προστιθέναι τὰ συμβεβηκότα, ἐπειδὴ ἄπειρα τῷ αὐτῷ ὑπάρχει, λευκὸν σιμόν, φαλακρὸν προγάστωρ, καὶ ἄλλα πλεῖστα. ἀδύνατον οὖν ἀπείρων ὄντων τῶν συμβεβηκότων ἅπαντα διελθεῖν. ἢ οὖν ἅπαντα δεῖ εἰπεῖν ἢ μηδέν, ἀλλὰ πρὸς τὴν ἐρώτησιν ποιήσασθαι καὶ τὴν ἀπόκρισιν. ὁμοίως τοίνυν εἰ καὶ μυριάκις ἐστὶ αὐτὸ ἄνθρωπος καὶ οὐκ ἄνθρωπος, οὐ δεῖ ἀποκρίνασθαι πρὸς τὸν ἐρωτήσαντα, εἰ ἔστιν ἄνθρωπος, ὅτι ἔστιν ἅμα καὶ οὐκ ἄνθρωπος, εἰ μέλλοιμεν καὶ τὰ ἄλλα προσαποκρίνασθαι, ὅσα αὐτῷ συμβέβηκεν, ὅσα ἐστὶν ἢ μή ἐστιν. ὁ δὲ ταῦτα ποιῶν οὐ διαλέγεται· ἓν γὰρ ἐρωτηθεὶς περὶ ἀπείρων ἀπεκρίνατο, τὰ δὲ ἄπειρα ἄγνωστα· οὐκ ἄρα διαλέγεται. ἰστέον δὲ ὅτι οὐδὲ ἓν τῶν ἀντικειμένων συνυπάρχει ἀλλήλοις, οὔτε τὰ πρός τι οὔτε τὰ ἐναντία οὕτε ἕξις καὶ στέρησις, οὔτε πολλῷ μᾶλλον κατάφασις καὶ ἀπόφασις, τουτέστιν οὐκ ἐν ἀλλήλοις θεωροῦνται. οὐχ ὅπου γὰρ ἕξις, ἐκεῖσε καὶ ἡ στέρησις. p. 1007a20 Ὅλως δὲ ἀναιροῦσιν <οἱ> τοῦτο λέγοντες οὐσίαν καὶ τὸ τίην εἶναι. Ἔτι ὁ λόγος αὐτῷ περὶ τῆς ἀντιφάσεως ὑπάρχει, καὶ ἀντιλέγει πρὸς τοὺς λέγοντας συναληθεύειν τὴν ἀντίφασιν. φησὶν οὖν ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων χώραν ἔχει τοῦτο τὸ λέγειν συναληθεύειν τὴν ἀντίφασιν, καὶ αὐτὴν οὐχ ἁπλῶς ἀλλὰ κατ’ ἄλλον καὶ ἄλλον χρόνον. δυνατὸν γάρ ἐστι τὸ αὐτὸ εἶναι καὶ λευκὸν καὶ οὐ λευκόν, ἀλλ’ ὡς εἴρηται κατ’ ἄλλον καὶ ἄλλον χρόνον, ἐπὶ μέντοι γε τῶν οὐσιῶν ἀδύνατον τὸ τοιοῦτο ὑπάρὅτι χεῖν· οὔτε γὰρ δυνατὸν τὸ αὐτὸ καὶ ἄνθρωπον εἶναι καὶ μὴ εἶναι ἄνθρωμὴ πον. εἰ γὰρ ὅλως δίδομεν ὅτι ἔστιν ἄνθρωπος ἢ ὅτι ἔστι ψυχή, ἀδύνατον εἶναι τὸ τοιοῦτο ἄνθρωπον, ἐπεὶ οὕτως ἀναιροῦμεν τὴν οὐσίαν τὴν τοῦ ἀνθρώπου, λέγοντες αὐτὴν μὴ εἶναι, καὶ τὴν ἐξ ἀρχῆς θέσιν ἡμῶν. ὥστε οἱ λέγοντες συναληθεύειν τὴν ἀντίφασιν ἐξ ἀνάγκης τὰς οὐσίας ἀναιροῦσι. τῶν δὲ οὐσιῶν ἀναιρουμένων ἀναιρεῖται καὶ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη, καὶ οὕτως ἔσεται ἀοριστία ἐν. τοῖς πράγμασι καὶ ἀκαταληψία, ὅπερ ἐστὶ παρὰ τὰ φαινόμενα. p. 1007a20 Ὅλως δὲ ἀναιροῦσιν οἱ τοῦτο λέγοντες. Οἱ τοῦτο ὑποτιθέμενοι καὶ λέγοντες συναληθεύειν τὴν ἀντίφασιν ἀναι- ροῦσι τὴν οὐσίαν καὶ τοὺς ὁρισμούς, καθάπερ ἐν τῇ· θεωρίᾳ εἰρήκαμεν. πάντα γὰρ ἀνάγκη λέγειν αὐτοὺς συμβεβηκότα, ἐπειδὴ ὅλως ἐπὶ τῶν συμβεβηκότων χώραν ἔχει τὸ συναληθεύειν τὴν ἀντίφασιν, καὶ ἐν αὐτοῖς δὲ κατ’ ἄλλον καὶ ἄλλον χρόνον, καὶ τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἢ ζῴῳ εἶναι μὴ εἶναι, εἴ γε συντρέχει αὐτῷ ἡ ἀπόφασις αὐτοῦ ἀναιρετικὴ αὐτοῦ ὑπάρ- χουσα. εἰ γὰρ ὅλως ἐστὶν ἐν ὑποστάσει ἡ κατάφασις ἡ λέγουσα ἀνθρώπῳ εἶναι, τοῦτο οὐκ ἔσται μὴ ἀνθρώπῳ εἶναι, ἵνα εἴπῃ τὴν ·ἀόριστον κατάφασιν), ἤγουν μὴ εἶναι ἀνθρώπῳ, τουτέστιν οὐ συντρέχει αὐτῷ ἡ ἀπόφασις αὐτοῦ· αὗται γὰρ ἀποφάσεις τούτου ὑπάρχουσιν, * * * ἡ λέγουσα ὅτι οὐκ ἔστιν ἄνθρωπος ἀπόφασίς ἐστι τῆς καταφάσεως τῆς λεγούσης ‘ἔστιν ἄνθρωπος.’ ἓν γάρ τι δηλοῖ καὶ μίαν οὐσίαν ἡ κατάφασις· ἡ λέγουσα ὅτι ἔστιν ἄνθρωπος, καὶ ἔστι τοῦτο τινὸς οὐσία, ὥς φησιν, οἷον· ἀνθρώπου ἢ ἵππου ἢ ἄλλου τινὸς τοιούτου. τὸ δὲ οὐσίαν σημαίνειν τοῦτο δηλοῖ, ὅτι οὐκ ἄλλο τί ἐστι παρὰ τὴν οὐσίαν, ἣν δηλοῖ. εἰ δὲ ὑποθώμεθα ταὐτὸν εἶναι καὶ ταὐτὸν δηλοῦν τὸ ὅπερ ἀνθρώπῳ εἶναι ἡ ὅπερ μὴ ἀνθρώπῳ εἶναι ἢ ὅπερ <μὴ> εἷναι ἀνθρώπῳ, τότε οὐκέτι τὸ αὐτὸ δηλοῖ, ἀλλὰ ἄλλο. εἰ γὰρ ὡμολόγηται ὅτι ἡ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ τὴν οὐσίαν μόνην τοῦ ἀνθρώπου δηλοῖ, συντρέχει δὲ ταύτῃ τῇ καταφάσει ἡ οἰκεία ἀπόφασις καὶ συναληθεύει αὐτῇ, ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν’, οὐκέτι ἡ κατάφασις ἓν πρᾶγμα δηλοῖ, ἀλλὰ καὶ ἄλλα πλείονι τὸ γὰρ οὐκ ἄνθρωπος δηλοῖ καὶ τριήρη καὶ κύνα, ὥστε ἔσται ὁ ἄνθρωπος καὶ τριήρης καὶ κύων, καὶ ἄλλα πλεῖστα, καὶ διὰ τοῦτο οὐχ· ἓν πρᾶγμα δηλοὶ. κἂν μὴ βούλωνται ἄρα ἀναγκάζονται λέγειν ὅτι οὐδὲ μιᾶς οὐσίας ἐστὶν ὁρισμός, ἀλλὰ πάντα κατὰ συμβεβηκός. τούτῳ γὰρ διώρισται οὐσία καὶ τὸ συμβεβηκός, ὅτι ἡ μὲν οὐσία αὐθυπόστατόν ἐστι πρᾶγμα, τὸ δὲ συμβεβηκὸς ἐν ἑτέρῳ θεωρεῖται. διό φησι τὸ γὰρ λευκὸν τῷ ἀνθρώπῳ συμβέβηκεν, ὅτι ἔστι μὲν λευκὸς ὁ ἄνθρωπος, ἀλλ’ οὐχ ὅπερ λευκόν, τουτέστιν οὐκ οὐσίωται ἐν τῷ λευκῷ. p. 1007a33 Εἰ δὲ πάντα κατὰ συμβεβηκὸς λέγεται. Εἰ συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, ἀναιρεθήσονται οὐσίαι, ὡς ἐδείξαμεν, καὶ μόνα ἔσονται τὰ συμβεβηκότα. εἰ δὲ πά·ντα κατὰ σθμβεβηκὸς βηκὸς λέγεται, οὐδέν ἐστι πρῶτον καθόλου. τί δέ ἐστι καθόλου, εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ὅτι τὸ κατὰ παντὸς καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ὡς ἐπὶ τοῦ τριγώνου ἐλέγομεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι· τοῦτο γάρ ἐστι καὶ κατὰ παντὸς τριγώνου καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό. εἰ οὖν ἀναιροῦνται οὐσίαι, ἀνωιπεθήσεται καὶ τὸ καθόλου· τῶν γὰρ οὐσιῶν ἐστι τὸ καθόλου. οὔτε γὰρ τὰ σθμβεβηκότα κατὰ παντὸς ὑπάρχουσι καὶ καθ’ αὑτὸ καὶ ᾗ αὐτό, ἀλλὰ αἱ οὐσίαι ἄμεσοι προτάσεις· τῶν δὲ ἀμέσων προτάσεων ἀναιρουμένων ἐπ’ ἄπειρον ἔσονται αἱ κατηγορίαι, καὶ οὕτως ἢ οὐδενὸς ἔσται ἀπόδειξις, ὡς εἴρηται ἐν ἐκείνοις, ἢ πάντα ἔσονται ἀποδεικτά., ταὐτὸν δὲ εἰπεῖν πάλιν ὅτι οὐδὲν ἔσται ἀποδεικτόν. εἰ οὖν πάντα πάντα κατὰ συμβεβηκὸς οὐδὲν ἔσται πρῶτον τὸ καθόλου. εἰ δὲ ἀεὶ τὸ συμβεβηκὸς καθ’ ὑποκειμένου τινὸς· σημαίνει τὴν κατηγορίαν, ἀνάγκη εἰς ἄπειρον ἰέναι, ἐπειδὴ οὐ θεωρεῖται ἄμεσος πρότασις ἐπὶ τῶν συμβεβηκότων. ἀλλὰ ἀδύνατόν ἐστιν ἀπείρους εἶναι τὰς προτάσεις· ·οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν. καὶ ὁ μὲν Ἀλέξανδρος τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν ὑπολαμβάνει τοῦτο λέγειν τὸν Ἀριστοτέλην, <ὅτι> οὐδέποτε πλείονα τ·ῶν δύο συμβεβηκότων ἅμα κατηγοροῦνται· οἷόν φαμεν ὅτι ὁ Ἱπποκράτης ἄριστος ἰατρός ἐστι, καὶ μόνα δύο συμβεβηκότα κατηγορήσαμεν τοῦ ὑποκειμένου, καὶ πλείονα ἀδύνατον. ὥστε, φησίν, οὐ δυνατὸν εἶναι ἀπείρους τὰς κατηγορίας· εἰ δὲ μὴ ὑπάρχουσιν ἄπειροι * * * συμβεβηκότα ἀλλὰ καὶ οὐσίαι· εἰ δὲ οὐσίαι ὑπάρχουσιν, εἰσὶ καὶ ὡρισμένα πράγματα καὶ οὐ συναληθεύει ἡ ἀντίφασις. ὁ μέντοι γε ἡμέτερος φιλόσοφος Ἀμμώνιός φησιν ὄπ οὐ καλῶς λέγει ὁ Ἀλέξανδρος ἐξηγούμενος τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν τοῦτο λέγειν τὸν Ἀριστοτέλην ὅτι ἀδύνατον πλείονα τῶν δύο συμβεβηκότων κατηγορεῖσθαι τοῦ ὑποκειμένου· δυνατὸν γάρ ἐστι πλείονα τῶν δύο συμβεβηκότων κατηγορεῖσθαι τοῦ ὑποκειμένου, οἷον ἐὰν εἴπω οὕτως ὁ ἱπποκράτης ἰατρὸς χειρουργὸς ἄριστός ἐσιιν, ἤγουν ἰατρὸς διαιτητικὸς ἄριστός ἐστιν, ἤγουν κλινικὸς καὶ ἄλλα μυρία. ἄλλως τε δὴ ἡνίκα τὸ μέν ἐστι γένος τὸ δὲ εἶδος, τὸ ἓν κατηγορεῖται, οἷον ἐὰν εἴπω ὅτι ὁ Ἱπποκράτης ἰατρὸς ἄριστός ἐστιν ἔστι γὰρ τὸ μὲν ἰατρὸς γένος, τὸ δὲ ἄριστος εἶδος, ὥστε ὡς ἕν τι κατηγορεῖται), πάλιν ἐὰν εἴπω ζῷον δίπουν· περιέχει γὰρ ἐν ἑαυτῷ τὸ ζῷον τὸ δίπουν ἤγουν τὸ λογικόν. ἐὰν δὲ χρήσηταί τις αὐτοσυμβεβηκόσι καὶ μή ἐστι τὸ μὲν γένος τὸ δὲ εἶδος, ὥς φησιν αὐτὸς ἐν τῷ Περὶ ἑρμηνείας, τὸ τοιοῦτον οὐκ ἔστι μία πρότασις. οὐδὲ δυνατόν ἐστι παὸς τὴν τοιαύτην ἐρώτη·σιν διὰ μιᾶς ἀποκρίσεως τὸν λόγον ποιήσασθαι, ἀλλὰ διὰ πλειόνων. τὸ οὐδὲ γὰρ πλείω συμπλέκεται δυοῖν φησιν ἀντὶ τοῦ ἀδύνατον ἐν τῇ προτάσει πλείονα εἶναι τῶν δύο ὅρων, ὑποκειμένου καὶ κατηγορουμένου· μένου· διό φησιν ‘ὅρον δὲ καλῶ εἰς ὃν ἡ πρότασις ἀναλύεται’. p. 1007b2 Τὸ γὰρ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός. Ὁ λέγει τοῦτό ἐστιν, ὅτι τὸ συμβεβηκὸς οὐ συμβεβηκότι συμβεβηκός, εἰ μὴ ἄρα ὅτι ἀμφότερα ἐν ὑποκειμένῳ συμβεβήκασιν. οἷον τὸ λευκὸν μουσικὸν καὶ τοῦτο λευκόν, ὅτι ἀμφότερα τῷ ἀνθρώπῳ συμβεβήκασι, καὶ τὸ λευκὸν καὶ τὸ μουσικόν. ἀλλ’ οὐ διὰ τοῦτο καὶ ὁ μουσικὸς Σωκράτης ἑτέρῳ τινὶ συμβέβηκεν, ἐπειδὴ ταῦτα οὕτω συμβεβήκασι, τὸ λευκὸν καὶ τὸ μουσικόν· ταῦτα μὲν γὰρ ὡς ὑπάρχοντα συμβεβηκότα συμβεβήκασιν, ὁ δὲ Σωκράτης οὐσία ὑπάρχων οὐ συμβέβηκεν ἑτέρῳ τινί. p. 1007b6 ἐπεὶ τοίνυν τὰ μὲν οὕτως τὰ δὲ ἐκείνως λέγεται. Ἐπειδὴ τῶν συμβεβηκότων τὰ μὲν λέγονται συμβεβηκότα ὡς ἀλλήλοις ἐπισυμβαίνοντα καὶ θεωρούμενα ἅμα ἀεὶ τῇ οὐσίᾳ, ὡς τὸ λευκὸν καὶ μουσικόν καὶ καλεῖ παρὰ φύσιν τὴν τοιαύτην κατηγορίαν ὁ Ἀριστοτέλης ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ), τὰ δὲ πάλιν λέγονται κατὰ φύσιν συμβεβηκότα ὡς τὸ λευκὸν κατὰ τοῦ Σωκράτους, ὅσα οὖν, φησίν, οὕτως λέγεται ὡς τὸ λευκὸν τῷ Σωκράτει, οὐκ ἐνδέχεται εἰς ἄπειρον ἰέναι, ὡς τῷ ἀνθρώπῳ τῷ λευκῷ οἷον τῷ Σωκράτει οὐχ ὑπάρχει ἕτερόν τι συμβεβηκός· οὐ γὰρ γίωεταί τι ἓν ἐξ ἁπάντων. ὡς γὰρ εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας, οὐκέτι ἐστὶν ἡ τοιαύτη πρότασις μία. εἰ δὲ μή ἐστι μία πρότασις ἀλλὰ πολλαί, ἄδηλον ποῖόν ἐστι τὸ ἀποδεικνύμενον. ὥστε ἀνάγκη εἰς ἄμεσον πρότασιν ἐλθεῖν. εἰ δὲ· τοῦτο, καὶ οὐσίαι ὑπάρχουσιν· εἰ δὲ οὐσίαι, οὐδέποτε συναληθεύσει ἡ ἀντίφασις. οὔτε δὲ πάλιν τῷ λευκῷ δυνατὸν ἕτερόν τι ὑπάρξαι συμβεβηκός, οἷον τὸ μουσικόν· οὐδὲν γὰρ μᾶλλον ἐκεῖνο τούτου ἤγουν τοῦτο ἐκείνου κατηγορεῖται. διωρισάμεθα περὶ τούτου, ὅτι τὰ μὲν οὕτως συμβέβηκεν ὡς τὸ λευκὸν μουσικόν, τὰ δὲ ὡς τὸ μουσικὸν τῷ Σωκράτει· ὅσα δὲ οὕτως συμβέβηκεν ὡς τὸ μουσικὸν τῷ Σωκράτει, οὐ συμβεβηκότι συμβέβηκε συμβεβηκός, οὐσίᾳ δέ, ἀλλ’ ὅσα ἐκείνως, τουτέστιν ὡς τὸ λευκὸν καὶ τὸ μουσικόν. ὥστε ἀπέδειξεν ὁ λόγος ὡς ὅτι οὐ πάντα κατὰ συμβεβηκὸς λεχθήσεται, ὥσπερ τὸ λευκὸν τὸ ἐν τῷ Σωκράτει. ἔσται ἄρα τι καὶ ὡς οὐσίαις σημαῖνον, τουτέσιιν ἔστι καὶ οὐσία, εἴ γε πάντα· τὰ συμβεβηκότα οὐ κατ’ ἀλλήλων κατηγοροῦνται, ἀλλὰ καὶ κατὰ τῆς οὐσίας. ἔστιν οὖν οὐσία. εἰ δὲ ἔστιν οὐσία, ἀδύνατον συναληθεύειν τὴν ἀντίφασιν· τὸ γὰρ τοιοῦτον ἀναιρεῖ τὴν οὐσίαν, ὡς ὁ λόγος φθάσας ἔδειξεν· εἰ δὲ τοῦτο ἀδύνατον, οὐ συναληθεύσει ἡ ἀντίφασις. p. 1007b18 ἔτι εἰ ἀληθεῖς αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ. Πάνυ δριμυτάτην ἐπιχείρησιν τίθησι καὶ γέμουσαν ἀγχινοίας, δεικνὺς ὅτι ἀδύνατόν ἐστι συναληθεύειν τὴν ἀντίφασιν. εἰ γάρ, φησίν, ὑποθώμεθα αὐτὴν συναληθεύειν, πάντα ἓν ἔσονται· οἷον ἐπειδὴ γὰρ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστι’ συναληθεύει ἡ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’, τὸ δὲ ‘ἄνθρωπος οὐκ ἔστι’ δηλοῖ καὶ ὅτι τριήρης ἐστί τὸ γὰρ οὐκ ἄνθρωπος καὶ τριήρης ἐστί) καὶ θάλασσά ἐστι καὶ ἵππος ἐστὶ καὶ πάντα ἀπλῶς τὰ παρὰ τὸν ἄνθρωπον, εἰ τοίνυν συναληθεύει ἡ ἀπόφασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’ τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστι’, δῆλον ὡς ὅτι ἔσται ἄνθρωπος καὶ τριήρης καὶ θάλασσα καὶ ἵππος, ὅπερ εἰρήκαμεν πάντα ἓν ἔσται. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ἀληθεῖς ὑπάρχουσιν αἱ ἀντιφάσεις ἅμα κατὰ τοῦ αὐτοῦ πᾶσαι, φανερὸν πάντα ἓν ἔσται· τὸ γὰρ αὐτὸ ἔστα.ι καὶ τριήρης καὶ τοῖχος καὶ ἄνθρωπος καὶ ἄγγελος καὶ θεός, ὡς ἐδείξαμεν. p. 1007b21 Εἰ κατὰ παντός τι καταφῆσαι ἢ ἀποφῆσαι ἐνδέχεται. Καθάπερ ἀνάγκη τοῖς τὸν Πρωταγόρου λέγουσι λόγον. ἔλεγε γὰρ ἐκεῖνος ὅτι τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἔστιν ἀληθές· εἰ οὖν δοκεῖ τινι εἶναι τριήρης ὁ ἄνθρωπος, ἔστι τριήρης, ὡς ἔδειξεν, εἰ δὲ ἵππος, ἔσται ἵππος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ὥστε καὶ ἔστι τριήρης καὶ οὐκ ἔστιν, εἴπερ ἡ ἀντίφασις † καὶ ἡ ἀληθὴς ὑπάρχει. ἐπειδὴ θάλασσά ἐστιν, οὐκ ἔστι τριήρης· πάλιν δ’ ἐπειδὴ οὐκ ἔστιν ἄνθρωπος, ἡ δὲ τριήρης οὐκ ἔστιν ἄνθρωπος, ἔστιν ὁ ἄνθρωπος τριήρης, καὶ εἰσάγεται Ἀναξαγόρειος δόξα λέγουσα ‘ὁμοῦ πάντα χρήματα’ καὶ ἐνεργείᾳ, εἴ γε πάντα ἓν δείκνυται. ὥστε μηδὲν ἀληθὲς ὑπάρχειν, εἴ γε πάντα ἐστὶ τὸ αὐτό, ὡς εἴρηται· δύναται γὰρ τὸ αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι. ἐοίκασιν οὖν, καθάπερ καὶ ὁ Ἀναξαγόρας ἔπασχε, τὴν ὕλην περιφανταζόμενοι ταῦτα λέγειν, ἐπειδὴ ἡ ὕλη πάντων ἐσ·τὶ δεκτική, καὶ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα πάντα. ἀλλ’ ἡ μὲν ὕλη ἐνεργείᾳ μέν ἐστιν, εἰ τύχοι, ἄνθρωπος, δυνάμει δὲ τὰ ἄλλα πάντα· οὐ γὰρ κατὰ ταὐτὸν ἔχει τὰ ἐναντία, ἀλλὰ ἐνεργείᾳ καὶ δυνάμει. τὸ ἀόριστον οὖ.