Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ζ ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ
Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Ζ ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.1
Not analysed yet
p. 1028a10 Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον ἐν τοῖς περὶ τοῦ ποσαχῶς. εἰπὼν ἐν τῷ Δ ὅτι πολλαχῶς λέγεται τὸ ὄν, καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, καὶ ὡς τὸ ἀληθὲς καὶ ψεῦδος, καὶ ὡς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, καὶ διαλεχθεὶς ἐν τῷ E περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος καὶ τοῦ ὡς ἀληθοῦς καὶ ψευδοῦς, καὶ ἀποδείξας ὅτι ἡ σοφία οὐ διαλέγεται περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος, ἐπειδὴ μηδ’ ἄλλη τις τέχνη διαλέγεται περὶ αὐτοῦ, μήτε δὲ περὶ τοῦ ὡς ἀληθοῦς καὶ ψευδοῦς, ἐπειδὴ ταῦτα μὲν περὶ λόγον ἔχουσι τὸ εἶναι, ἡ δὲ σοφία περὶ πραγμάτων διαλέγεται, ἐνταῦθα ἐν τῷ Ζ περὶ τοῦ καθ’ αὑτὸ ὄντος διαλέγεται· περὶ γὰρ τοὐ ὡς δυνάμει καὶ ἐνεργείᾳ διαλέγεται ἐν τῷ H καὶ ἐν τῷ Θ· καὶ ἐπειδὴ τὰ καθ’ αὑτὸ ὄντα θεωρεῖται ἐν ταῖς δέκα κατηγορίαις, διαλέγεται ἡμῖν περὶ τῶν δέκα κατηγοριῶν. ἀλλ’ ἐπειδὴ κυριωτάτη ἐστὶ τῶν δέκα κατηγοριῶν ἡ οὐσία, τούτου χάριν περὶ τῆς οὐσίας λόγον ποιεῖται πολύν. εἶτα ἐπειδὴ τῆς οὐσίας ἡ μέν ἐστιν ἀσώματος καὶ ἁπλῆ ἡ δὲ σύνθετος, μᾶλλον δὲ ἡμῖν ἔγνωσται ἡ σύνθετος τῆς ἁπλῆς, περὶ τῆς συνθέτου ποιεῖται τὸν λόγον· εἶτα λοιπὸν καὶ περὶ τοῦ εἴδους. ἀλλ’ ἐπειδὴ τὸ μέν ἐστιν ἄυλον εἶδος τὸ δὲ ἔνυλον, ἐν δὲ ταῖς συνθέτοις οὐσίαις μάλιστα τὸ ἔνυλον εἶδος θεωρεῖται, f. 263r τούτου χάριν πολὺν λόγον περὶ τοῦ ἐνύλου εἴδους ποιεῖται, καὶ ζητεῖ τίνος ἐστὶν ὁρισμὸς μᾶλλον ὁ λέγων ζῷον λογικὸν θνητόν, ἀρά γε τοῦ ἐνύλου εἴδους ἢ τοῦ ἀύλου. καὶ τὸν πολὺν λόγον ἐνταῦθα περὶ ὁρισμῶν ποιεῖται, καὶ ζητεῖ ἆρα τετραχῶς λέγονται αἱ οὐσίαι, ὥς τινες ὑπέλαβον, ἡ καθόλου, ἡ γενική, ἡ εἰδική, καὶ ἡ καθ’ ἕκαστα, καὶ λεπτουργεῖ παντοδαπῶς τὸν περὶ τῆς οὐσίας λόγον, καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν αὐτὴ καθ’ αὑτὴν ἡ καθόλου, ὥς τινες ὑπέλαβον. εἶτα λοιπὸν δείκνυσιν ὅτι κατὰ πάντα τὰ σημαινόμενα τοῦ προτέρου κρείττων ἐστὶν ἡ οὐσία τῶν συμβεκαὶ βηκότων, φύσει, χρόνῳ, λόγῳ, γνώσει· φύσει μὲν ὅτι συναναιρεῖ καὶ οὐ συναναιρεῖται, χρόνῳ δὲ ὅτι ἐπιγίνεται τὰ συμβεβηκότα ταῖς οὐσίαις. ὡς γὰρ εχει ἡ μερικὴ πρὸς τὴν μερικήν, οὕτως ἔχει καὶ ἡ καθόλου πρὸς τὴν καθόλου· εἰ τοίνυν τὰ ἄτομα] ἐπὶ τῶν ἀτόμων πρότεραι ὑπάρχουσιν αἱ οὐσίαι τῶν συμβεβηκότων ἐπιγίνονται γὰρ ὕστερον αὐταῖς τὰ συμβεβηκότα, ὡς εἰρήκαμεν, διὸ καὶ ὕστερον πολλάκις ἐπιγίνεται τὸ λευκόν), δῆλον ὡς ὅτι καὶ ἐπὶ τῶν καθόλου οὐσιῶν οὕτως ἔχει ἡ φύσις. ἀλλὰ καὶ λόγῳ προτέρα ἐστὶν ἡ οὐσία τῶν συμβεβηκότων, εἴ γε τὴν μὲν οὐσίαν παραλαμβάνομεν εἰς τοὺς ὁρισμοὺς τῶν συμβεβηκότων λέγοντες οὕτως ὅτι ποιότητα λέγω καθ’ ἣν ποιοί τινες λέγονται, τὰ δὲ συμβεβηκότα οὐ παραλαμβάνομεν εἰς τὸν ὁρισμὸν τῆς οὐσίας. ὥστε προτέρα ὑπάρχει καὶ τῷ λόγῳ ἡ οὐσία τῶν συμβεβηκότων. καὶ αὖ τῇ γνώσει προτέρα ὑπάρχει ἡ οὐσία τῶν συμβεβηκότων· εἰ γὰρ μὴ προλάβωμεν τὸ τί ἐστι τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ, ὅ ἐστιν οὐσίας, οὐ δυνάμεθα γνῶναι τί ἐστι ποσὸν ἢ ποιόν, εἴ γε ἐκ τῶν ὁρισμῶν θηρῶνται τὰ πράγματα. p. 1028a10 Τὸ ὂν λέγεται πολλαχῶς, καθάπερ διειλόμεθα πρότερον. Φησὶν ὅτι τὸ ὂν πολλαχῶς λέγεται, καθάπερ εἰρήκαμεν ἐν τῷ Δ στοιχείῳ· σημαίνει γὰρ τὸ μὲν τί ἐστι καὶ τόδε τι. καὶ δι' ἀμφοτέρων τὴν οὐσίαν ἐδήλωσεν· ἐρωτώμενοι γὰρ τί ἐστι τόδε τὸ πρᾶγμα, οὐσίαν ἀποδίδομεν, οὐ συμβεβηκός, οἷον ὅτι ζῷον λογικὸν θνητόν. καὶ πάλιν δεικτικῶς περὶ τῆς οὐσίας ἐρωτώμενοι τὸ τόδε τι ἀποδίδομεν. δηλοῖ οὖν τὸ καθ’ αὑτὸ ὂν οὐσίαν, ποσόν, ποιὸν καὶ τὰς ἄλλας κατηγορίας. τοσαυταχῶς οὖν, φησίν, λεγομένου τοῦ ὄντος φανερόν ἐστιν ὅτι πάντων πρῶτόν ἐστιν ὂν ἡ οὐσία. ὅταν μὲν γὰρ περὶ συμβεβηκότος ἐρωτηθῶμεν ποῖόν τί ἐστιν, οὕτως λέγομεν· <οὐ γὰρ> οὐσίαν μόνον ἀποδίδομεν λέγοντες ἄνθρωπον, οὔτε δὲ λέγομεν συμβεβηκὸς μόνον ποιὸν λέγοντες, ἀλλὰ οὐσίαν πεποιωμένην, οἷον ὅτι ἀγαθὸν ἢ κακόν. ὅταν δὲ τί ἐστιν ἐρωτηθῶμεν, οὐκ ἀποδίδομεν συμβεβηκὸς μόνον λέγοντες λευκὸν ἡ θερμόν, ἀλλ’ οὐσίαν μόνον λέγοντες ἄνθρωπον ἡ· θεόν. ὥστε εἰ τὰ συμβεβηκότα δέονται τῆς οὐσίας, ἡ δὲ οὐσία οὐ δεῖται, κρείττων ἄρα ἡ οὐσία τῶν συμβεβηκότων. τὰ γὰρ ἄλλα ὄντα τὰ παρὰ τὴν οὐσίαν λέγονται ὄνια τῷ μετέχειν τοῦ κυρίως ὄντος, φημὶ δὴ τῆς οὐσίας· τὰ μὲν γάρ εἰσι ποσότητες τῆς οὐσίας, ὥσπερ τὸ ποσόν, τὰ δὲ πάθη, ὥσπερ τὸ ποιόν. διὸ καὶ ἄξιον ἀπορῆσαι περὶ τῆς ὑγείας αὐτῆς καθ’ αὑτὴν καὶ τῆς βαδίσεως καὶ τῶν ἄλλων τῶν τοιούτων, πότερον ὄντα ὑπάρχουσιν αὐτὰ καθ’ αὑτὰ ἢ οὐδὲ ὅλως, εἰ μήτι. γε ἄρα ἐν ψιλῇ ἐπινοίᾳ, ἀλλὰ τότε ἔχουσιν ὑπόστασιν, ὅταν σὺν τῇ οὐσίᾳ θεωρῶνται. ταυτα οὐν εἰσιν ὄντα τὸ καθήμενον καὶ τὸ ὑγιαῖνον, ὑγιαῖνον, μετὰ τῆς οὐσίας λαμβάνονται· τὸ γὰρ ἀγαθὸν ἢ τὸ καθήμενον οὐκ ἄνευ τοῦ τόδε ὑπάρχει, τουτέστιν οὐσίας, οὔτε δὲ χωρισθέντα αὐτῆς δύνανται διασώζεσθαι ὥστε διὰ τὴν οὐσίαν κἀκεῖνα ὑπάρχουσιν. ὥστε τὸ πρώτως ὂν καὶ οὐ τὶ ὂν ἀλλὰ ἁπλῶς ὂν ἡ οὐσία ἐστί. p. 1028a31 Πολλαχῶς οὖν λέγεται τὸ πρῶτον. Φησὶν ὅτι, καθάπερ ἐν Κατηγορίαις μεμαθήκαμεν, πολλαχῶς τὸ πρῶτον λέγεται. πρώτη οὖν πάντων ἐστὶν ἡ οὐσία καὶ φύσει καὶ λόγῳ καὶ χρόνῳ καὶ γνώσει. αἱ γὰρ ἄλλαι κατηγορίαι οὐ δύνανται αὐταὶ καθ’ αὑ- τὰς ὑποστῆναι, αὕτη δὲ ἄνευ ἐκείνων δύναται. καὶ τῷ λόγῳ δὲ προτέρα, ἐπειδὴ παραλαμβάνεται εἰς τὸν ὁρισμὸν τῶν συμβεβηκότων, ὡς ἔδειξεν ἡ θεωρία. ἄλλως τε δὴ τότε γινώσκεται ἕκαστον, ὅταν τὴν οὐσίαν αὐτοῦ γνῶμεν, ἤπερ τὰ συμβεβηκότα, οἷον γινώσκομεν μᾶλλον τὸν ἄνθρωπον, ὅταν γνῶμεν ὅτι ζῷον λογικόν ἐστιν ἢ ὅταν γνῶμεν ὅτι λευκόν ἐστι· ταῦτα γὰρ καὶ ἄλλῳ ὑπάρχουσι. καὶ πάλιν ἐπὶ τοῦ πυρὸς γινώσκομεν ὅτι πῦρ ἐστι γνόντες αὐτὸ ξηρὸν καὶ θερμὸν καὶ φωτιστικὸν καὶ καυστικόν, ἢ ὅτι ξανθόν ἐστιν ἢ ἄλλο τι τοιοῦτον ἔχον χρῶμα. ἄλλως τε δὴ καὶ αὐτὰ τὰ συμβεβηκότα τότε γινώσκομεν, ὅταν τἀς οὐσίας αὐτῶν γνῶμεν, οἷον τί ἐστι ποσὸν ἢ ποιόν, ἢ ὅτι τὸ ἴσον καὶ ἄνισον, ἢ ὅμοιον καὶ ἀνόμοιον· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. p. 1028b2 Καὶ δὴ καὶ τὸ πάλαι καὶ νῦν καὶ ἀεὶ ζητούμενον καὶ ἀεὶ ἀπορούμενον. Δείξας· ὅτι τὸ κυρίως ὂν ἡ οὐσία ἐστὶ κατὰ τὰ τρία σημαινόμενα τοῦ προτέρου, ἐπειδὴ καὶ αὕτη αἰτία τοῦ εἶναι τὰ συμβεβηκότα, ἐντεῦθεν μαρτυρίαν ποιεῖται τῶν παλαιῶν, καί φησιν ὅτι καὶ οἱ παλαιοὶ περὶ τοὐ ὄντος διαλεχθῆναι βουλόμενοι περὶ τῆς οὐσίας εἰρήκασι· καὶ οἱ μὲν ἓν εἰρήκασιν εἶναι τὸ ὄν, ὥσπερ Παρμενίδης καὶ Μέλισσος, οἱ δὲ πολλά, ὥσπερ Ἐμπεδοκλῆς λέγων τὰ τέσσαρα στοιχεῖα καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, καὶ Παρμενίδης μὲν πῦρ καὶ γῆν, οἱ δὲ ἄπειρα, ὥσπερ Δεύκιππος καὶ Δημόκριτος καὶ Ἀναξαγόρας. καὶ πάλιν οἱ μὲν μίαν οὐσίαν εἶναι εἰρήκασιν, οἷον τὴν f. 264v αἰσθητήν, ὥσπερ οἱ φυσικοὶ καὶ οἱ Στωικοί, οἱ δὲ τρεῖς εἰρήκασιν εἶναι οὐσίας, ὥσπερ Πλατῶν τὰς ἰδέας καὶ τὰ μαθήματα, τουτέστι τὰ διανοήματα, καὶ τὰς αἰσθητὰς οὐσίας. καὶ κυρίως μὲν οὐσίας ἔλεγε τὰς ἰδέας, οὐ κυρίως δὲ τὰ αἰσθητά· τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον μέν, ὂν δὲ οὐδέποτε'. ὁμοίως καὶ οἱ περὶ Σπεύσιππον καὶ Ξενοκράτην. καὶ ὁ μὲν Σπεύσιππος πολλὰς ἔλεγεν εἶναι οὐσίας· ἄλλην γὰρ οὐσίαν ἔλεγεν εἶναι μεγεθῶν καὶ ἄλλην ἀριθμῶν, καὶ ἐπὶ πάντων τῶν ὁμοίων, καὶ πάλιν ἄλλην οὐσίαν νοῦ καὶ ἄλλην ψυχῆς, καὶ ἄλλην σημείου οἱ πρὸ ἡμῶν. ἄδηλον δὲ ἡμῖν ἐστι πότερον τὰς αἰσθητὰς μόνον εἶναι ἔλεγον οὐσίας, καὶ τούτων ἆρα πάσας ἢ ἐνίας ἐξ αὐτῶν· ὁμοίως δὲ καὶ περὶ τῆς ἀσωμάτου, ἆρα μόνην τὴν ἀσώματον ὑπετίθεντο, καὶ εἰ μόνην, ἆρα πᾶσαν ἢ τινά. φησὶν οὖν ὅτι δεῖ ἡμᾶς διαστείλασθαι τὰ διάφορα σημαινόμενα τῆς οὐσίας, καὶ γνῶναι ποία ἐστὶν ἡ κυρίως οὐσία ἐξ ὧν δείκνυμεν. φησὶν οὖν ὅτι τετραχῶς λέγεται ἡ οὐσία· τὸ εἶδος, ἐπειδὴ καὶ αὐτὸ χαρακτηριστικόν ἐστι τοῦ συνθέτου, ἐπειδὴ καὶ τελειοῖ, λέγεται οὐσία, καὶ τὸ καθόλου, τουτέστιν ἡ ἰδέα, λέγεται οὐσία, καὶ τὸ γένος, οἷον τὸ ζῷον, λέγεται οὐσία, καὶ τὸ ὑποκείμενον, τουτέστι τὸ σύνθετον. καὶ τοῦτο διαιρεῖται τριχῇ εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον. καί φησιν ὅτι εἰ ὑποθώμεθα κυρίως ταύτην εἶναι οὐσίαν διὰ τὸ ὑποκεῖσθαι, τὴν ὕλην μάλιστα εἶναι οὐσίαν φήσομεν, ἐπειδὴ αὕτη πᾶσιν ὑπόκειται. p. 1028b2 Καὶ δὴ καὶ τὸ πάλαι τε καὶ νῦν καὶ ἀεὶ ζητούμενον. Φησὶν ὅτι καὶ πάλαι ὑπὸ τῶν πρὸ ἡμῶν ἐζητήθη τοῦτο καὶ νῦν δὲ ζητεῖται καὶ ἀεὶ ἀπορεῖται, ποῖόν ἐστι τὸ ὄν. τοῦτο δέ ἐστι ζητῆσαι τί ἐστιν οὐσία· κυρίως γὰρ ὄν, ὡς ὁ λόγος ἔδειξεν, ἡ οὐσία. ταύτην γὰρ f. 265r οἱ μὲν μίαν εἶναί φασιν, ὥσπερ Παρμενίδης, οἱ δὲ πολλάς, ὥσπερ Ἐμπεδοκλῆς, καὶ οἱ μὲν πεπερασμένας, οἱ δὲ ἀπείρους, ὥσπερ Δημόκριτος. διὰ τοῦτο οὖν καὶ ἡμῖν μάλιστα καὶ πρῶτον καὶ μόνον ὡς εἰπεῖν περὶ τοῦ ὄντως ὄντος, τουτέστι τοῦ κατὰ τὴν οὐσίαν, δεῖ θεωρῆσαι, τίς ἐστιν ἡ κυρίως οὐσία, ἐπειδὴ καὶ οἱ παλαιοὶ περὶ ταύτης ἐζήτησαν. p. 1028b8 Δοκεῖ δ’ ἡ οὐσία ὑπάρχειν. Φανερώτατα ὑπάρχειν τοῖς σώμασι. διὸ τά τε ζῷα καὶ τὰ φυτὰ καὶ τὰ μόρια αὐτῶν οὐσίας εἶναί φαμεν, οἷον χεῖρα καὶ κε- φαλὴν καὶ τὰ φυσικὰ πάντα σώματα, οἷον πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ αἰσθητά, καὶ ὅσα ἢ μόρια τούτων, ὥσπερ τὰ ζῷα ἢ τὸ μερικὸν ὕδωρ, ἢ ἐκ τούτων ἐστίν, μορίων ἢ πάντων. καὶ μορίων μὲν λέγει τὰ ζῷα· ἐκ γὰρ τῶν μορίων τῶν στοιχείων συνεστήκασιν· ἐκ πάντων δὲ τὸν πάντα κόσμον. διὸ ἐπήγαγεν οἷον ὅ τε οὐρανὸς καὶ τὰ μόρια αὐτοῦ, ἄστρα καὶ σελήνη καὶ ἥλιος. καὶ σημειωτέον ὅτι ἐνταῦθα ἐκ τῶν τεσσάρων στοιχείων φησὶν εἶναι τὸν οὐρανόν. p. 1028b13 Πότερον δὲ αὗται μόναι εἰσὶν οὐσίαι. Φησὶν ὅτι δεῖ ἡμᾶς ζητῆσαι, πότερον αὗται καὶ μόναι οὐσίαι ὑπάρχουσιν <αἱ> αἰσθηταί, ἢ καὶ ἄλλαι, τουτέστιν ἀσώματοι, ἢ τούτων τῶν ἀσωμάτων τινὲς ἢ καὶ ἄλλων, τουτέστι τῶν αἰσθητῶν, τινὲς καὶ οὐ πᾶσαι, ἢ αὗται μὲν οὔκ εἰσιν οὐσίαι, οὔτε αἱ νοηταὶ οὔτε αἱ αἰσθηταί, ἀλλὰ ἄλλαι. φησὶν οὖν ὅτι τοῖς μὲν Πυθαγορείοις δοκοῦσιν εἶναι οὐσίαι τὰ τοῦ σώματος πέρατα, οἷον ἐπιφάνεια, γραμμή, στιγμὴ καὶ μονάς. δῆλον δέ, φησίν, ὅτι ταῦτα συμβολικῶς ἔλεγον ἐκεῖνοι· τὴν γὰρ στιγμὴν ἐλάμβανον ἀναλόγως τῷ νῷ διὰ τὸ ἀμερές, τὴν δὲ γραμμὴν τῇ ψυχῇ διὰ τὸ ἔχειν τὸ ποθέν ποι, τουτέστιν ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα, τὴν δὲ ἐπιφάνειαν τῇ φύσει, τὰ δὲ σώματα τοῖς στερεοῖς διὰ τὸ πλάτος καὶ μῆκος καὶ βάθος. ἄλλοι δὲ ὥσπερ οἱ φυσικοὶ οὐκ οἴονται εἶναι ἑτέραν οὐσίαν παρὰ τὰ αίσθητά. οἱ δὲ πλείονας ὑποτίθενται οὐσίας, ὥσπερ Πλάτων, καὶ τὰς αἰσθη- τὰς καὶ τὰ μαθήματα καὶ τὰς νοητάς· καὶ μᾶλλόν φησι ταύτας οὐσίας εἶναι, τουτέστι τὰς νοητάς. Σπεύσιππος δὲ καὶ πλείους οὐσίας ὐποτίθεται ἀπὸ τοῦ ἑνὸς ἀρξάμενος, καὶ ἀρχὰς καὶ οὐσίας· ἄλλην γὰρ οὐσίαν λέγει εἶναι τῶν ἀριθμῶν καὶ ἄλλην τῶν μεγεθῶν καὶ ἄλλην ψυχῆς, καὶ †τούτων ἐπεκτείνει τὰς οὐσίας. p. 1028b24 Ἔνιοι δὲ τὰ μὲν εἴδη καὶ τοὺς ἀριθμούς. ἐντεῦθεν εἰς τὸν Ξενοκράτην ἀποτείνεται, καί φησιν ὅτι τὰ εἴδη τῶν πραγμάτων τοῖς ἀριθμοῖς προσηγόρευεν, ἐπειδή, ὥσπερ οἱ ἀριθμοὶ περιοριστικοί εἰσιν ὧν εἰσιν ἀριθμοί, οὕτω δὴ καὶ τὰ εἴδη περιοριστικὰ τῆς ὕλης ὑπάρχουσιν. εἶτα μετὰ τὰς ἰδέας δευτέρας οὐσίας ὑποτίθεται τὰς διανοητάς, τουτέστι τὰ μαθήματα, γραμμὰς καὶ ἐπίπεδα· τελευταῖα δὲ τὰ φυσικά. περὶ γοῦν τῶν διαφόρων δοξῶν, ποία λέγεται καλῶς ὑπὸ τῶν παλαιοτέρων καί ποία οὐ καλῶς, κὼ τίνων εἰσὶ κυρίως οὐσίαι, καὶ πότερον εἰσί τινες οὐσίαι παρὰ τὰς αἰσθητὰς οὐσίας ἢ οὔκ εἰσι, καὶ αὗται εἰ μὴ αἰσθηταί, πῶς εἰσιν, ἆρα δέονται ὑποκειμένου ἢ οὔ, καὶ πότερον ἔστι τις οὐσία χωριστὴ τῆς ὕλης, καὶ διὰ τίνα αἰτίαν ἐστὶ χωριστὴ τῆς ὕλης, ὡς μὴ δεομένη ἢ ὡς παρακτικὴ τῆς ὕλης ἢ ἀσώματος οὐσία, καὶ πῶς ἐστιν, ἀρά γε αὐτὴ καθ’ αὑτήν, καὶ τίς ἡ φύσις αὐτῆς, ἢ ἄρα οὐκ ἔστιν ἑτέρα τις οὐσία παρὰ τὰς αἰσθητὰς οὐσίας, δεῖ οὖν ἡμᾶς ἐπισκέψασθαι περὶ τούτων διελομένους τὰ διάφορα σημαινόμενα τῆς οὐσιας, καὶ εἰπόντας πρότερον τί ἐστιν οὐσία. p. 1028b33 Λέγεται δὲ ἡ οὐσία. Φησὶν ὅτι τετραχῶς λέγεται ἡ οὐσία. λέγεται γὰρ οὐσία τὸ εἶδος f. 266r αὐτὸ καθ’ αὑτό, καὶ τὸ καθόλου, τουτέστιν ἡ ἰδέα, καὶ τὸ γένος, τουτέστι τὸ ζῷον, καὶ τέταρτον λέγεται οὐσία εἶναι τὸ· ὑποκείμενον. τὸ δὲ ὑποκείμενόν ἐστι καθ'οὗ τὰ ἄλλα λέγεται, ἐκεῖνο δὲ οὐκέτι κατ’ ἄλλου λέγεται. διὸ δεῖ ἡμᾶς πρότερον περὶ τοῦ ὑποκειμένου διορίσασθαι. τοῖς γὰρ πολλοῖς ἀνθρώποις μάλιστα δοκεῖ εἶναι οὐσία τὸ ὑποκείμενον πρῶτον· τὸ δὲ ὑποκείμενον · φαίνεται εἶναι καὶ ἡ ὕλη ὡς ὑπομένουσα καὶ δεχομένη, φαίνεται εἶναι καὶ τὸ εἶδος ὡς τελειοῦν τὴν ὕλην καὶ ὁρίζον καὶ τρόπον τινὰ εἰς τὸ εἶναι παράγον, τρίτον δὲ τὸ σύνθετον τὸ ἐκ τούτων. ὅλη οὗν ἐστι κατὰ ἀναλογίαν ὥσπερ ὁ χαλκός, τὸ δὲ εἶδος τὸ τοιόνδε σχῆμα τοῦ χαλκοῦ, οἷον τοῦ ἀνδριάντος, ἐκ τούτου συγκείμενος αὐτὸς ὁ ἀνδριάς. ὥστε εἰ τὸ εἶδος τῆς ὕλης πρότερον ὡς τελειοῦν, τὸ δὲ τελειοῦν τοὺ τελειουμένου πρότερον τῇ φύσει ὑπάρχει, καὶ τοῦ συνθέτου αὐτοῦ πρότερόν ἐστι τὸ εἶδος, ὥσπερ ἡ ὑγίεια κρείττων ἐστὶ τῆς ὑγιείας τῆς ἐχούσης νόσον τινά. ὥστε ἐν σκιαγραφίᾳ τέως εἴρηται ἡμῖν τί ἐστιν οὐσία, ὅτι τὸ μὴ καθ’ ὑποκειμένου, ἀλλὰ καθ’ οὗ τὰ ἄλλα λέγονται. ὅμως καὶ οὕτως ἄδηλόν ἐστι· δύναται γὰρ καὶ ἡ ὕλη ὐποκείμενον εἶναι, καὶ διὰ τοῦτο καὶ οὐσία. μόνη γάρ αὕτη ὑπομένει τῆς ἄλλης διαφευγούσης· περιαιρουμένων γὰρ τῶν ἄλλων οὐ φαίνεται οὐδὲν ὑπομένον παρὰ τὴν οὐσίαν. τὰ μὲν γὰρ ἄλλα τῶν σωμάτων πάθη, τουτέστι μεταβολαί, καὶ ποιήματα ἐνέργειαι ὑπάρχουσι καὶ δυνάμεις, οἷον τὸ βαδίζειν, τὸ δὲ μῆκος καὶ πλάτος καὶ βάθος ποσότητες ὑπάρχουσιν ἀλλ’ οὐκ οὐσίαι· τὸ γὰρ ποσὸν οὐκ οὐσία ὑπάρχει, ἀλλὰ μᾶλλον τοῦτό ἐστιν οὐσία, ᾧτινι ταῦτα πρώτως ὑπάρχουσιν. ὑπάρχει γὰρ πρώτως ταῦτα τῇ ὕλῃ. ὥστε ἡ ὕλη ἐστὶν οὐσία. ἀφαιρουμένου τοίνυν μήκους πλάτους βάθους οὐδὲν ὁρῶμεν ἀπολειπόμενον, εἰ μὴ μόνον τὸ ὁριζόμενον ὑπὸ τούτων, τοῦτο δέ ἐστιν ὕλη· ὥστε τοῖς οὕτω σκοποῦσιν ἀνάγκη μόνην τὴν ὕλην ὑποτίθεσθαι οὐσίαν. λέγω δὴ ὕλην ἥτις αὐτὴ καθ’ αὑτὴν μήτε ποσόν ἐστι μήτε ἄλλο μηδὲν οἷς ὥρισται τὸ ὄν, τουτέστι μηδεμία ἄλλη κατηγορία. p. 1029a21 ἐστι γάρ τι καθ’ οὗ κατηγορεῖται τούτων ἕκαστον ᾧ τὸ εἶναι ἕτερον. Τὸ γὰρ ὑποκείμενον τούτων ἕτερόν ἐστι κατὰ τὸν ὁρισμόν, τουτέστιν ἡ ὕλη· τὰ μὲν γὰρ ἄλλα τῆς οὐσίας κατηγορεῖται, αὕτη δετῆς ὕλης, οἷον κατὰ ζῴου λογικοῦ θνητοῦ κατηγορεῖται καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ αἱ ἄλλαι, τουτέστι κατὰ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος κατὰ τῆς ὕλης. ὥστε τὸ ἔσχατον καθ’ αὑτὸ οὐδεμία ἐστὶ τῶν κατηγοριῶν. οὔτε δὲ αἱ στερήσεις ταὐτόν εἰσι τῇ ὕλῃ, εἴ γε ἡ μὲν οὐχ ὑπομένει ἐπιὸν τὸ εἶδος, ἡ δὲ ὕλη ὑπομένει. ἡ δὲ στέρησις οὐχ ὑπομένει, ὡς εἴρηται, ὕπαρξιν ἔχουσα κατὰ συμβεβηκός· τῷ γὰρ ἀπεῖναι ἐκ τοῦδε τὸ ἀνθρώπειον εἶδος λέγεται ἔχειν στέρησιν ἀνθρώπου, οὐ προηγουμένως. p. 1029a26 Ἐκ μὲν οὗν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι Δείξας ὅτι τὸ κυρίως ὂν ἡ οὐσία ἐστὶ καὶ ὅτι, εἰ δεῖ κατὰ τὸ ὑποκείμενον χαρακτηρίζειν τὴν οὐσίαν, ἡ ὕλη μᾶλλον ἢ] ἐστὶν οὐσία αὕτη γάρ. ἐστιν ἡ ὑποκειμένη πᾶσι τοῖς αἰσθητοῖς), ἐντεῦθέν φησιν· ὅτι οὐ δυνατὸν εἶναι τὴν ὕλην τὴν κυρίως οὐσίαν εἴ γε αὐτὴ καθ’ αὑτὴν ἀνείδεος ὑπάρχει καὶ ἀκαλλὴς καὶ δεομένη ἑτέρου πρὸς τὸ κοσμεῖσθαι ἐξ αὐτοῦ, ἀλλὰ κυρίως οὐσία ἐστὶ τὸ χωριστὸν καὶ ἐνεργείᾳ ὑπάρχον. λέγει δὲ χω- ριστὸν τὸ καθ’ αὑτὸ ὑπάρχον καὶ ἐνεργείᾳ ἀεὶ ὄν, τουτέστι τά νοητὰ εἴδη· ἐνέργειαι γάρ εἰσιν ἄνευ δυνάμεων καὶ αὐτά καθ’ αὑτὰ ὑπάρχοντα, καὶ οὐ δεόμενα ἑτέρου πρὸς τὸ εἶναι. ἡ μέντοι γε ὕλη οὐδὲ χωριστή ποτε δύναται εἶναι, τουτέστιν αὐτὴ καθ' αὐτήν· οὐδέποτε γὰρ γυμνὴ τῶν εἰδῶν θεωρεῖται, οὔτε μέντοι ἐνεργείᾳ ἔχει τὰ εἴδη ἀλλὰ δυνάμει. δύναται δὲ καὶ τὸ ἔνυλον εἶδος τοιοῦτον εἶναι καὶ χωριστὸν καὶ ἐνεργεία, τουτέστιν αὐτὸ καθ’ αὐτό, εἰ καὶ μὴ τῇ ὑπάρξει, ὥσπερ τὰ νοητά, ἀλλ’ οὖν γε τῇ ἐπινοίᾳ. πρότερον οὖν, φησίν, δεῖ ἡμᾶς εἰπεῖν περὶ τοὐ ἐνύλου εἴδους καὶ ἀποδοῦναι τὸν ὁρισμὸν αὐτοῦ †τῶν γὰρ στοιχείων τουτέστι τοὺς πολλοὺς λόγους περὶ ὁρισμῶν ποιεῖται, εἰ καὶ κρείττων ἐστὶν ἡ νοητὴ οὐσία, καὶ τότε δεῖ ἡμᾶς ὕστερον εἰπεῖν περὶ τῆς νοητῆς οὐσίας. δεῖ γὰρ ἡμᾶς ἄρχεσθαι ἀπὸ τῶν ἡμῖν σαφεστέρων καὶ συγκεχυμένων, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, τῇ φύσει δὲ ἀσαφεστέρων· τὰ γὰρ τελειότερα τῇ φύσει μὲν σαφέστερα ὑπάρχουσιν, ἡμῖν δὲ ἀσαφέστερα. οὕτως γὰρ καὶ αἱ ἄλλαι ποιοῦσι τέχναι, οἷον ἡ ἰατρικὴ πρότερον διαλέγεται περὶ τοῦδε τοῦ σιτίου καὶ τοῦδε τοῦ βοηθήματος, καὶ οὕτως λοιπὸν δι’ αὐτῶν κατασκευάζει τὴν ὑγείαν, ὅπερ ἐστὶ καθόλου. ὁμοίως δὲ καὶ ὁ νομοθέτης κολάζει τὸν ἀδικοῦντα τόνδε, καὶ οὕτως ἐπάγει τὸ καθολικόν, τουτέστι τὴν ἀρετήν, καὶ ποιεῖ εὐνομεῖσθαι τὴν πόλιν. εἶτα λοιπὸν ζητεῖ τίνος ἐστὶ κυρίως ὁ ὁρισμός, τῆς οὐσίας μόνον ἢ καὶ τῶν συμβεβηκότων ἢ καὶ τοῦ συναμφοτέρου ἅμα, τουτέστι τῆς οὐσίας καὶ τῶν συμβεβηκότων. καί φησιν ὅτι τῆς οὐσίας καὶ μόνης ὑπάρχουσιν οἱ ὁρισμοί. καθ’ αὑτὸ γὰρ ὑπάρχουσιν οἱ ὁρισμοὶ καὶ πρώτως, καὶ ἐξισάζουσι ***διὸ καὶ εἰ καθ’ αὑτὸ ὑπάρχει τῇ ἐπιφανείᾳ τὸ λευκόν, τουτέστι πρώτως, ἀλλ’ οὐκ ἀντιστρέφει· οὐδὲ γὰρ πᾶσα ἐπιφάνεια καὶ λευκή· πᾶς δὲ ἄνθρωπος λογικός. θέλουσιν οὖν οἱ ὁρισμοὶ καὶ καθ’ αὑτὸ ὑπάρχειν, τουτέστιν οὐσιώδεις εἶναι, εἴ γε ἐκ γενῶν καὶ συστατικῶν διαφορῶν λαμβάνονται, καὶ ἐξισάζειν. καὶ ἑνὸς καὶ τοῦ αὐτοῦ οὐ δύο· οὐ γὰρ δυνατὸν ὁρισμὸν ἕνα εἶναι τοῦ συναμφοτέρου, τουτέστιν οὐσίας καὶ συμβεβηκότος, ἐπειδὴ ἑνὸς πράγματος εἷς ἦν ὁρισμός, ὡς εἴρηται, οὐ δύο. οὔτε δὲ πάλιν, φησί, τῶν συμβεβηκότων δυνατὸν εἶναι ὁρισμούς, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων εἰσί, τὰ μέντοι γε συμβεβηκότα οὐχ ὑπάρχουσι καθ’ αὑτό. ὕστερον δὲ προϊὼν δείκνυσιν ὅτι καὶ τῶν συμβεβηκότων ὑπάρχουσιν ὁρισμοὶ καὶ τῶν οὐσιῶν χωρῖς καὶ χωρίς, οὐ μέντοι γε τοῦ συναμφοτέρου. οὐδὲ τῶν καθ’ ἕκαστα ὑπάρχουσιν οἱ ὁρισμοί, ἐπειδὴ οὐ πρώτως θέλουσιν ὑπάρχειν τῷ ὁριστῷ τὰ ἐν τῷ ὁρισμῷ, οἷον Σωκράτει τὸ λογικὸν καὶ τὸ ζῷον, ἀλλὰ διὰ μέσου τοῦ ἀνθρώπου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα. p. 1029a26 Ἐκ μὲν οὖν τούτων θεωροῦσι συμβαίνει οὐσίαν εἶναι τὴν ὕλην. Φησὶν ὅτι εἰ κατὰ τὸ ὑποκείμενον χαρακτηρίζειν δεῖ τὴν οὐσίαν, δόξειεν ἄν οὐσία εἶναι ἡ ὕλη. ἀδύνατον δὲ τοῦτο ὑπάρχειν· κυρίως γὰρ οὐσία ἐστὶ τὸ χωριστόν, τουτέστι τὸ καθ’ αὑτὸ ὑπάρχον καὶ τόδε τι, τουτέστι τὸ ἐνεργείᾳ, καθάπερ εἰρήκαμεν. διὸ τὸ εἶδος τὸ χωριστόν, τουτέστι τὸ νοητόν, δόξειεν ἂν εἶναι οὐσία ὡς ἀεὶ ἐνεργείᾳ ὑπάρχον καὶ δυνάμενον αὐτὸ καθ’ αὑτὸ ὑπάρχειν καὶ μὴ προσδεόμενον ἑτέρου, ἀλλὰ τὰ ἄλλα. πάντα ἐκείνου εἶναι δεόμενα. καὶ τὸ ἐξ ἀμφοῖν, τουτέστι τὸ ἔνυλον εἶδος, καὶ αὐτὸ καθ’ αὑτὸ ὑπάρχει καὶ ἐνεργείᾳ ἐστί. φησὶν οὖν ὅτι τὴν μὲν σύνθετον οὐσίαν, λέγω δὴ τὴν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, ἀφετέον· ὑστέρα γάρ ἐστι καὶ δήλη ὡς αἰσθητή. φανερὰ δέ πως καὶ ἡ ὕλη ἐξ ἀναλογίας. δεῖ οὖν ἡμᾶς τὴν τρίτην οὐσίαν ἐπισκέψασθαι, τουτέστι τὴν νοητήν· αὕτη γὰρ ἀπορωτάτη ἴσως, εἰ καὶ φανερωτάτη ἐστί, διὰ τὴν ἡμετέραν ἀσθένειαν. ἐπεὶ δὲ ὑπὸ πάντων ὁμολογοῦνται οὐσίαι εἶναι αἱ αἰσθηταί, δεῖ ἡμᾶς περὶ αὐτῶν πρῶτον εἰπεῖν καὶ ἄρξασθαι ἐκ τῶν ἡμῖν σαφεστέρων. p. 1029b1 ἐπειδὴ ἐν ἀρχῇ διειλόμεθα, πόσοις ὁριζόμεθα τὴν οὐσίαν. Φησὶν ὅτι κατ’ ἀρχὰς τοῦ προκειμένου βιβλίου εἰρήκαμεν ὅτι τετραχῶς λέγεται ἡ οὐσία, ἡ καθόλου, τὸ γένος, τὸ ὑποκείμενον καὶ τὸ τί ἦν εἶναι, τουτέστιν ὁ ὁρισμὸς τοῦ πράγματος. δεῖ οὖν ἡμᾶς πρότερον εἰπεῖν περὶ τῆς οὐσίας τῆς ὡς ὁρισμοῦ λαμβανομένης, τουτέστι περὶ τοῦ ἐνύλου εἴδους. δεῖ γὰρ ἐκ τῶν σαφεστέρων προϊέναι ἐπὶ τὰ ἀσαφέστερα, ἐπειδὴ καὶ αἱ μαθήσεις διὰ τῶν ἧττον γνωρίμων φύσει εἰς τὰ μᾶλλον αὐτῇ γνώριμα· τὰ γὰρ μερικὰ μᾶλλον ἀγνοεῖται τῇ φύσει ἤπερ τὰ καθόλου. αἱ δὲ μαθήσεις ἐκ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνέρχονται, ὥσπερ εἴρηται ἐν τῇ θεωρίᾳ ἐπὶ τῆς ἰατρικῆς καὶ τῆς νομοθετικῆς. καὶ ἐν ταῖς πράξεσι δὲ τὸ αὐτὸ ὁρῶμεν γινόμενον, ἐκ τῶν ἑκάστου ἀγαθῶν, τουτέστι τῶν μερικῶν ἀγαθῶν, τὰ ὅλως ἀγαθά, τουτέστι τὰ καθόλου· τὸ γὰρ καθόλου ἀγαθὸν καὶ ἑκάστῳ ἀγαθόν ἐστιν. ὁ γὰρ νομοθέτης ἐκ τῆς ἑνὸς κολάσεως ἀρετὴν ποιεῖ, ἥτις ἐστὶ καθόλου. οὕτως τοίνυν ἐκ τῶν ἡμῖν γνωρίμων τὰ τῇ φύσει πρότερα καὶ γνώριμα γίνονται ἡμῖν γνώριμα. τὰ δὲ ἡμῖν γνώριμα καὶ πρῶτα ὡς πρὸς ἡμᾶς πολλάκις ἠρέμα γνώριμα τῇ φύσει ὑπάρχουσι, καὶ μικρὸν ἢ οὐδὲν ἔχει τοῦ κυρίως ὄντος. οὔτε γὰρ τὰ αἰσθητὰ ὑπάρχουσι τὰ κυρίως ὄντα, ἅπερ ἡμῖν εἰσι γνώριμα, ἀλλὰ τὰ νοητά· ἐκεῖθεν γὰρ καὶ τοῖς αἰσθητοῖς τὸ εἶναι ὑπάρχει. δεῖ οὖν ἡμᾶς ἐκ τῶν φαύλως μὲν γνωστῶν, τουτέστιν ἐκ τῶν αἰσθητῶν, ἡμῖν δὲ μᾶλλον γνωρίμων τὰ κυρίως γνωστὰ θηρᾶσαι καὶ μὴ ὑπερβάθμιον πόδα τεῖναι. δεῖ οὖν πρότερον. εἰπεῖν ἡμᾶς περὶ τοῦ ἐνύλου εἴδους ἔνια λογικῶς, τουτέστιν οὐκ ἀκριβῶς· εἶπε γὰρ οὐκ ἀκριβῶς, ἐπειδὴ δείκνυσιν ὅτι μόνων τῶν οὐσιῶν ὑπάρχουσιν ὁρισμοί, καὶ ὕστερον άποδείκνυσιν ἀληθῶς ὅτι καὶ συμβεβηβότων ὑπάρχουσιν ὁρισμοί. ἢ λογικῶς εἶπεν, ἐπειδὴ ἐκ τοὺ ὑστέρου τὸ πρότερον βούλεται κατασκευάσαι, τουτέστιν ἐκ τοῦ ὁρισμοῦ τὸ εἶδος. πρότερον γάρ ἐστι τὸ εἶδος τοῦ ὁρισμοῦ· δεῖ γὰρ εἶναι τὸ εἶδος πρότερον, εἶθ’ οὕτως τὸν ὁρισμὸν αὐτοῦ ἐπιγίνεσθαι. καί φησιν ὅτι ἐκεῖνός ἐστιν ὁρισμὸς ὁ δηλῶν τὴν φύσιν τοῦ ὑποκειμένου πράγματος καθ’ αὑτό, οἷον ὁ Σωκράτης ἐν τῷ ἀνθρώπῳ ἔχει τὸ εἶναι, οὐκ ἐν τῷ μουσικῷ· οὐ γὰρ κατὰ ταὐτὸν ὑπῆρχε μουσικός, τουτέστι καθ’ αὑτὸν †ἄλλος ἄνθρωπος ὑπάρχει καθ’ αὑτό. καὶ οὐκ ἀρκεῖ μόνον τὸ καθ’ αὑτὸ εἶναι εἰς ὁρισμόν· οὐ γὰρ τὸ οὕτως καθ’ αὑτό, ὥσπερ τῇ ἐπιφανείᾳ ὑπάρχει τὸ λευκόν. οὐ ἔστι γὰρ τὸ ἐπιφανείᾳ εἶναι τὸ λευκῷ εἶναι· οὐ γὰρ πᾶν λευκὸν ἐπιφάνεια, εἰ καὶ πρώτως αὐτοῦ μετέχει, ἐπειδὴ οὐκ ἐξισάζει, ὥσπερ τὸ ζῷον λογικὸν θνητὸν ἐξισάζει τῷ ἀνθρώπῳ. ἀλλὰ μὴν οὐδ’ εἰ ὑποθοῖτό τις ἅμα λέγεσθαι τὴν ἐπιφάνειαν καὶ τὸ λευκόν, ἵνα τήνδε τὴν ἐπιφάνειαν λάβωμεν τὴν λευκήν· οὔτε γὰρ τὸ ὁριστόν ποτε παραλαμβάνεται μετὰ τοῦ ὁρισμοῦ· οὐδεὶς γὰρ λέγει ὅτι ἄνθρωπος ἄνθρωπός ἐστι ζῷον λογικόν. ὲν ᾧ οὖν ὁρισμῷ μὴ πρόσεστιν αὐτὸ τὸ ὁριστὸν λέγοντι καὶ περιελόντι τὸ ὁρι- στόν, τὸ τοιοῦτόν ἐστιν ὁρισμὸς τοῦ πράγματος. ὥστε εἰ ταὐτὸν λάβωμεν καὶ ὁρισμὸν τοῦ λευκοῦ τὸ λεῖον ἀντὶ τοῦ τῆς ὄψεως διακριτικοῦ, ἴνα ταὐτὸν ὑποθώμεθα ἐπιφάνειαν λευκὴν καὶ λείαν, τὸ αὐτὸ ἔσται τὸ λευκὸν τῷ λείῳ. ὥστε ἐντεῦθεν συνάγεται ὅτι δεῖ ἐξισάζειν τῷ ὁριστῷ τὸν ὁρισμόν. εἰ τοίνυν μὴ ἐξισάζει ἐπὶ τῆς ἐπιφανείας τὸ λευκόν οὐ γὰρ πᾶσα ἐπιφάνεια λευκή), δῆλον ὅτι οὐκ ἂν κυρίως καθ’ αὑτὸ ὑπάρχοι τὸ λευκὸν τῇ ἐπιφανείᾳ, ὥστε καὶ ὁ ὁρισμὸς αὐτῆς ***γίνεται. ἀλλὰ μὴν οὐδὲ τὸ ἐπιφάνεια τὸ ἐπιφανείᾳ λευκῇ εἶναι. ἀλλὰ μὴν οὐδὲ ἡ ἐπιφάνεια, φησί, ἐπιφάνεια λευκή ἐστιν, οὐδὲ ἔστι φύσις ἐπιφανείας καὶ τί ἦν εἶναι ἡ λευκὴ ἐπιφάνεια· ἐπὶ πλέον γὰρ ἡ ἐπιφάνεια τῆς λευκῆς ἐπιφανείας. p. 1029b22 ἐπειδή ἐστι καὶ κατὰ τὰς ἄλλας κατηγορίας σύνθετα. ἐντεῦθεν ζητεῖ εἰ ἄρα ὑπάρχουσιν ὁρισμοὶ τῶν συμβεβηκότων. καὶ πιθανῶς ἀνατρέπει ὅτι οὔκ εἰσι λέγων οὕτως, ὅτι ἐπειδή ἐστι καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις, φημὶ δὴ ταῖς λοιπαῖς ἐννέα τοῦ συμβεβηκότος, σύνθετα ἔστι γάρ τι ὑποκείμενον ἑκάστῳ, οἷον τῷ ποιῷ καὶ τῷ ποσῷ καὶ τῷ ποτὲ καὶ ταῖς ἄλλαις κατηγορίαις), δεῖ σκοπῆσαι, εἰ ἄρα ὑπάρχει ὁρισμὸς καὶ τούτων τῶν συμβεβηκότων, οἷον τίς ἐστιν ὁ ὁρισμὸς τοῦ λευκοῦ ἀνθρώπου. ἔστω δὴ ἓν ὄνομα τοῦ λευκοῦ ἀνθρώπου τὸ ἱμάτιον. ἔστιν οὖν ὁρισμὸς ἱματίου, ὃν δεῖ ζητῆσαι; φησὶν οὖν ὅτι οὐκ ἔστιν ὁρισμὸς ἄτων τοιούτων, ἐπειδὴ οὐχ ὑπάρχουσι τῶν καθ’ αὑτὸ λεγομένων, τοιοῦτοι δὲ θέλουσιν εἶναι οἱ ὁρισμοὶ καθ’ αὑτό. τὸ γὰρ οὐ καθ’ αὑτὸ διχῶς λέγεται· ἢ γὰρ ἐκ προσθέσεως ἢ ἐκ διαζεύξεως. ἐκ μὲν οὖν προσθέσεως, ἐπειδὴ λευκὸν βουλόμενοι ὁρίσασθαι ἀποδεδώκαμεν λόγον ἀνθρώπου λευκοῦ· τὸ δὲ τοιοῦτον οὐκ ἔστι καθ’ αὑτό, ἑνὸς δὲ πράγματός ἐστιν ὁ κυρίως ὁρισμός. πάλιν δὲ εἰ σημαίνοι τὸ ἱμάτιον λευκὸν ἄνθρωπον, ὁ δὲ ὀριζόμενος τὸ ἱμάτιον ὁρίζοιτο ὡς λευκόν· τοῦτο γὰρ οὐκ ἔστι καθ' αὑτό, οὔτε δὲ ὅλον τὸ ζητούμενον ὁ ὁρισμὸς περιέλαβε. τὸ δὲ λευκὸς ἄνθρωπος· ὁ οὖν ἄνθρωπός ἐστι λευκός, οὐ μέντοι ὁ ὁρισμὸς αὐτῷ τοῦ λευκῷ εἶναι ὑπάρχει. p. 1030a2 Ἀλλὰ ἱματίῳ εἶναι. ἐντεῦθεν ζητεῖ, εἰ ἄρα τοῦ συνθέτου ἐστὶν ὁρισμός, καί φησιν οὕτως. ἆρα τοῦ ἱματίου, τουτέστι τοῦ συνθέτου, ἐστὶν ὀρισμὸς ἢ οὐκ ἔστι; τῆς γὰρ οὐσίας ἐστὶ κυρίως ὁρισμός, ἐπειδὴ καὶ τῶν καθ’ αὑτὸ ὑπαρχόντων ἐστὶ καὶ ἐνὸς πράγματος· ὅταν δὲ ἄλλο κατ’ ἄλλου λέγηται, οὐκ ἔστι τοῦ τοιούτου ὁρισμός, ἐπεὶ μηδὲ μίαν φύσιν δηλοῖ. οἷον ὁ λευκὸς ἄνθρωπος οὐκ ἔστιν ὅπερ τόδε τι, ἐπειδὴ μοναις ταις ουσιαις υπαρχει το οπερ τοοε τι, τουτέστιν ὁρισμός. εἰ τοίνυν τοῦτο, ἔστι τὸ τί ἦν εἶναι, τουτέστιν ούσία, ὅσων ὁ λόγος ἐστὶν ὁρισμὸς καὶ οὐκ ὄνομα ἤγουν ὑπογραφή. διό φησιν ὁρισμὸς δέ ἐστιν οὐκ ἐὰν ἢ ὐπογραφὴ τὸ αὐτὸ δηλοῖ· ὁ γὰρ τοιοῦτος οὐκ ἔστιν ὁρισμός, ἐπεὶ οὕτως εὑρίσκοιντο πάντες οἱ λόγοι καὶ αἱ ὑπογραφαὶ ὅροι· ἕκαστον γὰρ πρᾶγμα ἔχει καὶ ὄνομά τι καὶ ὑπογραφήν. συμβήσεται οὖν καὶ τῆς Ἰλιάδος εἶναι ὁρισμόν, ἐπειδὴ ἔχει XOtl ὄνομα καὶ ὑπογραφὴν ὅτι σύγκειται ἐκ τοιῶνδε στοιχείων καὶ πράξεων. ποῦ δὲ τὸ γένος ἢ αἱ διαφοραί; ὥστε οὐ δυνατὸν εἶναι ὁρισμὸν τὸ αὐτὸ καὶ λόγον καὶ ὄνομα καὶ τῶν μὴ ὑπαρχόντων καθ’ αὑτό, ἀλλ’ ἐὰν πρώτου τινὸς ᾖ, τὸ τοιοῦτόν ἐστιν ὁρισμός· τοιαῦτα δέ ἐστιν ὅσα λέγεται μὴ τῷ ἄλλο κατ' ἄλλου λέγεσθαι, ἀλλ’ ἑνὸς πράγματος καὶ μόνου. ὥστε οὐκ ἔσται ὁρισμὸς τῶν μὴ διαιρουμένων εἰδῶν ἐκ γένους, ὥσπερ τοῖς καθ ἕκαστα· οὔτε γὰρ πρώτως ὑπάρχουσιν αὐτοῖς αἱ διαφοραί, ἀλλὰ διὰ μέσων τῶν εἰδῶν. τῶν οὖν εἰδῶν εἰσιν οἱ ὁρισμοί· ταῦτα γὰρ οὐ κατὰ μετοχὴν ὑπάρχουσι τῶν διαφορῶν καὶ παθῶν, ὥσπερ τὰ συμβεβηκότα ἢ τὰ ἄτομα, ἀλλ’ οὐσιωδῶς. τοῖς οὖν ἄλλοις ὑπάρχουσιν ὑπογραφαὶ ἤγουν ὀνόματα, ὅτι προγάστωρ, φαλακρός, Ἀθηναῖος, Σωκράτης, ἢ ἀντὶ λόγου ἁπλοῦ, τουτέστιν ὀνόματος, ὁ ὑπογραφικὸς λόγος ἀκριβέστερος· ὁρισμὸς δὲ οὐκ ἔσται ἐπὶ τούτων ἐπειδὴ οὐδ’ ἀμέσως μετέχουσι τῶν διαφορῶν, ὥσπερ τὰ κυρίως ὁριστὰ †δεῖν οὕτως εἶναι. p. 1030a17 <Ἢ> καὶ ὁ ὁρισμὸς ὥσπερ τὸ τί ἐστι πλεοναχῶς λέγεται· Δείξας διὰ τῶν προλαβόντων λογικῶς ὅτι οὐκ ἔστιν ὁρισμὸς τῶν συμ- βεβηκότων, ἐπειδὴ οἱ ὁρισμοὶ ἁπλῶν πραγμάτων ὑπάρχουσι καὶ τῶν καθ αὑτό, τὰ δὲ συμβεβηκότα ***οὗτε καθ’ αὑτὸ ὑπάρχουσιν αὐτὸ γὰρ τοῦτο λέγεται κατὰ συμβεβηκός· οὔτε γὰρ ἁπλᾶ πράγματα ὑπάρχουσιν, ἐπειδὴ συνεισφέρουσι καὶ ἕτερα μεθ’ ἑαυτῶν λεγόμενα, οὔτε γὰρ] αὐτὰ καθ’ αὑτὰ ὑποστῆναι δύνανται), ἐντεῦθεν ἀνατρέπει τὰ εἰρημένα ὑπ’ αὐτοῦ λογικῶς καὶ δείκνυσιν ὅτι καὶ τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων εἰσὶν ὁρισμοί, κεχρημένος τοιούτῳ ἐπιχειρήματι, ὅτι ὥσπερ τὸ ὂν καὶ ἡ ὕπαρξις τῶν πραγμάτων πλεοναχῶς λέγεται, οὕτω καὶ οἱ ὁρισμοὶ πλεοναχῶς λέγονται. ἐπειδὴ οὖν ἡ οὐσία κυρίως ὄν ἐστι, ὠὰ τοῦτο καὶ ὁ ὁρισμὸς αὐτῆς κυρίως ὁρισμός ἐστι· καὶ πάλιν ἐπειδὴ τὰ συμβεβηκότα οὔκ εἰσι κυρίως ὄντα, οὐδὲ οἱ ὁρισμοὶ αὐτῶν ἀπλῶς ὑπάρχουσιν, ὥσπερ οἱ ὁρισμοὶ τῆς οὐσίας, ἀλλὰ δὴ μετὰ προσδιορισμοῦ· ὁρισμὸς γὰρ ποιοῦ καὶ ποσοῦ οὐχ ὥσπερ ἐκεῖσε ὁρισμὸς τοῦ ὄντος ἄνευ τῆς οὐσίας. ὥστε καὶ τὰ συμβεβηκότα ἔχουσιν ὁρισμούς, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ὥσπερ φασὶν οἱ σοφι- σταὶ περὶ τοῦ μὴ ὄντος. ἐρωτῶσι γὰρ οὕτως ‘τὸ μὴ ὂν ἔστιν ἢ οὐκ ἔστιν'; εἰ μὲν οὖν ἔστιν, αὐτόθεν ἄτοπον τὸ λέγειν ὅτι ἔστι τὸ μὴ ον· εἰ δὲ μή ἐστι τὸ] μὴ ὄν, αἱ δύο ἀρνήσεις μίαν κατάθεσιν ποιοῦσιν, ὥστε πάλιν ἔστι τὸ μὴ ὄν. λέγομεν οὖν ὅτι φαμὲν ὅτι ἔστι τὸ μὴ ὂν ὡς μὴ ὑπάρχον. οὕτως οὖν φημι καὶ ἐπὶ τῶν συμβεβηκότων ὅτι ὑπάρχουσιν αὐτῶν ὁρισμοὶ οὐχ ὡς ἀπλῶς ὄντων, ἀλλ’ ὡς πῇ ὄντων. εἶτα ταύτα ειρηκὼς ζητεῖ, ἆρά γε συνωνύμως κατηγορεῖται τὸ ὂν τῶν δέκα κατηγορίων ἢ ομωμνύμως. καὶ δείκνυσιν ὅτι οὔτε συνωνύμως οὔτε ὁμωνύμως (<οὐχ> ὁμωνύμως μὲν ἐπειδὴ ὅλως κοινωνοῦσι τῇ οὐσίᾳ κατὰ τὸ πρᾶγμα, τὰ δὲ ὁμώνυμα οὐ κοινωνοῦσιν ἀλλήλοις κατὰ τὸ πρᾶγμα, ταῦτα δέ, καθὸ καὶ αὐτὰ λέγονται ὄντα, μετέχουσι τοὐ ὄντος· οὐ συνωνύμως δὲ ἐπειδὴ οὐκ ἔστιν εἷς ὁρισμὸς τῆς οὐσίας καὶ τῶν συμβεβηκότων, ἐπειδὴ μηδὲ μιᾶς ὑπάρχουσιν οὐσίας), ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς έν, τουτέστι τῶν πολλαχῶς λεγομένων, ὥσπερ τὸ ἰατρικὸν σμιλίον καὶ σιτίον ἀπὸ τῆς ἰατρικῆς λέγονται καὶ ἔχουσι μίαν ἀρχὴν τὴν ἰατρικήν, οὐκ ἔστι δὲ εἷς αὐτῶν ὀρισμός. ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς περὶ τῶν ἐκ προσθέσεως, καί φησιν ὅ τι ἐλέγομεν ἀνωτέρω ὅτι οὐκ ἔστι τῶν ἐκ προσθέσεως ὁρισμός. οἷον ἡνίκα βουλόμεθα ὁρίσασθαι τὸ λευκόν, λέγομεν χρῶμα διακριτικὸν ὄψεως ἐν σώματι θεωρούμενον. εἰ τοίνυν, φησίν, οὗτος ὁ λόγος ἀληθὴς ὑπάρχει τῶν καθ’ αὑτὸ συμβεβηκότων, παραλαμβάνομεν τὰ ὑποκείμενα εἰς τοὺς ὁρισμοὺς αὑτῶν· <ὥστε> οὐκ ἔσονται ὁρισμοί, ἐπειδὴ ἐκ προσθέσεως γίνονται οἱ ὁρισμοί. οἷον ὡς ἐπὶ τῆς σιμότητος· ἄνευ γὰρ τῆς κοιλάνσεως τῆς ἐν ῥινὶ οὐ δυνατὸν νοεῖσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ οὕτως μὲν προέρχεται ἡ ἀπορία, προιὼν δὲ ἐπιλύεται αὐτήν. p. 1030a17 Ἢ καὶ ὁ ὁρισμὸς ὥσπερ καὶ τὸ τί ἐστι πλεοναχῶς λέγεται. Καὶ γὰρ τὸ ὂν ἕνα μὲν τρόπον σημαίνει τὴν οὐσίαν, εἶτα λοιπὸν καὶ τὰς ἄλλας κατηγορίας. ὥσπερ καὶ τὸ ὂν ὑπάρχει πᾶσιν ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τῇ μὲν οὐσίᾳ πρώτως τοῖς δὲ συμβεβηκόσιν ἑπομένως καὶ διὰ τὴν οὐσίαν, οὕτως δὲ καὶ ὁ ὁρισμὸς ἀπλῶς μὲν τῇ οὐσίᾳ ὑπάρχει, πῶς δὲ τοῖς ἄλλοις, τουτέστι τοῖς συμβεβηκόσι. καὶ γὰρ ἐπὶ τοῦ ποιοῦ ἐρωτῶμεν τί ἐστι τὸ ποιόν· ὥστε καὶ τοῦ ποιοῦ ἐστιν ὁρισμός, ἀλλ’ οὐχ ἁπλῶς ὁρισμός· ἀλλ’ ὥσπερ ἐπὶ τοῦ μὴ ὄντος λογικῶς φασιν οἰ σοφισταὶ εἶναι τὸ μὴ ὄν, οὐχ ἀπλῶς δὲ εἶναι αὐτὸ ἐροῦμεν, ἀλλ’ οὕτως εἶναι ὡς μὴ ὄν, οὕτω δὲ καὶ τὸ ποιὸν ἔστι μέν, οὐχ ἁπλῶς δέ ἐστιν ὥσπερ ἡ οὐσία. p. 1030a27 Δεῖ μὲν οὖν σκοπεῖν καὶ τὸ πῶς δεῖ λέγειν περὶ ἑκάστου. Φησὶν ὅτι πρότερον δεῖ γινώσκειν τὸ πρᾶγμα οἷόν ἐστι καὶ μετὰ τοῦτο τὸ ὄνομα αὐτοῦ, εἶθ’ οὕτως τὸν ἀκριβῆ λόγον διδόναι περὶ αὐτοῦ. τοῦτο οὖν φησιν ὅτι δεῖ μὲν σκοπεῖν περὶ ἑκάστου πῶς δεῖ λέγειν περὶ αὐτοῦ, πότερον ὡς ἀπλῶς ὄντος ἢ ὡς πῇ ὄντος. πρότερον δὲ δεῖ σκοπεῖν τὴν φύσιν τοῦ πράγματος καὶ ὡς ἔχει φύσεως, καὶ τότε τὸ ὄνομα αὐτοῦ πολυπραγμονεῖν. διὸ καὶ νῦν, ἐπειδὴ τὸ λεγόμενον φανερόν ἐστιν ὅτι περὶ ὄντος ἐστὶν ὁ λόγος, καὶ ὁ ὁρισμὸς ὁμοίως ὑπάρχει πρώτως μὲν καὶ κυρίως τῇ οὐσίᾳ, ἐπειδὴ καὶ αὕτη κυρίως ἐστὶν ὄν, μετὰ δὲ ταῦτα καὶ τοῖς συμβεβηκόσιν, ὥσπερ καὶ ὁ ὁρισμὸς τῶν συμβεβηκότων οὐχ ἁπλῶς ἐστιν ὁρισμός, ἀλλὰ ποσοῦ ἐστιν ὁρισμὸς ἢ ποιοῦ. δεῖ γὰρ λέγειν τὰ συμβεβηκότα ἢ ὁμωνύμως εἶναι ὄντα ἢ προστιθέντα καὶ ἀφαιροῦντα, ὅτι ποσὸν ἐν οὐσία καὶ ποιὸν ὁμοίως καὶ τὸ μὲν προστιθέντα περὶ τῶν συμβεβηκότων λέγει, τὸ δὲ ἀφαιρ· οῦντα περὶ τῶν οὐσιῶν, οἷον λέγεται ὁρισμὸς ποσοῦ ἢ ποιοῦ, ἐπὶ δὲ τῆς οὐσίας δεῖ ἀφαιρεῖν τὸ τῆς οὐσίας ὄνομα καὶ λέγειν ὁρισμὸν τοῦ ὄντος, ἐπειδὴ κατὰ τοῦ ἁπλῶς ὄντος λέγεται ἡ οὐσία), ὥσπερ καὶ τὸ μὴ ἐπιστητὸν λέγομεν ἐπιστητόν· οὕτως δὲ καὶ τὰ συμβεβηκότα ἐροῦμεν. ὁ μέντοι γε ὀρθὸς ἔχει λόγος μήτε ὁμωνύμως λέγεσθαι τὰ συμβεβηκότα, ἐπειδὴ κοινωνοῦσι κατὰ τὸ πρᾶγμα, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, μήτε ὡσαύτως, τουτέστι συνωνύμως, ἐπειδὴ οὐχ ὁμοίως αὐτῶν κατηγορεῖται τὸ ὄν, ἀλλ’ ὥσπερ τὸ ἰατρικὸν σμιλίον λέγεται, ὡς τὰ ἀφ ἑνὸς καὶ πρὸς ἕν, καὶ τὸ ἰατρικὸν σιτίον, οὐ τὸ αὐτὸ δὲ καὶ ἕν, τουτέστιν οὐ συνωνύμως, οὐ μέντοι γε καὶ ὁμωνύμως· οὐδὲν γὰρ οὔτε ἰατρικὸν σῶμα οὔτε δὲ σκεῦος λέγεται οὔτε ὁμωνύμως οὔτε δὲ καθ’ ἕν, τουτέστι συνωνύμως, ἀλλὰ πρὸς ἕν, τουτέστιν ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. φησὶν οὖν, ὅμως ὡς ἄν βούλοιτό τις ταῦτα λεγέτω, ἢ ὁμωνύμως ἢ συνωνύμως· μόνον δεῖ τὴν ἔννοιαν αὐτὸν γινώσκειν τοῦ πράγματος· οὔτε γὰρ περὶ ὀνομάτων ἐστὶν ἡμῖν ὁ λόγος. ἐκεῖνο δέ ἐστι φανερὸν ὅτι ὁ πρῶτος καὶ ἁπλῶς ὁρι- σμὸς τῆς οὐσίας ἐστίν, ἐπειδὴ καὶ τὸ ἁπλῶς ὂν ἡ οὐσία· ἐν αὐτῇ γὰρ καὶ τὰ συμβεβηκότα θεωροῦνται. ἔστιν οὖν καὶ τῶν συμβεβηκότων ὁρισμός, ἀλλ’ οὐχ ὁμοίως οὐδὲ πρῶτος· οὔτε γὰρ τῶν κατὰ συνέχειαν ἐχόντων τὸ ἕν ἐστιν ὁρισμὸς οὔτε τῶν συνδέσμῳ. διὸ οὔ φαμεν ὁρισμὸν εἶναι τῆς Ἰλιάδος, ἐπειδὴ μία ἐστὶ τῇ συνεχείᾳ ἡ Ἰλιάς, ἅτε δὴ ἓν ἔχουσα τέλος, εἴ γε ἡ πᾶσα ποίησις, φησί, πρὸς τέλος ὁρᾷ τὴν ἁρπαγὴν τῆς Ἑλένης. οὔτε δὲ τῶν συνδέσμῳ ἕν, ὥσπερ ὁ οἶκος· ἐκ γὰρ τῆς συνδέσεως τῶν λί- θων καὶ τῶν ξύλων ἔχει τὸ ἓν ἐπίκτητον. φησὶν οὖν ὅτι οὐκ ἐξ ἀνάγκης. ἐὰν τοῦτο τιθῶμεν καὶ ὑποθώμεθα ὁρισμὸν εἶναι τοῦδε τοῦ πράγματος, ὁ δὲ ὁρισμὸς τὸ αὐτὸ δηλοῖ ὀνόματι, τουτέστιν ὃ ἂν ὄνομα λόγῳ τὸ αὐτὸ σημαίνῃ, ἤδη ὁρισμὸν εἶναι τοῦτον, ὥσπερ ἐπὶ τῆς Ἰλιάδος εἰρήκαμεν καὶ τοῦ οἴκου, ἀλλὰ τῷ λόγῳ, τουτέστι τῷ μὴ δηλοῦντι τὸ ἓν κατὰ συνέχειαν ἡ κατὰ σύνδεσμον. τοῦτο δὲ ἐὰν ὁρισμὸς ἑνὸς πράγματος ὑπάρχῃ μὴ ἔχοντος· τὸ ἓν τῇ συνεχείᾳ, ὥσπερ ἡ Ἰλιὰς ἢ ὅσα συνδέσμῳ ἔχουσι τὸ ἓν, ἀλλ’ ὁσαχῶς λέγεται τὸ ἕν. τὸ δὲ ἓν λέγεται ὥσπερ καὶ τὸ ὄν· τὸ δὲ ὂν τὸ μέν ἐστιν οὐσία, τὸ δὲ ποσὸν τὸ δὲ ποιόν. διὸ καὶ λευκοῦ ἀνθρώπου ἔσται λόγος, τουτέστι τοῦ συνθέτου, ἐπειδὴ ἀμφότερα ὄντα· ἄλλον δὲ τρόπον τοῦ λευκοῦ καὶ ἄλλον οὐσίας, ἐπειδή, ὡς εἴρηται, κυρίως ὄν ἐστιν ἡ οὐσία. p. 1030b14 ἔχει δὲ ἀπορίαν, ἐάν τις μή φησιν ὁρισμὸν εἶναι τὸν ἐκ προσθέσεως λόγον. ἐντεῦθεν τὴν ἀπορίαν κινεῖ, ὅτι δεῖ <χητεῖν> φησίν, εἰ μὴ ὐπάρχουσιν ὁρισμοὶ τῶν ἐκ προσθέσεως, τουτέστι τῶν παραλαμβανόντων τὰ ὑποκείμενα ἐν τοῖς ὁρισμοῖς ἑαυτῶν, ὥσπερ ἐπὶ τοῦ λευκοῦ εἰρήκαμεν, ὁριζόμενοι χρῶμα διακριτικὴν ὄψεως ἐν σώματι θεωρουμένην. φησὶν οὗν ὅτι εἰ ὁ λόγος οὗτος ἀληθής, ἀδύνατον εἶναι ὁρισμὸν τῶν συμβεβηκότων καθ' αὑτό· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν συνδεδυασμένων, τὰ καθ’ αὐτὰ συμβεβηκότα· ἐκ προσθέσεως γὰρ ἀνάγκη δηλοῦν τὸν ὀρισμὸν αὐτῶν. οἷον ἔστι ῥὶς καὶ κοιλότης καὶ σιμότης δῆλον· τὸ δὲ ἐκ τῶν δυεῖν λεγόμενόν ἐστιν ὁ ὁρισμός, καὶ οὐ κατὰ συμβεβηκός ὐπάρχουσιν ἡ σιμότης οὔτε ἡ κοιλότης τῇ ῥινέ, ἀλλὰ καθ'αὐτό. οὔτε γὰρ ὠς ὑπάρχει τὸ λευκὸν Καλλίᾳ ἢ ἀνθρώπῳ κατὰ συμβεβηκός, οὕτως ὑπάρχει καὶ τῇ ῥινὶ τὸ σιμόν, <ἀλλ'> ὥσπερ τὸ ἄρρεν τῷ ζῴῳ ὐπάρχει καθ' αὑτό, καὶ τὸ ἴσον τῷ ποσῷ, καὶ ὅσα λέγονται καθ' αὑτὸ ὑπάρχειν. ταῦτα δέ ἐστιν ὅσα ἐν τοῖς ὁρισμοῖς ἑαυτῶν παραλαμβάνουσι τὰ ὑποκείμενα, ὥσπερ ἐπὶ τοῦ ἀριθμοῦ. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος δεύτερος τῶν καθ’ αὑτό, καθάπερ ἐν τῇ Ἀποδεικτικῇ ἐλέγετο. τὸ γὰρ λευκὸν ἐνδέχεται ἄνευ τοῦ ἀνθρώπου δηλῶσαι, τὸ δὲ θῆλυ οὐ δύναται ἄνευ τοῦ ζῴου. ὥστε ἡ οὐκ ἔστι τούτων ὁρισμός, ἢ εἴπερ ἐστίν, ἀνάγκη ἐκ προσθέσεως εἶναι, ὥσπερ εἰρήκαμεν. p. 1030b28 ἔστι δὲ ἀπορία καὶ ἑτέρα περὶ αὐτῶν· εἰ μὲν γὰρ τὸ αὐτό ἐστι σιμὴ ῥὶς καὶ κοίλη ῥίς, τὸ αὐτὸ ἔσται τὸ σιμὸν καὶ τὸ κοῖλον. Δείξας ἤτοι ἀπορήσας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατόν ἐστι τῶν καθ’ αὑτὸ ὑπαρχόντων συμβεβηκότων εἶναι ὁρισμούς, ἐπειδὴ ἐκ προσθέσεως ὑπάρχουσιν. ἅτε δὴ συμπαραλαμβανόντων αὐτοῖς καὶ τὰ ὑποκείμενα, ὡς ἐπὶ τοῦ ἀριθμοῦ εἰρήκαμεν καὶ τῆς σιμότητος ἐρωτώμενοι γὰρ τί ἐστι περιττόν, φαμὲν ἀριθμὸς εἰς ἄνισα διαιρούμενος καὶ παρελάβομεν τὸ ὑποκείμενον αὐτοῦ εἰς τὸν ὁρισμόν, φημί δὴ τὸν ἀριθμόν) ἐντεῦθεν ἀπορίαν τινὰ κινεῖ ἀναιροῦσαν τῶν τοιούτων συμβεβηκότων τοὺς ὁρισμούς. τί γάρ; φησὶν ὅτι ἀδύνατόν ἐστιν εἶναι ὁρισμὸν τῶν τοιούτων· καὶ ἐν αὖ· τῇ γὰρ τῇ προφορᾷ τοὐ λόγου ἀδολεσχοῦμεν δὶς τὰ αὐτὰ λέγοντες. ἡνίκα γάρ φαμεν ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινί, οὐδὲν ἕτερον λέγομεν, ἢ ὅτι ῥὶς ῥίς ἐστι, καὶ διπλασιάζομεν τὴν ῥῖνα, ὅπερ ἐστὶν ἀδολεσχία. ἡ γὰρ κοιλότης λαμβάνεται ἀντὶ τῆς σιμότητος, ἡ δὲ σιμότης πάντως συνεισφέρει ἑαυτῇ τὴν ῥῖνα· ὥστε ὁ λέγων ‘σιμότης ἐστὶ κοίλανσις ἐν ῤινὶ' οὐδὲν ἕτερον λέγει ἢ ὅτι ῥίς ῥίς, καὶ ὡς εἴρηται, ἀδολεσχεῖ. εἰ τοίνυν οὐδὲ προενέγκασθαι δυνατόν ἐστι τὰ τοιαῦτα, πολλῷ μᾶλλον οὐδὲ ὁρίσασθαι. τὸ δὲ ἀληθέστερον τοῦτό ἐστιν· ἰστέον ὅτι ἡνίκα ὁριζόμεθα τὸν λευκὸν ἄνθρωπον, πάντως ἀποδίδομεν ὁρισμὸν καὶ τοῦ λευκοῦ καὶ τοῦ ἀνθρώπου λέγοντες ὅτι λευκὸς ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν μετέχον χρώματος διακριτικοῦ ὄψεως. οὕτως οὖν καὶ ἐνταῦθα συμβήσεται ἡ σιμότης τῇ ῥινί. ὁ γοῦν ὅρος ὁ λέγων ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινὶ τὴν σιμότητα λέγει μόνον. ἐὰν οὖν βουληθῶμεν ὁρίσασθαι ἀμφότερα, φημὶ δὴ τὴν σιμότητα καὶ τὸ ὑποκείμενον αὐτῆς, τουτέστι τὴν ῥῖνα, δὶς τὸ αὐτὸ παραληφθῆναι λέγομεν, ὅτι ῥὶς σιμή ἐστι ῥὶς κοιλότητα ἔχουσα ἐν ῥινί. ***τῇ ῥινὶ καὶ ῥὶς σιμὴ ἐνυπάρχει· καὶ γίνεται καὶ ἄλλο ἓν διὰ τὴν σιμότητα, καὶ οὕτως ἐπ’ ἄπειρον. λέγομεν οὖν ἡμεῖς, ἅπερ καὶ αὐτὸς λέγει, ὅτι καθάπερ ἐν τοῖς Σοφιστικοῖς ἐλέγχοις εἴρηται ὑπ’ αὐτοῦ, ὅτι, ἡνίκα μὲν αὐτὴ καθ’ αὑτὴν λαμβάνεται ἡ σιμότης, πάντως συνεισφέρει ἑαυτῇ τὴν ῥῖνα, ἡνίκα δὲ μετὰ τῆς ῥινὸς παραλαμβάνεται, οὐκέτι δηλοῖ τὴν ῥῖνα, ἀλλὰ τότε ὡς πάθος παραλαμβάνεται τῆς ῥινός· καὶ οὐκέτι συμβαίνει ἡμῖν ἀδολεσχεῖν λέγουσιν δὶς τὸ αὐτό. ἐρωτώμενοι οὖν τί ἐστι ῥὶς σιμή, φαμὲν ὅτι κοίλανσις ἐν ῥινί. ἰστέον <τοίνυν> ὅτι κυρίως μὲν ὁρισμὸς τῆς οὐσίας ἐστίν, εἴ γε οἱ κυρίως ὁρισμοὶ τῶν ἁπλῶς ὑπάρχουσι πραγμάτων, εἶτα λοιπὸν κατὰ δεύτερον λόγον τῶν συμβεβηκότων ἁπλῶς, ἐπειδὴ ἄνευ προσθήκης λέγονται. καὶ τρίτον τῶν καθ’ αὑτὰ συμβεβηκότων, ἐπειδὴ με- τά τινος προσθήκης λέγονται. ταῦτα εἰρηκὼς ἐφεξῆς ζητεῖ, ἆρά γε ταὐ- τόν ἐστιν εἰπεῖν ζῷον εἷναι καὶ ζῴῳ εἶναι, καὶ ἀγαθὸν εἶναι καὶ ἀγαθῷ εἶναι, καὶ ψυχὴν εἶναι καὶ ψυχῇ εἶναι. καὶ καθόλου ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων, ὡς εἴρηται ἐν Κατηγορίαις, ταὐτὸν εἶναι τὸ ζῷον εἶναι καὶ τὸ ζῴῳ εἶναι, τουτέστιν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν, καὶ· ψυχὴν εἶναι καὶ ψυχῇ εἶναι· ἐπὶ μέντοι γε τοῦ ἀνθρώπου οὐκέτι, ἐπειδὴ σύγκειται ἐξ ὕλης καὶ εἴδους, ὥστε οὐκ ἔστι ταὐτὸν λέγειν ἀνθρώπῳ εἶναι καὶ ἄνθρωπον εἶναι. εἶτα λοιπὸν ἐκτίθεται καὶ σοφιστικὸν παραλογισμόν, ἐξ οὗ πειρᾶται δεικνύναι καὶ ὕστερον δὲ ἀνατρέπει αὐτόν) ὅτι καὶ ἐπὶ τῶν συμβεβηκότων τὸ αὐτό ἐστι λευκὸν εἶναι καὶ λευκῷ εἶναι. καὶ προέρχεται ὁ λόγος τοῦ. τὸν τὸν τρόπον. οἱ γὰρ σοφισταὶ οὕτως φασὶν ὅτι ὁ ἄνθρωπος τὸ αὐτό ἐστι τῷ λευκῷ ἀνθρώπῳ· εἰ γὰρ ὑποθώμεθα ἕτερον εἶναι τὸν ἄνθρωπον παρὰ τὸν λευκὸν ἄνθρωπον, ἐπειδὴ Καλλίας καὶ ἄνθρωπός ἐστι καὶ λευκὸς ἄνθρωπος, αὐτὸς ἑαυτοῦ ἔσται ἕτερος, ὅπερ ἐστὶν ἀδύνατον. καὶ εἰ ταὐτόν ἐστιν ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος, διὰ τὰ αὐτὰ ταὐτὸν ἔστι τὸ καὶ ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ εἶναι. ὥστε συνάγεται ἐντεῦθεν ὅτι ταὐτόν ἐστι καὶ λευκὸν εἶναι καὶ λευκῷ εἶναι. τὸ δὲ ἀληθὲς συνήχθη διὰ τὸ συγχωρῆσαι τῇ προτάσει τῇ λεγούσῃ ὅτι ταὐτὸν ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος· εἰ δὲ ταῦτα, ταὐτόν ἔσται τὸ λευκὸν τῷ μου- σικῷ καὶ τῷ γραμματικῷ, ἐπειδὴ ἐν τῷ Ἀριστάρχῳ, εἰ τύχοι, θεωροῦνται ταῦτα. τί οὖν δεῖ ἡμᾶς λέγειν; ὅτι τὰ μὲν καθ’ αὑτὸ ὑπάρχοντα τῷ αὐτῷ καὶ ἀλλήλοις εἰσὶ ταὐτά, ὥσπερ τὸ ζῷον λογικὸν καὶ ὁ ἄνθρωπος καθ’ αὑτὸ ὑπάρχει τῷ Σωκράτει, καὶ ἀλλήλοις ἐστὶ ταὐτά· οὐ μέντοι γε καὶ τὰ κατὰ συμβεβηκὸς ὑπάρχοντα, ἐπειδὴ ταὐτὰ μέν εἰσι τὰ ὐποκείμενα, οὐκέτι μέντοι γε καὶ κατὰ τὸν λόγον. ὁ γὰρ ἄνθρωπος ὁ λευκὸς καὶ ὁ μουσικὸς τὰ αὐτὰ μὲν κατὰ τὸ ὑποκείμενον, ἐὰν ἀμφότερα σχοίη ἄνθρωπος, οὐκέτι μέντοι γε καὶ κατὰ τὸν λόγον τὰ αὐτά· ἕτερος γὰρ ὁρισμὸς λευκοῦ καὶ ἕτερος ἀνθρώπου καὶ ἕτερος μουσικοῦ· ὥστε τὰ κατά τι κοινωνοῦντα κοινὸν οὐκ αἰτητέον καὶ κατὰ πάντα κοινωνεῖν. ταῦτα εἰρηκὼς ἔρχεται λοιπὸν ἐπὶ τὰς ἰδέας, ἅς φασι καὶ πρώτας εἶναι οὐσίας, καί φησιν ὅτι ἡ ἰδέα τῆς οὐσίας καὶ τῆς] τοῦ ἀγαθοῦ καὶ τῶν ἄλλων ὁμοίως ταὐτόν ἐστι, τὸ οὐσία εἶναι καὶ οὐσίαν εἶναι, καὶ ἀγαθῷ εἶναι καὶ ἀγαθὸν εἷναι. ἢ γὰρ ταὐτόν ἐστιν ἢ οὐκ ἔστι ταὐτόν. εἰ μὲν οὖν ταὐτόν ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ μή ἐστι ταὐτὸν ἀλλ’ ἕτερον τὸ ἀγαθὸν εἶναι καὶ ἀγαθῷ εἶναι, εἰ συνέζευκται, ἔσονται σύνθετοι αἱ ἰδέαι καὶ οὐχ ἁπλαῖ, ὅπερ ἐστὶν ἄτοπον, εἴ γε εἴδη εἰλικρινῆ αὐτὰ ὑποτίθενται· εἰ δὲ μὴ συνέζευκται ἀλλὰ κεχώρισται, ἔσονται ἄλλαι οὐσίαι πρότεραι τῶν ἰδεῶν, ὅπερ οὐδὲ αὐτοὶ βούλονται· καὶ περὶ ἐκείνων δὲ τὸ αὐτὸ ἐρώτημα. ἔπειτα αἱ ἰδέαι οὐκέτι ἔσονται γνωσταὶ τῶν ὁρισμῶν κεχωρισμένων ἐξ αὐτῶν, ἐπειδὴ τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν αὐτῶν. ἔπειτα δὲ καὶ ἐκεῖναι οὐκ ἔσονται οὐσίαι, εἴ γε κεχωρισμέναι ὑπάρχουσι τῶν οὐσιῶν· ὥστε τὸ ἀγαθὸν οὐκ ἔστιν ἀγαθόν, ἐπειδὴ ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ κεχώρισται αὐτοῦ καὶ τὸ ἀγαθῷ εἶναι. ἐρεῖ δὲ καὶ πρὸς τοὺς τὰς ἰδέας εἰσάγοντας, ὅτι ἐπειδὴ κυρίως ὑποτίθεσθε τὰς ἰδέας, αὗται αἱ σύνθετοι οὐσίαι οὐκ ἔσονται οὐσίαι, ἐπειδὴ κεχωρισμέναι ὑπάρχουσιν τῶν ὄντως οὐσιῶν. οὐ γὰρ δυνατὸν εἰπεῖν ὅτι αἱ ἰδέαι ἐν ταῖς οὐσίαις θεωροῦνται· οὐ γὰρ κατὰ μέθεξιν, ὥς φησιν αὐτός, θεωροῦνται, ἀλλὰ αὐθυπόστατα ὑπάρχουσιν, εἴδηἄντα εἰλικρινῆ. p. 1030b28 ἐστι δὲ καὶ ἑτέρα ἀπορία περὶ αὐτῶν. Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, καὶ ἑτέραν ἀπορίαν κινεῖ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων, δεικνὺς ὅτι οὐκ ἔστιν αὐτῶν ὁρισμός. εἰ μὲν γάρ, φησί, τὸ αὐτό ἐστι σιμὴ ῥὶς καὶ κοίλη ῥίς, ταὐτὸν ἔσται τὸ σιμὸν τῷ κοίλῳ. εἰ δὲ μή ἐστι ταὐτὸν τὸ κοῖλον τῷ σιμῷ, ἐπειδὴ τὸ μὲν σιμὸν ἐπὶ ῥινὸς καὶ μόνης φέρεται, τὸ δὲ κοῖλον καὶ ἐπὶ ῥινὸς λέγεται καὶ ἐπὶ ἐπιφανείας καὶ ἄλλων, εἰ οὖν τὸ σιμὸν οὐδέν ἐστιν ἕτερον ἢ κοιλότης ἐν ῥινί, ἢ οὐ δυνατὸν εἰπεῖν ῥῖνα σιμήν, ἢ ὁ λέγων τοῦτο ἀδολεσχεῖ δὶς τὸ αὐτὸ λέγων ῥὶς ῥὶς κοίλη, καὶ διὰ τῆς σιμότητος καὶ διὰ τῆς ῥινὸς ῥῖνα δηλῶν. ἡ γὰρ σιμὴ ῥὶς ῥίς ἐστι κοίλη, ὥστε ὁ λέγων κοίλανσιν ῥι- νὸς ἀντὶ σιμότητος παραλαμβάνων τὴν κοίλανσιν δὶς λέγει τὴν ῥῖνα. ὥστε οὐ δυνατόν, φησίν, εἶναι τῶν τοιούτων ὁρισμόν· εἰς ἄπειρον γὰρ πρόεισιν· οὐδὲν γὰρ ἕτερον λέγει ἢ ὅτι ἡ ῥὶς ῥίς ἐστι σιμή, καὶ ὁ αὐτὸς λόγος ἔσται. ὁ γὰρ λέγων ὅτι σιμότης ἐστὶ κοίλανσις ἐν ῥινὶ οὐδὲν ἕτερον λέγει ἡ ὅτι τῇ ῥινὶ ῥὶς σιμὴ ἔνεστιν. ὣστε δῆλον ἐντεῦθεν ὅτι κυρίως ὁρισμὸς μόνης τῆς οὐσίας ἐστί, καὶ οἱ κυρίως ὁρισμοὶ ἁπλῶν ὑπάρχουσι πραγμάτων. εἰ γὰρ καὶ τῶν ἂλλων κατηγοριῶν, ἀνάγκη τοὺς ὁρισμοὺς ἐκ προσθέσεως εἶναι, οἶον τοῦ ποιοῦ καὶ τοῦ περιττοῦ· ποιότητα λέγω καθ’ ἣν ποιοί τινες λέγονται, καὶ περιττὸν ἀριθμὸν τὸν μὴ δίχα διαιρούμενον, καὶ παρέλαβον τὸ ὑποκείμενον· οὐ γὰρ ἄνευ ἀριθμοῦ δυνατὸν ὁρίσαι τὸ περιτ- τόν, οὐδ’ ἄνευ ζῴου τὸ θῆλυ. ἐπὶ δὲ τῶν ἐκ προσθέσεως συμβαίνει δὶς τὸ αὐτὸ λέγειν, ὥσπερ ἐν τούτοις, οἷον ἄρτιός ἐστιν ἀριθμὸς ὁ διαιρούμενος δίχα, καὶ τοῦ ἀριθμοῦ ἀριθμὸν ἐδήλωσε διὰ τῆς δίχα διαιρέσεως. ὥστε τῶν συνδυαζομένων, τουτέστι τῶν ἐκ προσθέσεως, οὐκ ἔστι κυρίως ὁρισμός, φημὶ δὴ τῶν καθ’ αὑτὸ συμβεβηκότων, οἷον, ὥς φησιν αὐτός, ἀριθμοῦ πε- ριττοῦ· ἀλλὰ τοῦτο λανθάνει τοὺς πολλούς, ὅτι οὐκ ἀκριβῶς ταῦτα λέγονται. εἰ δέ εἰσι καὶ τούτων ὅροι, ἢτοι ἀλλον τρόπον εἰσὶ καὶ οὐχ ὅμοιοι τῆς οὐσίας, ἐπειδὴ μηδὲ ἁπλῶν εἰσι πραγμάτων, ἢ καθάπερ ἐν τῇ θεωπίᾳ εἰρηται, πολλαχῶς δεῖ λέγειν εἶναι τὸνὁρισμόν. ὣστε καθὸ οἱ ὅροι μιᾶς φύσεως καὶ ἁπλῆς εἰσι δηλωτικοί ἓν γὰρ πρᾶγμα θέλουσι περι- λαμβάνειν), οὐκ ἔστιν ὁρισμὸς εἰ μὴ τῆς οὐσίας· καθὸ δὲ πολλαχῶς λέγεται ὁ ὁρισμός, καταχρηστικώτερον καὶ ἐπ τῶν μὴ δηλούντων μίαν οὐσίαν ἔσται ὁρισμὸς καὶ τῶν καθ’ αὑτὸ συμβεβηκότων. εἶτα συμπεραινόμενός φησιν ὅτι μεμαθήκαμεν ὅτι ὁρισμός ἐστιν ὁ λόγος ὁ δηλῶν τὴν οὐσίαν τοὐ πράγματος καὶ ὁτιὴ μόνων ἐστὶ τῶν οὐσιῶν ὁρισμὸς ἢ μάλιστα τῶν οὐσιῶν τῶν πρώτων καὶ τῶν ἁπλῶν, λοιπὸν τῶν ἄλλων κατὰ δεύτερον λόγον, καὶ οὐ κυρίως οὔτε ἀκριβῶς, ἐπειδὴ μὴ φυλάττουσι τὰ τοῦ ὁρισμοῦ μίαν δηλοῦντες φύσιν. p. 1031a15 Πότερον δὲ τὸ αὐτό εστιν <ἢ> ἕτερον τὸ τί ἦν εἶναι καὶ ἕκαστον. ἐντεῦθεν ζητεῖ εἰ] ἀρά γε ταὐτόν ἐστιν ἀνθρώπῳ εἶναι καὶ ἂνθρωἐπὶ πον διὰ μὲν γὰρ τοῦ τί ἦν εἶναι ἐδήλωσε τὸ ἀνθρώπῳ εἶναι, διὰ δὲ τοῦ ἕκαστον τὸν ἄνθρωπον), καὶ ψυχῇ εἶναι καὶ ψυχὴν εἶναι. δεῖ οὖν τοῦτο ἡμᾶς ζητῆσαι· ἔστι γὰρ καὶ τοῦτο ἀναγκαῖον πρὸς τὴν τῆς οὐσίας ἐπί. σκέψιν. εἶτα λοιπὸν καὶ συλλογισμὸν πλέκει ἐν δευτέρῳ σχήματι δεικνύντα ὅτι ταὐτόν ἐστι τὸ ψυχῇ εἶναι καὶ τὸ ψυχὴν εἶναι. φησὶ γὰρ ὅτι ἕκαστον πρᾶγμα οὐκ ἄλλο δοκεῖ εἶναι τῆς ἑαυτοῦ οὐσίας, ἀλλὰ τὴν ὕπαρξιν ἔχει κατὰ τὴν οἰκείαν οὐσίαν· καὶ ὁ ὁρισμὸς λέγεται ἡ ἑκάστου οὐσία· ταὐτὸν ἄρα ἐστὶν ἕκαστον καὶ ὁ ὁρισμὸς αὐτοῦ, τουτέστι ταὐτόν ἐστιν ἄν- θρωπον εἶναι καὶ ἀνθρώπῳ εἶναι. καὶ δοκεῖ μὲν ὁ συλλογισμὸς ἐκτεθεῖσθαι ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν, ὅπερ ἐστὶν ἀσυλλόγιστον· ἀλλὰ δεῖ τὴν μίαν πρότασιν ἀντιστρέψαι καὶ ἀναγαγεῖν τὸν συλλογισμὸν ἐπὶ τὸ πρῶτον σχῆμα, οἷον ἕκαστον κατὰ τὴν οἰκείαν οὐσίαν ὑπάρχει, ἡ δὲ οἰκεία ἑκάστου οὐσία ὁ ὁρισμός ἐστιν ἑκάστου, ταὐτὸν ἄρα ἐστὶν ἕκαστον καὶ ὁρισμός, τουτέστιν ἀνθρώπῳ καὶ ἄνθρωπον εἶναι. φησὶν οὖν ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς δόξει ἓτερον εἶναι τὸ λευκὸς ἂνθρωπος καὶ λευκῷ ἀνθρώπῳ εἶναι· εἰ γὰρ ταὐτόν ἐστιν, ὡς ἔλεγον οἱ σοφισταί, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, ἀνθρώπῳ εἶναι καὶ λευκῷ ἀνθρώπῳ ἐπειδὴ τὸ αὐ- τό, φασίν, ἐστὶν ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος, ἵνα μὴ αὐτὸς ἑαυτοῦ ἕτερος ὁ Καλλίας γένηται, ὥστε καὶ τῷ λευκῷ ἀνθρώπῳ καὶ τῷ ἀνθρώπῳ ταὐτόν), ἔστι δὲ ἄνθρωπος καὶ ἀνθρώπῳ εἶναι ταὐτόν, ὥστε καὶ λευκὸς ἄν- θρωπος καὶ λευκῷ ἀνθρώπῳ ταὐτόν ἐστιν. εἶτα ἐπιλυόμενός φησιν ὅτι οὐκ ἀνάγκη ὅσα κατὰ συμβεβηκὸς τὰ αὐτὰ ὑπάρχουσιν, ἢδη καὶ κατὰ πάντα τὰ αὐτὰ εἶναι. ὁ γὰρ ἄνθρωπος καὶ λευκὸς ἄνθρωπος κατὰ μὲν τὸ ὑποκείμενον τὰ αὐτὰ ὑπάρχουσι, κτὰ δὲ τὸν ὁρισμὸν οὐ τὰ αὐτά· ἄλλος γὰρ ὁρισμὸς ἀνθρώπου καὶ ἄλλος λευκοῦ. οὔτε γὰρ τὰ ἄκρα, τουτέστι τὰ κατὰ συμβεβηκός, ὡσαύτως γίνεται τὰ αὐτά, ὣσπερ καὶ τὰ καθ’ αὑτὰ ὑπάρχοντα ἑνὶ γίνεται τὰ αὐτά, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ ὁ περὶ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου λόγος, ὅτι ὑπάρχουσι τῷ Σωκράτει καὶ εἰσὶ τὰ αὐτὰ ἀλλήλοις. τὰ οὖν ἄκρα κατὰ συμβεβηκὸς ὑπάρχουσι τὰ αὐτά, οἷον λευκῷ εἶναι καὶ το μουσικῷ· διὸ ἂλλος ὁρισμὸς λευκοῦ καὶ ἂλλος μουσικοῦ· κατὰ δὲ τὸ ὑποκείμενον τὰ αὐτὰ ὑπάρχουσι. δοκεῖ δὲ τῷ ὄντι τοῖς πολλοῖς μὴ κατὰ συμβεβηκὸς ὑπάρχειν. p. 1031a28 ἐπὶ δὲ τῶν καθ’ αὑτὰ λεγομένων ἀνάγκη ταὐτὸν εἶναι. Δείξας ὅτι ἐπὶ τῶν κατὰ συμβεβηκὸς λεγομένων οὐκ ἔστι ταὐτὸν τὸ λευκῷ εἶναι καὶ τὸ λευκὸν εἶναι, καὶ ἀνθρώπῳ λευκῷ εἶναι καὶ ἄνθρωπον λευκόν ,ἐντεῦθεν ζητεῖ λέγων, ἆρά γε ἐπὶ τῶν καθ’ αὑτὸ λεγομένων ἀνάγκη ταὐτὸν εἶναι τὸ ψυχῇ εἶναι καὶ ψυχὴν εἶναι, οἷον εἴ τινες ὑπάρφασίν χουσιν οὐσίαι ὧν οὐσιῶν ***καὶ παρὰ ταύτας οὔκ εἰσιν οὐσίαι ἄλλαι φύσει πρότεραι αὐτῶν ὑπάρχουσαι. p. 1031a30 Οἳας φασὶν εἶναί τινες τὰς ἰσέας. ἰδοὺ πῶς οἶδεν ὅτι οὐσίας ἔλεγον τὰς ἰδέας καὶ οὐ λόγους οἱ ταύτας πρεσβεύοντες ; εἰ γάρ ἐστι, φησίν, ἓτερον αὐτὸ; αὐτὸ τὸ ἀγαθὸν καὶ τὸ εἶναι καὶ ζῲῳ καὶ ζῷον εἶναι, καὶ ὂντι καὶ τὸ ὂν, ἒσονται ἂλλαι οὐσίαι καὶ φύσεις καὶ ἰσέαι παρὰ τὰς λεγομένας, καὶ πρότεραι οὐσίαι ἐκεῖναι, εἰ τὸ τί ἦν εἶναι οὐσία ἐστί. καὶ εἰ μὲν ἀπολελυμέναι εἶεν ἀλλήλων τὸ ἀγαθὸν καὶ τὸ ἀγαθῷ εἶναι, τοῦ μὲν ἀγαθοῦ οὐκ ἔστιν ἐπιστήμη, ἐπειδὴ διὰ τῶν ὅρων γινώσκονται τὰ πράγματα, τῷ δὲ ἀγαθῷ εἶναι οὐκ ἔστιν ὕπαρξις, ἐπειδὴ τὸ ἀγαθὸν εἰρήκαμεν εἶναι οὐσίαν· λέγω δή, φησί, τὸ ἀπολελύσθαι, εἰ μήτε τῷ ἀγαθῷ αὐτῷ ὐπάρχει τὸ εἰναι ἀγαθῷ μήτε τούτῳ τὸ εἶναι ἀγαθόν. ἡ γὰρ ἐπιστήμη ἑκάστου καὶ ἡ γνῶσις αὐτοῦ διὰ τοῦ ὁρισμοῦ θηρᾶται καὶ ἐπὶ τοῦ ἀγαθοῦ καὶ ἐπὶ τῶν ἄλλων πάντων. ὥστε εἰ μὴ τῷ ἀγαθῷ εἶναί ἐστι ταὐτὸν τὸ ἀγαθόν, οὔτε τῷ ὄντι εἶναί ἐστι τὸ ὂν οὐδὲ τῷ ἑνὶ ἕν. ὣστε εἰ μηδὲ τῷ ὄντι εἶναι τὸ ὄν ἐστιν, οὐκ ἔσται ὕπαρξις τῶν τί ἦν εἶναι. ἄλλως τε δὴ οὐκ ἔστιν ἀγαθὸν ᾧτινι μὴ ὑπάρχει ἀγαθῷ εἶναι· ὣστε ἔσται τὸ ἀγαθὸν κεχωρισμένον ἀγαθότητος, ὅπερ προφανῶς ἐστιν ἄτοπον. εἰ γὰρ οἱ ὁρισμοὶ τῶν πραγμάτων δηλοῦσι τὴν φύσιν τοῦ ὑποκειμένου, τὸ δὲ ἀγαθὸν οὐ μετέχει τοῦ οἰκείου ὁρισμοῦ οὐδὲ τῆς ἀγαθότητος ἄρα μεθέξει. ὥστε πᾶσα ἀνάγκη ἓν εἶναι τὸ ἀγαθὸν καὶ ἀγαθῷ εἶναι καὶ μίαν φύσιν ἀπλῆν, καὶ καλὸν καὶ καλῷ εἶναι, ὅσα μὴ κατ’ ἄλλο λέγεται, τουτέστι τὰ σύνθετα. ἐπὶ γὰρ τῶν συνθέτων δια- φέρει τὸ τῷδε εἶναι καὶ τόδε εἶναι· τὸ μὲν γὰρ σύνθετόν ἐστι τόδε εἶναι, τουτέστιν ὁ Σωκράτης, τὸ δὲ εἶδος τοῦ Σωκράτους τοῦτό ἐστι τὸ τῷδε εἶναι καὶ τόδε εἶναι]. πρῶτα οὖν ἐστι καὶ καθ’ αὑτὰ καλὰ καὶ ἀγαθὰ τὰ ἄυλα καὶ μὴ χραινόμενα ὑπὸ τῆς ὕλης. p. 1031b14 Καὶ γὰρ τοῦτο ἱκανὸν ἐὰν ὑπάρχῃ καὶ μὴ ᾖ εἴδη. Θησὶν ὅτι πάντῃ καὶ πάντως, ἐὰν ὦσιν ἁπλᾶ εἴδη, τουτέστιν ἐὰν ὑπάρχωσιν, ἀνάγκη ἐστὶ τὸ αὐτὸ εἶναι τὸ τῷδε εἶναι καὶ τόδε εἶναι ἐπὶ τῶν ἁπλῶς εἰδῶν, κἂν ὑπάρχωσιν ἰδέαι κἄν μὴ ὑπάρχωσι διὰ τὰ προειρημένα. p. 1031b15 Ἃμα δὲ δῆλον ὃτι εἴπερ εἰσὶν αἱ ἰδέαι, οἵας τινές φασιν. ἐντεῦθεν πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἀποτείνεται καὶ λέγοντας ποιεῖ. φησὶν οὖν ὅτι εἴπερ εἰσὶναἱ ἰδέαι οἳας τινές φασι, τουτέστιν οὐσίαι καὶ μὴ λόγοι, οὐκ ἔσται τὸ ὑποκείμενον, τουτέστι τὸ σύνθετον. ταύτας γὰρ τὰς ἰδέας οὐσίας μὲν ἀναγκαῖον εἶναι, εἲ γε καὶ πρότεραι ὑπάρχουσιν, οὐ θεωροῦνται δὲ ἐν ὑποκειμένῳ ταῖς συνθέτοις οὐσίαις, ἐπεὶ οὕτως ἒσονται [αἱ] κατὰ μέθεξιν, ἀύλους δὲ αὐτὰς βούλονται, †ἐπεὶ τὰ ἐνταῦθα οὐκ ἔσονται οὐσίαι. ἐκ τούτων, φησί, τῶν λόγων μεμαθήκαμεν τὰ κατὰ σύνθεσιν ὡς οὐκ ἔστιν ἓν καὶ ταὐτὸν αὐτὸ ἕκαστον καὶ τὸ τί ἦν εἶναι ,καὶ ὅτι τοῦτό ἐστι τὸ ἐπίστασθαι ἕκαστον τὸ γινώσκειν τὸν ὁρισμὸν αὐτοῦ. ὥστε ἐπὶ τῶν ἀύλων ἀνάγκη ἕν τι εἶναι ἄμφω, ἕκαστον καὶ τὸ τί ἦν εἶναι αὐτοῦ. τὸ μέντοι γε κατὰ συμβεβηκὸς λεγόμενον, οἷον τὸ μουσικὸν ἢ τὸ λευκόν, διὰ τὸ διττὸν σημαίνειν οὐκ ἔστιν ἀληθὲς εἰπεῖν ὅτι ταὐτόν ἐστι τὸ τί ἦν εἶναι καὶ αὐτό. λέγεται γὰρ καὶ τὸ σῶμα λευκὸν ᾧ συμβέβηκε, καὶ αὐτὸ δὲ πάλιν τὸ συμβεβηκὸς λέγεται εἶναι λευκόν· ὥστε κατὰ τὶ μὲν τὸ αὐτό ἐστιν ἐπὶ αὐτῶν τὸ τί ἦν εἶναι καὶ αὐτό, κατὰ τὶ δέου. τῷ μὲν γὰρ ἀνθρώπῳ καὶ τῷ λευκῷ ἀνθρώπῳ οὐ τὸ αὐτό, ἐπειδὴ σύνθετόν ἐστι καὶ ἄλλης καὶ ἄλλης φύ- σεως ὑπάρχει, τῷ πάθει δὲ τὸ αὐτό, τουτέστιν αὐτῷ τῷ λευκῷ· ταὐτὸν γάρ ἐστιν εἰπεῖν λευκὸν καὶ λευκῷ εἶναι· ἀπλῶς γὰρ ἔστιν. p. 1031b28 Ἄτοπον δ’ ἂν φανείη κἂν εἲ τις ἑκάστῳ ὂνομα θεῖτο τῶν τι ἢν εἶναι. ἐντεῦθεν ἑτέραν ἐπιχείρησιν τίθησι κατασκευαστικὴν τοῦ ὅτι ἐπὶ τῶν ἄλλων πραγμάτων ταὐτόν ἐστιν ἕκαστον καὶ τὸ τῷδε εἶναι, εἴτε τῷ τῷδε εἶναι ὄνομα θείημεν, οἷον λίθον, εἴτε μὴ θείημεν αὐτῷ ὄνομα, τούτου τοῦ] προσλομβανομένου ὅτι ἔστιν οὐσίας ὁρισμὸς καὶ ὅτι τὸ τί ἦν εἶναι οὐσίαν δηλοῖ. τούτων οὕτω διωρισμένων ἐπὶ τῶν ἁπλῶν εἰδῶν τὸ τῷδε εἶναι τοῦ τόδε εἶναι ἡ κεχώρισται ἢ οὐ κεχώρισται, τουτέστιν ἢ ταὐτόν ἐστιν ἢ οὐκ ἔστι ταὐτόν. εἰ μὲν οὖν ὑποθώμεθα αὐτὸ μὴ κεχωρίσθαι, ἔχω τὸ ζητούμενον, ὅτι ταὐτόν ἐστιν τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι· εἰ δὲ μὴ ὑποθώμεθα