ν, φησίν, ἐοίκασι περιφαντάζεισθαι, τουτέστι τὴν ὕλην, καὶ οἰόμενοι τὸ ὂν λέγειν περὶ τοῦ μὴ ὄντος λέγουσι, τουτέστι περὶ τῆς ὕλης. τὸ γὰρ δυνάμει ὑπάρχον πάντα καὶ μὴ ἐνεργείᾳ τὸ ἀόριστόν ἐστι, τουτέστιν ἡ ὕλη. p. 1007b29 Ἀλλὰ μὴν λεκτέον αὐτοῖς.. ᾿Ο λέγει τοῦτό ἐστιν, ὅτι εἰ ἐπὶ παντὸς πράγματος συντρέχει ἡ κατά. φάσις τῇ οἰκείᾳ ἀποφάσει ἡ μάλιστα μαχομένη, πολλῷ μᾶλλον συνδραμοῦνται καὶ αἱ ἄλλαι ἀποφάσεις αἱ μὴ μαχόμεναι· ἄτοπον γὰρ τὸ ὐποτίθεσθαι τὴν ἑκάστου μὲν ἀπόφασιν συντρέχειν, τὴν δὲ ἀλλοτρίαν μὴ συντρέχειν. τρέχειν. εἰ οὖν ἀληθὲς εἰπεῖν τὸν ἄνθρωπον ὅτι οὐκ ἄνθρωπος, δῆλον ὅτι καὶ οὐ τριήρης. εἰ μὲν οὖν ἡ κατάφασις ὑπάρχει, ἀνάγκη καὶ τὴν ἀπόφασιν φασιν ὑπάρχειν· εἰ δὲ μὴ ὑπάρχει ἡ κατάφασις ἡ ἰῆς τριήρους, ἥ γε ἀπόφασις ἡ οὐ τριήρης ὑπάρξει μᾶλλον τῇ καταφάσει τῇ λεγούσῃ ‘ἄνθρωπός ἐστιν’ <ἢ> ἡ οἰκεία ἀπόφασις ἡ λέγουσα ‘ ἄνθρωπος οὐκ ἔστιν’, ἐπειδὴ μᾶλλον μάχεται. εἰ οὗν κἀκείνη ὑπάρχει ἡ πρότασις ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστι’ καὶ συντρέχει τῇ οἰκείᾳ καταφάσει, ὑπάρξει καὶ συνδραμεῖται αὐτῇ καὶ ἡ ἀπόφασις τῆς τριήρους ἡ οὐ τριήρης· εἰ δὲ αὕτη, καὶ ἡ κατάφασις αὐτῆς ὑπάρξει ἡ λέγουσα τριήρης· ὥστε ὁ ἄνθρωπος ἔσται καὶ οὐκ ἄνθρωπος καὶ τριήρης καὶ οὐ τριήρης. ταῦτα οὖν τὰ ἄτοπα ἕπονται τοῖς λέγουσι συντρέχειν τὴν ἀντίφασιν. p. 1008a3 Καὶ ὅτι οὐκ ἀνάγκη ἢ φάναι ἀποφάναι. Πάλιν ἄλλο ἐπιχείρημα τίθησι δεικνὺς ὅτι οὐ δυνατόν· ἐστι συναληθεύειν τὴν ἀντίφασιν. ἔστι γὰρ ὡρισμένη ἀντίφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ καὶ ‘ ἄνθρωπος οὐκ ἔσιι’, καὶ πάλιν ἀόριστος ἡ λέγουσα ‘οὐκ ἄνθρωπός ἐστιν, οὐκ ἄνθρωπος οὐκ ἔστιν’. εἰ τοίνυν συντρέχει ἡ κατάφασις ἡ λέγουσα ‘ἄνθρωπός ἐστι’ τῇ οἰκείᾳ ἀποφάσει ἰὴ λεγούσῃ ‘ἄνθρωπος οὐκ ἔστιν’, ἐπειδὴ τὸ ‘οὐκ ἄνθρωπός ἐστι’ δηλοὶ πάντα τὰ παρὰ τὸν ἄνθρωπον, δῆλον ὡς ὅτι δηλοὶ καὶ τὸ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’. ὥστε πάλιν τὸ ‘ἄθρωπός ἐστι’ συνδραμεῖται τῷ ‘οὐκ ἄνθρωπος οὐκ ἔστιν’ ἀντὶ τοῦ ‘ἄνθρωπός̣ ἐστιν’. ὥστε τὸ ‘ἄνθρωπός ἐστι’ καὶ ‘ἄνθρωπος οὐκ ἔστι’ καὶ ‘οὐκ ἄνθρωπός ἐστιν’, , ὅπερ ἐστὶν ἀδύνατον. διό φησι τοῖν γὰρ δυοῖν καταφάσεων δύο ἀποφάσεις ὑπάρχουσιν· εἰ δὲ μία ἐξ ἀμφοτέρων γίνεται ἡ ὡρισμένη ὡς συντρεχουσῶν, δῆλον ὡς ὅτι καὶ ἡ ἀντικειμένη, τουτέστιν ἀόριστος, μία ἔσται πάλιν ὡς καὶ αὐτὴ συντρέχουσα. p. 1008a7 Ἔτι ἤτοι ἅπαντα οὕτως ἔχει. Πάλιν ἄλλο ἐπιχείρημά φησιν ὅτι ἢ καθόλου περὶ πάντων τῶν ὄντω,ν συντρέχουσιν αἱ ἀποφάσεις ταῖς καταφάσεσι, καὶ οὕτως ἔσται πάντα ἕνἢ δὲ οὐ συντρέχουσι· καὶ ἐν τούτῳ ἔσται τι ὡρισμένον καὶ οὐκέτι ἔσται παντελῶς ἀοριστία ἐν τ·οῖς πράγμασιν, ὥς φασιν. τοῦτο οὖν φησιν ἤτοι περὶ πάντα μηδὲν * * * ἔχει καὶ ἔστι τὸ αὐτὸ ἐπὶ πάντων καὶ λευκὸν καὶ οὐ λευκὸν καὶ ὃν καὶ οὐκ ὄν, καὶ περὶ τὰς ἄλλας καταφάσεις καὶ ἀποφάσεις ὁμοτρόπως, τουτέστι συντρέχουσιν ἀλλήλαις, ἢ οὐ πᾶσαι συντρέχουσιν, ἀλλὰ περὶ μέν τινας γίνεται συνδρομή, περὶ δέ τινας οὐ γίνεται συνδρομή. καὶ εἰ μὲν οὐ περὶ πάσας γἴνεται, αὗται ·ὡρισμέναι ὑπάρχουσιν, ἐφ’ ὧν αἱ καταφάσεις οὐ συντρέχουσι ταῖς ἀποφάςεσιν· εἰ δὲ περὶ πάσας τὰς ἀντιφάσεις γίνεται ἡ συνδρομὴ καὶ πᾶσαι συναληθεύουσι, πάλιν ἤτοι καθ’ ὧν φέρονται αἱ καταφάσεις, κατὰ τούτων φέρονται καὶ αἱ. ἀποφάσεις, ἢ καθ’ ὅσων μὲν φέρονται αἰ καταφάσεις, πάντως φέρονται καὶ αἱ ἀποφάσεις, καθ’ ὅσων δὲ φέρονται αἱ ἀποφάσεις, οὐ φέρονται αἱ καταφάσεις. εἰ δὲ τοῦτο ὑποθώμεθα, ἔσεται πάγιον * * * μένον τὸ οὐκ ὄν, τουτέστιν ἡ ἀπόφασις, ἐπειδὴ μὴ συνέδραμεν αὐτὴ ἡ κατάφασις, καὶ ἔσται τὸ οὐ λευκόν, εἰ τύχοι, ὡρισμένον, καὶ αὕτη ἔσται βεβαία δόξα ὅτι οὐ λευκόν. εἰ τοίνυν τὸ μὴ εἶναι γνώριμον· ὑπάρχει καὶ βέβαιον τὸ ἀόριστον, πολλῷ μᾶλλον γνωριμωτέρα ὑπάρχει ἡ κατάφασις τὸ ‘λευκόν ἐστιν’, ὡρισμένον ὑπάρχον· ὡς οὐ συνδραμεῖται ἄρα ἡ κατάφασις τῇ ἀποφάσει. διό φησι γνωριμωτέρα γάρ ἐστιν ἡ κατάφασις τῆς ἀποφάσεως. p. 1008a18 Εἰ δὲ ὀμοίως καὶ ὅσα ἀποφῆσαι φάναι ἀνάγκη. Πάλιν ἄλλο ἐπιχείρημα τοῦ αὐτοῦ κατασκευαστόν. φησὶ δὲ τοῦτο ὅτι εἰ ὁμοίως ἐπὶ πάντων συντρέχει ἡ ἀπόφασις τῇ καταφάσει, ἤτοι ἀληθές ἐστι διαιροῦντα λέγειν ὅτι τόδε λευκόν ἐστι καὶ πάλιν ὅτι οὐ λευκόν, ἡ ἅμα λέγειν ὅτι τὸ αὐτὸ λευκὸν καὶ οὐ λευκόν. καὶ εἰ μὲν μὴ εἴη ἀληθὲς διαιροῦντα λέγειν, ἀλλὰ ἅμα λέγειν ὅτι λευκὸν καὶ οὐ λευκόν, ὁ τοιοῦτος οὐδὲν λέγει. καθὸ μὲν γὰρ λέγει ὅτι λευκόν ἐστιν, οὐκ ἔστι λευκόν· καθὸ δὲ πάλιν φησὶν ὅτι οὐκ ἔστι λευκόν, οὐ λέγει τὸ ἔστι λευκόν· ἀναιρεῖ γὰρ αὐτὸ διὰ τῆς ἀποφάσεως. ὥστε οὔτε λέγει τι οὔτε δὲ ἔστι· καθὸ μὲν γάρ φησι τὸ λευκὸν οὐ λευκόν, ἀναιρεῖ αὐτὸ καὶ τὴν θέσιν τὴν οἰκείαν ἀνατρέπει ὁ τ·οιοῦτος. ὥστε οὔτε ἔστι τι οὔτε δὲ λέγει τι. τὰ δὲ μὴ ὄντα πῶς ἄν τις φθέγξαιτο ἢ βαδίσαι; ὥστε ὁ τοιοῦτος οὐ διαλέγεται ἀλλὰ ἄφωνός ἐστιν, οὔτε δὲ βαδίζει· πάντα γὰρ ἀναιρεῖ. καὶ πάντα ἔσονται καὶ ἓν καὶ οὐδέν, ὥσπερ πρότερον εἴρηται εἰ γὰρ ὁ ἄνθρωπος οὐκ ἄνθρωπός ἐστι, τῷ ὄντι οὐκ ἔστιν ἄνθρωπος· εἰ δὲ πάλιν οὐκ ἄνθρωπος ἄνθρωπός ἐστιν, οὐδὲν ἔσται· πάντα γὰρ δηλοῖ τὰ παρὰ τὸν ἄνθρωπον· καὶ ἔσται τὸ αὐτό, φησί, καὶ ἄνθρωπος καὶ τριήρης καὶ θεός. εἰ δὲ ὁμοίως τὸ τοιοῦτο ἔσται ἐπὶ ἑκάστου, οὐδὲν διοίσει ἕτερον ἑτέρου. εἰ γὰρ διοίσει, τοῦτο ἔσται ἀληθὲς καὶ ὡρισμένον, καὶ οὐ συνδραμεῖται ἡ ἀντίφασις. ὁμοίως δὲ καὶ εἰ διαιροῦντα ἐνδέχεται ἀληθεύειν λέγοντά τι λευκὸν καὶ πάλιν οὐ λευκόν, καὶ συντρέχουσι ταῦτα, ἕψονται τὰ προειρημένα ἄτοπα. p. 1008a28 Πρὸς δὲ τούτοις ὅτι πάντες ἂν ἀληθεύοιεν. Πάλιν περὶ τοῦ αὐτοῦ ἐπιχειρήματος· καί φησιν ὅτι κατὰ τοῦτον οὖν τὸν λόγον καὶ πάντες ἀληθεύσουσι καὶ ψεύσονται. καθὸ μὲν γὰρ λέγουσι τὸν ἄνθρωπον εἶναι ἄνθρωπον, ἀληθεύουσι· καθὸ δὲ πάλιν φασὶν ὅτι ὁ ἄνθρωπος καὶ οὐκ ἄνθρωπός ἐστι, ψεύδονται. καὶ αὐιὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι λέγων συντρέχειν ἰὴν ἀντίφασιν. οὕτως γάρ ἐστιν ἀκαταληψία ἐν τοῖς οὖσι, καὶ οὐ δύναται ὁ τοιοῦτος διαλέγεσθαι· λέγων οὖν συντρέχειν τὴν ἀντίφασιν ὡς περὶ ὡρισμένου πράγματος διαλέγεται, ἀλλὰ αὐτὸς ἀόριστα εἰσάγει πρεσβεύων τὰ τοιαῦτα· ὥστε αὐτὸς αὑτὸν ὁμολογεῖ ψεύδεσθαι. καὶ οὐδὲν περὶ οὐδενός ἐστι πρὸς τὸν τοιοῦτον σκέψις· ὁ γὰρ λέγει οὔτε οὕτως οὔτε οὐχ οὕτως, τουτέστιν οὔτε <λευκὸν> οὔτε οὐ λευκόν· συναληθεύοντα γὰρ ἀναιρετικά εἰσιν, ὥστε οὐδὲν διαλέγεται, οὔτε περὶ πράγματος ποιεῖται τὴν σκέψιν πάντα ἀναιρῶν, καὶ τὴν οἰκείαν θέσιν. οὐδὲν οὖν πρὸς τούτων διαλέγεσθαι, ὥσπερ ἐπὶ τοῦ Πρωταγόρου. ἔλεγε γὰρ ‘πᾶς ὁ λέγων περὶ παντός τινος πράγματος ἀληθῶς λέγει’. ἡμεῖς δὲ λέγομεν πρός σε ταῦτα πρεσβεύοντα, ὦ Πρωταγόρα, ὅτι ψεύδῃ. εἰ μὲν οὖν ἀληθεύομεν, ὁμολογουμένως ψεύδῃ, ὦ Πρωταγόρα, λέγοντες σὲ ψευδόμενον· ἀληθεύομεν γὰρ τοῦτο εἰπόντες· εἰ δὲ ψευδόμεθα, πάλιν ψεύδῃ, διότι λέγεις ὅτι πᾶς ὁ λέγων τι ἀλήθειαν λέγει· ὥστε καὶ ὑμεῖς ὁμολογεῖτε ψεύδεσθαι λέγοντες συντρέχειν τὴν ἀντίφασιν. εἰ δὲ τοῦτο, οὐδὲ διαλέγεσθε. πάντα γὰρ ἀκατάλληλα ὑποτίθεσθε· ὁμολογουμένως οὖν ψεύδεσθε ὡς περὶ ὡρισμένων διαλεγόμενοι. ὥστε οὔτε λευκὸν ἔσται οὔτε οὐ λευκόν, οὔτε ὂν οὔτε οὐκ ὄν. συναληθεύοντα γὰρ ἀναιροῦσιν ἄλληλα, ὥστε οὔτε οὕτως ἔχει οὕτε οὐχ οὕτως· εἰ γὰρ μὴ ὑποθώμεθα τοῦτο, ὡρισμένον μέν τι δίδοται καὶ οὐκέτι συναληθεύει ἡ ἀντίφασις. p. 1008a34 Ἔτι εἰ ὅταν ἡ φάσις ἀληθὴς ᾖ, ἡ ἀπόφασις ψευδής. Πάλιν ἕτερον ἐπιχείρημα τίθησι τοῦ αὐτοῦ κατασκευαστικὸν περὶ τοῦ μὴ συναληθεύειν τὴν ἀντίφασιν, καθάπερ τινὲς ὑπελάμβανον, καί φησιν οὕτως ὅτι εἰ ἡ κατάφασις ἀληθὴς ὑπάρχει, πάντως καὶ ἡ ἀπόφασις ψευδής ἐστι, καὶ πάλιν εἰ ἡ ἀπόφασις * * * ἡ λέγουσα αὐτὸν πτερωτὸν ὑπάρχειν. ὥστε οὐ δυνατόν ἐστι τὸ αὐτὸ ἅμα καὶ καταφῆσαι καὶ ἀποφῆσαι ἀληθῶς. εἶτα ἐπειδὴ ἔλαβεν ὁ Ἀριστοτέλης ὅπερ ἐκεῖνοι οὐ συγχωροῦσιν οὔτε γὰρ διδόασιν ὅτι ὅτε ἐστὶ, ἡ κατάφασις ἀληθής, τότε ἡ ἀπόφασις ψευδής, ὅπερ ἔλαβεν ὁ Ἀριστοτέλης ὡς ὁμολογούμενον), αὐτὸ τοῦτο ἐπισημαίνεται ὁ φιλόσοφος λόσοφος ἀλλ’ ἴσως φαῖεν ἄν ἐκεῖνοι τοῦτο εἶναι τὸ ἐξ ἀρχῆς κείμενον. ἡμεῖς γάρ, φασί, λέγομεν τὴν ἀντίφασιν συναληθεύειν, αὐτὸς δὲ ὡς ὁμολογούμενον ἔλαβες, ὅτι ἡνίκα ἡ κατάφασίς ἐστιν ἀληθής, ἡ ἀπόφασις ψευδὴς ὑπάρχει καὶ τὸ ἐναντίον. p. 1008b2 ἔτι ἆρα ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων. Ὃ λέγει τοῦτό ἐστιν, ὅτι εἴπατε ἡμῖν, ἆρα χωρὶς λεγομένη ἡ κατάφασις ψεύδεται καὶ χωρὶς ἡ ἀπόφασις, καὶ πάλιν ἅμα λεγόμενα· ψεύδονται ὁ ἄνθρωπος ζῷον καὶ οὐ ζῷον, ἢ χωρὶς μὲν καὶ χωρὶς λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ συναληθεύονσιν. ἀλλ’ εἰ μὲν εἴπωσιν ὅτι καὶ χωρὶς λεγόμεναι ψευδεῖς ὑπάρχουσι καὶ ἅμα δέ, πρός τοὺς τοιούτους οὐ δεῖ ἡμᾶς παντελῶς διαλέγεσθαι· παντάπασι γὰρ οἱ τοιοῦτοι οὐδὲν λέγουσιν. εἰ δὲ πάλιν φῶσιν ὅτι χωρὶς μὲν λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ συναληθεύονσι, δῆλον ὡς ὅτι οἷόν τε εἶναι κατάληψιν ἐν τοῖς οὖσιν. εἰ μὴ γὰρ ἦν κατάληψις, πόθεν ἐδυνήθησαν διαγνῶναι ὅτι χωρὶς μὲν ψευδεῖς ὑπάρχουσιν, ἅμα δὲ λεγόμεναι ἡ ἀντίφασις συναληθεύει. εἰ οὖν ἐστι κατάληψις, καὶ ὥρισται τὰ πράγματα· εἰ δὲ ὥρισται, φανερὸν ὅτι οὐ συνδραμεῖται τὸ ἄνθρωπος τῷ οὐκ ἄνθρωπος, ὥστε οὐ συναληθεύσει ἡ ἀντίφασις. ἄλλως τε δὴ ἡνίκα λέγουσιν ὅτι ἡ ἀντίφασις συναληθεύει, κατάφασιν λέγουσι· τὸ γὰρ ὅλον τοῦτο κατάφασίς ἐστιν ἡ πρότασις ἡ λέγουσα ‘ἡ ἀντίφασις συναληθεύει’. εἰ τοίνυν συντρέχει ἡ κατάφασις τῇ ἀποφάσει, δῆλον ὡς ὅτι ἀληθὴς ἔσται καὶ ἡ ἀπόφασις ἡ λέγουσα ‘ἡ ἀντίφασις οὐ συναληθεύει’. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι ἵνα τὸ ὁ ἄρθρον λάβωμεν), ἆρα οὖν ὁ μὲν ἢ ἔχειν πως ὑπολαμβάνων ἢ μὴ ἔχειν, δηλώσῃ ὅτι ἆρα χωρὶς ἡ κατάφασις καὶ ἡ ἀπόφασις λεγόμεναι ψευδεῖς ὑπάρχουσιν, ὁ δὲ ἅμα λέγων αὐτὰς ἀληθεύει; εἰ γὰρ μὴ ἀληθεύει ἡ ἀντίφασις κατ’ αὐτοῦ, ὡς μήτε ἅμα λεγόμεναι μήτε χωρίς, τί ἐστι τὸ λεγόμενον ὑπ’ αὐτῶν ὡς ὅτι τοιαύτη ἐστὶν ἡ φύσις τῶν ὄντων, ὥστε συντρέχειν τὴν κατάφασιν τῇ ἀποφάσει, καθάπερ φασὶν οἱ θεοχόλωτοι Μανιχαῖοι; τούτῳ γὰρ τῷ ὀνόματι προσηγόρευσεν αὐτοὺς ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος. ἡνίκα γὰρ λέγομεν πρὸς αὐτοὺς ὅτι ἐχθρὸν παρέχετε τῷ θεῷ καὶ ἄσπονδον καὶ αἰώνιον * * σπουδαῖος ἄνθρωπος οὐκ ἔχει ἐχθρόν, φασὶν ὅτι πόθεν οὖν τὰ κακά; τοιαύτη γάρ, φασίν, ἐστὶν ἡ φύσις τῶν πραγμάτων. καὶ ἔστι πλατὺν γέλωτα καταχέαι τῶν οὕιως πειρωμένων τὰς ἀπορίας ἐπιλύεσθαι· πάντα γὰρ οὕτω ῥᾷστα ἐπιλύεσθαι. διὰ τί γὰρ ἡ τοῦ ἑξαγώνου πλευρὰ ἴση ἐστὶ τῇ ἐκ τοῦ κέντρου; ἐπειδὴ τοιαύτη ἐστὶν ἡ φύσις τοῦ πράγματος· ὅπερ τῶ ὄντι ληρῶδές ἐστιν· ἔστι γὰρ τοῦ τοιούτου ἀπόδειξις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀποδεικτῶν. οὕτως ὑμεῖς φατε, ὅτι τοιαύτη ἐστὶν ἡ φύσις τῶν πραγμάτων, ὥστε συντρέχειν τὴν κατάφασιν τῇ ἀποφάσει. εἰ γὰρ μὴ συναληθεύει ἅμα ἡ ἀντίφασις λεγομένη, ἀλλὰ μᾶλλον ἀληθεύει ἐκεῖνος ὑπολαμβάνων, τουτέστιν ὁ λέγων μὴ συναληθεύειν τὴν ἀντίφασιν, ἔχοι ἄν πως τὰ ὄντα ὑπόστασιν, καὶ τοῦτο ἀληθὲς ἂν εἴη καὶ οὐχ ἅμα ἀληθὲς καὶ οὐκ ἀληθές, καθάπερ φασὶν οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν· τὸ αὐτὸ γὰρ καὶ ἀληθὲς καὶ οὐκ ἀληθὲς ποιοῦσιν, ὅπερ ἐστὶν ἄτοπον. p. 1008b7 Εἰ δὲ ὁμοίως ἅπαντες καὶ ψεύδονται καὶ ἀληθῆ λέγουσιν. Εἰ ὑποθώμεθα τὴν ἀντίφασιν συναληθεύειν καὶ ὁμοίως ἅπαντας καὶ ψεύδεσθαι καὶ ἀληθεύειν, οὐδὲν ἔστιν οὕτε φθέγξασθαι οὔτε λέγειν. τί γὰρ ἔχει εἰπεῖν τις, ἡνίκα ψεύδεται καὶ πάλιν ὁ αὐτὸς ἀληθεύει; ὁ γὰρ τοιοῦτος ἅμα ταῦτα λέγει καὶ οὐ ταῦτα, οἷον ὅτι καὶ ἄνθρωπός ἐστι καὶ οὐκ ἔστιν ἄνθρωπος. εἰ οὖν μηδὲν ὑπολαμβάνει βέβαιον εἶναι, ἀλλ’ ὁμοίως οἴεται ὅτι ἔστι τὸ πρᾶγμα καὶ πάλιν οὐκ οἴεταί τι, οὕτως οὐ διαφέρει τῶν φυτῶν· κἀκεῖνα γὰρ οὐδὲν ὑπολαμβάνουσιν. ἀμέλει τοι εἰ καὶ λέγουσι ταῦτα ἀκαταληψία ἐστὶν ἐν τοῖς οὖσι καὶ οὐδεὶς οὐδὲν ὑπολαμβάνει, οὐ διάκεινται ὡς λέγουσιν, οὔτε οἱ λέγοντες οὔτε οἱ ἄλλοι. καὶ τοῦτο δῆλον ἐντεῦθεν· διὰ τί γὰρ πορεύεται εἰς Μέγαρα καὶ μὴ ἡσυχάζει οἰόμενος βαδίζειν, κἄν μὴ βαδίζοι; οὔτε δὲ πάλιν ἔνθεν πορεύεται εἰς φρέαρ ἤγουν εἰς κρημνὸν ἤγουν εἰς πῦρ; ἢ ῥίπτει ἑαυτὸν κατὰ πετρῶν ἤγουν κατὰ θαλάττης; φανερὸν ὡς ὅτι εὐλαβούμενος οὐ ποιεῖ ταῦτα, ἐπειδὴ οὐχ ὁμοίως ὑπολαμβάνει ἀγαθὸν εἶναι τὸ ἐμπεσεῖν ὥσπερ τὸ μὴ ἐμπεσεῖν. ὥστε ὁ τοιοῦτος τὸ μὲν βέλτιον ὑπολαμβάνει, ὅπερ καὶ αἰρεῖται, τὸ δὲ οὐ βέλτιον, ὅπερ καὶ φεύγει. <εἰ δ’> οὖν τοῦτο, καὶ· τὸ μὲν ἄνθρωπον τὸ δὲ οὐκ ἄνθρωπον, καὶ τὸ μὲν γλυκὺ τὸ δὲ οὐ γλυκὺ ἀνάγκη ὑπολαμβάνειν. οὐ γὰρ ἐξ· ἴσου, ὡς ὁ λόγος· ἔδειξεν, ἅπαντα ζητεῖ καὶ ὑπολαμβάνει, ὅταν οἰηθείη βέλτιον εἶναι τὸ πιεῖν ὕδωρ καὶ θεάσασθαι ἄνθρωπον· οὔτε γὰρ ἀπέρχεται διψήσας ὅπου ἐστὶ πῦρ, ἀλλ’ ὅπου ὕδωρ, οὔτε δὲ ζητῶν ἄνθρωπον ἀπέρχεται ὅπου ἡμίονοι· δῆλον ὡς ὅτι οἴεται εἶναι ὡρισμένην φύσιν τῶν πραγμάτων. καίτοι ἔδει γε βουλόμενον ὑδρεύσασθαι ἀπελθεῖν ὅπου ἐστὶ πῦρ, εἰ ταὐτὸν ὑπῆρχεν ἄνθρωπος καὶ οὐκ ἄνθρωπος. καλῶς οὖν εἰρήκαμεν ὅτι οὐδείς ἐστιν ὅστις οὐκ εὐλαβεῖται τὰ μὲν τῶν πραγμάτων τὰ δὲ οὔ. οἷον δέδιε θάλασσαν θηρίον, τοὺς δὲ φίλους οὐ δέδιεν· ὥστε οἶδεν ὡρισμένας τὰς φύσεις τῶν πραγμάτων, κἂν μὴ λέγῃ οὕτως. πάντες ἄρα ὑπολαμβάνουσιν ἔχειν ὅρον τὰ πράγματα, εἰ καὶ μὴ ἀπλῶς περὶ πάντα τὰ ὄντα, ἀλλ’ οὖν γε περὶ τὸ ἄμεινον καὶ τὸ χεῖρον. εἰ τοίνυν μὴ ἐπιστημονικῶς ἴσασι τὸ ἄμεινον καὶ τὸ χεῖρον, ἀλλὰ ὀρθοδοξαστικῶς, πλέον δεῖ ἡμᾶς αὐτῶν τῶν ἐχόντων δόξαν μόνην ἄνευ ἐπιστήμης ἐπιμελεῖσθαι, ὥσπερ καὶ πλέον ἐπιμελούμεθα τῶν νοσούντων ἤπερ τῶν ὑγιαινόντων. ἡ μὲν γὰρ ἐπιστήμη ὑγεία ἐστὶ τῆς ψυχῆς, ἡ δὲ δόξα νόσος· διό φησι καὶ γὰρ ὁ δοξάζων πρὸς τὸν ἐπιστάμενον οὐχ ὑγιεινῶς διάκειται πρὸς τὴν ἀλήθειαν. p. 1008b31 Ἔτι εἰ ὅτι μάλιστα πάντα οὕτως ἔχει καὶ οὐχ οὕτως. Αὖθις ἐντεῦθεν ἕτερον ἐπιχείρημα τίθησι καὶ τοῦ αὐτοῦ κατασκευαστικόν· ἐκ τοῦ μᾶλλον δέ ἐστι τὸ ἐπιχείρημα. φησὶν οὖν ὅτι εἰ καὶ ὑποθώμεθα πάντα οὕτως ἔχειν καὶ οὐχ οὕτως, ἀλλὰ τό γε μᾶλλον καὶ τὸ ἧττόν ἐστιν ἐν τῇ φύσει τῶν πραγμάτων· οὐ γὰρ ὁμοίως φήσομεν τὰ δύο ἄρτια καὶ τὰ τρία, ἀλλὰ μᾶλλον τὰ δύο, οὔτε δὲ ὁμοίως διέψευσται ὁ εἰρηκὼς ἤγουν ὁ οἰόμενος τὰ τέσσαρα πέντε εἶναι καὶ (6) χίλια, ἀλλὰ μᾶλλον ἀληθεύει ὁ οἰόμενος τὰ τέσσαρα πέντε εἶναι ἤπερ ὁ οἰόμενος χίλια αὐτὰ εἶναι. εἰ τοίνυν ταὐθ’ οὕτως ἔχει καὶ θεωρεῖται τὸ μᾶλλον ἀληθές, φανερὸν ὅτι καὶ τὸ ὄντως ἀληθὲς ὑπάρχει καὶ τὸ κυρίως, ἐξ οὗ ἔχει χώραν καὶ τὸ μᾶλλον λέγεσθαι. διό φησιν εἰ οὖν τὸ μᾶλλον ἐγγύτερον, εἴη ἄν τι ἀληθὲς οὗτινος ὄντος ἀληθοῦς ἐγγύτερον ὑπάρ·χει τὸ μᾶλλον ἀληθές. καὶ εἰ μή ἐστι τὸ ἀληθές, ἀλλ’ οὖν γέ ἐστι βεβαιότερον καὶ ἀληθινώτερον. ὥστε πάντως ἀληθὲς καὶ τὸ ὄντως βέβαιόν ἐστιν, ἐξ οὗ καὶ τούτοις τὸ εἶναι ὑπάρχει. καὶ ἐντεῦθεν ἀπαλλαττόμεθα τοῦ λόγου τούτου ἀκράτου, τουτέστι τοῦ μηδὲν ἔχοντος κεκραμένον καὶ ὡρισμένον, τοῦ λέγοντος ὅτι οὐδέν ἐστιν ὡρισμένον ἐν τῷ παντί· διό φησι καὶ κωλύοντός τι τῇ διανοίᾳ ὁρίσαι. p. 1009a6 Ἔστι δὲ ἀπὸ τῆς αὐτῆς δόξης καὶ ὁ Πρωταγόρου λόγος. Τοῖς αὐτοῖς ὑποπίπτει ἐγκλήμασι καὶ ὁ Πρωταγόρου λόγος ὁ ὑποτιθέμενος πᾶν ὃ λέγει τις ἀληθῶς λέγειν. ἐνταῦθα γὰρ ἐνίσταται κοινῶς πρὸς τοῦτον μετὰ τῶν οἰομένων συναληθεύειν τὴν ἀντίφασιν· προ·ιὼν δὲ ἀντερεῖ πρὸς αὐτὸν μόνον. φησὶν οὖν ὅτι ἀπὸ τῆς αὐτῆς ἐννοίας προἐρχεται καὶ ὁ τοῦ Πρωταγόρου λόγος· καὶ γὰρ ἀνάγκη ὁμοίως ἀμφοτέρους τοὺς λόγους τόν τε λέγοντα τὴν ἀντίφασιν συναληθεύειν καὶ τὸν λέγοντα ὅτι πᾶς ὁ λέγων ἀληθῆ λέγει ἢ εἶναι ἢ μὴ εἶναι. εἴτε γὰρ τὰ δοκοῦντα καὶ τὰ φαινόμενα πάντα ἀληθῆ ὑπάρχουσι, καθάπερ ἔλεγε Πρωταγόρας, ἀνάγκη πάντα ἀληθῆ καὶ ψευδῆ εἶναι, κἄν μὴ βούλωνται, ἀληθῆ μέν, διότι οὕτως ὑποτίθενται, ψευδῆ δὲ διὰ τὴν τῶν πραγμάτων φύσιν· οὐ γὰρ ὁ εἰπὼν τὸ ὕδωρ πῦρ ἀληθεύει, ἀλλὰ ψεύδεται. πολλοὶ γὰρ τὰς ἐναντίας δόξας ἔχουσι πρὸς ἀλλήλους καὶ ὑπολαμβάνουσι ψεύδεσθαι τοὺς μὴ τὰ αὐτὰ αὐτοῖς δοξάζοντας· ὥστε πᾶσά ἐστιν ἀνάγκη τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, εἶναι μὲν διὰ τὴν ὑπόθεσιν , μὴ εἶναι δὲ διὰ τὴν φύσιν τῶν πραγμάτων, ὡς ὁ λόγος ἀπέδειξεν. εἰ οὖν τοῦτο ἀληθὲς ὑπάρχει, ἀνάγκη ἐστὶ τὰ δοκοῦντα πάντα ἀληθῆ ὑπάρχειν· τὰ ἀντικείμενα γὰρ ἀλλήλοις δοξάζουσιν οἱ διεψευσμένοι καὶ ἀληθεύοντες· ὥστε συναληθεύει τῷ ὄντι ἡ ἀντίφασις· κατὰ τὴν δόξαν τοῦ Πρωταγόρου. εἰ οὖν ἔχει τὰ ὄντα οὕτως ὥστε πάλιν συναληθεύειν τὴν ἀντίφασιν, ἀληθεύουσιν ἅπαντες· ὥστε συμφωνοῦσιν αἱ δύο δόξαι αὗται ἀλλήλαις. p. 1009a15 Ὅτι μὲν οὖν ἀπὸ τῆς αὐτῆς εἰσι διανοίας. Δείξας εἰς ἓν συντρεχούσας ἀμφοτέρας τἀς δόξας τήν τε Πρωταγόρειον καὶ τὴν οἰομένην συναληθεύειν τὴν ἀντίφασιν, συμπεραίνεται τοὺς λόγους καὶ λέγει ὅτι φανερὸν ἡμῖν γέγονεν ὅτι ἀπὸ τῆς αὐτῆς διανοίας ὑπάρχουσιν ἀμφότεροι οἱ λόγοι. <ἔστι δὲ> οὐχ ὁ αὐτὸς τρόπος πρὸς ἅπαντας τῆς ἐντεύξεως, τουτέστι τῆς ἀντιλογίας· οἱ μὲν γὰρ τῶν ἀντιλεγόντων πειθοῦς δέονται, οἱ δὲ βίας. ὅσοι μὲν γὰρ τῷ ὄντι ἀποροῦντες οἴονται οὕτως, τούτων ἡ ἄνοια ῥᾳδίως ἰατρεύεται· ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, οὐ πρὸς· τὸν λόγον ἀλλὰ πρὸς τὴν διάνοιαν ἡ ἀπάντησις αὐτῶν. ἴσασι γὰρ ὅτι οὐκ ἔρρωται ὁ λόγος ὃν προβάλλονται· ὅμως μέντοι γε ἀποποῦσι κατὰ τὴν διάνοιαν καὶ βούλονται τὴν ἀπορίαν αὐτῶν ἐπιλυθῆναι. ὅσοι δὲ λόγου χάριν λέγουσι τοῦ δόξαι κρατεῖν ἐπὶ τῶν πολλῶν οὗτοι δέ εἰσιν οἵτινες ἴσασι μὲν τὸ ἀληθές, μάχονται δὲ. πρὸς αὐτὸ διὰ τὸ δόξαι κρατεῖν), τούτων ἴασίς ἐστιν ἔλεγχος, ἵνα ἐλέγξωμεν τὸν λόγον ὃν προβάλλονται ὡς κακῶς λεγόμενον. διό φησι τοῦ ἐν τῇ φωνῇ λόγου, τοῦ προφορικοῦ· ἴσασι γὰρ τὴν ἀλήθειαν. * * * τῇ φ·ωνῇ λόγον λέγει τὸν ἀποφαντικόν· διὸ ἐπήγαγε καὶ τοῦ ἐν τοῖς ὀνόμασιν, ἐπεὶ ἐξ ὀνόματος καὶ ῥήματος σύγκειται ὁ ἀποφαντικὸς λόγος, εἰώθασι δὲ καὶ τὰ ῥήματα ὀνόματα καλεῖν. p. 1009a22 Ἐλήλυθε δὲ τοῖς διαποροῦσιν αὕτη ἡ δόξα ἑκτῶν αἰσθτῶν. Ἐντεῦθεν τὴν αἰτίαν ἡμῖν λέγει, πόθεν ἀπατηθέντες οἱ πολλοὶ ταύτην ὑπέλαβον, καί φησιν ὅτι αἰτία τῆς ἀπάτης αὐτοῖς γέγονε τὰ αἰσθητὰ πράγματα. ἐπεὶ γὰρ τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ οὐκ ὄν τὸ γὰρ λευκὸν σῶμα, εἰ τύχοι, καὶ λευκόν ἐστι καὶ οὐ λευκόν, τοιαῦτα δὲ πάντα τὰ αἰσθητὰ ὑπάρχουσιν), ὑπέλαβον τὰ αὐτὰ καὶ ὄντα εἶναι καὶ οὐκ ὄντα, μὴ διακρίναντες αὐτὰ ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ, ὥς φησιν ἐν τῇ Φυσικῇ ἀκροάσει ‘αὕτη γὰρ ἂν ὀφθεῖσα ἡ φύσις πάσας αὐτῶν· ἔλυσε τὰς ἀπορίας’. ἦλθον οὖν εἰς ἔννοιαν τῆς δόξης ταύτης ἐκ τῶν αἰσθητῶν, τοὐ ὅτι τὰ ἐναντία ἅμα ὑπάρχουσι καὶ τοῦ τὴν ἀντίφασιν συναληθεύειν, ἐπειδὴ ἑώρων ἐκ τοῦ αὐτοῦ πράγματος τὰ ἐναντία γινόμενα τὸ γὰρ αὐτὸ σῶμα ποτὲ μὲν λευκὸν γίνεται, ποτὲ δὲ μέλαν), καὶ ὅτι ἡ ὕλη πάντων ἐστὶ δεκτικὴ τῶν ὄντων. εἰ οὖν, φησί, μὴ ἐνδέχεται γενέσθαι τὸ μηδαμῇ μηδαμῶς ὄν, ἐπεὶ οὕτως ἔσται πρὸ τοῦ ὄντος, οὔτε δὲ πάλιν ἐνδέχεται φθαρῆναι εἰς τὸ μηδαμῇ μηδαμῶς ὄν εἰς γὰρ τὴν οἰκείαν στέρησιν φθείρεται τὸ λευκόν, τουτέστιν εἰς τὸ οὐ λευκόν, ὅπερ δυνάμει ἐστὶ λευκόν· διό, φησί, καὶ γίνεται ἐξ αὐτοῦ λευκόν), εἰ οὗν μὴ ἐνδέχεται γενέσθαι τὸ μὴ ὄν, προϋπῆρχεν ὁμοίως τὸ πρᾶγμα ἄμφω ὄν, καὶ λευκὸν καὶ οὐ λευκόν· ὥστε ἅμα τὰ ἐναντία, καὶ ὂν καὶ οὐκ ὄν. διὸ καὶ Ἀναξαγόρας ἔλεγε πάντα ἐν πᾶσι μεμιχθαι. ὁμοίως δὲ καὶ ὁ Δημόκριτος ἔλεγε πανταχοῦ εἶναι τὸ ὂν καὶ τὸ μὴ ὄν· ὂν μὲν γὰρ ἐκάλει τὰς ἀτόμους, μὴ ὂν δὲ τὸ κενόν· πανταχοῦ <δὲ> ἔλεγεν εἶναι καὶ τὸ κενὸν καὶ τὰς ἀτόμους * * * τῷ κενῷ ὑπετίθετο εἶναι τὰς ἀτόμους. πρὸς γὰρ τοὺς ἐκ τούτων ἀπατηθέντας ἐροῦμεν ὅτι τρόπον μέν τινα ὀρθῶς λέγουσι, τρόπον δέ τινα οὐκ ὀρθῶς. τὸ γὰρ ὂν διχῶς λέγεται, δυνάμει καὶ ἐνεργείᾳ· ὥστε ἔστι μὲν ὃν τρόπον δυνατὸν τὸ τὶ γίνεσθαι ἐκ τοῦ μὴ ὄντος, ἔστι δὲ ὡς οὔ ἐκ γὰρ τοὐ * * * μὲν ὄντος δυνατόν, ἐκ δὲ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, φησίν, οὐ δυνατόν), καὶ ἅμα τὸ αὐτὸ εἶναι καὶ ὂν καὶ μὴ ὄν, ἀλλ’ οὐ κατὰ τὸ αὐτό. δυνάμει μὲν γὰρ ἅμα ἐνδέχεται τὸ τὰ ἐναντία εἶναι τὸ γὰρ σῶμα δυνάμει καὶ λευκόν ἐστι καὶ μέλαν), ἐνεργείᾳ δὲ ἅμα τὰ ἐναντία ὑποστῆναι γὰρ] ἀδύνατον ὑπάρχει. p. 1009a36 Ἔτι δὲ ἀξιώσομεν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην οὐσίαν. Ἐπειδὴ ἐκ τῶν αἰσθητῶν ἠπατήθησαν, ἔδει αὐτοὺς ἐννοῆσαι ὅτι ύπάρχουσι καὶ ἄλλαι οὐσίαι καὶ τῶν νοητῶν, ἐφ’ ὧν οὐ θεωρεῖται τὸ δυνάμει, ἀλλ’ ἐκεῖσε ἐνέργειαι ὑπάρχουσιν ἄνευ δυνάμεως, καὶ οὐκ ἔστιν ἐκεῖσε τὸ ὂν καὶ οὐκ ὄν. ἔδει οὖν αὐτοὺς ἐξ ἐκείνων μᾶλλον δοῦναι ὡρισμένην φύσιν τοῖς πράγμασι, καὶ μὴ ἐντεῦθεν ἐκ Τῶν ἐλαττόνων ἀποψηφίσασθαι. ἀξιώἀπάτης σομεν οὖν αὐτοὺς ὑπολαμβάνειν καὶ ἄλλην οὐσίαν εἶναι τῶν ὄντων παρὰ τὰ αἰσθητά, ᾗτινι οὔτε κίνησις ὑπάρχει οὔτε δὲ φθορὰ οὕτε γένεσις οὔτε μεταβολή. ὁμοίως δὲ καὶ ἡ περὶ τὰ φαινόμενα ἀλήθεια ἐνίοις ἐκ τῶν αἰσθητῶν ἐλήλυθεν. ἐκ τῶν γὰρ αἰσθήσεων περατουμένη, φασίν, ἡ ψυχὴ ἔρχεται εἰς ὑπόμ.νησιν τῶν καθόλου λόγων, ὥς φησιν ὁ Πλατῶν, ἐξ ὧν τὰ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος. οὐ δεῖ οὖν τὸ ἀληθὲς * * * ὥσπερ οὖν, ἐὰν εἴπωμεν πλησίον Ἀθηνῶν τόπον, ὡς ὄντων αἰσθητῶν λέγομεν ὅτι ἐγγὺς τῶν Μεγάρων, οὕτως ἐὰν εἴπωμεν τὸ ἐγγὺς τοῦ ἀληθοῦς, ἀληθὲς ὑποτιθέμεθα ὡς οὐκ ὄντος τοῦ ἀληθοῦς πλήθει κρίνεσθαι καὶ ὀλιγότητι, ἀλλὰ τῷ λόγῳ. ἄπειροι γὰρ δοξάζουσι ποδιαῖον τὸν ἥλιον, καὶ ὅμως οὐ δεῖ πεισθῆναι αὐτοῖς· τὸ δὲ αὐτὸ τοῖς μὲν γλυκὺ φαίνεται, οἷον τοῖς ὑγιαίνουσι τὸ μέλι, τοῖς δὲ πικρόν, οἷον τοῖς ἰκτεριῶσιν. ὥστε εἰ πάντες ἔκαμνον ἤγουν πάντες παρεφρόνουν, δύο δὲ ἢ τρεῖς ὑγίαινον ἤγουν νοῦν εἶχον, ἐδόκουν κάμνειν μὲν οἱ ὑγιαίνοντες καὶ παραφρονεῖν, οἱ δὲ ἄλλοι ὑγιαίνειν διὰ τὸ πλῆθος. ὥστε οὐ δεῖ τὰ πράγματα κρίνεσθαι πλήθει καὶ ὀλιγότητι. ἔτι δὲ πολλοῖς τῶν ζῴων τὰ ἐναντία φαίνονται. διὸ οἱ ·μὲν ὄρτυγες πέττουσι τὸν ἐλλέβορον καὶ οἱ ψῆρες τὸ κώνειον, ἄνθρωποι δὲ ἀναιροῦνται ἐξ αὐτῶν. καὶ αὐτῷ δὲ ἑκάστῳ πρὸς αὑτὸν οὐ τὰ αὐτὰ δοκεῖ κατὰ τὴν αἴσθησιν. λέγομεν οὖν ἡμεῖς ὅτι ἐὰν ὑγιαίνῃ τὸ αἰσθητήριον καὶ μὴ μεταβάλλοι τὸ αἰσθητόν, ὥσπερ οἶνος ὀξίσας ἤ τι ἄλλο τοιοῦτο, εἴη δὲ εὖ ἔχον καὶ τὸ διαπορθμεῦον καὶ πάντα ὅσα εἴρηται ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, ἀεὶ τὰ αὐτὰ δοκοῦσι, καὶ οὐ ποτὲ μὲν τοιάδε ποτὲ δὲ τοιάδε. p. 1009b9 Ποῖα οὖν τούτων ἀληθῆ. Ἔτι ὡς ἁπάντων προέχει τὸν λόγον, καί φησιν ὅτι ποῖα τῶν πραγμάτων ἀληθῆ ὑπάρχουσιν ἄδηλον, ἐπειδὴ καὶ τὰ ζῷα διαφωνοῦσι πρὸς ἄλληλα, ὡς ἐπὶ τῶν ἀνθρώπων εἰρήκαμεν καὶ τῶν ὀρτύγων, καὶ αὐτὸς δὲ πρὸς ἑαυτόν, ἡνίκα τι πάθοι τὸ αἰσθητήριον ἤγουν τὸ αἰσθητόν. * * * διὰ ταῦτα οὖν, φησίν, ἔλεγεν ὁ Δημόκριτος ‘ἤτοι οὐδὲν παντελῶς ἐστιν ἀληθές, ἢ εἴπερ ἔστιν ἀληθές, ἡμῖν ἄὸηλον ὑπάρχει’ . ὑπελάμβανε μὲν <γὰρ> τὴν φρόνησιν αἴσθησιν εἶναι καὶ συνελογίζετο <τοῦτον> τὸν τρόπον· ἡ φαντασία ταὐτὸν τῇ αἰσθήσει, ἡ αἴσθησις πάντων ἀληθῶς ἀντιλαμβάνεται, ἡ ἄρα φαντασία πάντων ἀληθῶς ἀντιλαμβάνεται. τούτων ἡ μὲν μία πρότασις παντελῶς ψευδὴς ὑπάρχει· οὔτε γὰρ ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, εἴ γε ἡ μὲν φαντασία αὐτὴ καθ’ αὑτὴν ἐνεργεῖ δεξαμένη, ἡ δέ γε ‘αἴσθησις‘ δεῖται τῶν ἐκτός. πάλιν δὲ καὶ ἡ δευτέρα πρότασις ψευδὴς ὑπάρχει, ἀλλ’ οὐχ ὁμοίως· οὔτε γὰρ πάντων ἀληθῶς ἀντιλαμβάνεται ἡ αἴσθησις, ἐὰν μὴ ὑγιῶς ἔχοι καὶ ἡ αἴσθησις καὶ τὸ αἰσθητήριον καὶ τὸ διαπορθμεῦον δέ. ὁ Δημόκριτος οὖν, φησί, διὰ τὸ ὑπολαμβάνειν τὴν φρόνησιν αἴσθησιν εἶναι, ταύτην δὲ τὴν αἴσθησιν εἶναι ἀλλοίωσιν, ὥσπερ καὶ ἔστι, τὸ φαινόμενον κατὰ τὴν αἴσθησιν ἐξ ἀνάγκης ἀληθὲς εἶναί φησιν. ἐντεῦθεν γὰρ καὶ Ἐμπεδοκλῆς καὶ Δημόκριτος καὶ τῶν ἄλλων ἕκαστος ὡς εἰπεῖν τοιαύταις δόξαις ἔνοχοι γεγόνασι, τουτέστιν ὑπεύθυνοι, καὶ γὰρ καὶ ὁ Ἐμπεδοκλῆς τοὺς μεταβάλλοντας τὴν ἕξιν ἔλεγε καὶ τὴν φρόνησιν μεταβάλλειν, ὡς ἂν ταῖς κράσεσι τοῦ σώματος ἑπομένων τῶν ψυχικῶν δυνάμεων, καθάπερ καί τινες τῶν ἰατρῶν εἰρήκασι. διὸ ἔλεγε ‘πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισι’, τουτέστι πρὸς τὸ παρὸν εἰ μὲν ὑγιῶς ἔχοι ἡ κρᾶσις, καὶ ἡ φρόνησις, εἰ δὲ κακῶς, <καὶ> ἡ φρόνησις. δυνατὸν δέ ἐστιν ἀπολογήσασθαι ὑπὲρ Ἐμπεδοκλέους ὅτι ἔλεγεν ὡς ὅτι πρὸς ὅ τις μεταχειρίζεται, καὶ κιάκειται· εἰ μὲν γὰρ μετὰ αἰσθήσεως διαβιοῖ, αἰσθητῶς καὶ ἐνεργεῖ, εἰ δὲ νοερῶς βιοῖ, νοερῶς καὶ ἐνεργεῖ. καὶ ἐν ἑτέροις δέ, φησίν, οὕτως λέγει Ἐμπεδοκλῆς ὅτι ὅσον ἀλλοῖοι, τοσοῦτον καὶ * * * μεθίσταται, ὡς ἄν ἑπομένων τῶν ψυχικῶν δυνάμεων, ὡς εἴρηται, ταῖς κράσεσι τοῦ σώματος· πάλιν ἐπάγει ‘τόσον ἄρα σφιν καὶ τὸ φρονεῖν ἀλλοῖα παρίστατο ’ πρὸς τὴν μεταβολὴν τῆς κράσεως καὶ τῆς * * *. καὶ Παρμενίδης δὲ [εἶνα] τὸν αὐτὸν τρόπον ἀποφαίνεται. φησὶ γὰρ ὅτι ‘ὡς γὰρ ἕκαστον ἔχει μελέων πολυκάμπτων, οὕτως καὶ ὁ νοῦς τῶν ἀνθρώπων παρίσταται’, ὡς ἂν καὶ ἐπὶ τούτου τῶν ψυχικῶν δυνάμεων ἐκ τῶν αἰσθήσεων καὶ τῶν κράσεων γινομένων. τὴν αὐτὴν δὲ ἀπολογίαν ἔστιν εἰπεῖν ὑπὲρ τούτου, ἥνπερ καὶ ὑπὲρ Ἐμπεδοκλέους εἰρήκαμεν. εἶτά φησιν ὅτι τὰ αὐτὰ εἰρήκασιν Ἐμπεδοκλῆς καὶ Παρμενίδης· ὅπερ γὰρ Ἐμπεδοκλεῖ σημαίνει τὸ φρονεῖν, τοῦτο Παρμενίδῃ τὸ † μελέων. καὶ ἐπὶ πάντων δέ φησι Παρμενίδης τὸ αὐτὸ θεωρεῖσθαι, καὶ ἐπὶ ἑνὸς ἑκάστου · τὸ γὰρ πλέον νόημα προσγίνεται ἐκ τῆς πλείονος αἰσθήσεως καὶ ἀκριβεστέρας. τοῦ δὲ Ἀναξαγόρου καί τι ἀπόφθεγμα μνημονεύεται ὑπὸ τῶν ἑταίρων αὐτοῦ, ὅτι τοιαῦτα αὐτοῖς εστι τὰ ὄντα, οἷα ἂν καὶ ὑπολαμβάνωσιν εἶναι αὐτά. φαμὲν καὶ ὑπὲρ αὐτοῦ πάλιν ὅτι εἰ μὲν αἰσθητῶς τις ζήσει, καὶ ἐνεργεῖ οὕτως, εἰ δὲ νοερῶς, δῆλον ὡς ὅτι καὶ νοερῶς ἐνεργεῖ. φησι δὲ ὅτι καὶ ὁ Ομηρος ταύτην εἶχε τὴν δόςαν· ἐποίησε γὰρ τὸν Ἕκτορα μετὰ τὴν πληγὴν τὴν τοῦ Αἴαντος κεῖσθαι ἄλλοφρονέοντα, ὡς δῆλον εἶναι ἐντεῦθεν ὅτι καὶ οἱ παραφρονοῦντες μὲν φρονοῦσιν, ἀλλ’ οὐ τὰ αὐτὰ ἅπερ ἐφρόνουν καὶ πρότερον. εἰ οὖν ἀμφότεραι φρονήσεις ὑπάρχουσι, καὶ τὸ παραφρονεῖν καὶ πρὸ τῆς πληγῆς, δῆλον ὡς ὅτι τὰ <ὄντα> ἅμα καὶ οὕτως καὶ οὐχ οὕτως ἔχει, εἴ γε ἔχειν φρόνησιν f. 194v λέγει καὶ πρὸ τῆς πληγῆς καὶ μετὰ τὴν πληγήν. p. 1009b33 Ἢ καὶ χαλεπώτατον συμβαῖνόν ἐστιν. Ὅτι ἐκ τῶν δοξῶν τούτων οἱ ἐγχειροῦντες φιλοσοφεῖν ἀθυμοῦσι λέγοντες ὅτι εἰ οἱ τηλικοῦτοι ἄνδρες οὐκ ἐδυνήθησαν καταλαβεῖν τὸ ἀληθές, πολλῷ μᾶλλον ἡμεῖς οὐ δυνησόμεθα μαθεῖν. * * * ὅτι ἐντεῦθεν χαλεπόν τι ἀκολουθεῖ· εἰ γὰρ οἱ μάλιστα τὸ ἐνδεχόμενον ἀληθὲς ἑωρακότες (οὖτοι δέ εἰσιν οἱ μάλιστα ζητοῦντες αὐτὸ καὶ φιλοῦντες) οὗτοι τοιαύτας ἔχουσι δόξας καὶ τοιαῦτα ἀποφαίνονται περὶ τῆς ἀληθείας, πῶς οὐκ ἄξιον ἀθυμῆσαι τοὺς φιλοσοξεῖν ἐγχειροῦντας; ὁμοίως γάρ ἐστι τὸ ζητεῖν τὴν ἀλήθειαν τοῖς τὰ ἱπτάμενα διώκουσιν. ὥσπερ γὰρ ἐκεῖνα οὐ καταλαμβάνονται, οὕτως οὐδὲ ταῦτα κατ’ ἐκείνους. φησὶν οὖν ὅτι τῆς ἀπάτης ταύτης αἴτιον αὐτοῖς ἐγένετο, ὅτι κατὰ μὲν ἀλήθειαν ἐσκόπουν περὶ τῶν ὄντων πάντων, τάδε ὄντα ὑπελάμβανον εἶναι τὰ αἰσθητὰ μόνον. ἐν δὲ τούτοις τοῖς αἰσθητοῖς πολλή ἐστιν ἡ τοῦ ἀορίστου φύσις καὶ τοῦ οὕτως ὄντος, ὥσπερ εἴπομεν, τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. διὸ εἰκότως μὲν λέγουσιν ὅτι τὸ αὐτὸ καὶ ὄν ἐστι καὶ οὐκ ὄν, οὐκ ἀληθῶς λέγοντες· οὔτε γὰρ ἐνεργείᾳ, καθάπερ καὶ ὑπολαμβάνουσι, τὸ αὐτό ἐστι καὶ οὐκ ἔστιν, ἀλλὰ δυνάμει. οὕτω γὰρ μᾶλλον δεῖ εἰπεῖν πρὸς αὐτοὺς <ἢ> ὥσπερ Ἐπίχαρμος (6) κωμικὸς ὑβριστικῶς προῆλθεν εἰς τὸν Ξενοφάνη. ἄλλως τε δὴ ὁρῶντες ταύτην τὴν φύσιν τῶν αἰσθητῶν κινουμένην καὶ ἐν μεταβολῆ οὖσαν, κατὰ δὲ τοῦ μεταβάλλοντος μηδὲν εἶναι ἀληθὲς ἔλεγον, εἴ γε ἐν ῥύσει πάντα ὑπάρχουσι, λέγοντες <ὅτι> ἀδύνατόν ἐστιν ἀληθεύειν περὶ τὸ πάντη πάντως μεταβάλλον. ἐκ γὰρ ταύτης τῆς ὑπολήψεως ἐξήνθησεν ἡ ἀκροτάτη δόξα τῶν εἰρημένων, ἡ τῶν φασκόντων ἡρακλειτίζειν, καὶ οἵαν Κρατύλος εἶχεν, ὃς τὸ τέλος οὐδὲ φθέγγεσθαι ἠνείχετο οἰόμενος θᾶττον τῆς φωνῆς ῥεῖν τὰ πράγματα, ἀλλὰ τῷ δακτύλῳ κατένευε καὶ ἀνένευε, καὶ ἐπετίμα τῷ Ἡρακλείτῳ λέγοντι ὅτι οὐ δυνατὸν δὶς εἰς τὸν ποταμὸν παρελθεῖν διὰ τὸ ῥευστόν· οὐδὲ γὰρ μένει ὁ αὐτός· καὶ ἔλεγεν ὅτι οὐδὲ ἅπαξ δυνατόν ἐστι τὸν αὐτὸν ποταμὸν διελθεῖν εἴ γε ἐν ὅσῳ κινούμεθα παρέρχεται τὸ ὕδωρ. ἡ μὲν * * * φαμὲν πρὸς αὐτόν, ὅτι τὸ μὲν μεταβάλλον, ἡνίκα μεταβάλλει, ἔχει τινὰ αὐτοῖς λόγον, ἐπειδὴ ῥεῖ· ὅμως μέντοι γε καὶ τοῦτο ἀμφισβητήσιμον ὑπάρχει. ἡνίκα γὰρ γίνεται ἐκ λευκοῦ μέλαν, ἔχει τι καὶ τοῦ λευκοῦ. ἐξ οὗ ἐξίσταται, καὶ τοῦ μέλανος, εἰς ὃ τρέπεται· ὥστε οὐκ ἔστι παντελῶς ἀσύστατον. ἄλλως τε δὴ τὸ φθειρόμενον δεῖ εἶναί τι, ἵνα καὶ εἰ γίνεταί τι, δεῖ εἶναι ὡρισμένον ἐκεῖνο ἐξ οὗ γίνεται. καὶ τὸ ποιοῦν αὐτὸ ἀνάγκη εἶναι, εἰ μὴ ἔχει ἐκεῖνο ἕτερον ποιητικόν, ἐπεὶ οὕτως εἰς ἄπειρον προελευσόμεθα. πρὸς ἐπὶ τούτοις δὲ κατὰ τὸ ποσόν ἐστιν ἡ ῥύσις τῆς ἐπιρροῆς καὶ τῆς ἀπορροῆς· ἡνίκα γὰρ μὴ τρεφόμεθα, ἀπορρεῖ τὰ ἐξ ἡμῶν, ἡνίκα δὲ τρεφόμεθα, ἐπιρρεῖ· τὸ δὲ εἶδος ὡρισμένον μένει. πῶς οὖν ἔλεγον πάντα ἐν ῥύσει εἶναι; διό φησιν ἀλλὰ ταῦτα παρέντας ἐκεῖνα δεῖ ἡμᾶς εἰπεῖν ὅτι οὐ τὸ αὐτό ἐστι τὸ μεταβάλλειν κατὰ ποσὸν καὶ ποιόν. κατὰ οὖν τὸ ποσὸν γίνεται μεταβολή, τὸ δὲ εἶδος ἀμετάβλητόν ἐστι. τὰ δὲ πράγματα κατὰ τὰ εἴδη γινώσκονται· ὥστε οὐκ ἔστιν ἡ γνῶσις ἀπερίληπτος. ἄλλως τε δὴ ἄξιόν ἐστιν ἐπιτιμῆσαι τοῖς ἐκ τῶν αἰσθητῶν τῶν ἐλαττόνων, τῶν ὄντων ἐν ῥύσει καὶ μεταβολῇ, ἀποφαινομένοις καὶ περὶ τοῦ ὅλου οὐπανοῦ. ὁ γὰρ περὶ ἡμᾶς τόπος μέν ἐστιν ἐν γενέσει καὶ φθορᾷ, ἀλλ’ οἶτος τος ὁ τόπος οὐδὲν μόριόν ἐστι τοῦ παντός· δείκνυται γὰρ ὅτι τὸ ἀπὸ τῆς γῆς μέχρι τῆς ἡλιακῆς σφαίρας τοῦ ἀπὸ τῆς γῆς μέχρι τῆς σεληνιακῆς εἰκοσαπλάσιον ὑπάρχει. δείκνυται δὲ ἐν γεωμετρίᾳ ὅτι τὰ μήκει διπλάσια δυνάμει τετραπλάσια ὑπάρχουσι, τὰ δὲ στερεὰ ὀκταπλάσια ὑπάρχουσιν· ὥστε τὸ ἐμβαδὸν τοῦ ἐμβαδοῦ τετρακοσιοστοπλάσιον ὑπάρχει ἐὰν γὰρ τὸ ἐμβαδὸν τέμω εἰς κ, τετρακόσια χωρία ποιῶ), τὸ δὲ στερεὸν ὀκτακισχιλιονταπλάσιον ὑπάρχει τῆς ἡλιακῆς σφαίρας, ὅπου κινεῖται ὁ ἥλιος, τοῦ ἀπὸ τῆς γῆς μέχρι τῆς σεληνιακῆς, τουτέστι τῶν τεσσάρων στοιχείων. τὸ δὲ ἀπὸ τῆς σεληνιακῆς μέχρι τῆς ἀπλανοῦς οὔτε λόγον δέχεται οὔτε τρόπον τινά· ὥστε εἰκότως φησὶν ὅτι τοῦτο οὐδὲν ὡς εἰπεῖν μόριόν ἐστι τοῦ παντός. ὥστε· δικαιότερον ἄν δι’ ἐκεῖνα τὰ μείζονα τούτων τῶν φθαρτῶν ἀπεψηφίσαντο ἢ διὰ ταῦτα ἐκείνων κατεψηφίσαντο. ἔτι δὲ πρὸς τοὺς πάλαι λόγους ταῦτα ἐροῦμεν. ὅτι γάρ ἐστιν ἀκίνητος φύσις λεκτέον αὐτοῖς καὶ δεῖ αὐτοὺς πείθειν περὶ τούτου. καίτοι γε συμβαίνει τοὶς λέγουσι τὸ αὐτὸ εἶναι καὶ μὴ εἶναι ἠρεμεῖν μᾶλλον φάναι πάντα ἢ παρακινεῖσθαι. οὐ γάρ ἐστιν εἰς ὃ μεταβάλλει· ἅπαντα γὰρ ὑπάρχουσιν <ἐν πᾶσιν> εἰ γὰρ τὸ λευκὸν καὶ οὐ λευκόν ἐστιν, ἀμετάβλητον ἔσται· διὰ τί γὰρ μεταβαλεῖ; ἤδη γὰρ ἔχει εἰς ὃ βούλεται μεταβάλλειν· ὥστε πάντα ἐξ ἀνάγκης ἐροῦσιν ἀμετάβλητα. χρὴ δὲ εἰδέναι ὅτι ἡ γῆ ἀκίνητός ἐστι. νόει οὖν εὐθεῖαν φερομένην ἀπὸ τοῦ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τι * * * σὰν τὴν γῆν καὶ σομπεριφερομένην, καὶ γράφει κύκλον τῆς γῆς ἀκινήτου αὔσης. ὥστε † φάναι κύκλος καὶ οὐ τὰ ὅμοια καὶ ἐπὶ τοῦ χειμερινοῦ, καὶ τοῦ βορείου καὶ νοτίου πόλου. p. 1010b1 Περὶ δὲ τῆς ἀληθείας ὡς οὐ τᾶν τὸ φαινόμενον ἀληθές, πρῶτον μὲν· Ἐντεῦθεν πρὸς τὴν Πρωταγόρειον δόξαν ἐνίσταται τὴν λέγουσαν πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι, καὶ ῾τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ ἀληθές ἐστιν.᾿ ἐκέχρητο δὲ ὁ Πρωταγόρας τοιούτῳ συλλογισμῷ πρὸς τὴν σύστασιν τῆς οἰκείας δόξης, λέγων οὕτως ὅτι ἡ φαντασία ταὐτόν ἐστι τῇ αἰσθήσει, πᾶσα αἴσθησις ἀληθὴς ὑπάρχει, ἡ φαντασία ἄρα ἀληθὴς ὑπάρχει· καὶ τούτῳ ἐσπούδαζε δεικνύναι ὅτι πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθές, καὶ ὅτι ὃ δοκεῖ κατὰ τὴν φαντασίαν ἀληθές, τοῦτο καὶ ἔστιν ἀληθές. ἰστέον δὲ ὅτι τούτων τῶν προτάσεων ἡ μὲν ἐλάττων πρότασις παντελῶς ψευδὴς ὑπάρχει· οὔτε γὰρ ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, εἴγε ἡ μὲν αἴσθησις δεῖται τῶν ἐκτὸς πρὸς τὸ ἐνεργῆσαι, ἡ δὲ φαντασία οὐ δεῖται τῶν ἐκτός· διὸ καὶ παθητικὸν νοῦν προσαγορεύει ταύτην ὁ Ἀριστοτέλης ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ. ἀλλ᾿ οὔτε γὰρ πᾶσα αἴσθησις ἀληθής, ἀλλὰ ἡ τοῦ οἰκείου αἰσθητοῦ, καὶ οὐ τοῦ ἀλλοτρίου· οὔτε γὰρ δύναται γεῦσις κρῖναι τὰ χρώματα· ὥστε χρεία ἐστὶ καὶ τοῦ οἰκείου αἰσθητοῦ, καὶ ἵνα ὑγιαίνῃ τὸ αἰσθητήριον, καὶ τὸ αἰσθητὸν ἵνα μὴ εἴη πόρρω, καὶ ὅσα ἄλλα προσδιώρισται ἀκριβέστερον ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ. p. 1010b1 Περὶ δετῆς ἀληθείας, ὡς οὐ πᾶν τὸ φαινόμενον. Περὶ δὲ τῆς ἀληθείας, περὶ ἧς καὶ τὸν λόγον ποιούμεθα, ὡς οὐ πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθὲς κατὰ Πρωταγόραν. φησὶν οὖν ὅτι κἄν ὑποθώμεθα, ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ψευδὴς τοῦ ἰδίου αἰσθητοῦ, * * * ἡ αἴσθησις ἀληθὴς ὑπάρχει· ἡ <δὲ> ἐλάττων πρότασις οὐκ ἔρρωται ἡ λέγουσα ὅτι ἡ φαντασία ἡ αὐτή ἐστι τῇ αἰσθήσει, καθάπερ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. p. 1010b13 Eἶτα ἄξιον θαυμάσαι, εἰ τοῦτο ἀποροῦσι, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη. Ἄξιον ἐστιν αὐτοὺς θαυμάσαι, πῶς ὅλως φασὶν ὅτι πᾶσα αἴσθησίς ἐστιν ἀληθής. ἡνίκα γάρ τις πόρρωθεν θεωρεῖ ὄρος μέγα, μικρὸν αὐτῷ πάνυ δοκεῖ εἶναι διὰ τὸ διάστημα τῆς ὄψεως ἐξασθενούσης, καὶ ὥσπερ γεώλοφος αὐτῷ τις δοκεῖ εἶναι, πλησίον δὲ μέγιστον· ὥστε εἰ πᾶν τὸ φαινόμενον ἀληθές, συμβήσεται τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρόν, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ πάλιν, ὡς εἴρηται ἐν τῇ Περὶ ψυχῆς, ὅτι τὰ πόρρωθεν μελάντερα φαίνονται διὰ τὴν ἀσθένειαν· ὥστε πάλιν συμβήσεται τὸ αὐτὸ καὶ μέλαν εἶναι καὶ λευκόν, ὅπερ ἐστὶν ἄτοπον. πρὸς ἐπὶ τούτοις δέ, ὅπερ φησὶ ·καὶ ὁ Πλατῶν ἐν τῷ Θεαιτήτῳ, ὅτι καὶ οἱ καθεύδοντες ἀληθεύουσι θεύουσι καὶ οἱ ἐγρηγορότες. ἐὰν οὖν τις ὑπάρχων ἐν Λιβύῃ καὶ] οἴηται ἑαυτὸν ἀπερχόμενον εἰς τὸ ᾠδεῖον τῆς Ἀττικῆς, ἀναστὰς ἐξ ὕπνου πορεύεται ἐπὶ τὸ ᾠδεῖον, ὅπερ ἐστὶν ἀδύνατον. ᾠδεῖον δὲ λέγεται τὸ μέρος τοῦ θεάτρου, ὅπου αἱ ᾠδαὶ λέγονται. φησὶν οὖν ὅτι ἄξιόν ἐστι θαυμάσαι, εἴτερ ὅλως τὸ οὕτως ἄτοπον ἀποροῦσι λέγοντες ὅτι πᾶσα αἴσθησίς ἐστιν ἀληθής, πότερον τηλικαῦτά ἐστι τὰ μεγέθη καὶ τὰ χρώματα τοιαῦτα, καὶ οἷα ἄρα φαίνονται πόρρωθεν, τοιαῦτα φαίνονται καὶ τοῖς ἐγγύθεν. ὥστε συμβήσεται, ὡς εἴρηται, πάντας ἀληθεύειν <καὶ> τὸ αὐτὸ καὶ μέγα εἶναι καὶ μικρὸν κατὰ τὸ αὐτό, ὅπερ ἐστὶν ἀδύνατον. καὶ πάλιν φησὶν πότερον ὁποῖα τοῖς ὑγιαίνουσι, τοιαῦτα καὶ τοῖς κάμνουσι φαίνεται· πάλιν οἷα τοῖς ἀσθενοῦσι, τοιαῦτα καὶ τοῖς ἰσχύουσι. συμβαίνει οὗν τὸ αὐτὸ καὶ γλυκὺ εἶναι καὶ πικρὸν μέλι, ἐπεὶ τῷ μὲν ὑγιαίνοντι δοκεῖ εἶναι γλυκύ, τῷ δὲ κάμνοντι πικρόν, καὶ πάλιν τὸ αὐτὸ τῷ μὲν ἰσχύοντι ἐλαφρὸν τῷ δὲ ἀσθενοῦντι βαρύ. καὶ ὅτι φασὶν ἐν Ἀσίᾳ εἶναι λίθους ἐοικότας πιστακίοις καὶ ᾠοῖς καὶ ῥοιαῖς, καὶ ἡμεῖς τοῦτο ἐθεασάμεθα· ὥστε καὶ οἱ λίθο.ι πιστάκια καὶ ᾠὰ καὶ ῥοιαὶ ὑπάρχουσι. πάλιν οἷα τοῖς καθεύδουσι, τοιαῦτα καὶ τοῖς ἐγρηγορόσιν. ὅτι μὲν οὖν τοιαύτην, ὥς φασιν, ἔχοντες δόξαν οὐχ οὕτως ὑπολαμβάνουσι, φανερὸν ὑπάρχει·. οὐθεὶς γοῦν νύκτωρ ὀνειρώττων καὶ δόξας Ἀθήνησιν εἶναι ὢν ἐν Λιβύῃ πορεύεται εἰς τὸ ᾠδεῖον. p. 1010b11 Ἔτι δὲ περὶ τοῦ μέλλοντος, ὥσπερ καὶ Πλατῶν λέγει. Βούλεται· αὐτοὺς ἐλέγξαι καὶ ἐκ τοὐ μέλλοντος χρόνου, καθάπερ kaὶ Πλατῶν φησίν. ὁρᾷ. γὰρ τὸν † ἀσθενοῦν * * * τὸν αὐτὸν ὁρᾷ καὶ λέγει ὅτι οὐ πυρέξει καὶ ὅτι τεθνήξεται καὶ οὐ τεθνήξεται· ὥστε ὁ αὐτὸς καὶ πυρέξει καὶ οὐ πυρέξει, καὶ τεθνήξεται καὶ οὐ τεθνήξεται, ὅπερ ἐστὶν ἀδύνατον. τοῦτο οὖν φησιν ὅτι περὶ τοῦ μέλλοντος χρόνου οὐ δήπου ομοιως κυρία ἡ τοῦ ἰατροῦ δόξα καὶ ἡ τοῦ ἀγνοοῦντος, οἷον περὶ τοὐ μέλλοντος ἔσεσθαι ὐγιοῦς ἢ μὴ μέλλοντος. μέλλοντος. ἔτι δὲ ἐπ’ αὐτῶν τῶν αἰσθήσεων οὐχ ὁμοίως κυρία ἡ τοῦ ἀλλοτρίου καὶ ἰδίου. ἡ μὲν γὰρ ὄψις ἀληθεύει περὶ τὰ χρώματα, ἐπειδὴ ἴδιον αὐτῶν ἐστιν αἰσθητόν, ἡ δὲ γεῦσις οὐκ ἀληθεύει, ἐπειδὴ ἀλλότριόν ἐστιν αὐτῆς. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ πλησίον καὶ τοῦ * * * τουτέστι τοῦ πόρρω. ἀλλὰ περὶ μὲν χρώματα ὄψις ἀληθεύσει, οὐ γεῦσις, περὶ δὲ χυμοὺς γεῦσις, ἀλλ’ οὐκ ὄψις. εἰ γὰρ καὶ συνενεργοῦσα ἅμα ἔγνω ἡ ὄψις ὅτι ξανθόν ἐστι τὸ μέλι, βλέπουσα χρῶμα ἀπατᾶται καὶ ὑπολαμβάνει αὐτὸ γλυκύ, ἐπειδὴ ἕτο μέλι ξανθὸν ·ὑπάρχον γλυκὺ ἦν. ὥστε οὐ πᾶσα αἴσθησίς ἐστιν ἀληθής, καθάπερ ματαίως ἔλεγον οἱ περὶ Πρωταγόραν. p. 1010b18 Ὧν ἑκάστη ἐν τῷ αὐτῷ χρόνῳ περὶ τὸ αὐτὸ οὐδέποτέ φησιν ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχειν. Ἰστέον ὅτι ἡ ἀπάτη γίνεται ἢ παρὰ τὴν ἐξάλλαξιν τῶν· αἰσθητῶν ἢ παρὰ τὴν ἐξάλλαξιν τῶν αἰσθήσεων ἢ παρὰ τὴν διαφορὰν τῶν μορίων.. παρὰ μὲν τὴν ἐξάλλαξιν τῶν αἰσθητῶν, ἐὰν ὁ οἶνος μεταβάλοι ὁ γλυκὺς εἰς ὄξος ἡμῶν γὰρ λεγόντων εἶναι αὐτὸν γλυκύν, καθάπερ καὶ ἡ τῶν πραγμάτων φύσις ἔχει, μετέβαλεν)· ἢ παρὰ τὴν ἐξάλλαξιν τοῦ αἰσθητηρίου γινομένη τοιόσδε γὰρ χυμὸς συρρεύσας περὶ τὴν γλῶτταν ἐποίησεν αὐτὸν ὑπολαβεῖν τὸ μέλι πικρόν, ὡς ἐπὶ τῶν ἀσθενούντων), ἢ παρὰ τὴν διαφορὰν τῶν μορίων· τῶν γὰρ μορίων, εἰ τύχοι, τὰ μέν ἐστι θερμότερα τὰ δὲ ψυχρότερα ἤγουν ξηρότερα ἢ ὑγρότερα. τοῦτο οὖν φησιν ὅτι τῶν οἰκείων αἰθητῶν ἡ ἑκάστου αἴσθησις ἐν τῷ αὐτῷ χρόνῳ περὶ ταὐτὸ οὐδέποτε ἅμα οὕτω καὶ οὐχ οὕτως ἔχει, κατ’ ἄλλον δὲ καὶ ἄλλον χρόνον· δύναται γὰρ καὶ τὸ λευκὸν ὕστερον γενέσθαι μέλαν καὶ τὸ πικρὸν γλυκύ, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. οὕτως δὲ καὶ περὶ τὸ αὐτό· περὶ γὰρ ἄλλο καὶ ἄλλο οὐ πάντως τὰ αὐτὰ ἐρεῖ. περὶ μέντοι γε τὸ πάθος, τουτέστι περὶ τὴν γλυκύτητα οὐδ’ ἐν ἑτέρῳ χρόνῳ ἀμφισβητεῖ ἀεὶ γὰρ τὸ γλυκὺ γλυκύ ἐστι, καὶ ἡ φύσις τοῦ γλυκέος, καθὸ γλυκύ, ἡ αὐτή ἐστιν), ἀλλὰ περὶ ἐκεῖνο ἀμφισβητεῖ, περὶ ὃ συμβέβηκε τὸ πάθος· οἷον ὁ μὲν αὐτὸς οἶνος δόξειεν ἂν μεταβάλλων ἢ τοῦ σώματος μεταβάλλοντος, τουτέστι τοῦ αἰσθητηρίου, διά τινα χυμὸν συρρεύσαντα ἐκεῖσε ποτὲ μὲν εἶναι γλυκὺς ποτὲ δὲ οὐ γλυκύς· ἀλλ’ οὐ τό γε γλυκύ, οἷόν ἐστιν ὅτ.αν ὑπάρχῃ γλυκύ, οὐδέποτε μετέβαλεν, αὐτὴ ἡ φύσις τοῦ γλυκέος καθόλου· ὡρισμένον γάρ ἐστι καὶ τὴν οὐσίαν ἔχει ἐν τῇ γλυκύτητι. διό φησιν ἀλλὰ ἀληθεύει περὶ αὐτοῦ, καὶ ἔστιν ἐξ ἀνάγκης <τὸ> ἐσόμενον γλυκὺ τοιοῦτο, τουτέστιν οὐσιωμένον κατὰ τὴν γλυκύτητα. p. 1010b26 Καίτοι τοῦτο ἀναιροῦσιν οὗτοι οἱ λόγοι ἅπαντες. Ὃ λέγει τοῦτό ἐστιν ὅτι οἱ λόγοι οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν καὶ ὅτι πᾶς ὁ λέγων ἀλήθειαν λέγει ἀναιροῦσι τὰς οὐσίας τῶν πραγμάτων. εἰ γὰρ ἐν τῇ σχέσει τῇ πρὸς τὴν αἴσθησιν ἔχοιεν τὸ εἶναι τὰ αἰσθητά, αὐτὰ καθ’ αὑτὰ ἀνυπόστατα ὑπάρχουσιν, οἷον τὸ λευκόν, τὸ γλυκύ· οὔτε γὰρ ἔχουσιν <οὐσίαν> ὡρισμένην ὡς πρᾶγμα, καθάπερ φασὶν ἐκεῖνοι οἱ λέγοντες τὴν ἀντίφασιν συναληθεύειν ·καὶ πανία ἀληθῆ λέγειν· καὶ γὰρ ὁ λέγων ἄνθρωπος ἀληθεύει καὶ ὁ μὴ λέγων, ὥστε οὐδέν ἐστιν. ἀναιροῦνται δὲ καὶ προτάσεις αἱ ἀναγκαῖαι. τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν· εἰ δὲ πάντες ἀληθεύουσι, δῆλον ὡς ὅτι σχήσει ἄλλως καὶ ἄλλως. πρὸς ἐπὶ τούτοις δὲ ἀναιρεθείη καὶ ἀπόδειξις, τῶν ἀρχῶν μὴ οὐσῶν ὡρισμένων. ἄλλως τε δὴ εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, μὴ ὄντων τῶν ἐμψύχων οὐδὲν ἔσεται, ἐπειδὴ πᾶσα αἴσθησις ἐκ ψυχῆς προέρχεται, τὰ δὲ αἰσθητὰ ἐν τῇ σχέσει τὸ εἶναι ἔχουσι τῶν αἰσθήσεων. * * * τοίνυν καθ’ ὑπόθεσιν, ἐὰν ἀνέλωμεν τὰ ζῷα. εἰ γοῦν καθευδήσουσιν, οἴχεται πάντα καὶ οὐδέν ἐστιν οὔτε θεός ἱλήκοι) οὔτε ἄγγελος οὔτε ἄλλο τι <τῶν> ὄντων κατ’ αὐτούς, ὅπερ ἐστὶ καὶ τὸ λέγειν ἐπικίνδυνον. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι οἱ τούτων λόγοι ἀναιροῦσι τὸ μηδενὸς εἶναι οὐσίαν μήτε δὲ εἶναί τι ἐξ ἀνάγκης. τὸ γὰρ ἀναγκαῖον οὐκ ἐνδέχεται ἄλλως καὶ ἄλλως ἔχειν· ὥστε εἰ ἔστι τὰ ἐξ ἀνάγκης, ὥσπερ καὶ ἔστι, καθάπερ φαμὲν ἐξ ἀνάγκης τὸν ἥλιον ἀνατέλλειν καὶ τὸν ἄνθρωπον ζῷον εἶναι καὶ ἄλλα μυρία, καὶ τὸν θεὸν ἀγαθόν, οὐχ οἷόν τε οὕτως τε καὶ οὐχ οὕτως, ἀλλ’ ἀεὶ ὡρισμένη φύσις τῶν πραγμάτων. ἄλλως τε, φησίν, εἴ γε ὑποθώμεθα τὸ αἰσθητὸν μόνον, οὐθὲν ἂν εἴη παντελῶς μὴ ὄντων τῶν ἐμψύχων· αἴσθησις γὰρ οὐκ ἄν εἴη, ὡς εἰρήκαμεν. τὸ μὲν οὖν μήτε τὰ αἰσθητὰ εἶναι ὡς αἰσθητὰ μήτε τὰς αἰσθήσεις ὡς αἰσθήσεις ἄνευ ἀλλήλων τῶν πρός τι γὰρ ταῦτα ὑπάρχουσιν) ἴσως τὸ τοιοῦτο ἀληθὲς ὑπάρχει τοῦ γὰρ αἰσθανομένου πάθος τοῦτό ἐστι τὸ τῆς αἰσθήσεως)· τόδε λέγειν ὅτι οὐδὲ τὰ ὑποκείμενά εἰσι, τουτέστιν αὐτὰ τὰ πράγματα, ἄνευ τῶν αἰσθήσεων, ἄτοπόν τί ἐστι καὶ ἀδύνατον. ὡς μὲν γὰρ αἰσθητὰ τῷ ὄντι οὐχ ὑπάρχουσιν ἄνευ τῶν αἰσθήσεων, ὥσπερ καὶ ἐπὶ τοῦ πατρὸς καὶ τοὐ υἱοῦ φαμεν ὅτι ὡς μὲν πατὴρ οὐ προυφέστηκε τοῦ υἱοῦ, ὡς δὲ ἄνθρωπος προὐφέστηκεν αὐτοῦ· οὕτως οὖν φημι καὶ ἐπὶ τῶν αἰσθητῶν καὶ τῆς αἰσθήσεως, ὅτι ὡς μὲν αἰσθητὰ οὐ προϋπάρχουσι τῶν αἰσθήσεων, ὡς πράγματα προϋπάρχουσιν, ἐπειδὴ καὶ κινοῦσι, φύσει δὲ πρότερα ὑπάρχουσι τὰ κινοῦντα τῶν κινουμένων. διότι φησὶ τὸ δὲ τὰ ὑποκείμενα μὴ εἶναι, ἅ ποιεῖ τὴν αἴσθησιν, καὶ ἄνευ αἰσθήσεως ἀδύνατον. οὐ γὰρ ἥ γ’ αἴσθησις αὐτὴ ἑαυτῆς ἐστι, τουτέστι * * * αἰσθήσει ἔχουσι τὸ εἶναι τὰ αἰσθητά, ἀλλ’ ἔστι τι καὶ ἕτερον παρὰ τὴν αἴσθησιν, ὅπερ ἀνάγκη πρότερον εἶναι τῆς αἰσθήσεως· καθάπερ <γὰρ> εἰρήκαμεν, τὸ κινοῦν τοῦ κινουμένου φύσει πρότερόν ἐστι. κἂν εἰ λέγηται πρὸς ἄλληλα ταῦτα, ὡς τὰ] αἰσθητὰ καὶ αἰσθήσεις οὔκ εἰσιν ἄνευ ἀλλήλων, ὡς μέντοι γε πράγματα ὑπάρχουσι πρότερα. p. 1011a3 Eἰσὶ δέ τινες οἳ ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων. Ἐντεῦθεν ἕτερον ἐπιχείρημα τίθησι καί φησιν ὅτι εἰσί τινες οἷς μὲν ἀρέσκει τὰ παρ’ ἡμῶν λεγόμενα, ὅτι οὐκ ὀρθῶς λέγουσιν οἱ περὶ Πρωταγόραν * * * παρ’ ἐκείνων λόγος ταράττει αὐτούς. φασὶν γὰρ ἐκεῖνοι ὅτι ἐπειδὴ καὶ ὁ νοσῶν ὑπολαμβάνει τὸ μέλι πικρὸν καὶ ὁ ὑγιαίνων γλυκύ, τίνι κριτέον αὐτά; κἂν γὰρ εἴποι ὁ ὑγιαίνων ὅτι ἐγὼ καλῶς λέγω, οὐδὲν ἧττον ἐρεῖ ὁ νοσῶν ὅτι ἐγὼ μᾶλλον καλῶς λέγω· πόθεν γὰρ δῆλον ὅτι οὐ μᾶλλον ἐγὼ ἀληθεύω ἤπερ σύ; καὶ πάλιν ἐπειδὴ τῷ μὲν δοκεῖ τόδε εἶναι, τῷ δὲ τόδε, τίνι κριτέον ἅπαντα ταῦτα; φησὶν οὖν πρὸς ταύτην τὴν ἀπορίαν ὁ Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα ἀπορήματα ὅμοια ὑπάρχουσι τῷ ἀπορεῖν, πότερον καθεύδομεν νῦν ἢ ἐγρηγόραμεν. τὰ γὰρ ὁμολογούμενα οὐ δεῖ ζητεῖν· οἱ γὰρ τοιοῦτοι, ὥς φησιν ἐν τοῖς τόποις, αἰσθήσεως ἢ κολάσεως δέονται. ἄλλως τε δὴ οὐ δεῖ τὰς ἀρχὰς τῶν ἀποδείξεων ἀποδεικνύναι, ἐπεὶ οὕτως, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, πάντα ἔσονται ἀποδεικτὰ καὶ οὕτως οὐδὲν ἔσται ἀναπόδεικτον. τοῦτο οὖν φησιν ὅτι εἰσὶ δέ τινες οἵτινες ἀποροῦσι καὶ τῶν ταῦτα πεπεισμένων ὅτι καλῶς λέγομεν, καὶ τῶν τοὺς λόγους τούτους μόνους λεγόντων ὑφορῶνται ἀποροῦντες δι’ αὐτούς, καθάπερ εἰρήκαμεν· ζητοῦσι γὰρ τίς ἐστιν ὁ κρίνων τὸν ὑγιαίνοντα καὶ τὸν νοσοῦντα, ἡνίκα ὁ μὲν λέγει ὅτι πικρόν ἐστι τὸ μέλι, ὁ δὲ γλυκύ (ἀμφότεροι γὰρ οὐ πείθονται ἀλλήλοις), καὶ πάλιν ἡνίκα ὁ μὲν φαίη τόνδε πυρέττειν ὁ δὲ μὴ πυρέττειν. ζητοῦσι γὰρ τίνι κριτέον ταῦτα, καὶ ὅλως τὸν περὶ ἕκαστα κρινοῦντα ὀρθῶς, ἐπειδὴ ἀλλήλοις οὐ πείθονται. φησὶν οὗν ὁ Ἀριστοτέλης ὅτι τὰ τοιαῦτα ἀπορήματα ὅμοιά ἐστι τῷ ἀπορεῖν, πότερον καθεύδομεν ἢ ἐγρηγόραμεν νῦν. δύνανται δὲ αἱ ἀπορίαι αἱ τοιαῦται πᾶσαι τὸ αὐτό, πότερον ἐσθίομεν ἢ οὐκ ἐσθίομεν, καὶ πότερον λουόμεθα, εἴ γε μὴ πείθονται ἀλλήλοις οἱ λέγοντες. οἱ τοίνυν post γὰρ ΙΙ litterae desunt A: ἥ γ’ ex Aristotele addidi ἑαυτῆς Aristoteles: ἑαυτῶν libri post τουτέστι VII litterae desuut Α: fort, addendum οὐ γὰρ ἐν 5 γὰρ addidi τοιοῦτοι πάντων τῶν λεγομένων αἰτίας βούλονται λαμβάνειν· ἀρχὴν γὰρ ζητο.ῦσι, καὶ ταύτην τὴν ἀρχὴν βούλονται διὰ ἀποδείξεως λαμβάνειν, ὅπερ ἐστὶν ἀδύνατον· εἰ γὰρ τῶν ἀρχῶν ἀποδείξεις ληψόμεθα, ἐπ’ ἄπειρον καταντήσομεν, καὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν· οὐδὲ γὰρ δυνατὸν διελθεῖν τὸ ἄπειρον. ἐπεὶ ὅτι γε οὐ πεπεισμένοι ὑπάρχουσιν ὅτι ὅπερ τις νομίζει τοῦτο καὶ ἀληθὲς ὑπάρχει, δηλοῦσιν ταῖς πράξεσιν· οὔτε γὰρ βουλόμενοι πιεῖν ὕδωρ εἰς κάμινον ἀπέρχονται πυρός. ἀλλ’ ὥσπερ εἴπομεν, τὸ πάθος αὐτῶν τοῦτό ἐστι· λόγον γὰρ ζητοῦσιν, ἐφ’ πραγμάτων οὐ δυνατόν ἐστιν ἀποδοῦναι λόγον· ἡ γὰρ ἀρχὴ τῆς ἀποδείξεως οὐκ ἔστιν ἀποδεικτὴ οὔτε ἀπόδειξις. οἱ οὖν τοιοῦτοι ἀναιροῦσι καὶ τὰς κοινὰς ἐννοίας βουλόμενοι πάντα ἀποδεικτὰ εἶναι· πρὸς οἷς οὐδὲν ἔσται ἀποδεικτόν. p. 1011a13 οὗτοι μὲν οὖν ῥᾳδίως ἄν τοῦτο πεισθεῖεν. Ἀποροῦντες μόνον ῥᾳδίως ἂν πεισθεῖεν, ἐπειγομένης αὐτοῖς τῆς ἀπορίας· ἴσασι γὰρ ὅτι καὶ ὡς ἡμεῖς ἐλέγομεν, ὁ δὲ παρὰ τῶν Πρωταγορείων λόγος ταράττει αὐτούς· διό φησιν ἔστι γὰρ οὐ χαλεπὸν τὸ λαβεῖν καὶ λῦσαι τὰς ἀπορίας αὐτῶν. οθ δ’ ἐν τῷ λόγῳ τὴν βίαν μόνον ζητοῦντες καὶ λέγοντες ὅτι ἀδύνατον ἄλλως εἶναι πᾶς γὰρ ὁ λέγων ἀληθῆ λέγ·ει, ἐπειδὴ οὕτως ἔχει ἡ φύσις τῶν πραγμάτων, καθάπερ φασὶν οἱ ἄθεοι Μανιχαῖοι) οἱ οὖν τοιοῦτοι ἀδύνατόν τι ζητοῦσι· βούλονται γὰρ πεσεῖν εἰς ἀντίφασιν καὶ ἐναντία ἑαυτοῖς εἰπεῖν, καὶ οὕτως δυσωπηθῆναι μετὰ τὸν ἔλεγχον. φερόμενοι οὖν εἰς ἀντίφασιν ἐροῦσι πάλιν ὅτι καὶ ἡμεῖς αὐτὸ τοῦτό φαμεν, ὅτι ἡ ἀντίφασις συναληθεύει, καὶ οὐδὲν ἄτοπον δεδώκαμεν. πῶς οὖν δυνατόν ἐστι τοὺς τοιούτους διελέγχειν; διό φησιν ἐναντία γὰρ εἰπεῖν ἀξιοῦσιν εὐθὺς ἐναντία λέγοντες. εἰ οὖν μή ἐστι πάντα πρός τι, ὡς ὁ λόγος ἔδειξε καὶ δείξει, ἀλλ’ ἔνια ὑπάρχει αὐτὰ καθ’ αὑτά, ὡς ἄνθρωπος ἵππος καὶ πᾶσα οὐσία, οὐκ ἂν εἴη ἅπαν τὸ φαινόμενον μενον ἀληθές, καθάπερ φασὶν οἱ Πρωταγόρειοι. τὸ γὰρ φαινόμενόν τινί ἐστι φαινόμενον· ὥστε ὥστε ὁ λέγων ἅπαντα τὰ φαινόμενα εἶναι ἀληθῆ ἅπαντα ποιεῖ τὰ ὄντα πρός τι, ἐπειδὴ οὐκ ἔστιν † ὡς φαίνονται, ἀλλὰ πρὸς τὴν δόκησιν μέν ἐστι τουτέστι λευκόν, πρὸς δὲ τήνδε οὔ μέλαν· ὥστε πρός τί ἐστι πρὸς ἄλλο καὶ ἄλλο. πάντα οὗν πρός τι ὑπάρχουσι κατ’ αὐτούς. p. 1011a21 Διὸ καὶ φυλακτέον τοῖς τὴν βίαν ἐν λόγῳ ζητοῦσιν. Ἐντεῦθεν ὥσπερ ἀκριβεστέραν αὐτὴν ἑαυτῆς βούλεται ποιήσαι τὴν δόξαν τὴν τοῦ Πρωταγόρου, καί φησιν ὅτι ἔδει ταῦτα παραφυλάττεσθαι τοῖς τὴν βίαν ἐν τῷ λόγῳ ζητοῦσι καὶ μὴ πειθομένοις μήτε δὲ ἀποροῦσιν, ἀλλὰ λέγουσιν ὅτι οὕτως ἔχει ἡ φύσις τῶν πραγμάτων, καθάπερ ἀνωτέρω εἰρήκαμεν, πρὸς τούτοις δὲ καὶ ὑπέχειν καὶ ·διδόναι λόγον ἀξιοῦσι, περὶ ὧν λέγουσι. τοῦτο οὖν δεῖ αὐτοὺς προσθεῖναι τῇ δόξῃ αὐτῶν καὶ παραφυλάξασθαι, ὅτι οὐ τὸ φαινόμενον ἁπλῶς έστιν, ἀλλὰ τὸ φαινόμενόν τινι φαίνεται τοῦτό ἐστιν ἀληθές· τῷ γὰρ ἰκτεριῶντι πικρὸν φαίνεται τὸ μέλι, καὶ ἀληθῶς αὐτῷ φαίνεται πικρόν, εἰ καὶ μὴ οὕτως ἔχει, καὶ πάλιν τῷ ὑγραινομένῳ ὀφθαλμῷ ἐν τῷ λύχνῳ ἶρις φαίνεται· ἡ δὲ αἰτία εἴρηται ἐν τοῖς Μετεώροις. δεῖ οὖν προσθεῖναι καὶ ὅτε φαίνεται οὔτε γὰρ ἀεὶ τῷ ἰκτεριῶντι πικρὸν φαίνεται· ἐὰν γοῦν ὑγιάνῃ, γλυκὺ αὐτῷ φαίνεται), καὶ ᾗ ἀντὶ τοῦ καὶ καθό) αὐτῷ φαίνεται, καὶ ὥς, τουτέστιν ὁ τρόπος καθ’ ὃν αὐτῷ φαίνεται. ἐὰν γὰρ βούλωνται ἀπολογεῖσθαι ὑπὲρ τῆς δόξης αὐτῶν καὶ ὑπέχειν λόγον, μὴ οὕτως δὲ ὑπέχωσιν, ὥσπερ εἰρήκαμεν, εἰ καὶ οὕτως ἐλέγχονται, ὡς εἰρήκαμεν, ἀλλὰ μᾶλλον ἐκείνως, ὥσπερ φησί, συμβήσεται αὐτοὺς ταχὺ τὰ ἐναντία λέγειν· εἰ ἁπλῶς οὕτως φῶσιν, ὅτι πᾶν τὸ φαινόμενόν ἐστιν ἀληθές, καὶ πᾶς ὁ λέγων ἀληθῆ λέγει, συμβήσεται καὶ πάντα ψεύδεσθαι. εἰ γὰρ οὗτος εἴποι τόνδε εἶναι ἄνθρωπον, ἄλλος δὲ ἵππον, ἀμφότεροι ἀληθεύουσιν, ὥς φατε· οὐ συμφωνοῦσι δὲ ἀλλήλοις, καὶ ἀμφότεροι ἄρα ψεύδονται. ὥστε καλῶς εἴρηται ὅτι ἐὰν οὕτως εἴπωσι, ταχὺ ἐναντία ἑαυτοῖς καὶ μὴ βουλόμενοι ἀναγκάζονται λέγειν. διό φησιν ἐνδέχεται γὰρ τῷ αὐτῷ κατὰ μὲν τὴν ὄψιν μέλι φαίνεσθαι, ὡς εἴρηται ἐν τῇ Περὶ ψυχῆς· συνενεργεῖς ἀεὶ γάρ ποτε ἅμα αἱ δύο αὗται αἰσθήσεις, ἡ γεῦσίς φημι καὶ ἡ ὄψις, καὶ ἔγνω ἡ ὄψις ἐκ τῆς γεύσεως ὅτι τὸ μέλι ξανθὸν ὑπάρχον γλυκύ ἐστιν. ἐθεάσατο οὖν αὐτὴ καθ’ αὑτὴν χρῶμα ξανθόν, καὶ ὑπέλαβεν αὐτὸ ἐκ τοῦ μέλιτος ἀπατηθεῖσα ὅτι γλυκύ ἐστιν, οἷον χολὴν πικρὰν οὖσαν. διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἐνδέχεται γὰρ τῷ αὐτῷ κατὰ μὲν τὴν ὄψιν μέλι φαίνεσθαι, τῇ δὲ γεύσει τὸ ἐναντίον πικρόν· ὥστε ἐναντία δοξάζουσι. πῶς δὲ δυνατόν ἐστι τοὺς ἐναντία δοξάζοντας ἀληθεύειν ; πάλιν δὲ καὶ τοῖν ὀφθαλμοῖν δυοῖν ὄντοιν μὴ τὰ αὐτὰ φαίνεσθαι ἑκατέρᾳ τῇ ὄψει, ἐὰν ὑπάρχωσιν ἀνόμοιοι, καὶ ὁ μὲν εἴη ὑγρὸς ὁ δὲ ὑγιής. τοῦτο δὲ ὑπομένει, ὥς φησι καὶ ὁ ἡμέτερος φιλόσοφος· τὸν γὰρ ἀριστερὸν ὑγρὸν ἔχει καί φησιν ὅτι ἐν τῷ λύχνῳ ἐν μὲν τῷ ἀριστερῷ ὁρῶ ἶριν, ἐν δὲ τῷ δεξιῷ οὐχ ὁρῶ διὰ τὸ ἀπηλλάχθαι αὐτὸν ὑγρότητος. p. 1011a28 ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας. Ὃ λέγει τοῦτό ἐστιν , ὅτι <πρὸς> τοὺς λέγοντας διὰ τὰς πάλαι αἰτίας ἅπαν τὸ φαινόμενον εἶναι ἀληθές, ἐπειδὴ <ὃ> ἐδόκει ἑκάστῳ, τοῦτο καὶ ἔστιν ἀληθές, καὶ τῷ μὲν ἰκτεριῶντι πικρὸν δοκεῖ, τῷ δὲ ὑγιαίνοντι γλυκύ, καὶ λέγουσιν ἀμφότεροι ὅτι ἑκάτερος ἀληθεύομεν καὶ διὰ τοῦτο ἕπεται τῇ δόξῃ αὐτῶν πάντα ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ· οὔτε γὰρ ἅπασι τὰ αὐτὰ φαίνονται, ὡς διὰ πλειόνων ἐπιχειρημάτων ἐδείξαμεν, οὔτε αἰεὶ τῷ αὐτῷ τὰ αὐτά, ἀλλὰ ἐναλλάττεται καὶ παρὰ τὴν ἐναλλαγὴν τῶν αἰσθήσεων καὶ τῶν αἰσθητηρίων καὶ τὴν τῶν μορίων διαφοράν, ὡς ἀνωτέρω εἰρήκαμεν. ἀλλὰ πολλάκις τὰ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον· ἡ μὲν <γὰρ> ἁφὴ δύο λέγει εἶναι τοὺς δακτύλους, ἡνίκα τὸν ἕτερον τῷ ἑτέρῳ ἐπιπλέξωμεν, ἡ δὲ ὄψις μὴ ὁρῶσα τὸν ὑποκάτω ἕνα ὑπολαμβάνει εἶναι δάκτυλον, ἐπειδὴ κρύπτεται ὑπὸ τοῦ ἐπάνω ὁ κάτωθεν. ἀλλ’ οὐ τῇ αὐτῇ αἰσθήσει, ’ ὡς εἴρηται, ἀλλὰ ἄλλῃ καὶ ἄλλῃ, τῇ ὄψει καὶ τῇ ἁφῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ· ἐπὰν γὰρ μετάθεσις τοῦ σχήματος γένηται, ἤγουν λοξοτέραν τὴν ὄψιν ἐκπέμψωμεν, ἤγουν ἐν ἄλλῳ χρόνῳ θεασώμεθα διαλελυμένους τοὺς δακτύλους, ἐφιστάνει καὶ ἡ ὄψις ὅτι δύο· ὥστε τοῦτο ἀληθὲς τὸ εἶναι δύο δακτύλους καὶ οὐχ ἕνα. διαψεύδεται ἄρα ἡ ὄψις τοῦ εἶναι ἕνα δάκτυλον διὸ ἐπιστήσασα οὐκέτι λέγει), ἡ δὲ ἁφὴ τιθεμένη δύο ἀληθεύει· ὥστε ἐστὶν ὡρισμένη φύσις τῶν πραγμάτων. διό φησιν ὥστε τοῦτο ἂν εἴη ἀληθὲς τὸ λέγειν δύο εἶναι τοὺς δακτύλους. ἀκριβῶς οὖν, ὡς ἀνωτέρω εἴρηται, τὴν δόξαν αὐτῶν ἐνδείκνυται καὶ τὴν ἀναίδειαν τῆς θέσεως αὐτῶν· πῶς γὰρ οὐκ ἄτοπον τὸ αὐτὸ πρᾶγμα τῷ αὐτῷ ἀνθρώπῳ ἐν τῷ αὐτῷ χρόνῳ πικρόν ἁ καὶ γλυκὺ λέγειν εἶναι ἀληθῶς, ἐπεὶ ἄλλῃ μὲν αἰσθήσει οὕτως ἄλλῃ δὲ οὕτως φαίνεται, καὶ λευκόν κόν τε καὶ φαιόν, εἰ ὁ μὲν ὑγιαίνοι τοὺς ὀφθαλμούς, ὁ δὲ νοσοῖ; ἀνόμοια γὰρ αὐτοῖς οὕτως ἔσται· καὶ ἅμα ὅτι γίνονται πάντα τὰ ὄντα πρός τι δείκνυσιν. p. 1011a28 ἐπεὶ πρός γε τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάντα ὁμοίως ψευδῆ καὶ ἀληθῆ. Ὁ τῆς Ἀφροδισιάδος Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον. λέγει περὶ τῶν διὰ τὸ ἀπορῆσαι ἐπὶ τὸ τοῦτο θέσθαι ἐλθόντων, οὓς καὶ εἶπε μετριωτέρους τε εἶναι καὶ ὑπομνήσεως καὶ διδασκαλίας, οὐκ ἐλέγχου δεῖσθαι. ἐνδεῖ δὲ τῇ λέξει τὸ ῥᾳδία ἡ ἀπάντησις· ἔξωθεν γὰρ αὐτὸ πορσυπακουστέον· πρὸς δὲ τοὺς διὰ τὰς πάλαι εἰρημένας αἰτίας τὸ φαινόμενον φάσκοντας ἀληθὲς εἶναι, καὶ διὰ τοῦτο πάντα ὁμοίως εἶναι ψευδῆ καὶ ἀληθῆ ῥᾳδία ἡ ἀπάντησις· ἕπεται γὰρ αὐτοῖς τὸ εἶναι πάντα ὁμοίως ἀληθῆ τε καὶ ψευδῆ. καὶ διὰ τί τοῦτο, ἐπιφέρει. οὔτε γὰρ πᾶσι τὰ αὐτὰ φαίνεται· διὰ τοῦτο γὰρ ἠξίου προστιθέναι τοὺς ἐρίζοντας τῷ πᾶν τὸ φαινόμενον ἀληθὲς εἶναι τὸ 0) φαίνεται προστίθεσθαι]· οὔτε ἀεὶ τῷ αὐτῷ ταὐτὰ περὶ τοῦ αὐτοῦ, διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ὅτε φαίνεται. πολλάκις δὲ καὶ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον· διὸ πάλιν ἠξίου προστίθεσθαι τὸ ᾗ τε καὶ ὥς. πῶς δὲ ἐναντία κατὰ τὸν αὐτὸν χρόνον φαίνεταί τινα, δεικνὺς παρέθετο τὴν ἁφήν· ἡ μὲν γὰρ ἁφὴ δύο λέγει τοὺς ἐναλλὰξ δακτύλους, ἡ δὲ ὄψις ἕνα. τῷ γὰρ μήτε τὰ αὐτὰ πᾶσι φαίνεσθαι μήτε τοῖς αὐτοῖς ἀεὶ τὰ αὐτά, μὴ μᾶλλόν τε ἡγεῖσθαι <τῶν> φαινομένων ὁμοίως τάδε μὲν ἀληθῆ τάδε δὲ ψευδῆ, ἕπεται τὸ πάντα ὁμοίως γίνεσθαι τὰ φανταστὰ ἀληθῆ τε καὶ ψευδῆ, τῶν αὐτῶν καὶ τοιούτων καὶ οὐ τοιούτων φαινομένων. εἰπὼν δὲ καὶ δείξας, πῶς ἀκολουθεῖ αὐτοῖς πάντα ὁμοίως λέγειν ψευδῆ τε καὶ ἀληθῆ ἁπλῶς λέγουσι πᾶν τὸ φαινόμενον ἀληθές, οὔτε γάρ <φησί> πᾶσι τὰ αὐτὰ φαίνεται, ἀλλὰ <τὰ> τοῖσδε φαινόμενα ἀληθῆ τοῖσδε ψευδῆ φαίνεται, οὔτε γὰρ] τῷ αὐτῷ ἀεὶ τὰ αὐτὰ ἀλλὰ καὶ ἐναντία, ὡς ἐπὶ τοῦ μέλιτος καὶ τοῦ νοσοῦντος, πολλάκις καὶ ἐν τῷ αὐτῷ χρόνῳ. οὗ σημεῖον παρέθετο τὸ ἐπὶ τῆς ἁφῆς τε καὶ τῆς ὄψεως· ὃ γὰρ τῇ ὄψει ἓν φαίνεται, τοῦτο τῇ ἁφῇ πλείονα φαίνεται κατὰ τῶν δακτύλων τῶν διαφερόντων ἐπιβολὴν ἐπ’ αὐτό· ὅσοι γὰρ οἱ ἁπτόμενοι δάκτυλοι καὶ ὁσάκις ἅπιονται, τοσαῦτα φαίνεται εἶναι κἀκεῖνο οὗ ἅπτονται, ἕν φαινόμενον τῇ ὄψει. δύναται καὶ ἑνός τινος ὄντος καὶ συνεχοῦς τῇ ἁφῇ τοῦτο δο τῶν δακτύλων> κἂν τὸ μὲν αὐτοῦ μανὸν ᾖ τὸ δὲ σκληρόν τε καὶ πυκνόν, καὶ τὸ μὲν τραχὺ τὸ δὲ λεῖον, ἅπτηται δέ τις μὴ ὁρῶν, ἄλλοτε ἄλλῃ μεταφέρων τοὺς δακτύλους. δύναται τὴν ἐπάλλαξιν τῶν δακτύλων λέγειν τὴν πρὸς ἀλλήλους περιπλοκήν· οἱ γὰρ περιπεπλεγμένοι ἀλλήλοις δάκτυλοι τῇ μὲν ὄψει εἷς φαίνονται, τῇ δὲ ἁφὴ πολλοί. ἔστι δὲ τοῦτο φανερώτερον δεῖξαι ἐπὶ ὄψεως καὶ γεύσεως, εἰ τῇ μὲν ὄψει φαίνοιτο μέλι διὰ τὸ χρῶμά τι εἶναι ξανθόν, τῇ δὲ γεύσει χολὴ διὰ τὸ πικρόν. δείξας δὲ ταῦτα ἑπόμενα τοῖς οὕτω λέγουσιν ἑξῆς προστίθησι τοὺς διορισμούς, οὗς εἶπεν αὐτὸς πρὸ ὀλίγου λέγων δεῖν τούτους προστιθέναι τῇ λεγούσῃ δόξῃ πᾶν τὸ φαινόμενον εἶναι ἀληθὲς τοὺς βουλομένους διαφεύγειν τὸν ἐν τοῖς λόγοις ἔλεγχον· οὐκέτι γάρ, εἰ ταῦτα εἴη προσκείuενα τῇ ἀληθεῖ φαντασίᾳ, συμβαίνει τὰ προειρημένα ἄτοπα. τοῦτο γὰρ λέγει διὰ τοῦ ἀλλ’ οὐ τῇ γε αὐτῇ αἰσθήσει καὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μετὰ τούτων τῶν διορισμῶν ἡ φαντασία ἀληθὴς λέγοιτο, οὐκέτ’ ἄν ἕποιτο τὸ πᾶσαν φαντασίαν ὁμοίως ἀληθῆ τε εἶναι καὶ ψευδῆ· ἡ γὰρ μετὰ τῶν εἰρημένων διορισμῶν ἀληθὴς ἄν εἴη δεικνυμένη. ἃ εἰπὼν ἐπιφέρει p. 1011b1 Ἀλλ’ ἴσως διὰ τοῦτο ἀνάγχη λέγειν τοῖς μὴ δι’ ἀπορίαν. Ὁ λέγει τοῦτό ἐστιν, ὅτι τοῖς μὲν διὰ τὸ ἀπορεῖν, ποίας χρὴ τὰς ἀληθείας τῶν φαντασιῶν λέγειν ὁμοίως πασῶν φαινομένων, θεμένοις πᾶσαν φαντασίαν ὁμοίως εἶναι ἀληθῆ, προφανῆ τὰ ἑπόμενα ἄτοπα, ἅτινα μεταπείσαι ἂν αὐτοὺς ταύτης δόξης· τοῖς δὲ μὴ διὰ ἀπορίαν ἀλλὰ λόγου χάριν λέγουσι ταῦτα διὰ τοῦτο χρὴ προστιθέναι τοῖς λεγομένοις ὑπ’ αὐτῶν τοὺς προοριζομένους ὑφ’ ἡμῶν διορισμούς, εἰ μὴ μέλλοιεν ῥᾳδίως περιτρέπεσθαι. τρέπεσθαι.· τούτου γὰρ χάριν τῆσδε τῆς δόξης προἵστανται· οὐ γὰρ ὡς ὑπολαμβάνοντες· οὐδεὶς γὰρ ἄν ὑπολάβοι τὰ τοιαῦτα. ἕπεται δέ, ὥσπερ καὶ πρότερον εἰρήκαμεν, τοῖς ταῦτα λέγουσι τὸ μὴ ἁπλῶς λέγειν πᾶσαν φαντασίαν ἀληθῆ, ἀλλὰ τούτῳ, τουτέστιν ἑκάστῳ τὴν οἰκείαν. οὕτως δὲ λέγουσιν αὐτοῖς ἕπεται, ὡς καὶ πρότερον εἴρηται, πάντα ποιεῖν πρός τι· τοῦτο ἕπεται τῷ πρὸς τὴν δόξαν τὴν τοῦ δοξάζοντος καὶ τὴν αἴσθησιν τοῦ αἰσθανομένου τὴν οὐσίαν τῶν ὄντων ἀναφέροντι καὶ ἑκάστῳ τὸ φαινόμενον ἀληθὲς εἶναι λέγοντι , εἴ γε ἐν τῇ σχέσει ἐκείνων τὸ εἶναι ἔχουσιν. εἰ τοίνυν ἡ φύσις τῶν ὄντων ἁπάντων πρός τι, καὶ ταῖς δόξαις τῶν δοξαζόντων καὶ φαντασίαις καὶ αἰσθήσεσιν ἡ ὕπαρξις αὐτῶν ἕπεται, οὐκ ἔστι τί τινι, ὃ μὴ δοξάζει τις εἶναι. ὥστε οὔτε γέγονεν οὔτε ἔσται οὐδὲν μηδενὸς προδοξάσαντος, καὶ ἀνῄρηται τὸ λέγειν “καὶ τὸ δοκηθὲν οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον εὗρε θεός’’. οἷς οὖν τὸ εἶναι ἐν τῷ φαίνεσθαι καὶ δοξάζεσθαι γίνεται, καὶ τὸ γεγονέναι ἐν τῷ δοξάζεσθαι γεγονέναι· ὥστε τῷ μὴ δοξάζοντι γίνεσθαί τι οὐδὲ γίνεται. ἀλλ’ οὐδὲ ὅλως γίνεταί τι, εἴ περ μὴ δοξάζεται γίνεσθαι, καὶ ἕκαστον ἕως τότε ἐστίν, ἕως ὅτε δοξάζεται, εἴ γε τὴν ὑπόστασιν ἐν τῇ δόξῃ ἔχει· ἡ γὰρ δόξα καὶ ἡ φαντασία ποιοῦσι τὰ δοξαζόμενα καὶ φαινόμενα κατ’ αὐτούς. δείξας οὖν ὅτι ἐξ ἀνάγκης οἱ τοιοῦτοι πάντα πρός τι ποιοῦσι, πειρᾶται σαλεύειν τὸν λόγον καὶ τὴν πρόσληψιν κατασκευάζειν τοὐ λόγου, δεικνὺς ὅτι εἰ μὴ πάντα τὰ ὄντα πρός τι, τουτέστιν ‘εἰ δὲ εἴη τι γεγονὸς ἢ ἐσόμενον ἄνευ τοῦ δοξασθῆναι, οὐκ ἄν εἴη ἅπαντα πρός τι’· εἰ δὲ μὴ πάντα πρός τι, οὐδὲ τὸ φαινόμενον ἑκάστῳ ἀληθές. πολλὰ γὰρ γίνονται παρ’ ἐλπίδας καὶ παρ’ ὑπόνοιαν ἀνθρώπων. ἄτοπον γὰρ τὸ λέγειν ὅτι εἰ μὴ προεδόξασεν ὁποιονοῦν οὐκ ἐγίνετο οὔτε δὲ ὁ σεισμὸς οὔτε ὁ κατακλυσμός· ἔδει γάρ, εἰ τοῦτο, μόνοις τοῖς περὶ τούτου προδοξάσασι I γίνεσθαι αὐτὰ καὶ τοῖς δοξάζουσι μὴ ἔσεσθαι αὐτὰ μὴ γίνεσθαι. οὐχ οὕτως δὲ ἔχει· οὔτε γὰρ ὁ πόλεμος τοῖς μὲν δοξάζουσι γέγονε, τοῖς δὲ μὴ δοξάζουσιν οὐ γέγονεν, οὔτε ὁ σεισμὸς οὔτε ὁ κατακλυσμός. ἄλλως τε τὰ πρός τι ἅμα τῇ φύσει ὑπάρχουσι † μὴ συναναιρεῖσθαι δὲ τῷ δοξάζοντι τὴν τῶν δοξαζομένων οὐσίαν· οὔτε γὰρ τοῦ γεωμέτρου τελευτήσαντος ἀναιρεῖται τὸ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. p. 1011b7 Ἔτι εἰ ἕν, πρὸς ἓν ἢ πρὸς ὡρισμένον. Δείξας ὅτι οἱ τὸ φαινόμενον πᾶν ἀληθὲς εἶναι λέγοντες πρός τι ποιοῦσιν ἅπαντα, περὶ τῶν πρός τι τὸν λόγον ποιούμενος δείκνυσι καὶ τοιοῦτον ἄτοπον ἑπόμενον τῇ δόξῃ, λαβὼν καὶ θεὶς πρῶτον πῶς λέγεταί τε καὶ ἔστι τὰ πρός τι· εἰ γὰρ μὴ οὕτως ἔχοι τὰ ὄντα πάντα; δεδειγμένον ἄν εἴη ὅτι μὴ πρός τί ἐστιν. ἰστέον ὅτι τῶν πρός τι ἕκαστον ἤτοι πρὸς ἓν λέγεται, ἢ εἰ καὶ <πρὸς> πλείω τὸ αὐτό, καθ’ ἕκαστον τῶν πρὸς ὃ λέγεται ὡρισμένον, καὶ οὐ τὸ τυχόν. ἕκαστον γὰρ τῶν πρός τι πρὸς ὡρισμένον τι λέγεται. καὶ γὰρ <εἰ> πλείους τι σχέσεις ἔχει καὶ πρὸς πλείω διὰ τοῦτο λέγεται, ἀλλὰ καθ’ ἑκάστην σχέσιν πρὸς ὡρισμένον τι λέγεται καὶ ταὐτὸν ἢ εἴδει ἢ γένει. εἰ γοῦν τὸ αὐτὸ ἴσον τε εἴη καὶ διπλάσιον καὶ ἥμισυ, πρὸς πλείω μὲν ῥηθήσεται καὶ γὰρ καὶ πρὸς ἴσον καὶ πρὸς ἥμισα καὶ πρὸς διπλάσιον), ἀλλὰ καθ’ ἕκαστον πρὸς ὡρισμένον· οὔτε γὰρ ἴσον πρὸς ἄλλο τι ἢ πρὸς ἴσον, οὔτε δὲ διπλάσιον πρὸς ἄλλο τι ἡ πρὸς ἥμισυ, καὶ ἥμισυ ἀεὶ ὡς πρὸς διπλάσιον. ἀλλ’ οὐδὲ ὁρατὸν πρὸς ἄλλο τι ἢ πρὸς ὄψιν. ὥστε εἰ καὶ πρὸς πλείω τὸ αὐτό, ἀλλὰ καθ’ ἕκαστόν γε πρὸς ὡρισμένον. εἰ δὲ ὑποθώμεθα πᾶν τὸ φαινόμενον ἀληθές εἶναι, ἕπεται ἐντεῦθεν, ὡς ὁ λόγος ἔδειξε, πάντα πρός τι εἶναι. εἰ δὲ πάντα πρός τι, οὐκέτι ἔσεται ὡρισμένη φύσις ἡ τῶν πρός τι· τὸ γὰρ αὐτὸ ἴσον οὐ μόνον πρὸς ἴσον ἔσται ἀλλὰ καὶ πρὸς ἥμισυ κατὰ τὸ αὐτό, ἐπειδὴ τὸ ἴσον οἷον τὸ δεκάπηχυ πρὸς τὸ δεκάπηχυ, ἀλλά φησιν ἔχειν <ὡς> τὸ πεντάπηχυ πρὸς δεκάπηχυ· ὥστε ὁ μέν φησι τὸ ἴσον, ἐπειδὴ πρὸς ἴσον, ὁ δὲ τὸ ἴσον πρὸς ἴσον ὡς διπλάσιον πρὸς ἥμισυ λαμβάνει, ἐπειδὴ οὕτως αὐτῷ ὤφθη. ὥστε οὐκ ἔσται ὡρισμένη ἡ φύσις τῶν πρός τι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. ἄλλως τε δὴ εἰ τὸ δοξάζον καὶ τὸ δοξαζόμενον πρὸς ἄλληλα λέγεται, εἰ ἔστιν ἑκάστῳ τῶν ὄντων τὸ εἶναι ἐν τῷ δοξάζεσθαι πρός τι γὰρ καὶ ἀντικείμενα) εἰ ἔστι τὸ δοξαζόμενον ἄν·θρωπος καὶ ταὐτὸν αὐτῷ τὸ δοξάζεσθαι καὶ τὸ εἶναι ἄνθρωπος, εἴ γε ἐν τῷ δοξάζεσθαι καὶ τὸ εἶναι ἔχει, τὸ δοξάζον οὐκ ἔστιν ἄνθρωπος· ἕτερον γάρ ἐστι τοῦ δοξαζομένου. κατὰ μὲν γὰρ τοὺς μὴ λέγοντας πάντα τὰ ὄντα εἶναι πρός τι, ἀλλὰ καταλείποντας οὐσίαν τινὰ ὑποκειμένην καὶ συμβεβηκὸς αὐτῇ ποιοῦντας τὰ πρός τι πρόχειπός τε καὶ ῥᾳδία ἡ λύσις τοῦ ἠπορημένου. ὅτι γὰρ τὸ δοξάζον καθὸ δοξάζει τοὐ δοξαζομένου καθὸ δοξάζεται ἕτερόν ἐστι, λέγοιεν ἄν οὗτοι· ἕτερον γὰρ τὸ δοξάζον τοῦ δοξάζεσθαι. εἰ οὖν, φησίν, ἑκάστῳ τὸ εἶναι ἐν τῇ δόξῃ ὑπάρχει, τουτέστιν ἐν τῷ δοξάζεσθαι, καὶ ἐν τούτῳ ἡ γένεσίς τε καὶ ἡ οὐσία αὐτῶν, καὶ οὐκ ἔστιν ἄλλο τῷ ἵππῳ τὸ τί ἦν εἶναι ἢ τὸ δοξάζεσθαι ἐν τούτῳ γὰρ αὐτῷ τὸ εἶναι), ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οὖσιν οὐδὲν ·γὰρ διαφέρει κύνα εἰπεῖν ἢ δοξαστόν), ἄπειρα δὲ κατὰ τὸ εἶδός ἐστι τὰ ὄνια, ἄπειρα ἔσται κατὰ τὸ εἶδος τὰ δοξαστά τε καὶ τὰ δοξαζόμενα, καθὸ δοξαστά· εἰ οὖν τὰ δοξαζόμενα πρὸς τὰ δοξάζοντα λέγεται, πρὸς ἄπειρα τῷ εἴδει τὸ δοξάζον, εἴ γε ἄπειρα κατ’ εἶδος τὰ δοξαζόμενα ὑπ’ αὐτοῦ. p. 1011b13 Ὅτι μὲν οὖν βεβαιοτάτη δόξα πασῶν. Δείξας διὰ πάνυ πολλῶν ἐπιχειρημάτων ὅτι οὐ δυνατὸν συναληθεύειν τὴν ἀντίφασιν, οὕτε δὲ πᾶν τὸ φαινόμενον εἶναι ἀληθές, συμπεραίνεται τὸν περὶ τῆς ἀντιφάσεως λόγον καί φησιν ὅτι ἱκανῶς ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν τὴν ἀντίφασιν συναληθεύειν. τοῦτο γὰρ ὑπέκειτο αὐτῷ δεῖξαι, ὅτι γνώριμον καὶ ἐναργὲς τὸ ἀξίωμά ἐστι τῆς ἀντιφάσεως, ὅπερ δέδειχε διὰ πλειόνων. καὶ τίνα ἄτοπα ἕπονται τοῖς τοῦτο φάσκουσιν εἴρηκε, καὶ τί τὸ κινῆσαν αὐτούς, ὅτι ἡ ὕλη, ἐπειδὴ ἑώρων τὰ ἐναντία ἐκ τοῦ αὐτοῦ γινόμενα, καὶ τὸ μὴ πᾶσι τὰ αὐτὰ φαίνεσθαι περὶ τῶν δοκούντων εἶναι τῶν αὐτῶν. p. 1011b15 ἐπεὶ δὲ ἀδύνατον τὴν ἀντίφασιν ἀληθεύεσθαι ἅμα κάτα του αὐτοῦ. Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατὸν συντρέχειν καὶ συναληεἰ ληθεύει ἡ ἀντίφασις, οὐδὲ τὰ ἐναντία ποτὲ συνδραμοῦνται ἀλλήλοις, οὐδὲ ἔσται τι μεταξὺ τῆς ἀντιφάσεως. καὶ τοῦτο διὰ πλειόνων λόγων κατασκευάζει. εἰ γὰρ οὐ συντρέχει οὔτε δέ συναληθεύει τὸ λευκὸν τῷ οὐ λευκῷ, τὸ δὲ οὐ λευκὸν μέλαν ἐστί. δῆλον ὡς ὅτι οὐδέποτε συνδραμοῦνται ἀλλήλοις τὰ ἐναντία. οὔτε δὲ πάλιν μεταξύ τι ἔσται τῆς ἀντιφάσεως· εἰ γάρ ἐστί τι μεταξὺ αὐτῆς, ἢ ὡς ἀλλότριον ἔσται ἢ ὡς συγγενές· οἷον ὡς ἀλλότριον ὡς ἵνα ὑποθῶμαι μεταξὺ ἀνθρώπου καὶ ἵππου λίθον εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἔσται μεταβολή· οὐδεμία γὰρ κοινωνία λίθου καὶ ἀνθρώπου ἢ λίθου καὶ ἵππου, τὰ δὲ μεταβάλλοντα εἰς ἄλληλα θέλουσιν ἔχειν τινὰ συγγένειαν <τοῖς> δι’ ὧν γίνονται μεταβολαί· ὥσπερ καὶ ἐπὶ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὸ φαιόν, ὅπερ μετέχει ἀμφοτέρων, καὶ οὕτως μεταβάλλουσιν εἰς ἄλληλα τὸ λευκὸν καὶ μέλαν διὰ μέσου τοῦ φαιοῦ. πάλιν δέ φησι, κἄν συγγενές τι ὑποθώμεθα, ἀδύνατον εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως διὰ τὰ δεικνύμενα ἄτοπα. εἰ γάρ τις εἴπ·οι ὅτι ἔστι τι μεταξὺ τοῦ οὐ λευκοῦ καὶ λευκοῦ, δῆλον ὅτι ἔσται τὸ οὐχὶ οὐ λευκόν. καὶ πρῶτον μὲν τὸ οὐχὶ οὐ λευκὸν οὐδὲν ἕτερόν ἐστιν ἢ λευκόν, καὶ ἡνίκα γίνεται μεταβολὴ ἐξ οὐχὶ οὐ λευκοῦ εἰς λευκόν, οὐδὲν ἄλλο γίνεται ἢ ἐκ λευκοῦ εἰς λευκὸν μεταβολή. ἔπειτα δὲ πάλιν καὶ τούτου ἔσται ἀπόφασις, καὶ πάλιν τούτων ἔσται μεταξύ τι τοῦ οὐχὶ οὐ λευκοῦ καὶ τοῦ οὐχὶ λευκοῦ, καὶ ἔσται πάλιν κἀκείνου ἀπόφασις καὶ τοῦ οὐ λευκοῦ καὶ οὐχὶ οὐ λευκοῦ· καὶ οὕτως ἔσται ἄπειρος ἡ πρόοδος. εἶτα λοιπὸν καὶ μέμνηται δοξῶν τινων, οἷον Ἡρακλείτου καὶ Ἀναξαγόρου, καὶ διελέγχει αὐτοὺς καὶ λέγει τὴν αἰτίαν, πόθεν αὐτοῖς ἡ ἀπάτη προσγέγονεν, ὅτι διὰ τὸ μὴ ἰσχῦσαι αὐτοὺς ἐπιλύσασθαι τὰς ἀπορίας, καθάπερ, ὁ μέγας ἡμῶν φιλόσοφός φησιν, οἱ ἀτυχεῖς Μανιχαῖοι, ἐπειδὴ ἠπόρουν πόθεν τὰ κακά, μὴ ἰσχύσαντες ἐπιλὺσασθαι ταύτην τὴν ἀπορίαν εἰρήκασιν ὅτι ἔστιν ἀρχὴ τῶν κακῶν, ὥσπερ καὶ τῶν ἀγαθῶν. οὕτως οὖν καὶ Ἀναξαγόρας ἐπεὶ ἑώρα πᾶν ἐκ παντὸς γίνεσθαι, μὴ ἐπιστήσας τῇ εἰς τὴν ὕλην ἀναλύσει, ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι· καὶ διὰ τοῦτο κατ’ αὐτὸν ἅπαντας ψεύδεσθαι τοὺς λέγοντας, καὶ ἐν τῷ λευκῷ εἶναι καὶ μέλαν καὶ ὅσα ἄλλα τοιαῦτα. ὁ μέντοι γε πάλιν Ἡράκλειτος ἔλεγε πάντας ἀληθεύειν· διὸ καὶ ὡς εἴρηται ἐν τῇ Φυσιχῇ, πάντων ἔλεγεν ἕνα ὁρισμὸν εἶναι· ὧν δὲ οἱ ὁρισμοὶ οἱ αὐτοί, καὶ τὰ πράγματα τὰ αὐτά. μὴ δυνηθεὶς γὰρ ἐπιλύσασθαι τὴν ἀπορίαν τὴν ἐπὶ τῶν ῥευστῶν, ἦλθεν εἰς τὸ πτῶμα τοῦτο. ὥστε ἐντεῦθεν δείκνυσιν ὅτι οὐ δυνατὸν τὰ ἐναντία συντρέχειν, δείξας ἐρρωμένον τὸ αξίωμα τῆς ἀντιφάσεως. p. 1011 b 15 ἐπειδὴ ἀδύνατον τὴν ἀντίφασιν ἀληθεύεσθαι ἅμα κατὰ τοῦ αὐτοῦ./ El ἱκανῶς ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν τὴν ἀντίφασιν συναληθεύειν κατὰ τοῦ αὐτοῦ, ὥστε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ χρόνῳ καὶ εἶναι λευκὸν καὶ οὐ λευκόν, φανερὸν ὅτι οὐδὲ τὰ ἐναντία ἐνδέχεται ὑπάρχειν τῷ αὐτῷ. τῶν μὲν γὰρ ἐναντίων τὸ ἕτερον, τουτέστι τὸ χεῖρον, στέρησίς ἐστιν ἢ οὐχ ἧττον τῆς στερήσεως (τὸ γὰρ μέλαν τὸ χεῖρον τῶν ἐναντίων στερήσει ἔοικε, καὶ τὸ ψυχρὸν ὁμοίως), ἡ δὲ στέρησις ἀπό- φασίς τίς ἐστι· τὸ γὰρ μέλαν οὐ λευκόν ἐστι. καλῶς δὲ ἐπήγαγε τὸ ἀπό τινος ὡρισμένου γένους· τὰ γὰρ ἐναντία τελοῦσι ὑπὸ ὡρισμένον γένος, οἷον ὑπὸ τὸ ποσόν, ὡς τὸ ἄρτιον καὶ τὸ περιττόν, ἡ μέντοι γε ἀντίφασις διήκει διὰ πάντων τῶν ὄντων. εἰ τοίνυν ἀδύνατον ἅμα ὑπάρχειν, τουτέστιν ἅμακαταφῆσαι καὶ ἀποφῆσαι, ἀληθῶ ἀλύνατόν ἐστι καὶ τὰ ἐναντία ἅμα ὑπάρχειν, ὡς ἔδειζεν ἡ θεωρία, ἀλλ' ἢ πῇ ἄμφω, τουτέστιν ἀμφότερα δυνάμει συντρέχουσι γάρ· τὸ γὰρ σῶμα τοῦ πυρός, εἰ τύχοι, δονάμει καὶ λευκόν ἐστι καὶ μέλαν), ἢ θάτερον μὲν πῇ θάτερον δὲ ἁπλῶς, τουτέστι τὸ ἕτερον μὲν δυνάμει τὸ δὲ ἕτερον ἐνεργείᾳ· τὸ γὰρ τοῦ Σκύθου σῶμα ἐνεργείᾳ μέν ἐστι λευκὸν δυνάμει δὲ μέλαν. ἢ κατὰ μόριον εἶπε τὸ πῇ, ὡς ἐπὶ τοὐ Αἰθίοπος· ὁ γὰρ Αἰθίοψ κατὰ μὲν τοὺς ὀδόντας λευκὸς ὑπάρχει, κατὰ δὲ τὸ ἄλλο μέρος τοῦ σώματος μέλας ἐστίν p. 1011b23 Ἀλλὰ μὴν οὐδὲ μεταξὺ ἀντιφάσεως ἐνδέχεται εἶναι. Δείξας ἐναργέστατον ὂν τὸ ἀξίωμα τῆς ἀντιφάσεως διὰ τοῦ μὴ δύνασθαι αὐτὴν συναληθεύειν, καὶ ἐντεῦθεν δείξας ὅτι οὐ δυνατὸν συντρέχειν ἀλλήλοις ἐναντία, πάλιν ἕτερόν τι δείκνυσιν ἐντεῦθεν ὅτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. φησὶν οὖν ὅτι οὐκ ἐνδέχεται εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, ἀλλὰ ἀνάγκη ἢ φάναι ἢ ἀποφάναι ἓν καθ’ ἑνὸς ὁτιοῦν. οὐ γάρ ἐστι μεταξύ τι αὐτῶν, ὥσπερ μεταξὺ τοῦ λευκοῦ καὶ τοῦ μέλανός ἐστι τὸ φαιόν. ὥστε ἓν καθ’ ἑνὸς ἀνάγκη φάναι ἢ ἀποφάναι, οἷον λευκόν ἐστιν, οὐκ ἔστι λευκόν, ἐπειδὴ τῶν ἐναντίων καὶ δύο, ὅτι καὶ μέλαν ἐστὶ καὶ φαιὸν. p. 1011b25 Δῆλον δὲ πρῶτον μὲν ὁρισαμένοις <τί> τὸ ἀληθές. Ὀτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως, πρῶτον μὲν δῆλον ὑπάρχει ὁρι- σαμένοις τί τὸ ἀληθὲς καὶ τί τὸ ψεῦδος. τὸ μὲν γὰρ λέγειν τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον, καθάπερ εἴρηται ἐν τῷ nspl ἑρμηνείας, ἀληθὲς ὑπάρχει· πάλιν δὲ τὸ λέγειν τὸ μὴ ὑπάρχον ὡς ὐπάρχον καὶ τὸ ὐπάρχον ὡς μὴ ὑπάρχον ψευδὲς ὑπάρχει. φησὶν οὖν ὅτι τὸ λέγειν τὸ ὂν μὴ εἶναι ἢ μὴ ὂν εἶναι ψευδές, τὸ δὲ τὸ ὂν εἶναι * * * ἕτερόν τι εἶωαι παρὰ τὸ ὂν καὶ τὸ μὴ ὄν, δῆλον ὡς ὄτι οὐδέν ἐστι μεταξὺ τῆς ἀντιφάσεως. ὥστε καὶ ὁ λέγων εἶναι ἢ μὴ ἀληθεύσει ἢ ψεύσεται, ὁ δὲ λέγων τὸ μεταξὺ οὔτε τὸ ὂν λέγει ἢ μὴ εἶναι ἢ εἶναι, οὔτε τὸ μὴ ὄν, ὥστε οὐδὲν παντελῶς λέγει· εἰ δὲ τοῦτο, οὐδὲν ἄρα ἐστὶ μεταξὺ τῆς ἀντιφάσεως. p. 1011b29 Ἔτι ἤτοι μεταξὺ ἔσται τῆς ἀντιφάσεως, ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ. Ὅπερ ἐλέγομεν ἐν τῇ θεωρίᾳ, τὸ αὐτὸ νῦν λέγει, ὅ, εἰ ἔστι τι μεταξύ, ἡ ἀλλότριόν ἐστιν ἢ † αὐτῶν γένεσις. εἰ οὖν ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως, ἤτοι ἔσται ὥσπερ τὸ φαιὸν μέλανος καὶ λευκοῦ, ὅπερ ὠτὶ στγγενές, ἢ ὡς τὸ μηδέτερον, τουτέστι τὸ ἀλλότριον, ἀνθρώπου κα ἵππου λίθος. εἰ ἁ οὖν οὕτως ἔσται τὸ μεταξὺ ἐπὶ τῆς ἀντιφάσεως ὡς τὸ ἀλλότριον, οὐκ ἂν γένοιτο μεταβολή· ἡ γὰρ μεταβολὴ λίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν συγγενῶν, οἷον ἐκ μὴ ἀγαθοῦ γὰρ εἰς ἀγαθὸν μεταβάλλει, ἢ ἐν τοῦ ἀγαθοῦ εἰς μὴ ἀγαθόν, εἰ τόχοι πρᾶγμά τι εἶναι μὴ ἀγαθόν, ὕστερον δὲ γένηται αγαθόν. νῦν δὲ οὐ φαίνεται ἐξ ἀλλοτρίου μεταβολή· οὐ γὰρ δυνατὸν ἐκ λίθου ἀμέσως ἄνθρωπον γενέσθαι. διό εἶναι μὴ γάρ ἐστι μεταβολὴ εἰ μὴ εἰς τὰ ἀντικείμενα καὶ τὰ μεταξύ, ὥσπερ ἡνίκα ἐκ λευκοῦ γίνεται μεταβολὴ ἢ εἰς τὸ μέλαν τὸ ἀντικείμενον, ἢ εἰς τὸ φαιόν τὸ μεταξύ. οὐκ ἄρα δυνατὸν ἐπὶ τῆς ἀντιφάσεως θεωρεῖσθαί τι μεταξὺ ὡς ἀλλότριον. ἀλλ’ οὐδὲ ὡς συγγενές. διό φησιν εἰ δὲ ἔστι μεταξύ, καὶ οὕτως εἴη ἄν τις εἰς λευκὸν ἐξ οὐ μὴ λευκοῦ γένεσις, ταὐτὸν δὲ εἰπεῖν ἐκ λευκοῦ εἰς λευκόν, ὅπερ ἐστὶν ἀδύνατον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. εἰ γάρ ἐστί τι μεταξὺ τοῦ λευκοῦ καὶ οὐ λευκοῦ, οὐχὶ οὐ λευκὸν * * * ἔσται τῷ λευκῷ· τὸ γὰρ οὐχὶ οὐ λευκὸν λευκόν ἐστι. πρὸς τούτοις δὲ πάλιν μεταξὺ τούτων ἔσται τι ἄλλο, ὀπῷ καὶ αὐτὸ δεῖται ἀποφάσεως καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύει ὁ λόγος. p. 1012a2 Ἔτι πᾶν ιανοητον καὶ. Πάντα τὰ νοητὰ ἡ διάνοια γινώσκει ἢ καταφάσκουσα ἢ ἀποφάσκουσα. ἐὰν μὲν γὰρ οὕτως εἴπῃ ὅτι ὁ θεὸς ἀγαθός, ἀληθεύει, εἰ δὲ τὸ ὅτι οὐ προνοεῖται (ἱλήκοι), ψεύδεται παντελῶς. δεῖ οὖν εἰπεῖν πρὸς αὐτοὺς ὅτι ἀποκρίνεσθε ἡμῖν ἢ οὔ; εἷ μὲν οὖν μὴ ἀποκρίνεσθε, φυτοῖς ἐοίκατε· εἰ ἒ ἀποκρίνεσθε, ἀνάγκη πᾶσά ἐστιν ὡρισμένα τινὰ λέγειν καὶ σημαντικὰ πραγ- μάτων. εἰ δὲ τοῦτο, ἡνίκα μὲν λέγεται ὅτι τὸ ὄν ἐστιν, ἀληθεύομεν, ἡνίκα δὲ ὅτι τὸ μὴ ὄν οὔκ] ἐστι, ψευδόμεθα. εἰ οὖν οὐδὲν ἔστιν ἄλλο ἐπινοῆσαι παρὰ τὸ ὂν καὶ τὸ μὴ ὄν, οὐδὲν ἄρα ἐστὶ μεταξὺ τῆς ἀντιφάσεως. ἡ τοίνυν ἐπιχείρησις τοῦ λόγου τοιαύτη ἐστίν. εἰ πᾶν τὸ ὁπωσοῦν ὄν, εἴτε ὡς νοητὸν εἴτε ὡς διανοητόν, ἡ διάνοια ἀποφαίνεται καὶ ἀληθεύει ἢ ψεύ- δεται περὶ αὐτοῦ κ·αταφάσκουσα ἢ ἀποφάσκουσα ἐν γὰρ τῷ καταφάσκειν ἢ ἀποφάσκειν τὸ ἀληθεύειν ἢ ψεύδεσθαι, ὡς δέδεικται ἐκ τοῦ ὁρισμοῦ τοῦ τε ἀληθοῦς καὶ τοῦ ψευδοῦς), περὶ οὗ μὴ οἷόν τέ ἐστι τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύδεσθαι καταφάσκουσαν ἢ ἀποφάσκουσαν, τοῦτο οὐδ’ ἄν εἴη τι τὴν ἀρχήν. περὶ δὲ τοῦ λεγομένου μεταξὺ τῆς ἀντι- φάσεως εἶναι οὐχ οἷόν τε τὴν διάνοιαν ἀποφαίνεσθαι καὶ ἀληθεύειν ἢ ψεύ- δεσθαι, ὅτι μηδὲ καταφάσκειν ἡ ἀποφάσκειν. ὥστε οὐδ’ ἂν εἴη τι τῆς ἀντιφάσεως μεταξύ. αὐτὸς μέντοι πάνυ ἐπιτόμως εἶπεν· οὐ γὰρ εἶπε τὸ συνημμένον πᾶν τὸ ‘εἰ. τὸ νοητὸν καὶ διανοητὸν ἡ διάνοια ἀποφαινο- μένη ἢ κατάφησιν ἢ ἀπόφησιν, οὐδὲν τῆς ἀντιφάσεως ἐστι μεταξύ’, ἀλλὰ μόνον τὸ ἡγούμενον ἔθηκε καὶ τὴν κατασκευὴν τοῦ ὅλου συνημμένου, προσχρησάμενος τῷ ὁρισμῷ, ὃν ἀπέδωκε πρὸ ὀλίγου ἰοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι. εἴη δ’ ἄν λέγων διὰ τοῦ πᾶν τὸ διανοητὸν καὶ νοητὸν ἡ διάνοια κατάφησιν ἢ ἀπόφησιν, ὅτι περὶ παντός, οὗ ἀποφαίνεται ἡ διάνοια, ἢ κατάφησιν ἢ ἀπόφησιν περὶ αὐτοῦ· τὰν μὲν γὰρ ὃ ὡς ἀπο- φαινομένη λέγει, ἡ ἀληθεύει ἢ ψεύδεται καταφάσκουσα ἢ ἀποφάσκουσα, ὡς ἐκ τοὐ ὁρισμοῦ τοῦ ἀληθεύειν τε καὶ ψεύδεσθαι δῆλόν ἐστι. δια- νοητὸν δὲ καὶ νοητὸν ·ἤιοι ἐκ παραλλήλου εἴρηκεν, ἢ διανοητὸν μὲν λέγει τὸ. πρακτόν, ἢ ὃ διεξέρχεται ἡ διάνοια διὰ πλειόνων συλλελογισμένη ἢ δι’ ἐπαγωγῆς λαμβάνουσα νοητὸν δὲ τὸ θεωρητὸν καὶ τὸ ἁπλοῦν νόημα· περὶ ἀμφότερα γὰρ ἡ συγκατάθεσις καὶ ἡ κατάφασίς τε καὶ ἀπόφασις· πάνυ δὲ συντόμως καὶ ἐπιτετμημένως ἡ λέξις ἔχει· μόνον γάρ, ὡς εἶπον, ἐν αὐτῇ τὸ ἡγούμενον ἐν τῷ λόγῳ ἔθηκεν p. 1012a5 Ἔτι παρὰ πάσας δεῖ εἶναι τὰς ἀντιφάσεις. Ἡ ἐπιχείρησις αὕτη ·βραχέως μὲν καὶ αὐτὴ εἴρηται, ἔστι δὲ ὁ νους τοιοῦτος. εἰ τῆς ἀντιφάσεως καθόλου ἐστί τι μεταξύ, οὐ τῆσδε μέν ἐστι τι μεταξύ, τῆσδε δὲ οὐκ ἔστιν ἀποκληρωτικὸς γὰρ ὁ τοιοῦτος λόγος, τουτέστιν ἐριστικός), ἀλλὰ πάσης ἔσται τι μεταξύ, εἰ μὴ λόγου χάριν τοῦτο καὶ τὸ μὴ ἀληθεύειν, ἔσται τι καὶ ταύτης μεταξύ. ἀλλὰ μὴν ἐπὶ τοῦ μεταξὺ ἡ ἀπόφασις τῶν ἄκρων ἀληθής. ἔσται ἄρα τις μεταξὺ πρότασις τῆς τε ἀληθοῦς τῆς λεγούσης ‘Δίων περιπατεῖ’ καὶ ψευδοῦς τῆς ‘Δίων οὐ περιπατεῖ’, ἣ οὔτε ἀληθὴς ἔσται οὔτε οὐκ ἀληθής. τοῦτο δὲ ἄτοπον· οὐδὲ γὰρ δυνατὸν μήτε ἀληθεύειν μήτε οὐκ ἀληθεύειν. πᾶσα γὰρ ἀνάγκη ἐστὶν αὐτὸν ἢ ἀληθεύειν ἢ μὴ ἀληθεύειν. p. 1012a7 Καὶ παρὰ τὸ ὂν καὶ μὴ ὂν ἔσται. Εἱ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος ἔστι τι μεταξύ, ἔσται τις μεταξὺ μεταβολὴ γενέσεως καὶ φθορᾶς. εἰ γάρ ἐστιν ἡ μὲν γένεσις εἰς τὸ ὂν ἐκ τοῦ μὴ ὄντος μεταβολή, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν ἐκ τοῦ ὄντος, ἡ εἰς τὸ μεταξὺ τούτων μεταβολὴ οὔτε γένεσις ἔσται οὔτε φθορά, οὖσα κατ’ οὐσίαν μεταβολή, ὅπερ ἐστὶν ἀδύνατον· οὔτε γὰρ εἰς ὂν. ἔσται οὔτε εἰς μὴ ὄν, οὔτε ἐξ ὄντος οὔτε ἐκ μὴ ὄντος· ἐν δὲ τούτοις ἦν ἡ γένεσις καὶ ἡ φθορά.. ἡ γὰρ κίνησις ἡ κατὰ τόπον ἢ κατὰ ποιότητα ἢ κατὰ ποσὸν οὔτε κατ’ οὐσίαν μεταβολαὶ οὔτε μεταξὺ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ μεταξύ τινων κυρίως τοιοῦτο ὡς εἰς ἑκάτερον τῶν ἄκρων ἐξ αὐτοῦ γίνεσθαι μεταβολήν, ὃ ἐπ’ οὐδενός ἐστι τούτων.· δεῖ δὲ προσθεῖναι ἤγουν προσυπακούειν τῷ παρὰ γένεσιν καὶ φθορὰν μεταβολή τις ἔσται τὸ κατ’ οὐσίαν ἢ τὸ μεταξὺ γενέσεως τε καὶ φθορᾶς. p. 1012a9 ἔτι ἐν οἷς γένεσιν ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει. ἐλέγετο ἐν Κατηγορίαις ὅτι τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὑπάρχουσιν, ὥσπερ περιττὸν καὶ ἄρτιον, νόσος καὶ ὑγεία, τὰ δὲ ἔμμεσα, ὥσπερ λευκὸν καὶ μέλαν. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι εἰ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως, <καὶ> ἐν οἷς γένεσιν καὶ ὑποκιμένοις ἡ ἀπόφασις τὸ ἐναντίον ἐπιφέρει. τὸ γὰρ μὴ νοσοῦν ζῷον ὑγιαίνειν ἀνάγκη, κὰ τὸ μὴ κοιμώμενον ἐγρηγορέναι, καὶ τὸν μὴ ἄρτιον ἀριθμὸν περιττὸν εἶναι. εἰ οὖν ἔστι τι καὶ ἐπὶ τούτων μεταξύ, ἔσται τι ζῷον ὃ οὔτε ὑγιαίνει οὔτε οὐχ ὑγιαίνει, ὃ ἴσον ἐστὶ τῷ οὐ νοσεῖ, καὶ ἀριθμὸς ὃς οὔτε περιττός ἐστιν οὔτε ἄρτιος. ἀλλὰ τοῦτο ἀδύνατον, ὡς δηλοῖ ὁ ὁρισμός· ὃν γὰρ ἄν λάβωμεν καὶ προχειρίσωμεν, οὗτος ἢ ἄρτιός ἐστιν, ὁ καὶ δίχα διαιρούμενος, ἢ περιττός, ὁ μὴ δίχα διαιροὔμενος. πρὸς τούτοις δὲ καὶ εἰς ἄπειρον βαδιεῖται, καὶ οὐ μόνον ἔσονται τὰ ὄντα ἡμιόλια ἀλλὰ καὶ πλείω. εἰ γὰρ ἐστι τοῦ λευκοῦ καὶ τοῦ οὐ λευκοῦ μεταξύ τι, ἔσονται τρία· τὰ δὲ τρία τῶν δύο ἡμιόλια· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἀγαθοῦ καὶ οὐκ ἀγαθοῦ καὶ τῶν ἄλλων ἁπάντων. ἄλλως τε δή, ὃ πολλάκις εἴρηται, καὶ ἄπειρος ἔσται ἡ πρόοδος. εἰ γάρ ἐστί τι μεταξὺ τοῦ λευκοῦ καὶ οὐ λευκοῦ τὸ οὐχὶ οὐ λευκόν, καὶ πάλιν τοῦ λευκοῦ καὶ τοῦ οὐχὶ· οὐ λευκοῦ ἔσται τι μεταξύ. ἀλλὰ καὶ τούτου ἔσται ἀπόφασις, καὶ πάλιν τῆς ἀποφάσεως καὶ καταφάσεως τῆς γινομένης ἔσται τι μεταξύ· ἔσται δὲ καὶ τούτου ἀπόφασις καὶ πάλιν μεταξύ, καὶ οὕτω τῷ ὄντι ἐπ’ ἄπειρον γίνεται ἡ πρόοδος. διό φησιν ἡ γὰρ οὐσία τοῦ μεταξύ ἐστί τις ἄλλη, εἰ ἄρα ἔστι παρὰ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν· ὥστε ἔσται καὶ αὐτῆς ἀπόφασις, καὶ οὐδὲν ἔσται ὡρισμένον. p. 1012a15 Ἔτι ὅταν ἐρομ·ένου εἰ λευκόν ἐστιν εἴπῃ ὅτι οὔ, οὐθὲν ἄλλο † ἀπεφήνατο εἶναι. Ὀταν τις ἔρηται ὅτι εἰ λευκός ἐστι Σωκράτης, καὶ ὁ μὲν εἴπῃ ὅτι ναί, ὁ δὲ ὅτι οὔ, καὶ ὁ μὲν εἶναι εἰπὼν καταφάσκει, ὁ δὲ ἀρνησάμενος καὶ εἰπὼν μὴ εἶναι οὐδὲν ἄλλο ἢ τὸ εἶναι ἀποφάσκει, οὐδὲν ἂν εἴη μεταξὺ τῆς ἀντιφάσεως· εἰ γὰρ δύο μὲν ἀποκρίσεις μόναι περὶ ἑκάστου, τῶν δὲ δύο ἀποκρίσεων ἡ μὲν κατάφασίς ἐστιν ἡ δὲ ἀπόφασις, καὶ οὐδὲν ἄλλο ἐκ τῆς ἀποκρίσεως σημαίνεται ἢ ὑφ’ ἧς μὲν τὸ εἶναι, ὑφ’ ἧς δὲ τὸ μὴ εἶναι, οὐδὲν ἄν εἴη μεταξὺ τῆς ἀντιφάσεως. οὕτω γὰρ παρὰ τὸ ἀρνητικὸν μόριον· ἔδει εἶναι ἄλλην τρίτην ἀπόκρισιν, ὅπερ οὐκ ἔστιν οὔτε γὰρ ἐπινοῆσαι δύναται), ἢ εἰ μή ἐστιν, οὐκ ἔστι τι μεταξὺ τῆς ἀντιφάσεως. p. 1012a17 ἐλήλυθε δὲ ἐνίοις αὕτη ἡ δόξα ὥσπερ καὶ αἱ ἄλλαι τῶν παροδόξων. ἐντεῦθεν τὴν αἰτίαν λέγει, φησί, δι’ ἣν ἐπὶ ταύτην ἦλθον τὴν δόξαν οἱ παλαιοὶ καὶ εἰρήκασιν εἶναί τι μεταξὺ. τῆς ἀντιφάσεως. τὴν δὲ αὐτὴν f.208r εἶναι λέγει, ἥπερ καὶ ἐπὶ τῶν ἄλλων παραδόξων, ἃ τίθενταί τινες, διὰ τὸ μὴ δύνασθαι λῦσαι τὸν ἐριστικὸν λόγον· ἐρωτώμενοι γ·ὰρ περὶ τούτων καὶ μὴ δυνάμενοι λῦσαι ἐνδιδόασι καὶ δοξάζουσιν οὕτως, ὥσπερ καὶ ἄλλοι ἐν- δόντες παραδόξους θέσεις εἰρήκασιν, ὅτι οὐκ ἔστι κίνησις, διὰ τὸν Ζήνωνος λόγον τὸν ἀναιροῦντα κίνησιν· ἐπειδὴ οὐ δύνανται συνορᾶν τὸ ἐν τοῖς λαμ- βανομένοις λόγοις ψεῦδος, ταράττουσι καὶ ἀπορεῖν ποιοῦσι, μήποτε οὐκ ἔστι κίνησις, οὕτως ἐναργές τε καἰ ἐν πάσι πράγμασι. τοιοῦτον δέ τινες καὶ τῶν μεταξύ τι τῆς ἀντιφάσεως θεμένων ἔπαθον. οὐ γὰρ δυνηθέντες τοὺς περὶ τούτων, ὅτι οὕτως ἔχει, ἐρωτωμένους λόγους ὄντας σοφιστικοὺς λύειν συνεχώρουν αὐτοῖς. ἔστι δὲ ἡ ἀπορία, δι’ ἣν ἔθεντό τινες εἶναί τι μεταξὺ τῆς ἀντιφάσεως, τοιαύτη, λέγουσα μηδὲν μὲν ἐκ τοῦ μὴ ὄντος γίνεσθαι, ἐκ δὲ τοῦ αὐτοῦ ὁρᾶν τὰ ἐναντία γινόμενα, καὶ διὰ τοῦτο ἐνυπάχειν αὐτὰ ἐν ἐκείνῳ καὶ μεμῖχθαι καὶ εἶναι εἶναι αὐτῶν, ὡς τὸν οἶνον τὸν μεμιγμένον ὕδατι, διὸ οὔτε ὕδωρ εἷναι ἄντικρυς οὔτε οὐχ ὕδωρ· ᾧ καὶ Ἀναξαγόρας ἠκολούθησεν. ὅτι δὲ ψευδὴς ὁ λόγος ὁ λέγων πάντα ἐν πᾶσι μεμῖχθαι, φανερόν· μὴ ἐπιστήσαντες γὰρ τῇ ἀναλύσει τῇ εἰς τὴν ὕλην ἔπεσον. ψεῦδος δὲ πάλιν τὸ ἐπὶ τοῦ μεμιγμένου μηδέτερον μόριον τῆς ἀντιφάσεως εἶναι ἀληθές, μήτε τὴν· κατάφασιν μήτε τὴν ἀπόφασιν· οὐδέτερον μὲν γὰρ τῶν ἐξ ὧν μέμικται ἀληθές τὸ γὰρ μελίκρατον οὔτε ὕδωρ οὔτε μέλι), αἱ μέντοι ἀμφοτέρων ἀποφάσεις ἀληθεῖς ἐπ’ αὐτοῦ· οὔτε γὰρ μέλι τὸ μελίκρατον οὔτε ὕδωρ. οἱ μὲν οὖν, φησί, διὰ τοιαύτην αἰτίαν ἀπατῶνται, οἱ δὲ διὰ τὸ νομίζειν πάντων εἶναι ἀποδείξεις, ὅπερ οὐ δυνατόν· εἰ γὰρ πάντα ἀποδεικτά, οὐδὲν ἔσται ἀναπόδεικτον, ἐπεὶ εἰς ἄπειρον . ὁδεύει ὁ λόγος. p. 1012a21 Ἀρχὴ δὲ πρὸς ἅπαντας τούτους ἐξ ὁρισμοῦ. Ἀρχήν φησιν εἶναι τὴν ἀπὸ τῶν ὁρισμῶν. ἐὰν γὰρ συγχωρήσωσι τὰ ὀνόματα σημαίνειν τι, ὅπερ ἀναγκαῖον αὐτοῖς διδόναι, εἰ διαλέγοιντο καὶ χρῶνται χρὴ τὸν λόγον τοῦ σημαινομένου ὑπό τε τοῦ ἀληθοῦς καὶ ψευδοῦς τῶν ὀνομάτων, οἶς χρῶνται, λαμβάνειν· οἵτινες λόγοι ὁρισμοὶ ἂν εἶεν, ὁ μὲν τοῦ ἀληθοῦς ὁ δὲ τοῦ ψευδοῦς· ὥστε διὰ τοῦ διδόναι σημαί- νειν τι δι’ ὧν λέγουσι συγχωροῦσι καὶ τὸ ὁρισμοὺς εἶναι. ἂν δὲ τὸ μὲν ἀληθὲς σημαίνῃ τὸ <τὸ> ὂν εἶναι λέγειν καὶ τὸ μὴ ὃν μὴ εἶναι, ψεῦδος δὲ τὸ τὸ ὂν μὴ εἶναι λέγειν ἢ τὸ μὴ ὃν εἶναι, καὶ παρὰ ταῦτα μηδὲν ἄλλο ἀληθὲς ἢ ψεῦδος, τούτων δὲ τὰ μὲν καταφάσεις, τὰ δὲ ἀποφάσεις, οὐδὲν ἂν ἀληθὲς ἢ ψεῦδος εἴη παρὰ κατάφασιν καὶ ἀπόφασιν· εἰ δὲ μηδὲν ἀληθὲς παρὰ ταῦτα; οὐδ’ ἂν μεταξὺ αὐτῶν τι ἔσται. Ἡράκλειτος δὲ λέγων πᾶν εἶναί τε καὶ μὴ εἶναι καὶ ἅμα τὰ ἀντικείμενα εἶναι, τὴν ἀντίφασιν ἅμα ἀληθῆ τίθησι, καὶ πάντα εἶναι ἀληθῆ ἀποφαίνεται. Ἀναξαγόρας δὲ εἶναί τι μεταξὺ τῆς· ἀντιφάσεως λέγει· τὸ γὰρ μῖγμα εἱ ἐξ ἀγαθοῦ καὶ κακοῦ εἴη, οὔτε ἀγαθὸν οὔτε πάλιν οὐκ ἀγαθόν, ὁμοίως δὲ πάλιν οὔτε κακὸν οὔτε οὐ κακόν· διὸ πάντα ψευδῆ, ἐπειδὴ πάντα ἐν πᾶσι, καὶ λέγει καὶ τὰ ἀντικείμενα ἐν ἀλλήλοις. p. 1012a29 Διορισμένων δὲ τούτων. Προδεδειγμένων τούτων φανερὸν ὑπάρχει ὅτι καὶ τὰ μοναχῶς λεγόμενα, ὅτι πάντα ἀληθῆ ἢ ὅτι πάντα ψευδῆ, καὶ κατὰ πάντων ἀδύνατον ὑπάρχειν, ὥσπερ τινὲς λέγουσιν, οἱ μὲν οὐδὲν ἀληθὲν λέγοντες εἶναι, ὥσπερ Ἀναξαγόρας οὐδὲν γὰρ κωλύει οὕτως ἅπαντα εἶναι, ὥσπερ τὸ τὴν διάμετρον σύμμετρον εἶναι· ἐδείχθη γὰρ ἐν τῷ I βιβλίῳ ὅτι οὐ δυνατόν, ἐπεὶ οὕτως ἔσται ὁ αὐτὸς τρόπος περιττὸς καὶ ἄρτιος)· οἱ δὲ περὶ Ἡράκλειτόν φασι πάντα ἀληθῆ εἶναι. σχεδὸν γὰρ οὗτοι οἱ λόγοι οἱ αὐτοὶ ὑπάρχουσι τῷ Ἡρακλείτου. ὁ γὰρ λέγων ὅτι πάντα ἀληθῆ καὶ πάν τα ψευδῆ καὶ χωρὶς λέγει τῶν λόγων ἑκάτερον τούτων. αἱ μὲν γὰρ ἀληθεῖς καταφάσεις τὰς ἀποφάσεις * * * ὅτι γὰρ ὁ λέγων καὶ ἀληθῆ πάντα καὶ ψευδῆ πάντα καὶ ἰδίᾳ ἑκάτερον κατηγορεῖ κατὰ πάντων, τό τε ἀληθῆ αὐτὰ εἶναι καὶ <τὸ> ψευδῆ. ὥστε εἴπερ ἀδύνατα ἐκεῖνα, τὸ χωρὶς πάντα ἀληθῆ εἶναι καὶ πάντα ψευδῆ, καὶ ταῦτα ἀδύνατον εἶναι, τὸ ἅμα πάσας καὶ ἀληθεῖς εἶναι καὶ ψευδεῖς. p. 1012a2 Ἔτι δὲ φανερῶς ἀντιφάσεις εἰσίν. Εἰ ἐπὶ ἐνίων ἀντιφάσεων ἀκριβῶς πεπείσμεθα ὅτι οὐ δυνατὸν αὐτὰς συναληθεύειν, φανερὸν ὅτι καὶ ἐπὶ τῶν ἄλλων οὕτως ἔχει· οὔτε γὰρ δυνατὸν λέγειν ὅτι καὶ κινεῖται ὁ ἥλιος καὶ οὐ κινεῖται, καὶ ὅτι φωτίζει καὶ οὐ φωτίζει. ἐπὶ μὲν γὰρ τῶν γενητῶν καὶ φθαρτῶν ἴσως ἡ ὅλη ἠπάτησεν αὐτούς, ἐπὶ δὲ τῶν οὐρανίων ἀδύνατον τὸ τοιοῦτο. διό φησιν ἔτι δὲ φανερῶς ἀντιφάσεις ὑπάρχουσιν, ἅστινας οὐ δυνατὸν εἶναι ἅμα ἀληθεῖς καὶ ψευδεῖς· καίτοι ὅσον ἐκ τῶν λόγων τούτων ἔδει καὶ ταύτας συναληθεύειν. ὅπερ οὖν εἴρηται, δεῖ πρὸς ἅπαντας τοὺς τοιούτους λόγους αἰτεῖσθαι, καθάπερ ἐλέχθη καὶ ἐν τοῖς ἐπάνω λόγοις, οὐχὶ εἶναί τι ἢ μὴ εἶναι, ἀλλὰ σημαίνειν τι τὸ ὄνομα ὅπερ λέγουσιν· ὥστε δεῖ αὐτοὺς διαλέγεσθαι ῥήματα σημαίνοντα πράγματα λαβόντας, τί σημαίνει τὸ ἀληθὲς ἢ τὸ ψεῦδος· εἰ δὲ σημαίνουσι καὶ τὸ μέν ἐστιν ἀληθὲς τὸ λέγον ‘ἄνθρωπος περιπατεῖ’ ἡ δὲ ἀπόφασις ψευδὴς ἡ λέγουσα ‘ἄνθρωπος οὐ περιπατεῖ’, δῆλον ὡς ὅτι οὐ συναληθεύει ἡ ἀντίφασις. διό φησιν εἰ δὲ μηδὲν ἄλλο ὑπάρχει τὸ ἀληθὲς φάναι ἢ ὅπερ ἀποφάναι ψεῦδος ὑπάρχει, ἀδύνατον ἅπαντα ψευδῆ εἶναι· ἀνάγκη γὰρ τῆς ἀντιφάσεως θάτερον μόριον εἶναι ἀληθές, ὡς ὁ λόγος ἔδειξε. πρὸς ἐπὶ τούτοις δὲ εἰ πᾶν ἢ φάναι ἢ ἀπο- φάναι ἀναγκαῖον, ἀδύνατον ἀμφοτέρας τὰς προτάσεις ψευδεῖς εἶναι· θάτερον γὰρ μόριον τὴς ἀντιφάσεως ψεῦδός ἐστιν, ὡς διὰ πλειόνων ἐδείξαμεν. p. 1012a13 Συμβαίνει δὲ καὶ τὸ θρυλλούμενον πᾶσι τοῖς τοιούτοις λόγοις. Πρὸς ἐπὶ τούτοις δὲ οἱ ταῦτα λέγοντες ἑαυτοὺς ἀναιροῦσιν, ὡς εἷπε καὶ ὁ Πλατῶν ἐν τῷ Θεαιτήτῳ πρὸς τὸν Πρωταγόραν, * * * ἔλεγεν ὅτι πᾶς ἀληθῆ λέγει. ὁ οὖν Πλάτων ἔλεγεν ‘ὦ Πρωταγόρα, ἡμεῖς λέγομέν σε ψεύδεσθαι. εἰ οὖν ψευδόμεθα, οὐ πᾶς λέγει ἀλήθειαν ὁ λέγων· εἰ δὲ μὴ ψευδόμεθα, σὺ ψεύδῃ’, ὥσπερ ἐκεῖνός φησιν ὅτι Ἀλέξανδρος τὸ ὄναρ εἶδεν ὀνείρῳ μὴ πιστεύων. φησὶν οὖν ὅτι οὗτοι ἑαυτοὺς ἀναιροῦσιν· ὁ μὲν γὰρ πάντα ἀληθῆ λέγων καὶ τὸν ἐναντιούμενον αὐτῷ λόγον ἀληθῆ ποιεῖ, ὥστε τὸν ἑαυτοῦ οὐκ ἀληθῆ ποιεῖ (ὁ γὰρ ἐναντίος αὐτῷ οὔ φησιν αὐτὸν ἀληθῆ λόγον λέγειν, ὃν ἐκεῖνος ὑποτίθεται εἶναι λόγον ἀληθῆ), ὁ δὲ πάντα λέγων ψευδῆ πάλιν αὐτὸς ἑαυτὸν ἀναιρεῖ· καὶ αὐτὸς γὰρ ψεύδεται, ὥστε οὐκ] ἔστιν ἡ ἀπόφασις αὐτοῦ ἀληθής. περὶ τούτου ἐάν μοι εἴποι ὁ Πρωταγόρας, εἰ τύχοι, ὅτι πᾶς ὁ λέγων ἀληθὲς λέγει χωρὶς τοῦ μαχο- μένου μοι, καὶ οὕτως ἄτοπον· οἱ γὰρ ἐπαινοῦντες τὸν μαχόμενον αὐτῷ ψεύδεσθαι αὐτόν φασι, καὶ οἱ ἀποδεχόμενοι αὐτόν. πάλιν δὲ ἐὰν εἴποι πάντας ψεύ- δεσθαι λέγων χωρὶς ἐμοῦ, ὁ λέγων αὐτὸν ἀληθεύειν οὐ ψεύδεται· ὥστε οὐ γίνεται ψεῦδος. τοῦτο οὖν ἐστιν ὃ λέγει, ἐὰν δὲ χωρίζωσιν ἐπὶ τούτου ὁ μὲν πάντα ἀληθῆ λέγων τὸ ἐναντίον, ὡς οὐκ ἀληθεύει ἐκεῖνος ἐνατιούμενός μοι, πάλιν δὲ ὁ πάντας λέγων ψεύδεσθαι χωρὶς ἑαυτοῦ, οὐδὲν ἧττον ἀπείρους αὐτοῖς συμβαίνει αἰτιᾶσθαι λόγους ἀληθεῖς καὶ ψευδεῖς. ὁ γὰρ λέγων τὸν ἀλγθῆ λόγον ἀληθὴ καὶ ἐπαινῶν αὐτὸν ἀληθεύει καὶ ὁ δεχόμενος. τοῦτο δὲ εἰς ἄπειρον βαδιεῖται. p. 1012b12 Φανερὸν δὲ ὅτι οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες. Οὐδὲ οἱ πάντα ἠρεμεῖν λέγοντες ἀληθὴ λέγουσιν, οὔτε δὲ οἱ πάντα κινεῖσθαι. ἡ λέξις δὲ αὕτη οὐ φέρεται ἔν τισιν ἀντιγράφοις, ἐπειδὴ οἰκεία μᾶλλόν ἐστι τῇ φυσικῇ. οὐ μὴν ἀλλ’ ἐπειδὴ συγχρώμενος τοῖς προδεδειγμένοις περὶ αὐτῶν λέγειν δοκεῖ, οὐκ ἂν εἴη παντάπασιν ἀλλοτρία τῶν προκειμένων. εἰ οὖν, φησίν, ἠρεμεῖ πάντα, καὶ οὐκ ἔστι μεταβολή, συμγὰρ βήσεται ἀεὶ τὰ αὐτὰ μένειν ἀληθῆ καὶ ψευδῆ, μὴ ὄντος τοῦ μεταβάλλοντος· φαίνεται δὲ ἐν μεταβολῇ τὰ πράγματα· ὁ γὰρ λέγων αὐτὸς μεταβάλλει· πρώην γὰρ μὴ ὢν γέγονε, καὶ πάλιν ὕστερον φθείρεται. ὥστε εἰ ἔστι μεταβολή, οὐ πάντα ἠρεμοῦσιν. ἀλλ’ οὐδὲ πάντα κινεῖται· εἰ γὰρ πάντα κινεῖται, οὐδὲν ἔσται ἀληθές, ἐπειιόὴ πάντα ἐν ῥύσει ὑπάρχουσι, καὶ οὐ δυνατὸν ἀποφαίνεσθαι περί τινος ἀληθῶς, καθάπερ ἔλεγεν ὁ Κρατύλος· ὥστε πάντα ἤδη <ψευδῆ>. ἀλλὰ διὰ πλειόνων λόγων ἐδείξαμεν ὅτι οὐ δυ- νατὸν εἶναι πάντα ψευδῆ· οὐκ ἄρα πάντα κινοῦνται. ἔτι, φησίν, ἀ·νάγκη τὸ ὂν μεταβάλλειν· ἔκ τινος γὰρ εἴς τι ἡ μεταβολή. πρότερον οὖν ἠρεμῆσαν οὕτως μετέβαλε, καὶ ὃ εἴρηται ἐν τῷ Η λόγῳ, ὅτι τῶν ὄντων τὰ μὲν παντελῶς φησιν ἀκίνητα, ὡς τὰ οὐράνια, τὰ δὲ ποτὲ κινούμενα; ὡς τὰ ἐν γενέσει καὶ φθορᾷ. διό φησιν ἀλλὰ μὴν οὐδὲ πάντα ἠρεμεῖ ἡ κινεῖταί ποτε, ἀεὶ δὲ οὐδέν· ἔστι γάρ τι ὅπερ ἀεὶ κινεῖ τὰ κινούμενα, καὶ τὸ πρῶτον κινοῦν αὐτὸ ἀκίνητον ὑπάρχει, τουτέστι τὸ πρῶτον αἴτιον.

---

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4018.tlg001.local001/.