εἶναι ταὐτόν, ἐπειδὴ τὸ τί ἦν εἶναι οὐσίας ἐστὶ δηλω- τικόν, ἐρωτῶμεν αὐτοὺς ‘ἐκείνη ἡ οὐσία, ἧς ἐστι δηλωτικὸν τὸ τί ἦν εἶναι, ἔχει ὁρισμὸν ἢ οὐκ ἒχει’ ; εἰ μὲν οὖν μὴ ἔχει, ἄτοπον τὸ λέγειν οὐσίας μὴ εἶναι ὁρισμόν, εἰ δὲ ἔστιν αὐτῆς ὁρισμός, πάλιν ἐρωτῶμεν αὐτοὺς ‘ὁ ὁρι- σμὸς ἐκεῖνος ὁ αὐτός ἐστι τῇ οὐσίᾳ ἢ οὐκ ἔστιν ὁ αὐτός ’; εἰ μὲν οὖν φῶσιν ὅτι ὁ αὐτός ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ εἴπωσιν ὅτι οὐκ ἔστιν ὁ αὐτός, πάλιν περὶ ἐκείνου ὁμοίως ἐρωτήσεις αὐτούς, καὶ οὕτως ἐπ’ ἄπειρον προελευσόμεθα. εἶτα ταῦτα εἰρηκώς, ἐπειδὴ σκοπὸν ἔχει διαλεχ- θῆναι περὶ τῆς κυρίως οὐσίας, πρότερον δὲ διαλέγεται περὶ τῆς ἡμῖν φα- νερᾶς, τούτου χάριν φησὶ πρότερον περὶ τῆς αἰσθητῆ· ς, λέγων ὅτι τῶν γι- νομένων τὰ μὲν φύσει ἐστί, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ ταὐτομάτου· ὕστερον δὲ προστίθησι καὶ τὰ ἀπὸ διανοίας. οὔτε γὰρ ταὐτόν ἐστι τὰ ἀπὸ τέχνης τοῖς ἀπὸ διανοίας· πᾶς γὰρ ἔχει προαίρεσιν, εἶτα τέχνην. καί φησιν ὅτι ἐπὶ τούτων τρία θεωροῦνται, τὸ ποιητικὸν αἴτιον, τὸ ὑλικόν, τὸ εἰδικόν. καὶ ἐπὶ μὲν τῶν φυσικῶν τὰ τρία φυσικὰ ὑπάρχουσι, καὶ τὸ εἶδος τὸ ἀνθρώπινον, εἰ τύχοι, καὶ ἡ ὕλη καὶ αὐτὴ ἡ φύσις· ἐπὶ δὲ τῶν τεχνητῶν ποιητικὸν αἴτιον ὁ τέκτων, εἰ τύχοι, ὑλικὸν τὰ ξύλα, εἰδικὸν τὸ τοιόνδε εἶδος τοῦ ἀβακίου. εἶτα λοιπόν φησιν ὅτι διττή ἐστιν ἡ ὑγίεια, ἡ ἄυλος ἡ ἐν τῷ ποιοῦντι καὶ ἰατρεύοντι, καὶ ἡ ἔνυλος, ἣ γίνεται ἐν τῷ ἰατρευομένῳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων, οἶον οἰκοδόμων καὶ τῶν ἄλλων τῶν τοιούτων. p. 1031b28 Ἂτοπον δ’ ἂν φανείη κἂν εἴ τις ἑκάστῳ ὂνομα θεῖτο τῶν τί ἦν εἶναι. Θησὶν ὅτι κἄν ὑποθώμεθα τὸ τἰ ἦν εἶναι ὄνομα ἔχειν τι, οἷον λίθον ἤ τι ἄλλο τοιοῦτον, ἄτοπόν ἐστι τὸ χωρίζειν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν τὸ τόδε εἶναι τοῦ τῷδε εἶναι. εἰ γὰρ κεχώρισται καὶ ἔστιν αὐτοῦ ἀλλότριον, τρίον, ἐπειδὴ οὐσίας ἐστὶ δηλωτικόν. καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἒσται καὶ παρ’ ἐκεῖνο ἄλλο τὸ τίην εἶναι ἵππῳ, τουτέστιν ἕτερος ὁρισμὸς †τοῦ τί ἦν ἄλλο τί ἦν εἶναι, ἐπειδὴ οὐσίας ἐστὶ δηλωτικόν, τῶν δὲ οὐσιῶν ὑπάρχουσιν ὁρισμοί. διό φησι τίην εἶναι ἵππῳ ἕτερον, τουτέστι διάφορον παρὰ ἐξ ἀρχῆς τί ἦν εἶναι. καίτοι, φησί, τί κωλύει καὶ νῦν ἒνια εἶναι εὐθὺς τί ἦν εἶναι, τουτέστιν ἄνευ ὀνόματος; ειὰ γὰρ τοῦ εὐθὺς τὸ ἄνευ ὀνόματος ἐδήλωσε. τουτέστι τί κωλύει, κἂν μὴ ὑποθώμεθα ὠνο- μάσθαι τὸ τί ἦν εἶναι, ἀλλότριον δέ ἐστι τοῦ τόδε εἶναι, καὶ ἔστιν οὐσίας δηλωτικόν, εἶναι καὶ αὐτοῦ ὁρισμόν; καὶ περὶ ἐκείνου ἐρωτήσομεν πάλιν τοῦ τί ἦν εἶναι ‘ταὐτόν ἐστι τῇ οὐσίᾳ ἢ οὐκ ἔστι ταὐτόν’ ; εἰ μὲν οὖν ταὐτόν ἐστιν, ἔχω τὸ ζητούμενον· εἰ δὲ διάφορον, πάλιν καὶ περὶ ἐκείνου τὰ αὐτὰ ἐρωτήσω, καὶ οὕτως ὁ λόγος ἐπ’ ἄπειρον ἐλεύσεται. δύναται δὲ τὸ καίτοι τί κωλύει καὶ νῦν εἷναι ἔνια εὐθὺς τί ἦν εἷναι οὕτω νοεῖ- σθαι, ὅτι εἴπερ μὴ ταὐτόν ἐστ’. τὸ τῷδε εἶναι καὶ τὸ τόδε εἶναι, τί κωλύει τῆς οὐσίας ἐκείνης εὐθὺς γίνεσθαι ὁρισμόν, εἴ γε πάσης οὐσίας ἐστὶν ὁρισμός; διὸ ἐπήγαγε εἴπερ οὐσία τὸ τί ἦν εἶναι, ἑκάστης δὲ οὐσίας ἐστὶν ὁρισμός, ἔσται καὶ τοῦ τί ἦν εἶναι ὁρισμός· καὶ οὗτος ὁ αὐτός ἐστι τοῦ τόδε εἶναι ἢ διάφορος. εἰ μὲν οὖν ὁ αὐτός, ἒχω τὸ ζητούενον· εἰ δὲ μή ἒστιν ὁ αὐτὀς, πάλιν ἐπὶ ἒτερον ἐλευσόμεθα, καὶ οὓτως ἐπ ἂπειρον ὁδεύσομεν. ὣστε οὐ μόνον ἓν ἐστι τὸ τῷδε εἶναι καὶ τὸ τόδε εὖι, ἀλλὰ καὶ ὁ λόγος αὐτῶν ὁ αὐτός, ὡς δῆλον ἐκ τῶν εἰρημένω πολλὰ γὰρ ἂτοπα ἐδείξαμεν ἑπόμενα τῷ λόγῳ τῷ ὑποτιθεμένῳ αὐτὰ κεχωσθαι ἀπ᾿ ἀλλήλων. οὐτε γὰρ κατὰ συμβεβηκὸς ἓν τὸ ἑνὶ εἶναι καὶἓν, ἀλλὰ καθ᾿ αὐτό, καὶ μία οὐσία. ἂλλως τε δὴ καὶ ἐπ᾿ ἂπερον ὁ λόγος ροέρχεται, εἰ ἂλλο ἒσται τὸ τῷδε εῑναι καὶ τόδε εἶναι. ἐπειδή <γὰρ> καὶτὸ τί ἦν εἶναι δδοὐσίας ἐστὶ δηλωτικόν, ἒσται αὒτοὖ ὁρισμός· καὶ εἰ μὲν ὁ ατός, ἒχω τὸ ζητούμενον· εἰ δὲ διάφορος, καὶ ἐπ᾿ ἐκείνου ἐρωτῶ, καὶ ἐπ᾿ σειρον ὁ λόγος προέρχεται. καὶ πάλιν τὸ ἓν ἐπειδὴ οὐσία ἐστίν, ἒσται αὖιῦ ὁρισμός, καὶ οὖτος ἢ ἂλλοτριος ἢ ὁ αὐτός. εἰ μὲν οὖν ὁ αὐτός, ἒω ὁ ζητούμενον· εἰ δὲ ἀλλότριος, πάλιν ἒσται κἀκείνου ὁρισμός, καὶ οὒ ρον προερχόμεθα. διό φησιν ὣστς καὶ ἐπ’ ἐκείνων ὁ αὒτὸ ἒσται λόγος. p. 1032a4 Ὃτι μὲν οὖν ἐπὶ τῶν πρώτων καὶ καθ᾿ αὐτ λεγομενων. Δείξας διὰ πολλῶν ἐπιχερημέτων πολλά ἐπόμενα ἂτοπα το ὐποτιθεμένοις διαφοπὰς εἶναι τοῦ τῷδε εἶναι καὶ τοῦ τόδε εἶναι, ἐντεδεν συμπεραίνει τὰ εἰρημένα, καὶ φησιν ὃτι ἐπὶ τῶν πρώτων καὶ καθ᾿ στὰς λεγομένων οὐσιῶν, τουτέστ: τῶν ἁκλῶν, τὸ ἑκάστῳ εἶναι καὶ ἓκασυ ταὐτόν εστιν. p. 1032a6 Οἱ δὲ σοφιστικοὶ ἒλεγχοι πρὸς τὴν θέσιν ταὐτην φαωερον ὅτι τῇ αὐτῇ λύονται λύσει καὶ εἰ ταὐτὸ τὸ Σωκράτης καὶ τὸ Σωκράτει εἶναι. Ὄτι ἐπι μὲν τῶν συμβεβηκότων οὐκ ἒστι ταὐτὸν ἀνθρώρῲ λευκῷ εἶναι καὶ ἂνθρμπος λευκός, ἐπειδὴ τὰ συμβεβηκότα τῶν οὐσιῶν ἀφορα ὑπάρχουσι καὶ καντελῶς ἐξηλλαγμένα. εἶτα ἐπειδὴ ἀνωτέρω ἂλλοις ἒχρήσατο παραδείγμασιν εἰπὡν λευκῷ ἀνθρώπῳ εἶναι καὶ λεοκὸς ἂνρωπος, ἐνταὺθά φησι Σωκράτης καὶ Σωκράτει φησίν οὖν οὐδὲν αφέρει τὸ κεχρῆσθαι διαφόροις παραδείγμασιν· οὒτε γὰρ ***τὰ παραῦγματα. διό φησιν οὐδὲν γὰρ διαφέρει οὒτε ἐξ ὦν ἐρωτηθείη ἂν τι οὐτε ἒξ ὧν λύων ἐπιτὐχοι, τουτέστιν οὒτε τὸ ἐρωτῆσαι, ἐὰν χρήστό τις διαφόροις παραδείγμασιν ἐρωτώμενος, οὐδὲν βλάπτει τὸν λόγον, μων ἵνα συμφωνῶσι τῇ φύσει τῶν παραδειγμάτων. εἶτά φησιν ὃτι πῶς μὲνούν τὸ τί ἦν εἶναι ταὐτὸν καὶ πῶς οὐ ταὐτὸν ἑκάστῳ, εἴρηται, ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν ταὐτό ἐστιν, ἐπὶ δὲ τῶν συνθέτων διάφορον. p. 1032a12 Τῶν δὲ γινομένων τὰ μὲν φύσει γίνονται, τὰ δὲ τέχνῃ. Καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, σκοπὸν ἔχει διαλεχθῆναι περὶ τῆς ἀύλου καὶ κυρίως οὐσίας. ἐπεὶ δὲ ἡ αἰσθητὴ φανερά ἐστι μᾶλλον, πρότερον διαλέγεται περὶ αὐτῶν. αὗται δὲ πᾶσαι ἢ ὑπὸ φύσεως γίνονται ἢ ὑπὸ τέχνης ἢ ἀπὸ τοῦ αὐτομάτου. φησὶν οὖν ὅτι τῶν γινομένων τὰ μὲν φύσει γίνονται, τὰ δὲ τέχνῃ, τὰ δὲ ἀπὸ τοῦ αὐτομάτου. πάντα δὲ τὰ γινόμενα ἔχουσι καὶ ποιητικὸν αἴτιον καὶ ὑλικὸν καὶ εἰδικόν. διὰ μὲν γὰρ τὸ ὑπό τινος τὸ ποιητικόν, διὰ δὲ τὸ ἔκ τινος τὸ ὑλικόν, διὰ δὲ τὸ τὶ τὸ εἰδικὸν ἐδήλωσε. διὸ καὶ ἐπήγαγε λέγων τὸ δὲ τὶ λέγω καθ᾿ ἑκάστην κατηγορίαν· ἢ γὰρ οὐσία ἐστὶ τὸ γινόμενον, οἷον ἄνθρωπος ἢ ἀβάκιον, ἢ ποσὸν μέγεθος, τουτέστιν αὔξησις, ἢ ποιόν, καθ᾿ ὅ φαμεν ὅτι γέγονε λευκόν. αἰ τοίνυν γενέσεις, φησίν, αἱ φυσικαὶ αὗταί εἰσιν, ὠνὴ γένεσίς ἐστιν ἐκ φύσεως. τὸ γὰρ σπέρμα καὶ τὸ καταμήνιον δημιουργούμενον ὑπὸ τῆς φύσεως οὕτω παράγεται, καὶ γίνεται ἄνθρωπος. τὸ δὲ ἐξ οὗ γίνεται, ἣν λέγομεν ὓλην· τὸ δὲ ὑφ᾿ τῶν φύσει ὄντων· τὸ δὲ τὶ φθδικὰ ὑπάρχουσι φύσεως γινόμενα εἴδη, οἷον ἄνθρωπος ἢ φυτὸν ἤ τι ἄλλο τῶν τοιούτων, ἃτινα εἲδη κυρίως μάλιστα λέγομεν εἰναι οὐσιας· ἕκαστον γὰρ τῶν πραγμάτων κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται. ἃπαντα δἐ, φησί, τὰ γινόμενα εἲτε ὑπὸ φύσεως εἲτε ὑπὸ τέχνης ἔχουσιν ὓλην· δυνατὸν γὰρ καὶ γενέσθαι ἄνθρωπον καὶ μὴ γενέσθαι, καὶ πάλιν τὸν οἶκον ὡσαύτως, τὸ δὲ δυνάμει τοῦτο ὕλη ἐστίν· ὥστε πάντα τὰ γινόμενα ἔχουσιν ὕλην. φησὶν οὖν ὅτι ἐπὶ τῶν φυσικῶν πραγμάτων καὶ τὸ ὑλικὸν αἴτιον καὶ τὸ ποιητικὸν καὶ τὸ εἰδικὸν φύσει ἐστί. τὸ γὰρ γινόμενον ἒχει φὐσιν τὴν φροντίζουσαν αὐτοῦ, οἷον τὸ φυτὸν καὶ τὸ ζῷον, καὶ ὑφ᾿ οὗ ἡ κατὰ τὸ εἶ· δοςλεγομένη φύσις ὁμοειδὴς τῷ ποιοῦντι· αὕτη δέ ἐστιν ἐν ἂλλῳ, οἷον, εἰ τύχοι, ἐν τῷ πατρί· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ. οὕτως μὲν οὖν, φησί, γίνεται τὰ γινόμενα διὰ τὴν φύσιν, ἰδὲ ἂλλαι γενέσεις οὐ κυρίως λέγονται εἶναι γενέσεις, ἀλλὰ μᾶλλον ποιήσεις. ἐπειδὴ δὲ τὸ γεννᾶν ἐπὶ μόνης φύσεως λέγεται, εἰκότως καὶ γένεσις ἐπ᾿ αὐτῶν, ἐπὶ δὲ τῶν ἄλλων οὐ λέγεται τὸ γεννᾶν· οὐ γὰρ λέγεται γεννᾶν ὁ οἰκοδόμος τὸν οἶκον, ἀλλὰ ποιεῖν αὐτὸν λέγεται. πάλιν τοίνυν αἱ ποιήσεις ἢ ἀπὸ τέχνης ὑπάρχουσιν, ὥσπερ ὑγίεια ἀπὸ ἰατρικῆς, ἢ ἀπὸ δυνάμεως, ὥσπερ λέγομεν ὅτι ἀπὸ τοῦ θερμοῦ γέγονεν ὁ ἱδρώς, ἢ διανοίας, ὅτι χειμῶνος γέγονεν ἡ ναυμαχία. τούτων δέ φησί τινα γίνεσθαι καὶ ἀπὸ ταὐτομάτου καὶ ἀπὸ τύχης παραπλησίως, ὥσπερ καὶ ἐν τοῖς ὑπὸ φύσεως γινομένοις, ὡς ἡνίκα ἐλέγοέπεὶ μὲν ὅτι ὁ λίθος ὁ κατελθὼν καὶ γενόμενος ἐπιτήδειος πρὸς καθέδραν ἐκ ταὐτομάτου γέγονεν, ὑπὸ φύσεως μὲν ἐνεχθεὶς ἐπὶ τὸ κάτω, οὐ διὰ τοῦτο δὲ ἐνεχθείς, διὰ τὸ γενέσθαι αὐτὸν ἐπιτήδειον πρὸς καθέδραν· ἀλλὰ τοῦτο ἐκ ταὐτομάτου γέγονε. καὶ πάλιν ὁ δεῖνα ὀρύττων περιέτυχε θησαυρῷ κατὰ τύχην· οὐ γὰρ διὰ τοῦτο ὤρυττεν. οὕτως οὖν, φησί, γίνεται καὶ ἐν τοῖς κατὰ τέχνην · πολλάκις γὰρ τοῦ ἰατροῦ μὴ ὑγιάσαντος τρῖψις ἐγένετο τῶν ποδῶν τοῦ κάμνοντος, καὶ ἐντεῦθεν θερμότης ἐκινήθη, καὶ ἔδρασεν εἰς τὰ ἐνοχλοῦντα αἴτια καὶ ἔπαυσε τὴν νόσον, τῆς τρίψεως μὴ γεγονυίας διὰ τοῦτο. καὶ ἐπὶ τῆς φύσεως οὖν γίνονται, φησίν, ἔνια καὶ ἐκ σπέρματος, ὣσπερ ἂνθρωποι καὶ ἳπποι, καὶ ἄνευ σπέρματος, ὥσπερ σκώληκες καὶ πάντα τὰ ὑπὸ σήψεως γινόμενα, καὶ πόαι ὑπὸ τῆς καθόλου φύσεως, ὥσπερ αἱ βοτάνα. . περὶ μὲν οὖν τούτων, φησίν, ὕστερον ἐροῦμεν· προϊὼν δὲ ἐρεῖ πολλὰ περὶ αὐτῶν. p. 1032a32 Απὸ τέχνης δὲ γίνεται, ὅσων τὸ εἶδος ἐν τῇ ψυχῇ. Φησὶν ὅτι τῶν γινομένων ὑπὸ τέχνης τὰ εἴδη ἐν τῷ τεχνίτῃ ὑπάρχουσιν. ἔχων γὰρ τὸ εἶδος τοῦ ἀβακίου ἐν ἑαυτῷ ὁ τέκτων, οὕτως ποιεῖ τὸ ἀβάκιον· ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος τοῦ οἴκου, καὶ ὁ ἰατρὸς τῆς ὑγείας, ὅτι συμμετρία ἐστὶν ὁμοιομερῶν καὶ ὀργανικῶν. εἶδος δὲ λέγω τὸ τί ἦν εἶναι ἑκάστου, τουτέστιν αὐτὸ τὸ ἄυλον εἶδος, ἐξ οὗ καὶ τὸ ἔνυλον χαρακτηρίζεται· καὶ οἱ ὁρισμοὶ γὰρ κατὰ τὰ εἲδη λαμβάνονται. εἶτα ἵνα μήτις εἴποι πρὸς αὐτὸν ὅτι τί οὖν καὶ τοῦ ἐναντίου οὐκ ἔστιν ὁ ἰατρός, οἷον τῆς νόσου, φησὶν ὃτι καὶ τῶν ἐναντίων τρόπον τινὰ τὸ αὐτό ἐστιν εἶδος· τῆς γὰρ στερήσεώς ἐστιν οὐσία ἡ ἀντικειμένη οὐσία, οἷον ὑγεία νόσου· κατὰ γὰρ τὴν ἀπουσίαν τῆς ὑγείας δηλοῦται ἡ νόσος, ἡ δὲ ὑγεία ἐστὶν ὁ λόγος αὐτὸς ὁ ἐν τῇ ψυχῇ τοῦ ἰατροῦ. γίνεται δὲ ὑγεία ἐκ νόσου τοῦτον τὸν τρόπον· ἐπειδὴ τόδε ἐστὶν ἡ ὑγεία, ἡ ὁμαλότης ἰοῦ σώματος, εἰ τύχοι, ἀνάγκη ἐστίν, εἰ μέλλοι ὑγιάζεσθαι τὸ ζῷον, τοδὶ ὑπάρξαι, οἷον ὁμαλότητα, ἵνα μὴ ᾖ ἀνωμαλία τῶν χυμῶν. εἰ δὲ τοῦτο, δεῖ θερμότητος πρὸς τὸ ὁμαλῦναι· καὶ οὕτως ἀεὶ νοεῖ ὁ ἰατρός, ἕως ἂν ἀγάγῃ εἰς τοῦτο, ὅπερ αὐτὸς δύναται ἔσχατον ποιεῖν τουτέστι τὸ φάρμακον, ὃ μέλλει διδόναι καὶ ὑγιάζειν. εἶτα λοιπὸν ἡ ἀπὸ τοῦ ἰατροῦ κίνησις ἐπὶ τὸν κάμνοντα ποίησις καλεῖται. ὥστε συμβαίνει τρόπον τινὰ τὴν ὑγείαν ἐξ ὑγείας γίνεσθαι †***καὶ τοῦ λόγου τοῦ ἐνύλου τοὐ ἐν τῷ κάμνοντι· ὁμοίως δὲ καὶ τὴν οἰκίαν ἐξ οἰκίας γίνεσθαι <τῆς> ἄνευ ὕλης τὴν ἔχουσαν ὕλην· ὁ γὰρ λόγος τῆς οἰκίας ἄυλος ὑπάρχει ὁ ἐν τῷ οἰκοδόμῳ. ἡ γὰρ ἰατρική ἐστι καὶ ἡ οἰκοδομικὴ τὸ εἶδος τῆς ὑγείας καὶ τῆς οἰκίας. λέγω δή, φησίν, οὐσίαν ἄνευ ὕλης τὸ τί ἦν εἶναι, τουτέστι τὸν λόγον τῆς p. 1032b15 1 Τῶν δὲ γενέσεων καὶ κινήσε· ων. Φησὶν ὃτι τῶν γενέσεων καὶ τῶν κινήσεων ἡ μὲν καλεῖται νόησις, ἡ δὲ ποίησις, ἡ ἠμὲν ἀπὸ τῆς ἀρχῆς καὶ τοῦ εἲδους (τουτέστιν ὁ λόγος ὁ ἐν τῷ ποιοῦντι) νόησις, ἡ δὲ ἀπὸ τοῦ τελευταίου τῆς νοήσεως ἀρχομένη ἀπὸ τοῦ τεχνίτου περὶ τὸ ὑποκείμενον ποίησις. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἂλλων γίνεται, οἶον εἰ <ὑγιανεῖ>, δει ὁμαλυνθῆναι. τί οὖν ἐστι τὸ ὁμαλυνθῆναι; τὸ γενέσθαι τρῖψιν, εἰ τύχοι. τοῦτο δέ ἐστιν, εἰ θερμανθήσεται· τοῦτο δέ ἐστι τοδί. ὑπάρχει δὲ τῳδὶ δυνάμει, τουτπεστι τῷ φαρμάκῳ ὑπάρχει δυνάμει ἡ θερμότης· ἀρχόμενον γὰρ θερμαίνει. τοῦτ’ οὖν ἐπ’ αὐτῷ ἐστι τῷ βοηθήματι. τὸ οὖν ποιοῦν, ὃθεν ἂρχεται ἡ κίνησις τοὐ ὑγιαίνειν, ἄν μὲν ἀπὸ τέχνης γένηται, τὸ εἶδός ἐστι τὸ ἐν τῇ ψυχῇ ἔχων γὰρ τὸν λόγον τῆς ὑγείας ὁ ἰατρὸς οὕτως ποιεῖ τὴν ὑγείαν)· ἐὰν δὲ ἀπὸ ταὐτομάτου γένηται ἡ ὑγεία, ἀπὸ τοῦ λόγου γίνετται, ἀφ’ οὐ καὶ ὁ τεχνίτης ἄρχεται ποιεῖν, τουτέστιν ἀπὸ θερμότητος· γίνεται γὰρ τρῖψις, καὶ ἐντεῦθεν θερμότης ἐπανίσταται αὐτῇ καὶ κολάζει τὸ ψυχρὸν αἴτιον, εἰ τύχοι, τοιοῦτον ὄν ,καὶ γίνεται ὁμαλότης, καὶ ἐντεῦθεν ἐπανάζευξις ἐπὶ τὸ κατὰ φύσιν. διό φησιν ὥσπερ καὶ ἐν τῷ ἰατρεύειν ἲσως ἀπὸ τοῦ θερμοῦ ἡ ἀρχή· τοῦτο δὲ ποιεῖ τῇ τρίψει. p. 1032b26 H θερμότης τοίνυν. ***ἡ θερμότης ***ὑγείας ἢ ἕπεται αὐτῇ τι τοιοῦτον, ὅ ἐστι μέρος τῆς ὑγείας. καὶ μέρεος ἐστὶ τῆς ὑγείας θερμότης, αὐτὸ τὸ διαπε- φοιτηκὸς διὰ τοῦ βάθους, ἐκμοχλεῦον ἄνευ τινὸς μηχανῆς τὰ νοσοποιὰ αἴτια· λεγει δὲ τὸ ἒμφυτον θερμόν. ἢ ἓπεται αὐτῇ τι τοιοῦτον, ὃ μέρος ἐστὶ τῆς ὑγείας, τῇ θερμότητι ἢ τῇ τέχνη, οἷον οἷς χρῶνται ἰατροὶ ἀλείμμασιν, οἷον μαρκιάτῳ ἤ τινι ἄλλῳ τοιούτῳ ,λοιπὸν συνεπιλαμβάνεται καὶ τὸ φυσικὸν θερμόν, καὶ οὕτω κολάζεται τὸ ἀτακτοῦν. ἢ διὰ πλειόνων γινόμενον τοῦτο, οἷον τῆς τέχνης τῆς χρωμένης ἀλείμμασι καὶ ἑτέροις βοηθήμασι διὰ τὴν κακοήθεαιν τοῦ νοσήματος, καὶ λοιπὸν καὶ τῆς φύσεως συνεπιλαμβανομένης γίνεται βοήθει. τοῦτο δέ, φησίν, ἐστὶν ἔσχατον τὸ ποιοῦν, ὅπερ ἐστὶ μέρος τῆς ὑγείας. καὶ τῆς οἰκίας λίθοι. ὥστε ἀδύνατόν τι γενέσθαι, εἰ μὴ προυπάρχει τι ἕτερον. οἷον οἰκίαν, εἰ μή εἰσι λίθοι, καὶ ἐπὶ τῆς ὑγείας. ὡς γάρ φασιν οἱ φυσικοί, οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς <ὂντος>. δεῖ γὰρ προυπάρχειν τὴν ὕλην ἐπὶ τῶν γινομένων. εἶτα λοιπὸν ζητεῖ ὅτι ὥσπερ ἡ ὕλη μέρος γίνεται τοῦ συνθέτου, ἆρά γε οὕτως καὶ τὸ εἶδος. καὶ αὐτὸς μὲν οὕτως ἐάσας τὴν ἀπορίαν ἀπαλλάττεται· ἡμεῖς δέ φαμεν ὅτι ὥσπερ ἡ ὕλη μεριστή ἐστιν εἰς χεῖρας καὶ πόδας καὶ τὰ ἄλλα, οὕτω δὴ καὶ τὸ ἀτελὲς εἶδος μεριστόν ἐστι καὶ γίνεται· πρότερον γάρ, εἰ τύχοι, σφαιροῦται ἡ κεφαλή, εἶτα γίνεται καρδία, ὁμοίως δὲ καὶ τὰ ἄλλα μόρια. τὸ μέντοι γε τέλειον εἶδος οὔτε μεριστόν ἐστιν οὗτε γίνεται, εἴ γε ἀχρόνως ἐπιγίνεται· τὸ γὰρ ζῷον λογικὸν θνητὸν ἀδιαίρετον ὑπάρχει· διὸ ἁρμόζει καὶ μεγάλῳ ἀνθρώπῳ καὶ μικρῷ. p. 1032a31 Ὃτι μὲν οὖν τι μέρος ἐξ ἀνάγκης ὑπάρξει, φανερόν. Φησὶν ὅτι πᾶσα ἀνάγκη μέρος τι ἐξ ἀνάγκης ὑπάρχειν ἐν τῷ ἑπομένῳ ὡς μέρος αὐτοῦ λαμβανόμενον. ἡ γὰρ ὕλη μέρος ἐστίν· ἐνυπάρχει γὰρ αὐτῇ κατὰ φύσιν προσδέξασθαι τὸ εἶδος. ἆρα οὖν, φησί, καὶ τὸ εἶδος γίνεται; τὰ γὰρ σύνθετα καὶ κατὰ τὴν ὕλην προσαγορεύεται καὶ κατὰ τὸ εἶδος, οἷον, ὥς φησιν αὐτός, τοὺς χαλκοῦς κύκλους λέγομεν καὶ τὴν ὕλην ὅτι χαλκός ἐστι ***τοιόνδε ἒχων σχῆμα· καὶ τοῦτό ἐστι τὸ γένος τοῦ χαλκοῦ κύκλου, εἰς ὃ πρῶτον τίθεται, τουτέστι τὸ εἶδος τοῦ σχήματος τοῦ κύκλου εἶδος αὐτοῦ ἐστιν. ὁ δὲ χαλκοῦς κύκλος ἔχει ἐν τῷ ὁρισμῷ καὶ τὴν ὕλην, καθάπερ εἰρήκαμεν. p. 1033a5 Ἐξ οὗ δὴ γίνεται ὡς ὓλης ἒνια, λέγεται, ὅταν γένηται, οὐκ ἐκεῖνο ἀλλ’ ἐκείνου. ἐπειδὴ διχῶς λέγονται γίνεσθαι τὰ γινόμενα, τὰ μὲν ὡς ἐξ ὕλης, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριὰς ἢ οἱ λίθοι γεγόνασιν οἰκία, τὰ δὲ ὡς ἐκ τῆς οἰκείας στερήσεως, ἡνίκα φαμὲν ὅτι ἐξ ἀμούσου γέγονε μου- σικὸς καὶ ἐκ νοσοῦντος ὑγιαίνων, καὶ τὰ μὲν ἐκ στερήσεως γινόμενα λέ- γονται ἐκ τοῦδε γίνεσθαι, οἷον ἐκ κάμνοντος ὑγιαίνων, τὰ δὲ ἐκ τῆς ὕλης τόδε, καθό φαμεν τόδε γέγονεν ὁ χαλκός, πολλάκις δὲ καὶ ἐπὶ τῶν γινομένων ἐκ τῆς οἰκείας στερήσεως φέρομεν τὸ τόδε λέγοντες ὅτι ὁ ἄμουσος γέγονε μουσικός, πάλιν ἐπὶ τῶν ἐξ ὕλης γινομένων φέρομεν τὸ ἐκ τοῦδε λέγοντες ὅτι ἐξ οὐκ ἀνδριάντος γέγονεν ἀνδριάς, ἐνταῦθα οὖν ζητεῖ τοιοῦτόν τι λέγων ὅτι εἰ πᾶν τὸ γινόμενον καὶ ἐξ ὕλης γίνεται καὶ ἐκ τῆς οἰκείας στερήσεως, ὡς λέγομεν ὅτι ἐκ κάμνοντος γέγονεν ὑγιής, τὰ δὲ ἐκ τῆς ὕλης, ἡνίκα φαμὲν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριάς. φησὶν οὖν ἐπιλυόμενος ταύτην τὴν ἀπορίαν ὅτι τῶν στερήσεων αἱ μὲν ὡρισμέναι ὑπάρχουσιν, αἱ δὲ ἀόριστοι. ἐφ’ ὧν οὖν, φησίν, ὑπάρχουσιν ὡρισμέναι αἱ στερήσεις, ἐκ τῶν στερήσεων λέγονται γενέσθαι τὰ γινόμενα· ἐφ’ ὧν δὲ ἀόριστοι ὑπάρχουσιν αἱ στερήσεις, οὐκέτι ἐξ αὐτῶν λέγονται γίνεσθαι διὰ τὸ ἄδηλον καὶ τὸ ἄστατον, ἀλλ’ ἐκ τῆς ὕλης. οἷον ὥρισται ἐπὶ τοῦ ὑγιαίνοντος πάντως γὰρ ὁ ὑγιαίνων ἐκ τοῦ κάμνοντος γίνεται), καὶ διὰ τοῦτο λέγομεν ὅτι ἐκ κά- μνοντος ὑγιὴς γέγονε· καὶ πάλιν ἐξ ἀμούσου μουσικός. ἐπὶ μέντοι γε τοῦ ἀνδριάντος οὐχ ὥρισται ἀλλ’ ἀόριστον ὑπάρχει τὸ τοιοῦτον· δύναται γὰρ τὸ οὐκ ἀνδριὰς καὶ σφαῖρα εἶναι καὶ τρίγωνον καὶ ξύλον καὶ ἄλλα μυρία. τὸ μέντοι γε μὴ ὑγιαῖνον νοσοῦν ἐστιν, ἐπὶ τοῦ δεκτικοῦ δηλονότι. διὰ ταύτην οὖν τὴν αἰτίαν ἐπὶ τούτων ἐκ τῆς ὕλης καὶ οὐκ ἐκ τῆς στερήσεως λέγεται γίνεσθαι τὸ γινόμενον. κυρίως γὰρ ἀεὶ ἐκ τῆς στερήσεως γίωεται τὸ γινόμενον, καὶ εἰκότως· εἰ γὰρ ἡ γένεσις μεταβολὴ ὑπάρχει, δῆλον ὅτι ἡνίκα γίνεται, οὐ μένει μεῖά τὴν γένεσιν, ὅπερ πρώην ὑπῆρχεν· ὁ δὲ χαλκὸς μένει χαλκὸς καὶ μετὰ τὴν γένεσιν, ὡς καὶ πρὸ τῆς γενέσεως. ὥστε κυρίως δεῖ λέγειν ὅτι ἐξ οὐκ ἀνδριάντος γέγονεν ἀνδριάς· οὐ μένει γάρ ὁ οὐκ ἀνδριάς, ὁ μέντοι γε χαλκὸς μένει. ταύτα εἰρηκὼς ζητεῖ ἐφεξῆς καὶ δείκνυσιν ὅτι οὐ ἔστι τῶν εἰδῶν γένεσις γένεσις καθ’ αὑτά· οὔτε δέ, φησί, γίνονται τὰ εἴδη αὐτὰ καθ’ αὑ- τά, ὥσπερ οὐδὲ ἡ ὕλη γίνεται. ἵνα δὲ τοῦτο δείξῃ, λαμβάνει τρία ἀξι- ώματα, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, καὶ ὅτι πᾶν τὸ γινόμενον ἔχει καὶ ποιητικὸν αἴτιον καὶ ὑλικόν, καὶ σύνθετόν ἐστιν. οὔτε γὰρ ἡ φύσις οὔτε ἡ τέχνη ποιεῖ τὴν ὕλην, ἐπεί, φησί, δεηθήσεται ἑτέρας ὕλης καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ οὖν ***εἶδος γίνεται αὐτὸ καθ’ αὑτό, ἐπειδὴ πᾶν τὸ γινόμενον ἐξ ὕλης γίνεται τοῦτο γὰρ ἐν τοῖς ἀξιώμασι λαμ- βάνει), εἰ γίνεται τὸ εἶδος, δῆλον ὅτι ἐξ ὑποκειμένου τινὸς γίνεται. τοῦτο δὲ τὸ ὑποκείμενον ἢ ἀνείδεον ἐστιν ἢ εἰδοπεποιημένον. ἀλλ’ εἰ μὲν ὕπο· θώμεθα αὐτὸ ἀνείδεον εἶναι, ἔσται τὸ εἶδος σύνθετον καὶ οὐχ ἁπλοῦν, καὶ τὸ· μέν τι αὐτοῦ ὕλη, τὸ δὲ εἶδος, ὅπερ ἄτοπον· τὰ γὰρ εἴδη αὐτὰ καθ αὑτὰ ἁπλᾶ ὑπάρχουσιν εἰ δὲ ὑποθώμεθα ἐκεῖνο τὸ ὑποκείμενον εἰδοπεποιημενον εἶναι, ἐρωτῶ περὶ αὐτοῦ, ἆρα ἀεὶ ὑπάρχει εἰδοπεποιημένον ἢ οὔ. εἰ μὲν ἀεί, ἔχω τὸ ζητούμενον ὅτι οὐ γίνεται τὸ εἶδος, εἰ δὲ μὴ ἀεὶ ἀλλὰ γέγονε, δῆλον ὅτι ἔκ τινος ὑποκειμένου γέγονε, καὶ πάλιν περὶ τούτου ἐρωτῶ <εἰ> εἰδοπεποιημένον ἐστὶν ἡ ἀνείδεον, καὶ οὕτως ἐπ’ ἄπει· ρον ὁ λόγος προελεύσεται καὶ οὐκ ἔσται γένεσις. ὥστε οὐ γίνεται τὸ εἰ· δὸς αὐτὸ καθ’ αὑτό, ἀλλὰ τὸ σύνθετόν ἐστι τὸ γινόμενον, τῆς ὕλης τοιῶσδεμορφουμένης καὶ δεχομένης ἀχρόνως τὸ τέλειον εἶδος. p. 1033a5 Ἐξ οὗ δὲ ὡς ὕλης γίνεται ἔνια, λέγεται. ἐκεῖνο ἀλλ’ ἐξ ἐκείνου, τουτέστι παραγωγῶς. ὁ γὰρ ἀνδριὰς ἡνίκα γένηται ἐκ λίθου, λίθινος λέγεται· πρὸ γὰρ τῆς γενέσεως λίθος ὑπῆρχε· πῶς οὖν δύναται καὶ προσλαβὼν ἕτερον σχῆμα ὁμοίως λέγεσθαι, †ὥστε ἀνείδεος πρὸ τοῦ σχήματος ὑπῆρχεν. ὁ μέντοι γε ἄνθρωπος ὑγιαίνων οὐ λέγεται ἐκεῖνος ἐξ οὗ γέγονε παραγωγῶς, οἷον κάμνων, ἀλλὰ κεκμηκώς. αἴτιον δὲ ὃτι τὰ γινόμενα πάντα γίνεται ἐκ τῆς οὐκείας στερήεως καῖ ἐξ ὑποκειμένου, καθάπερ ἐν τῇ θεωρίᾳ εἲρηται· <ὑγιὴς> γὰρ γίωεται ακὶ ὁ ἂνθρωπος καὶ ὁ κάμνων. μᾶλλον δὲ λέγεται ἐκ κάμνοντος ὑγιὴς γενέσθαι ἤπερ ἐξ ἀνθρώπου· διὸ ὑγιὴς κάμνων οὐ (πετέβαλεν γὰρ κατ’ ἐκεῖνο), ἄνθρωπος δὲ λέγεται, καὶ ἄνθρωπος ὑγιής. ὧν δέ ἐστιν ἡ στέρη- σις ἄδηλος καὶ ἀνώνυμος ἐπὶ γὰρ τῆς ὑγείας ἒχει ὂνομα τὴν νοσον, ἐπὶ δὲ τοῦ ἀνδριάντος οὐκ ἔχει ὡρισμένον ὄνομα, ὥσπερ ἐν χαλκῷ σχῆμα ὁποιονοῦν· ἄδηλον γὰρ ὁ οὐκ ἀνδριὰς τί ἐστι, πότερον τρίγωνον ἢ σφαῖρα ἤ τι ἄλλο τοιοῦτον. ὁμοίως καὶ ἡνίκα φαμὲν ὅτι ἐξ οὐκ οἰκίας γέγονεν οἰκία· ἄδηλον γὰρ ἡ στέρησις πότερον πλίνθοι ἢ ξύλα ἤ τι τοιοῦτον ἄλλο) ἐπὶ γοῦν τῶν ἐχόντων ἄδηλον τὴν στέρησιν ἐξ ὕλης δοκοῦσι γίνεσθαι τὰ γινόμενα, ὥσπερ ἐπὶ τῶν ἐχόντων ὡρισμένην τὴν στέρησιν ἐξ αὐτῆς τῆς στερήσεως. διό φησιν ὡς ἐκεῖ ἐκ κάμνοντος. ἀμέλει τοι ὡς ἐπὶ τῶν ἐχόντων ὡρισ- μένην τὴν στέρησιν οὐ λέγομεν τὴν ὀνομασίαν τῆς ὕλης οὐ γὰρ λέγεται ὁ ὑγιὴς ἄνθρωπος νοσερός), οὕτως καὶ ἐπὶ τῶν ἐξ ὕλης λεγομένων γίνεσθαι οὐ καλοῦνται μετὰ τὴν γένεσιν τῷ τῆς ὕλης ὀνόματι· οὐ γὰρ λέγεται ὁ ἀνδριὰς ξύλον. ἀλλ’ εἰ ἄρα, ξύλινος, καὶ χαλκοῦς ἀλλ’ οὐ χαλκός· ὁμοίως καὶ λίθινος, ἀλλ’ οὐ λίθος. τῷ γὰρ ὂντι, φησίν, οὐδὲ ὠς ἐκ ξύλου γίωεται ἀνδριὰς ἢ ἐκ πλίνθων οἰκία, ἐάν τις ἀκριβῶς σκοπῇ, οὐκ ἂν εἲποι· τὸ γὰρ γινόμενον ἐν μεταβολῇ θεωρεῖται, ὥστε οὐχ ὑπομένει τὸ αὐτὸ ὑπάρχον καὶ πρὸ τῆς γενέσεως καὶ μετὰ τὴν γένεσιν. ὥστε οὐ δεῖ λέγειν ὅτι ὁ χαλκὸς γέγονεν ἀνδριάς· οὐδὲν γὰρ ἧττον καὶ μετὰ τὴν γένεσιν ἔμεινε χαλκός, οὐ μέντοι γε οὐκ ἀνδριάς. p. 1033a24 ἐπεὶ δὲ ὑπό τινος γίνεται τὸ γινόμενον. ἐντεῦθεν <βούλεται> δεῖξαι ὅτι οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό. φησὶν οὖν ὅτι πᾶν τὸ γινόμενον ὑπό τινος ποιητικοῦ γίνεται αἰτίου καὶ ἔκ τινος, τουτέστιν ἐξ ὑλικοῦ αἰτίου νῦν γὰρ τὸ ἔκ τινος τὸ ὑλικὸν αἴτιον δεῖ ἐκδέχεσθαι, οὐ τὴν στέρησιν), καὶ ὃ γίνεται, τουτέστι τὸ σύνθετον· διὸ ἑρμηνεύων τὸ καὶ σύνθετόν φησι τοῦτο δ’ ἐστὶν ἡ σφαῖρα ἢ κύκλος. ὥσπερ τὸ ποιητικὸν αἴτιον, οἷον ὁ χαλκεύς, οὐ ποιεῖ τὸν χαλκόν, οὕτως οὐδὲ τὴν σφαῖραν, τουτέστι τὸ εἶδος αὐτὸ καθ’ αὑτό, εἰ μὴ κατὰ συμβεβηκός, ἐπειδὴ συνέβη τὴν σφαῖραν χαλκῆν εἶναι, ἐκείνην δὲ ποιεῖ, τουτέστι τὸ σύνθετον. εἰ γὰρ ποιεῖ εἶδος, ἐπειδὴ πᾶν τὸ γινόμενον ἔκ τινος ὑποκειμένου γίνεται, δῆλον ὅτι καὶ τὸ εἶδος ἔκ τινος ὑποκειμένου ποιήσει. τὸν γὰρ χαλκὸν ποιῆσαι στρογγύλον τοῦτό εστι τὸ σύνθετον· οὐ μέντοι δυνατόν ἐστιν αὐτὸ καθ’ αὑτὸ ποιῆσαι τὸ στρογγύλον ἢ τὴν σφαῖραν, ἀλλ’ ἕτερόν τι οἷον τὸ εἶδος ἐν ἄλλῳ, φημὶ δὴ τὸ σύνθετον. εἰ γὰρ ποιεῖ τὸ εἶδος αὐτὸ καθ’ αὑτό, ἔκ τινος ὑποκειμένου ποιήσει αὐτὸ ὡς γινόμενον, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, οἷον τὴν χαλκῆν σφαῖραν. τοῦτο δὲ ἐξ ὑποκειμένου, ὅπερ ἐστὶ χαλκός, τοδὶ ποιεῖ, τουτέστι τὸ εἶδος, ὅ ἐστιν ἡ σφαῖρα. εἰ γάρ τι ***ἐξ ὑποκειμένου γίνεται, καὶ οὕτως εἰς ἄπειρον αἱ γενέσεις βαδιοῦνται, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ὥστε δῆλον ἡμῖν ἐν- τεῦθεν γέγονεν ὅτι οὐ γίνεται τὸ εἶδος, οὔτε δέ ἐστιν αὐτοῦ γένεσις, οὔτε (6) ὁρισμὸς αὐτοῦ, ὡς γίνεσθαι αὐτὸ καθ’ αὑτό. τοῦτο γάρ ἐστι γινόμενον, ὅπερ ἐν ἄλλῳ γίνεται ἢ ὑπὸ τέχνης ἢ ὑπὸ φύσεως ἢ δυνάμεως, οἷον θερμοῦ. τὸ οὖν σύνθετον ποιεῖ· ποιεῖ γὰρ ἐκ χαλκοῦ · καὶ σφαίρας. εἰ γὰρ πάλιν ποιεῖ τὸ εἶδος, καὶ τοῦτό ἐστι χαλκῆ σφαῖρα, χαλκὸς δὴ τοιώσδε σχηματισθεὶς ὑπὸ τεχνίτου. εἰ οὖν ἔστιν ὅλως, φησί, τοῦ εἴδους τῆς σφαίρας ἡ γένεσις, ἐξ ὑποκειμένου τινὸς γίνεται. καὶ εἰ μὲν τὸ ὑποκείμενον εἰδοπεποιημένον ἐστίν, εἰσαχθήσεται τὸ ἄπειρον, ὡς ἀνωτέρω ἔδειξεν· εἰ δὲ ἀνείδεον, διαιρετὸν ἔσται τὸ εἶδος, καὶ ἔσται ὅπερ ἐστὶ τὸ μὲν αὐτοῦ ὕλη, τὸ δὲ εἶδος, καὶ ἔσται οὕτω σύνθετον τὸ ἁπλοῦν εἶδος, ὅπερ ἐστὶν ἄτοπον. εἰ τοίνυν τοῦτό ἐστι σφαίρα, ὅταν αἱ ἄπο του κέντρου αὐτῆς πρὸς τὴν ἐπιφάνειαν προσπίπτουσαι ἴσαι ὑπάρχωσι ***τὸ δὲ εἶδος ἐντιθέμενον ἐν τῇ ὕλῃ τοιώσδε σχηματίζει αὐτὴν, καὶ ἔστι τὸ σύνθετον τὸ γινόμενον. φανερὸν οὖν ἡμῖν γέγονεν ὅτι τὸ μὲν ὡς εἶδος ἢ οὐσία λεγόμενον οὐ γί- νεται, ἡ δὲ σύνθεσίς ἐστιν ἡ· γινομένη, ὡς εἴρηται ἐπὶ τῆς χαλκῆς σφαίρας, καὶ ὅτι, φησίν, ἐν ἅπαντι τῷ γινομένῳ ὕλη ἐστί, καὶ ἔστι τὸ μὲν ὕλη, τὸ δὲ εἶδος. p. 1033b19 Πότερον οὖν ἒστι τις σφαῖρα παρὰ τάσδε ἢ οἰκία παρὰ τὰς πλίνθους. Δείξας ὅτι οὐ γίνεται τὸ εἶδος αὐτὸ καθ’ αὑτό, ἐντεῦθέν φησιν ὅτι οὐ δυνατόν ἐστιν αὐτὰ καθ’ αὑτὰ ὑπάρχειν ἐνεργείᾳ τὰ εἴδη· εἰ γὰρ τοῦτο, φησίν, ὑπσθώωωμεθα, ἀναιρεθήσεται ἡ γένεσις. ἡ γὰρ γένεσις ἐκ τοῦ δυ- νάμει ὄντος προέρχεται εἰς ἐνέργειαν. τῶν οὖν μήπω παρόντων δυνανάμει δὲ γενέσθαι ἐστὶν ἡ γένεσις. εἰ οὖν ὑποθώμεθα προϋφεστέναι κατ’ ἐνέργειαν τὰ εἲδη καὶ οὕτως γίνεσθαι ἐν τῇ ὕλῃ, τῷ ὄντι οὕτως οὐκ ἔσται γένεσις, ἀλλὰ μῖξις. εἶτα ταῦτα εἰρηκὼς λοιπὸν ἀποτείνεται καὶ πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας, καί φησιν ὅτι οὐ δυνατὸν λέγειν ἡμᾶς ἰδέας κε. χωρισμένας αὐτὰς καθ’ αὑτάς, καὶ οὕτως ἐξ αὐτῶν γεννᾶσθαι τὰ ἔνυλα εἴδη. ὁρῶμεν γὰρ ὅτι καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν φυσικῶν πάντα τὰ γινόμενα ἐξ ὁμοειδῶν γίνονται. καὶ ὁ τέκτων γὰρ ἔνυλος ὑπάρχει καὶ τὸ ἀβάκιον τὸ γινόμενον ἐξ αὐτοῦ· ὁμοίως δὲ καὶ τὸ εἶδος ἔχει αὐτοῦ τοῦ ἀβακίου· ὁμοειδὲς γάρ ἐστι τῷ γινομένῳ ἀβακίῳ. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν φυσικῶν ὁμοειδές ἐστι τὸ ποιοῦν τῷ γινομένῳ, εἴ γε ἄνθρωπος ἄνθρωπον γεννᾷ, καὶ ἔχουσα ἡ φύσις τῆς μητρὸς τοὺς λόγους ἐν ἑαυτῇ τοῦ βρέφους ὁμοειδεῖς ὄντας τῷ βρέφει οὕτως γεννᾷ. τὰς δὲ ἰδέας, ἃς ἐκεῖνοι ὑποτίθενται, οὐ δυνατὸν ὁμοειδεῖς εἶναι, ἐπεὶ οὕτως ἔσονται ἔνυλοι, καὶ γένη αὐτῶν ἕτερα, καὶ τοῦτο ἐπ’ ἄπειρον· καὶ περὶ ἐκείνων γὰρ ὁ αὐτὸς ἔσται λόγος· ὥστε ἀνομοειδεῖς. εἰ οὖν ἀνομοειδεῖς ὑπάρχουσιν, ἔδει τὰ ἐνταῦθα μὴ γίνεσθαι ἂν ὁμοειδῆ, τουτέστι μὴ ἐξ ἀνθρώπου ἄνθρωπον ὡς ἐπὶ τὸ πλεῖστον, εἴ γε πρὸς τὰ ἀνομοειδῆ ἀποβλέπουσα ἡ φύσις οὕτω παράγει ἅπερ παράγει. καὶ ὅτι ἀναιρεῖται καὶ γἐνεσις, ὅπερ ἐστὶ παρὰ τὰ προφανῆ καὶ ἐν ποσὶ κείαενα. εἰ δέ τις εἴποι περὶ τῆς ἡμιόνω ὅτι ‘καὶ πῶς ὁρῶμεν ἐξ ἵππου τικτόμενον ἡμίονον; ἄντικρυς γὰρ ἀνομοειδὲς ἐγένετο ἐξ ὁμοειδοῦς’, ἐροῦμεν πρὸς αὐτὸν ὅτι καὶ ἐπ’ ἐκείνων ἐστί τι ὁμοειδές, ἀλλ’ ἀνώνυμον καὶ λανθάνον ἡμᾶς· ἔχουσα γὰρ ἡ ἵππος ἐν ἑαυ- τῇ λόγον ἡμιόνου καὶ εἶδος οὕτως αὐτὸ γεννᾷ· καὶ καλεῖ τὸ εἶδος τοῦτο τὸ κοινὸν Ἀριστοτέλης οἷον ἡμίονον. ὥστε ἔστι μὲν κοινὸν εἶδος, ὡς προείρηται, ἀλλ’ ἀνώνυμον. ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς, διὰ τί τῶν γι- νομένων τὰ μὲν καὶ ἀπὸ τέχνης γίνεται καὶ ἀπὸ τύχης, τὰ δὲ ἀπὸ τέχνης μόνης. τὰ γὰρ φυσικὰ γίνεται καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐτομάτου, οἷον ἡ ὑγεία γίνεται καὶ ἀπὸ τοῦ ἰατροῦ γίνεται] καὶ ἐκ ταὐτομάτου, τῆς φύσεως ῥωσθείσης ἢ ὑπὸ πόσεως ἢ ὑπὸ περιπάτου ἢ ὑπὸ τοῦ ἐμφύτου θερ- μοῦ, εἰ κατέπαυσε τὴν ψυχρὰν δυσκρασίαν. ἐπὶ μέντοι τῶν τεχνητῶν ὑπὸ μόνης τέχνης γίνεται, οὐκέτι δὲ καὶ ἐκ ταὐτομάτου· ἡ γὰρ οἰκία ο̣ὐ γίνε τᾶι ἐκ ταὐτομάτου, ἀλλ’ ὑπὸ μόνης τέχνης. οὕτως ἀπορήσας αἰτιᾶται τὴν ὕλην, καί φησιν ὅτι ἐπὶ τῶν φυσικῶν ἡ ὕλη κινεῖται καὶ οἴκοθεν, εἴ γε ἀρχή ἐστι κινήσεως καὶ ἠρεμίας. ἡ γὰρ φύσις ἡ. ὑγιαστικὴ κινεῖται καὶ ὑπὸ οἴνου καὶ ὑπὸ περιπάτου καὶ ὑπὸ τοῦ θερμοῦ καὶ ὑπὸ ἰοῦ ἀνιάτρου ἔστιν ὅτε κατὰ συμβεβηκός, καὶ οὕτω ποιεῖ τὴν ὑγίειαν. οἱ μέντοι γε λίθοι ἐπὶ τὸ κάτω κινηθῆναι δύνανται, τεχνικῶς δὲ συντεθῆναι οὐ δύ- νανται· οὔτε γὰρ ἔλαχον τοῦτο ὑπὸ φύσεως, ὥσπερ οὐδὲ Τὰ φυσικὰ σώματα πάντα ἐκ ταὐτομάτου δύνανται ὀρχεῖσθαι, ἐπεὶ μηδ’ ἔλαχον τοῦτο ὑπὸ φύσεως, εἰ μὴ ἂρα ὑπὸ τέχνης. p. 1033b19 Πότερον οὗν ἔστι τις σφαῖρα παρὰ τάσδε ἡ οἰκία παρὰ τὰς πλίνθους. Φησὶν ἆρά γε αὐτὰ καθ’ αὑτὰ ὑπάρχουσιν ἐνεργείᾳ τὰ εἲδη, οἷον τὸ τῆς σφαίρας εἶδος παρὰ τὰς σφαίρας τἀς ἐνταῦθα ἢ τὸ τῆς οἰκίας εἶδος παρὰ τὰς καθ’ ἕκαστον οἰκίας, ἢ οὐδέποτε γίνεται γένεσις, καθάπερ ἐν τῇ θεωρίᾳ εἴρηται, εἰ οὕτως τὸ εἶδος χωριστὸν κατ’ ἐωέργειαν, καὶ μὴ τοιόνδε τι ἐδήλου, καθάπερ ἐν Κατηγορίαις εἴρητο τὸ ‘περὶ οὐσίαν δὲ τὸ ποιὸν ἀφορίζει’. τὸ οὖν εἶδος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτὸ ὡρισμένον ὑπάρχον, ἀλλὰ ποιεῖ καὶ ὁ τεχνίτης καὶ ἡ φύσις, καὶ γεννᾷ ἐκ τῆς ὕλης τοῦ χαλκοῦ τὴν σφαῖραν, καὶ ἐκ τοῦ σπέρματος ἢ τῶν τεσσάρων στοιχείων τὸ ἔμβρυον· καὶ ἡνίκα γεννηθῇ, ἔστι δῆλον τοιόνδε τουτέστιν ἔνυλον εἶδος ὡς ἐν ὕλῃ θεωρούμενον. ὡς γὰρ ἐν τοῖς καθ’ ἕκαστα, ὅπερ λέγει ἅπαν τόδε, Καλλίας ἢ Σωκράτης τὰ καθ’ ἕκαστα, ὥσπερ καὶ ἥδε ἡ σφαῖρα ἡ χαλκῆ καθ’ ἕκαστά ἐστι· τὸ δὲ ἁπλῶς εἶδος θεωρεῖται ἐν τῇ ἁπλῶς ὕλ· ῃ, ὥσπερ ὁ ἂνθρωπος καὶ τὸ ζῷον, καὶ ὣσπερ ἡ ἁπλῶς σφαῖρα ἡ χαλκῆ. τὰ μὲν γὰρ αὐτῶν ἐπὶ τῶν καθ’ ἕκαστα ἐθεώρησε, τὰ δὲ ἀπλῶς ἐπὶ τῆς ὕλης. p. 1033b26 Φανερὸν ἂρα ὃτι ἡ τῶν εἰδῶν αἰτία, ὡς εἰώθασι λέ Ἐντεῦθεν, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἀποτείνεται. φησὶ γὰρ ὅτι, εἴπερ εἰσὶν αἱ ἰδέαι, καθάπερ τινὲς λέγουσιν, ἕτεραι οὖσαι καὶ ἀνομοειδεῖς παρὰ τὰ καθ’ ἕκαστα εἴδη, οὐδὲν ἡμῖν συμβαλοῦνται πρός τε τὰς γενέσεις καὶ τὰς οὐσίας, ὡς ἐν τῇ θεω- ρίᾳ ἐδείξαμεν, καὶ διὰ τοῦτο, ἅτε δὴ μηδὲν συμβαλλόμεναι, οὐδὲ ὐπάρχουσιν οὐσίαι καθ’ αὑτάς· δεῖ γὰρ τὰ γεννῶντα ὁμοειδῆ ὑπάρχειν. καὶ ἐπί τινων τὸ τοιοῦτο φανερὸν ὑπάρχει, ὃτι τὸ γεννῶν τοιοῦτόν ἐστιν οἷον τὸ γεννώμενον κατ’ εἶδος· οὐ γὰρ κατ’ ἀριθμόν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ἐὰν μή τι παραφύσιν γένηται, οἷον ἡνίκα ἵππος τίκτει ἡμίονον. ἰστέον δὲ ὅτι καὶ ἐπὶ τούτων τῶν δοκούντων ἀνομοειδῶν ἔστι τις κοινότης τοῦ εἴδους, ἀλλ’ ἀνώνυμος ὑπάρχει ***εἴρηται ἀμφότερα ὅ τε ἵππος καὶ ὁ ὄνος οἷον ἡμίονος, αὕτη ἡ κοινότης αὐτῶν. ὥστε δῆλον ἡμῖν ἐντεῦθεν ὅτι οὐ δεῖ παραδείγματα καὶ ἰδέας ὑποτίθεσθαι. μάλιστα δὲ συνε- βάλλοντο · αὗται εἰς τὰς συνθέτους οὐσίας· εἰ τοίνυν ἐπὶ τούτων ἄχρηστοι ἐδείχθησαν, δῆλον δῆλον ὅτι οὐδαμῶς ἡμῖν συμβάλλονται. ἱκανὸν τοίνυν ἐστὶ τὸ γεννῶν, τουτέστι τὸ ποιητικὸν αἴτιον, ἐνθεῖναι τὸ εἶδος ἐν τῇ τουτέστι τὸ αἴτιον τοὐ εἴδους. ἡνίκα <δὲ> κατ’ ἐνέργειαν τὸ εἶδος τοῦτο ἐν τῇ ὕλῃ, τότε ἢδη ἃπαν τὸ τοιόνδε εἶδος <ἐν> ταῖσδε ταῖς σαρξὶ και τοῖς ὀστέοις θεωρεῖται Καλλίας καὶ Σωκράτης. καὶ κατὰ μέν τὴν ὓλην διαφέρουσι τό τε γεννῶν καὶ τὸ γεννώμενον ἄλλη γὰρ καὶ ἄλλη), κατὰ δὲ τὸ εἶδος οὐ διαφέρουσιν, ἐπειδή, ὡς αὐτός φησιν, ἄτομόν ἐστι τὸ εἶδος, τουτέστιν ἓν καὶ ταὐτόν· ἓν γάρ ἐστι τὸ εἶδος καὶ τὸ Σωκράτους καὶ τὸ Σωφρονίσκου. καὶ βουλόμενος δηλῶσαι τὸ ἓν ἐπήγαγε τὸ ἄτομον, τὴν ταὐτότητα τοῦ εἴδους ἐνδεικνύμενος. p. 1033a9 Ἀπορήσειε δ’ ἄν τις, διὰ τί μὲν γίνεται καὶ τέχνῃ καὶ ἀπὸ ταὐτομάτου. ἐντεῦθεν ζητεῖ δι’ ἣν αἰτίαν τινὰ μὲν τῶν πραγμάτων γίνεται καὶ ἀπὸ τέχνης καὶ ἀπὸ ταὐτομάτου, ὣσπερ ὐγεία, τινὰ δὲ οὒ, ὣσπερ τὰ τεχνητά. καὶ φησιν ὃτι αἲτιον δὲ τῶν μένη ὕλη ἡ ἂρχουσα τῆς γενέσεως ἄρχει γὰρ ἡ ὕλη, ἅτε δὴ δεχομένη τὰ εἴδη καὶ ὑποκειμένη τῇ γενέσει) ἐν τῷ ποιεῖν καὶ γίνεσθαί τι τῶν ἀπὸ τέχνης, ἐν ᾗ ὕλῃ καὶ ἐν τῇ φύσει καὶ ἐν τῇ τεχνητῇ ὑπάρχει τι μέρος τοῦ πράγματος· ἡ μὲν τῶν ὑλῶν τούτων τοιαύτη ἐστὶν ὣστε δύνασθαι κινεῖσθαι αὐτὴ ὑφ’ ἑαυτῆς, ὥσπερ ἡ φύσις, ἡ δὲ οὐ δύναται κινεῖσθαι ὑφ’ ἑαυτῆς, ὥσπερ ἡ τεχνητή· καὶ ταύτης οὖν τῆς ὕλης ἡ μὲν δύναται τοιώσδε κινεῖσθαι, οἷον ἐπαναστῆναι καὶ περιγενέσθαι τῶν νοσοποιῶν αἰτίων· ἡ δὲ τεχνητὴ δύναμιν <οὐκ> ἔχει κατὰ σύνθεσιν κινηθῆναι αὐτὴ ὑφ’ ἑαυτῆς. καὶ ἐπὶ τῶν φυ- σικῶν τῶν δυναμένων ὑφ’ ἑαυτῶν κινεῖσθαι οὐ δυνατὸν κατὰ πάντα ἐκ ταὐτομάτου κινεῖσθαι, οἷον ὀρχεῖσθαι, εἰ μὴ ἄρα ὑπὸ τέχνης. οἱ οὖν λί- θοι ἀδυνάτως ἔχουσι κατὰ σύνθεσιν κινηθῆναι, εἰ μὴ ὑπὸ τέχνης, τὴν κάτω μέντοι φορὰν καὶ ὑφ’ ἑαυτῶν κινοῦνται· ὁμοίως καὶ τὸ πῦρ τὴν ἄνω. διὰ γοῦν τοῦτο, τουτέστι διὰ τὴν ὕλην, τὰ μὲν οὐ κινοῦνται ἐκ ταὐτομάτου ἄνευ τέχνης, τὰ δὲ καὶ χωρὶς τέχνης· ὑπὸ γὰρ τούτων κι- νοῦνται τὰ φυσικὰ σώματα τῶν οὐκ ἐχόντων τέχνην, οἶον ὑπὸ πόσεως οἴνου, ὑπὸ περιπάτου· γίνονται γὰρ καὶ ἐντεῦθεν κατὰ συμβεβηκὸς ὑγεῖαι. δύνανται οὖν κινεῖσθαι τὰ φυσικὰ καὶ ὑπὸ ἄλλων μὴ ἐχόντων τέχνην, οἷον ὑπὸ ἀνιάτρου πολλοὶ γεγόνασιν ὑγ· ιεῖς, ἢ ὑπὸ μέρους, τουτέστι τοῦ ἐμφύτου θερμοῦ πλεονάσαντος καὶ κατασβέσανιος τὴν ψυχρὰν δυσκρασίαν. p. 1034a21 Δῆλον δὲ ἐκ τῶν εἰρημένων καὶ ὃτι τρόπον τινὰ ἃπαντα γίνεται ἐξ ὁμωνύμου. Δείξας διὰ τῶν προλαβόντων ὅτι τὸ ποιητικὸν αἴτιον ὁμοειδές ἐστι τῷ γινομένῳ, φησὶν ὅτι δῆλόν ἐστιν ἐκ τῶν εἰρημένων ὅτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμων, τουτέστιν ἐξ ὁμοειδῶν· ἄνθρωπος γὰρ ἄν- θρωπον γεννᾷ, καὶ ἵππος ἵππον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνητῶν· τὸ γὰρ εἶδος τοῦ οἴκου τὸ ἐν τῇ φαντασίᾳ τοῦ οἰκοδόμου ὁμοειδές ἐστι τῷ γινομένῳ. ὥστε καὶ ἐπὶ τῶν τεχνητῶν καὶ ἐπὶ τῶν φυσικῶν ὁμοειδές ἐστι τὸ γινόμενον τῷ ποιοῦντι. καὶ ἐπὶ τῶν ἐκ σήψεως · γὰρ γινομένων ὁ αὐτός ἐστι λόγος· ἔστι γάρ τις λόγος φυσικὸς ὁ ποιῶν ἐκ τῆς σήψεως τὸ ζωύφιον, ἔχων ἐν ἑαυτῷ τὸ εἶδος τοῦ ζωυφίου. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ὑγείας· ὁ γὰρ ἰατρὸς ἐποίησε τὴν τρῖψιν, ἡ δὲ τρίψις τὴν θερμότητα, ἡ δὲ θερμότης ποιεῖ τὴν ὑγείαν, καὶ ἢ αὐτὴ γίνεται ὑγεία, καὶ πάλιν οὕτω τὸ ποιητικὸν αἴτιον ὁμοειδὲς γίνεται τῷ γινομένῳ, ἤγουν μέρος γίνεται τῆς ὑγείας συγκιρναμένη τῇ ἐν τῷ σώματι θερμότητι καὶ αὔξουσα αὐτήν· καὶ οὕτως πάλιν μέρος τοῦ ποιητικοῦ μέρει τοῦ γινομένου γίνεται ὁμοειδές. ἢ γὰρ ὅλον· γίνεται ἢ μέρος ὁμοειδὲς τὸ ποιοῦν τῷ γινομένῳ. καὶ πάλιν ὡς πρὸς τὸν ἰατρὸν τὸν ποιήσαντα· ἔστι γὰρ καὶ ἡ τρῖψις κίνησις καὶ ἡ θερμότης κίνησίς τις, τὸ μέντοι γε ἐρύθημα τὸ ἐκ τῆς τρίψεως γινόμενον κατὰ συμβεβηκὸς ὑπάρχει. δείξας οὖν ὅτι πάντως ὁμοειδές ἐστι τὸ ποιοῦν τῷ γινομένῳ φησὶν ὅτι καὶ τῶν συλλογισμῶν οἱ ἀποδεικτικοὶ ἐξ εἰδῶν ἔχουσι τὴν γένεσιν· ἀρχαὶ γὰρ τῶν ἀποδείξεων οἱ ὁρισμοί, οἱ δ’ ὁρισμοὶ τὰ εἴδη τῶν πραγμάτων ὑπάρχουσιν. ὥστε καὶ ἐνταῦθα τὸ δἶδός ἐστι τὸ γεννῶν, ὥσπερ καὶ ἐκεῖσε τὸ ὁμοειδὲς γεννᾷ τὸ ὁμοειδές. ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς, καί φησιν ὅτι ὥσπερ ἐπὶ τῶν τεχνη- τῶν ὁρῶμεν καὶ ἀπὸ τέχνης γινόμενόν τι καὶ ἐκ ταὐτομάτου, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν. τὴν γὰρ ὑγείαν ποιεῖ καὶ ὁ ἰατρός, γίνεται δὲ καὶ ἐκ ταὐτομάτου, ἐπειδὴ πέφυκεν ἡ φύσις ἡ ἐν τῷ σώματι ἐπανίστασθαι καὶ βοηθεῖν ἑαυτῇ ἀναστομοῦσα, εἰ τύχοι, ἀγγεῖον καὶ ῥύσιν αἵματος φέρουσα ἢ τάραξιν γαστρὸς ποιοῦσα καὶ ὅσα ἄλλα τοιαῦτα γίνεται τοῦ σώματος φυσικῶς κινουμένου. οὕτως οὖν, φησίν, ὁρῶμεν καὶ ἐπὶ τῶν φυσκῶν πραγμάτων. τὰ μὲν γὰρ γίνεται ὑπὸ σπέρματος καὶ ποιητικοῦ αἰτίου· ἂνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, καὶ ἵππος ἵππον· τὰ δὲ οὐκ ἐκ σπέρματος ἀλλ’ ἐκ σήψεως, ὥσπερ γίνονται μέλιτται ἐκ τοῦ τεθνεῶτος ταύρου σηπομένου, καὶ πάλιν τινὰ ζῷα ἐξ ἄλλης σήψεως. καὶ ὥς φασιν, ὄφεις γίνονται ἐκ τῶν ἀνθρωπείων σωμάτων. ὡς δέ φησιν ὁ Ἀλέξανδρος, ἐάν τις λάβοι τὴν ὤκιμον βοτάνην καὶ ὑποθείη αὐτὴν πλίνθῳ καθυγρασμένῃ, πάν. τὼς σκορπίοι τίκτονται ἐν ἐκείνῳ τῷ τόπῳ. πάλιν οὖν καὶ ἐνταῦθα τὴν ὕλην αἰτιᾶται καί φησιν ὅτι ὃν λόγον ἔχει τὸ σπέρμα τοῦ κεφῆνος πρὸς τὸ ποιεῖν μέλιτταν, τὸν αὐτὸν ἔχει λόγον καὶ ὁ λόγος ὁ φυσικὸς ὁ ἐν τῷ σώματι τοῦ τεθνεῶτος ταύρου· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐκ σήψεως γινομένων. ὅπου οὖν εὑρεθῇ ἡ ὕλη δύναμιν ἔχουσα τοῦ κινεῖ- σθαι ὑφ’ ἑαυτῆς καὶ ἄνευ σπέρματος, γίνεται τὰ ζῷα, δυνάμενα καὶ ὑπὸ σπέρματος γίνεσθαι, ὡς ἐπὶ τῶν μελιττῶν εἰρήκαμεν· γίνεται γὰρ καὶ ὑπὸ τεθνεῶτος βοὸς καὶ ὑπὸ τοῦ σπέρματος τοῦ κηφῆνος· ὅπου δὲ οὐκ ἔστι λόγος δημιουργικός, ἄνευ σπέρματος ἀδύνατόν ἐστι γενέσθαι. ταῦτα εἰρη- κώς φησιν ἐφεξῆς ὅτι ὥσπερ ἐδείξαμεν ὅτι οὐ δυνατόν ἐστι τὸ εἶδος γίνε- σθαι αὐτὸ καθ’ αὐτό, οὕτω οὐδὲ τὸ ποσὸν οὐδὲ τὸ ποιὸν οὐδὲ ἄλλην τινὰ κατηγορίαν. ἐν γὰρ τῇ ὕλῃ τὸ εἶναι ἔχουσι· πλὴν διαφέρουσιν αἱ οὐσίαι τῶν συμβεβηκότων, ὅτι αἱ μὲν οὐσίαι ἐξ ἄλλων οὐσιῶν γίνονται προϋφεστηκυιῶν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, ὅτι ἐπὶ τῶν ἐκ σήψεως γινομένων ποία οὐσία προϋφέστηκε ; καὶ αἰτιᾶται τὴν τῶν οὐρανίων κίνησιν. ἡμεῖς δὲ λέγομεν ἐπιβάλλοντες, ὅτι κἀκεῖνα ἐξ ἑτέρας οὐσίας γίνονται, οἷον τῶν σεσηπότων σωμάτων)· τὰ μέντοι γε συμβεβηκότα οὐ γίνεται ἐξ ἄλλων προϋφεστώτων συμβεβηκότων. οὐ γάρ ἐστι τὸ λευκὸν αὐτὸ καθ’ αὑτὸ καὶ ποιεῖ ἄλλο λευκόν· γίνεται γὰρ λευκὸν καὶ ἐξ οὐ λευκοῦ, οἷον ὑπὸ τοιᾶσδε κράσεως καὶ κινήσεως· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χρωμάτων. Ταῦτα εἰπὼν ζητεῖ ἐφεξῆς δι’ ἣν αἰτίαν ἐπὶ τινῶν μὲν ὁρισμῶν ἐμ- περιέχεται καὶ τὰ μέρη τῶν ὁριστῶν, ἐπὶ τινῶν δὲ οὐκ ἐμπεριέχονται· ἐπὶ μὲν γὰρ τῶν συλλαβῶν ἐμπεριέχονται· ὁριζόμενοι γὰρ τὴν συλλαβήν φαμεν ‘σύλληψις συμφώνων μετὰ φωνηέντω ’· ἐν τούτοις γὰρ εἶναι λέγεται ἡ συλλαβή· ὁριζόμενοι δὲ τὸν κύκλον οὐκέτι συμπεριλαμβάνομεν τὰ μέρη, τουτέστι τὰ τμήματα αὐτοῦ· οὐ γάρ φαμεν ὅτι ὁ ἐκ δύο ἡμικυκλίων συνι- στάμενος, ἀλλὰ λέγομεν σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον· καὶ ἐπιλυόμενος τὴν ἀπορίαν ταύτην φησὶν ὅτι τῶν ὁρισμῶν οἱ μὲν τοῦ εἴδους μόνον ὑπάρχουσιν, οἱ δὲ τῆς ὕλης, οἱ δὲ τοῦ συναμφοτέρου. ἐπειδὴ οὖν ἔστι καὶ ἔνυλα εἴδη καὶ ἄυλα ,ἡνίκα μὲν τὰ ἔνυλα εἴδη ὁριζόμεθα, πάντως συμπεριλαμβάνομεν καὶ τὰ μέρη καὶ τὴν ὕλην, ὥσπερ τὸ σιμὸν ὁριζόμεθα, ἐπειδὴ οὐδέποτε δυνατὸν χωρίζεσθαι τῆς ὕλης· ἐν γὰρ ῥινὶ τὸ εἶναι ἔχει. τὸ μέντοι γε κοῖλον δυνατόν ἐστι καὶ ἄνευ ὕλης ὁρίσασθαι, ἐπειδὴ οὐκ ἀφωρισμένως θεωρεῖται ἔν τινι ὑποκειμένῳ· καὶ ἐν χαλκῷ γὰρ θεωρεῖται καὶ ἐν ὄρει καὶ ἐν ἄλλοις πλείστοις. οὕτως οὖν φημι καὶ περὶ τοῦ κύκλου, ἐπειδή ἐστι καὶ ἔνυλος κύκλος καὶ ἄυλος. ἡνίκα μὲν οὑν ὁρι- ζόμεθα τὸν ἄυλον κύκλον, οὐδὲν κεχρήμεθα τοῖς μέρεσι, διὸ καὶ ὁ ὁρι- σμὸς τοὐ εἴδους ἐφαρμόττει παντὶ κύκλῳ καὶ μεγίστῳ καὶ ἐλάττονι ὡς ἀύλοις. ἡνίκα δὲ τὸν ἔνυλον ὁριζόμεθα, προσλαμβάνομεν καὶ τὰ μέρη αὐτοῦ. ἐπεὶ δὲ οὐκ ἐφρόντισεν ἡ συνήθε. ια θεῖναι ἄλλο μὲν ὄνομα τῷ ἀύλῳ κύκλῳ, ἄλλο δὲ τῷ ἐνύλῳ, ἀλλ’ ἀμφότερα τῷ τοὐ κύκλου ὀνόματι προσηγόρευσεν, ἐντεῦθεν ἡ ἀπάτη γέγονεν ἐκ τῆς ὁμωνυμίας. †ἧσπερ ἐφρόντισε, καὶ τὸν μὲν ἁπλῶς ἐκάλεσεν ἄνθρωπον, τὸν δὲ κατὰ μέρος Σω- κράτην Καλλίαν. πάλιν ζητεῖ δευτέραν ἀπορίαν τοιαύτην· ἀρά γε, φησί, τὰ μέρη πρότερα ὑπάρχουσι τοῦ ὅλου ,ἢ τὸ ὅλον πρότερον τῶν μερῶν ; καὶ δείκνυσιν ὅτι τὸ ὅλον· τοῦ γὰρ ὅλου ἀναιρουμένου ἀναιρεῖται τὸ μέρος, τουτέστιν ὁ δάκτυλος, τοὐ δὲ δακτύλου ἀναιρουμένου οὐκ ἀναιρεῖται τὸ ὅλον. καὶ πάλιν τῆς ὀρθῆς γωνίας ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ὀξεῖα, ἐπειδὴ εἰς τὸν ὁρισμὸν τῆς ὀξείας δεόμεθα τῆς ὀρθῆς, ὥστε ἀναιρουμένης τῆς ὀρθῆς ἀναιρεῖται καὶ ὁ ὁρισμὸς τῆς ὀξείας, καὶ διὰ τοῦτο καὶ ἡ ὀξεία· εἰς δὲ τὸν ὁρισμὸν τῆς ὀρθῆς οὐ δεόμεθα τῆς ὀξείας. p. 1034a21 Δῆλον ἑκτῶν εἰρημένων. Δείξας ὅτι ὁμοειδές ἐστι τὸ γεννῶν τῷ γεννωμένῳ, φησὶν ὅτι δῆλον ἡμῖν γέγονεν ἑκτῶν εἰρημένων καὶ ὃτι τρόπον τινὰ ἅπαντα γίνεται ἐξ ὁμωνύμων, τουτέστιν ἐκ συνωνύμων· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ, ταῦτα δὲ συνώνυμα. καλῶς δὲ προσέθηκε τὸ τρόπον τινά· οὐ γὰρ ἐπὶ πάν- τῶν εὐοδεῖ αὐτῷ ὁ λόγος, καὶ μάλιστα ἐπὶ τῶν τεχνητῶν καὶ τῶν ἐκ σήψεως. οὐ γὰρ τὸ εἶδος τοῦ ἀβακίου τὸ ἐν τῷ τέκτονι συνώνυμόν ἐστι τῷ γινομένῳ ἀβακίῳ· διὸ καὶ αὐτὸς ἐπήγαγεν ὥσπερ τὰ φύσει, ἢ ἐκ μέρους, φησίν, ὁμωνύμου, οἷον ἡ οἰκία γίνεται ἐξ οἰκίας, ἢ ὑπὸ νοῦ· ἡ γὰρ τέχνη τὸ εἶδος ποιεῖ τῆς οἰκίας, τοῦ νοῦ ἔχοντος ἐν ἑαυτῷ τὸ εἶδος τοῦ ἀβακίου. καλῶς οὗν εἶπε καὶ τὸ ἐκ μέρους· οὔτε γὰρ ἡ οἰκία ἡ αὐτή ἐστι τῷ τέκτονι, ὥσπερ ὁ Ἒχτωρ τῷ Πριάμῳ, ἀλλὰ κατὰ μέρος, κατὰ τὴν φαντασίαν, ἣν ἔχει ἐν ἑαυτῷ ὁ τέκτων τοῦ ἀβακίου. ἢ ἐκ μέρος γινομένου ὁμωνύμου ἔχοντός τι μέρος, ἐὰν μὴ κατὰ συμβεβηκὸς γένηται. τὸ γὰρ θερμὸν τὸ ἐκ τῆς τρίψεως γινόμενον μέρος ἐστὶ τοῦ ποιήσαντος καὶ ποιεῖ μέρος τι θερμασίας ἐν τῷ σώματι ὅμοιον ἑαυτῷ, αὖξον αὐτὴν ἢ καὶ γεννῶν διαφορουμένης τῆς ὑγρότητος. τὸ γοῦν μέρος, τουτέστι ἡ ἐγγενομένη θερμότης, μέρος τι ὁμώνυμον ἐποίησεν ἑαυτῇ, τουτέστι θερμότητα ἢ ὑγείαν, ἧς ὑγείας μέρος γίνεται. καλῶς δὲ εἶπεν ἐὰν μὴ κατὰ συμβεβηκὸς γένηται· ἐκ γὰρ τῆς τρίψεως πολλάκις γίνεται ἐρύθημα ἐκ τῆς θερμότητος, οὐ μέντοι γε ὑγίεια, τὸ δὲ ἐρύθημα κατὰ συμβεβηκός· διὰ τοῦτο γὰρ <οὐ> γέγονεν ἡ τρῖψις. p. 1034a25 Τὸ γὰρ αἴτιον τοῦ ποιεῖν πρῶτον καθ’ αὑτό. Ὃ λέγει τοῦτό ἐστι· τὸ ὑπὸ τοῦ καθ’ αὑτὸ ποιοῦντος πρῶτον ἐγγινόμενον τῷ ποιουμένῳ μέρος γίνεται τῆς ὑγείας. ἡ γὰρ θερμότης ἐγγινομένη ἐκ τῆς τρίψεως, θερμότητα ἐποίησεν ἐν τῷ σώματι, τουιέστιν ηὔξησε τὴν ἐν τῷ σώματι θερμόιητα· αὐξηθεῖσα δὲ ἡ θερμότης ὑγεία ἐστίν· ὁμαλότης γὰρ γέγονεν. ἡ οὖν γενομένη θερμότης ἐν τῷ σώματι ἢ ὑγεία ἐστὶν ἢ μέρος τῆς ὑγείας, ἢ ἀκολουθεῖ αὐτῇ μέρος τι τῆς ὑγείας, ὡς μέρους δυσκρασίας ἐκμοχλευθέντος, ἢ τελεία γίνεται ὑγεία· διὸ καὶ λέ- γεται ποιεῖν ὑγείαν ἡ θερμότης ἐκ τῆς τρίψεως, ὅτι ἐκεῖνο τὸ θερμὸν ποιεῖ τὴν ὑγείαν, ᾧ θερμῷ ἠκολούθησεν ἡ ὁμαλότης. ὥσπερ οὖν ἐν τοῖς συλλογισμοῖς ἀρχαὶ ὑπάρχουσιν οἱ ὁρισμοὶ καὶ τὰ εἲδη, οὕτως καὶ ἐπὶ τῶν γινομένων αἱ ἀρχαὶ τὰ εἴδη ὑπάρχουσιν, εἴ γε ὁμοειδῆ τὰ γινόμενα τοῖς ποιοῦσιν ἐδείχθησαν. p. 1034333 Ὁμοίως δὲ καὶ τὰ φύσει συνιστάμενα. Ὣσπερ ἐπὶ τῶν τεχνητῶν γίνεται ὑγεία καὶ ἀπὸ τέχνης καὶ ἐκ ταὐ- τομάτου, ὁμοίως τούτοις καὶ ἐπὶ τῶν φύσει συνισταμένων ἔχει. ὥσπερ γὰρ ὁ ἰατρὸς ποιεῖ τὴν ὑγείαν, οὕτως καὶ τὸ ἀνθρώπειον σπέρμα ποιεῖ τὸ ἒμβρουν· ἔχει γὰρ ἐν ἑαυτῷ τὸ σπέρμα δυνάμει τὸ ἀνθρώπειον εἶδος, καὶ ἀφ’ οὗ τὸ σπέρμα, τουτέστι τὸ ποιητικὸν αἴτιον, ὁμώνυμόν πώς ἐστι τῷ γινομένῳ. καλῶς δὲ προστέθεικε τὸ πῶς· οὔτε γὰρ κατὰ πάντα, εἰ μὴ μόνον κατὰ τὸ εἶδος· οὔτε γὰρ καὶ κατὰ <τὰ> παιδουργὰ μόρια, ἐπειδὴ καὶ ἀνὴρ τίκτεται ἐκ γυναικὸς καὶ γυνὴ γεννᾶται ἐξ ἀνδρός. διό φησιν οὐ γὰρ πάντα δεῖ οὕτω ζητεῖν ὡς ἐξ ἀνθρώπου ἄνθρωπον· καὶ γὰρ γυνὴ τίκτεται ἐξ ἀνδρός· διὸ ἡ ἡμίονος οὐκ ἐξ ἡμιόνου τίκτεται, ἐπειδὴ οὐκ ἔχουσι κοινόν τι, ἄνθρωπος δὲ ἐξ ἀνθρώπου, ἐὰν μὴ πήρωμα ὑπάρχῃ. ὥστε ἔχουσί τι κοινὸν καὶ ἡ ἡμίονος καὶ ἡ ἵππος, καθὸ γίνονται ἐξ ἀλλήλων, λων, ὃπερ ὅπερ ἡμῖν οὐκ ὠνόμασται. φησὶν οὖν ὅτι ταῦτα γίνονται ἐκ ἐπὶ τῶν φυσικῶν, ὅσα ἔχουσιν ὕλην ἔχουσαν λόγον δημιουργικὸν καὶ μ· ιμουμένην τὸ σπέρμα ὅσα δὲ μὴ ἔχει, ἀδύνατόν ἐστι γίνεσθαι ἄνευ σπέρματος), ὥσπερ καὶ ἐπὶ τῶν τεχνητῶν, ὅσων ἡ ὕλη δύναται ὑφ’ ἑαυτῆς κινεῖσθαι. p. 1034b7 Ou μόνον δὲ περὶ τῆς οὐσίας. Φησὶν ὅτι οὐ μόνον οὐσία, τουτέστι τὸ εἶδος, οὐ γίνεται αὐτὸ καθ’ αὑτὸ ἄνευ ὕλης, ἀλλ’ ἐπὶ πασῶν τῶν κατηγοριῶν κοινὸς ὁ λόγος ὑπάρχει. ὥσπερ γὰρ ἡ χαλκῆ σφαῖρα γίνεται, ἀλλ’ οὐ τὸ εἶδος τῆς σφαίρας οὐδὲ ὁ χαλκός (ἀεὶ γὰρ δεῖ προυπάρχειν τὴν ὕλην καὶ τὸ εἶδος), οὕτω φημὶ καὶ ἐπὶ τῶν ἄλλων κατηγοριῶν. οὐ γὰρ γίνεται τὸ ποιὸν αὐτὸ καθ’ αὑτό, ἀλλὰ τὸ ποιόν τι ξύλον, οἷον λευκὸν γίνεται τὸ ξύλον ἢ τὸ ἱμάτιον· καὶ πάλιν τὸ σῶμα μέγα γίνεται. τοῦτο δὲ πλεονεκτεῖ ἡ οὐσία, ὅτι ἀνάγκη προϋπάρχειν ἑτέραν οὐσίαν ἐνεργείᾳ, εἰ μέλλοι γίνεσθαι ὃμοιον αὐτῇ (ἂνθρωπος γὰρ ἄνθρωπον γεννᾷ) ποιὸν δὲ ἢ ποσὸν οὐκ ἀνάγκη προϋπάρχειν ἐνεργείᾳ, ἀλλὰ μόνον δυνάμει ἐστὶ καὶ ποσὸν καὶ ποιόν. p. 1034b20 ἐπειδὴ ὁ ὁρισμὸς λόγος ἐστί, πᾶς δὲ λόγος ἐντεῦθεν τὰς δύο ἀπορίας κινεῖ, ἃς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, καί φησιν ὅτι ἐπειδὴ ὁ ὁρισμὸς τοῦ πράγματος λόγος ἐστίν, ἅπας δὲ λόγος ἐκ μερῶν συνέστηκεν, ὡς δὲ ὁ καθόλου λόγος πρὸς τὸ τέλειον πρᾶγμα, τουτέστιν ὁ ἀπλῶς ὁρισμὸς πρὸς τὸ ἀπλῶς ὁριστόν τουτέστι], καὶ τὸ μέρος τοῦ λόγον πρὸς τὸ μέρος τοῦ πράγματος ὁμοίως ἔχει, τουτέστι πρὸς τὸ μέρος τοῦ ὁριστοῦ, ἀπορεῖται ἆρα δεῖ τὸν λόγον τῶν μερῶν ὑπάρχειν ἐν τῷ ὅλῳ λόγῳ ἢ οὔ; ἐνίων μὲν γὰρ ὁριστῶν φαίνονται ἐνόντα καὶ τὰ μέρη τῶν ὁριστῶν ἐν τῷ ὅλῳ ὁρι- σμῷ. ὁ μὲν γὰρ ὁρισμὸς τοῦ κύκλου, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, οὐκ ἒχει τὸν τῶν τμημάτων αὐτοῦ, ὁ δὲ τῶν συλλαβῶν ἔχει τὸν τῶν στοιχείων. καίτοι ὁ κύκλος διαιρεῖται εἰς τὰ τμήματα, ὥσπερ καὶ αἱ συλλαβαὶ εἰς τὰ στοιχεῖα. p. 1034b28 ἔτι δέει πρότερα τὰ μέρη. ἐντεῦθεν τὴν δευτέραν ἀπορίαν ἐκτίθεται, καί · φησιν οὕτως ὅτι εἰ πρότερα τὰ μέρη τοῦ ὅλου ὑπάρχουσι, τῆς δὲ ὀρθῆς ἡ ὀξεῖα μέρος, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, καὶ ὁ δάκτυλος τοῦ ζώου, ***δοκοῦσι δὲ τὰ †καθόλου καὶ ὅλων εἶναι πρότερα δέονται γὰρ τούτων οἱ ὁρισμοὶ τῶν μορίων, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν), καὶ ὅτι δύναται καὶ ὁ ἄνθρωπος εἷναι ἄνευ τοὐ δακτύλου καὶ ἡ ὀρθὴ ἄνευ τῆς ὀξείας· τὰ δὲ συναναιροῦντα καὶ μὴ συναναιρύμενα φύσει πρότερα ὑπάρχει. p. 1034b32 Ἢ πολλαχῶς λέγεται τὸ μέρος. ἐντεῦθεν τὴν προτέραν ἀπορίαν ἐπιλύεται, καί φησιν ὅτι τὸ μέρος πολλαχῶς λέγεται. λέγεται γὰρ μέρος τὸ καταμετροῦν τὸ ὅλον, ὥσπερ ***τὸ δὲ σημαινόμενον τοῦτο τοῦ μέρους ἀφείσθω τὰ νῦν ὡς μηδὲν συμ- βαλλόμενον. ἐξ ὧν δὲ ἡ οὐσία ἐστὶν ὡς μερῶν, ταῦτα ἐπισκεπτέον, τουτέστι τὴν ὕλην καὶ τὸ εἶδος· ταῦτα γὰρ μέρη τοῦ συνθέτου ὑπάρχουσιν. εἰ τοίνυν ἐστὶ τὸ μὲν ὕλη τὸ δὲ εἶδος, δῆλον ὅτι καὶ ἡ οὐσία ἐκ τῆς τούτων συμπλοκῆς. ἡ οὗν ὕλη τοῦ μὲν συνθέτου λέγετει μέρος, τοῦ δὲ εἲδους αὐτοῦ καθ’ αὑτὸ οὐ λέγεται εἶναι μέρος. οἷον τῆς μὲν κοιλότητος οὐκ ἔστι μέρος ἡ σάρξ, ἐπειδὴ ἡ κοιλότης, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, δύ- ναται καὶ αὐτὴ καθ’ αὑτὴν λαμβάνεσθαι· ἡ γὰρ σάρξ ἐστιν ὅλη τῆς κοιλότητος, ἡνίκα γένηται ἐν αὐτῇ· τῆς δὲ σιμότητος μέρος λέγεται εἶναι ἡ ὕλη, ἐπειδὴ οὐ δυνατὸν ἄνευ ὕλης θεωρεῖσθαι τὴν σιμότητα· εἰσάγει γὰρ πάντως ῥῖνα, οὕτως οὖν καὶ τοῦ συνόλου ἀνδριάντος μέρος ἐστὶν ὁ χαλκός, τοὐ δὲ εἴδους αὐτοῦ καθ’ αὑτὸ τοῦ ἀνδριάντος οὐ λέγεται εἶναι μέρος ὁ χαλκός. λεκτέον γὰρ τὸ εἶδος ἀντὶ τοῦ ὁριστέον) καὶ καθὸ εἶδος ἔχει ἕκαστον, ὅταν δύνηται χωρίζεσθαι τῆς ὕλης, τὸ δὲ ὑλικὸν οὐ δεῖ ὁρίζεσθαι. ὅταν δύνηται χωρίζεσθαι τὸ εἶδος αὐτοῦ. πότε δὲ δύναται χωρίζεσθαι ; ὅταν μὴ μέρος λαμβάνηται ἡ ὕλη τοῦ εἴδους. διὰ τοῦτο οὖν ὁ τοῦ κύκλου ὁρισμὸς οὐκ ἔχει τὸν τῶν τμημάτων, ὁ δὲ τῆς συλλαβῆς περιλαμβάνει τὸν τῶν στοιχείων· τὰ μὲν γὰρ στοιχεῖα τοῦ λόγου μέρη ὑπάρχουσι τοῦ εἲδους καὶ οὐχ ὓλη, τὰ δὲ τμήματα τοῦ κύκλου οὕτως μέρη ὑπάρχουσιν οὔτε] ὡς ὕλη, ἐπειδὴ δύναται χωρίζεσθαι ἐφ’ οἷς τμήμασιν ἐπιγίνεται τὸ τοῦ κύκλου εἶδος. τὰ γοῦν τμήματα πλησιάζουσι μᾶλ- λον τῷ εἴδει τοῦ κύκλου ἤπερ ὁ χαλκός, ἐπειδὴ δύναται καὶ ἐν χρυσῷ εἶναι ὁ αἰσθητὸς κύκλος, ἄνευ δὲ τμημάτων εἶναι οὐ δύναται, ὅταν ἐν χαλκῷ κύκλῳ γένηται. ἰστέον δὲ ὅτι οὐδὲ τὰ στοιχεῖα πάντα τῆς συλλαβῆς ἐμ- περιέχεται ἐν τῷ ὁρισμῷ αὐτῆς, οἷον ταδὶ τὰ κήρινα, ὥς φησιν αὐτός, ἢ τὰ ἐν ἀέρι. γράφονται γὰρ καὶ συλλαβαὶ ἐν κηρῷ καὶ ἐν χάρτῃ, καὶ τότε ὁ κηρὸς γίνεται μέρος αὐτῶν· καὶ ὅμως οὐ λαυβάνονται ἐν τῷ ὁρισμῷ αὐτῶν. ἰστέον δὲ ὅτι ἡ ***διαιρουμένη δίχα καὶ ὁ ἄνθρωπος διαιρούμενος εἰς σάρκας καὶ νεῦρα καὶ ὀστέα φθείρονται ὡς σύηνθετα, τὸ δὲ ἄυλον εἶδος τοῦ ἀνθρώπου οὐ φθείρεται, οἷον ἡ λογικὴ ψυχή· οὔτε γὰρ ἡ ἄυλος γραμμή. τὰ οὖν ἔνυλα εἴδη ἐκ τούτων ὑπάρχουσι τῶν συνθέτων· 100 μὲν γὰρ συνόλου μέρη ὑπάρχουσι, τοῦ δὲ εἲδους τοῦ χωριστοῦ οὐκέτι· διὸ ὡς ἀλλότρια λαμβάνονται ἐν τῷ ὁρισμῷ τοῦ εἲδους. διὰ τοῦτο οὖν ἐπὶ μὲν τῶν ἀύλων εἰδῶν οὐ συμπεριλαμβάνεται ἡ ὕλη, ἐπειδὴ κεχωρισμένα ὑπάρχουσιν· ἐπὶ δὲ τῶν ἐνύλων λαμβάνεται, ἐπειδὴ ἀχώριστα ὑπάρχουσι. διὰ τοῦτο γὰρ ἔνια μὲν ἐκ τούτων, τουτέστι τὰ σύνθετα, ὡς ἀρχῶν εἰσι· διὸ καὶ εἰς αὐτὰ φθείρονται. τὸ οὖν σιμὸν ἢ ὁ χαλκοῦς κύκλος εἰς ταῦτα φθείρονται, ἐξ ὧν καὶ συνετέθησαν, καὶ μέρος αὐτῶν ἡ ὕλη ὑπάρχει. ὅσα δὲ εἴδη μὴ ἐξ ἀνάγκης τῇ ὕλῃ συνδυάζεται, ἀλλ’ ἄνευ τῆς ὕλης ὑπάρχουσιν οἱ λόγοι τοῦ εἴδους, ταῦτα ἢ ὅλως οὐ φθείρονται, ὥσπερ ἡ κοιλότης, ἢ οὐχ ὁμοίως †ἄλλο μέρος σύνθετον ***,οὐχ ὡς ἡ σιμότης τῆς ῥινὸς φθειρομένης πάωτας φθείρεται. ὥστε ἐκείνων μὲν τῶν ἀχωρίστων μέρη καὶ ἀρχαὶ ὑπάρχουσι τὰ ὑφ’ αὑτά, τουτέστιν ἡ ὕλη καὶ τὸ εἶδος, τοῦ δὲ εἴδους τοῦ δυναμένου αὐτοῦ καθ’ αὑτὸ εἶναι οὗτε μέρος ὑπάρχει ἡ ὓλη οὒτε ἀρχὴ ὑλική. καὶ διὰ τοῦτο φθείρεται ὁ πή- λινος ἀνδριὰς εἰς πηλὸν καὶ τὴν στέρησιν αὐτοῦ, καὶ ὁ Καλλίας εἰς σάρκα καὶ ὀστέα, καὶ ὁ ἒνυλος κύκλος εἰς τὰ τμήματα· ὁμωνύ- μως γὰρ λέγεται ὁ κύκλος καὶ ὁ ἁπλῶς γὰρ καὶ <ὁ> καθ’ ἕκαστα κύκλος λέγεται), καὶ ἐντεῦθεν ἡ ἀπάτη ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. p. 1035b3 εἴρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές, ὅμως δὲ ἔτι σα- φέστερον εἴπωμεν. ἐντεῦθεν τὴν δευτέραν ἀπορίαν ἐπιλύεται τὴν περὶ τῶν μερῶν, ἡνίκα ἐζήτει εἴτε πρότερα Τὰ μέρη τοῦ ὅλου εἰσίν, εἴτε τὸ ὅλον τῶν μερῶν. καί φησιν ὃτι διττόν ἐστι τὸ εἶδος, τὸ μὲν ἔνυλον τὸ δὲ ἄυλον, οἷον ὡς ἐπὶ ἀνθρώπου ἐστὶν ἄυλον εἶδος ἡ ψυχή, ἔνυλον δὲ εἶδος τὸ ζῷον λογικὸν θνη- τόν. τὰ μέρη οὖν τοῦ ἀύλου εἴδους πρότερα ὑπάρχουσι τοῦ ὅλου. εἰ γὰρ τὸ εἶδος τὸ ἄυλον πρότερόν ἐστι τοῦ συνθέτου, τοῦ δὲ ἐνύλου εἴδους πρόὃτι νονται, τὰ δὲ εἰς τὸν ὁρισμόν τινος παραλαμβανόμενα πρότερα ὑπάρχουσι. πολλῷ ἄρα μᾶλλον τὰ μέρη τοῦ ἀύλου εἲδους πρότερα ὑπάρχουσι τοῦ συνθέτου ***ὕστερα δέ εἰσι τοῦ ὅλου, οἷον δάκτυλος, ὀφθαλμός, ἐπειδὴ ὁριζόμενοι αὐτὰ συμπεριλαμβάνομεν τὸ ὅλον. εἰ μὴ γὰρ οὕτως ὁρισόμεθα αὐτά, ὡς ὄργανον ζῴου, εἰ τύχοι, τὴν χεῖρα, οὐδὲν διαφέρει λι- θίνης χειρός. ὥστε λέγομεν ὅτι χείρ ἐστιν ὄργανον ἀντιληπτικὸν ἀνθρώπου. οὐ πάντα δὲ τὰ μόρια ὕστερα ὑπάρχουσιν· ἡ γὰρ καρδία καὶ ὁ ἐγκέφαλος ἅμα τῷ παντὶ ὑπάρχουσιν, ἐπειδὴ καὶ συνυπάρχει ἡ αἴσθησις τῷ ἐγκεφάλῳ καὶ συναπόλλυται αὐτῷ. εἶτα ζητεῖ, ἆρα, ὥσπερ ἡ ψυχὴ αὐτὴ καθ’ αὑτὴν ὑφέστηκεν, οὕτως καὶ τὸ ἀνθρώπειον εἶδος· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων εἰδῶν. καί · φησιν ὅτι ὁ καθόλου ἄνθρωπος καὶ ὁ καθόλου ἵππος ἐπὶ τῶν καθ’ ἕκαστα **καθόλου δὲ οὐκ ἔστιν οὐσία. λέγει δὲ καθόλου μὴ εἶναι οὐσίαν τὴν ὑστερογενῆ τὴν ἐν τῇ φαντασίᾳ, καθ’ ἣν ἔχομεν τὸ εἶδος ἁπλῶς τοῦ ἀνθρώπου. τὸ γὰρ εἶδος τῷ ὄντι ἀνυπόστατόν ἐστιν αὐτὸ καθ’ αὑτὸ καὶ ὲν μόνῃ τῇ ἡμετέρᾳ φαντασία ἔχον τὸ εἶναι. ἐὰν οὖν ἔρηταί τις ἡμᾶς, φησί, πότερον τὰ μέρη πρότερα ὑπάρχουσι τοῦ ὅλου ἢ τὸ ἀνάπαλιν, ἐροῦμεν πρὸς. αὐτὸν ὅτι εἰ μὲν τὰ μέρη εἰς τὸν ὁρι- σμὸν παραλαμβάνονται τοῦ ὅλου, πρότερα ὑπάρχουσιν, εἰ δὲ τὸ ὅλον εἰς τὸν ὁρισμὸν τῶν μερῶν, τὸ ὅλον ἐστὶ πρῶτον τῶν μερῶν. διὸ τῆς ψυχῆς πρότερόν ἐστι τὸ ζῷον, εἴ γε παραλαμβάνοιτο εἰς τὸν ὁρισμὸν τῆς ψυχῆς τὸ ζῷον, καὶ πάλιν ἡ ψυχὴ προτέρα τοὐ ὅλου, εἰ παραλαμβάνοιτο εἰς τὸν ὁρισμὸν τοῦ ὅλου. ὁμοίως δὲ καὶ τὸ ἄυλον εἶδος τοῦ κύκλου πρότερον ὑπάρχει τοῦ ἁπλῶς κύκλου καὶ ἐνύλου, ἐπειδὴ παραλαμβάνεται εἰς τὸν ὁρισμὸν αὐτοῦ, καὶ ἡ ἄυλος ὀρθὴ τῆς ἀπλῶς ὀρθῆς· ἡ μέντοι ἁπλῶς ὀρθὴ τῆς χαλκῆς ὀρθῆς, καὶ ὁ ἀπλῶς κύκλος τοῦ χαλκοῦ κύκλου. p. 1035b3 Εἲρηται μὲν οὖν καὶ νῦν τὸ ἀληθές. Ἢδη, φησίν, εἴρηται τὸ ἀληθὲς περὶ τῶν μερῶν, ὅτι τὰ συναναιροῦντα, μὴ συναναιρούμενα δὲ πρότερα ὑπάρχουσιν· ὅμως δὲ δεῖ ἡμᾶς ἔτι δαφέστερον περὶ τούτων εἰπεῖν. ὅσα μὲν γὰρ μέρη ὑπάρχουσι τοῦ λόγου, ὡς ἔδειξεν ἡ θεωρία, ἢ πάντα ἢ ἔνια. καλῶς δὲ προστέθεικε τὸ ἔνια, ἐπειδὴ πολλάκις ὁριζόμενοι τὸ εἶδος συμπεριλαμβάνομεν καὶ μέρη τοῦ συνθέτου, ἅτινα ὕστερα ὑπάρχουσιν, οἷον ζῷον ἄλογον χρεμετιστικόν. εἰ οὖν ὁριζόπαραλαμβάνονται μένοι τὴν ὀρθὴν ***ὁριζόμενοι δὲ τὴν ὀξεῖαν δεόμεθα ἰῆς ὀρθῆς, λέγοντες ἡ ἐλάττων ὀρθῆς, δῆλον ὅτι πρότερόν ἐστιν ἐνταῦθα τὸ ὅλον τοῦ μέρους, τουτέστιν ἡ ὁρθή τῆς ὁμοίως δὲ καὶ κύκλος καῖ ἡμικύ- κλιον ἔχουσιν· ὁριζόμενοι γὰρ τὸ ἡμικύκλιον κεχρήμεθα τῷ κύκλῳ, οὐκέτι ἀνάπαλιν. ὁμοίως καὶ ἐπὶ τοῦ δακτύλου· τὸ γὰρ τοιόνδε μέρος τοὐ ἀνθρώπου δάκτυλος ὑπάρχει. ὥστε τὰ μὲν μέρη τοῦ συνθέτου ὕστερα τοῦ ὅλου ὑπάρχουσι. τὰ δὲ μέρη τοῦ ἀύλου εἴδους πρότερα ἢ πάντα ἢ ἔνια, ὡς εἰρήκαμεν, ἐπειδὴ τῶν ζῴων προτέρα ἐστὶν ἡ ψυχὴ· τοῦτο γάρ ἐστι τὸ ἄυλον εἶδος τοῦ. ἐμψύχου· τὸ γὰρ εἶδος τοῦ ἐμψύχου σώματος ἡ ψυχή ἐστιν. ἀμέλει τοι ἕκαστον μέρος τοῦ σώματος ἐὰν δεόντως ὁρίζηται, οὐκ ἄνευ τοῦ οἰκείου ἔργου καὶ τῆς οἰκείας ἐνεργείας ὁρισθήσεται· αὕτη δὲ ἡ ἐνέργεια οὐχ ὑπάρχει τῷ μορίῳ ἄνευ ψυχῆς· ὥστε τὰ τῆς ψυχῆς μέρη, ἐπειδὴ ἄυλον εἶδός ἐστι, πρότερα ὑπάρχει τοὺ ὅλου ζῴου ἢ πάντα ἢ ἔνια· καὶ καθ’ ἕκαστον δὲ ζῷον ὁμοίως ὁ αὐτὸς λόγος ὑπάρχει. τὸ μέντοι γε σῶμα καὶ τὰ μόρια αὐτοῦ ὕστερα ὑπάρχουσι τοῦ ὅλου, καὶ διαιρεῖται εἰς ταῦτα τὰ μόρια τὸ σύνθετον ὡς ὕλην, ὁ Σωκράτης εἰς χεῖρας καὶ πόδας καὶ κεφαλήν, οὐκ αὐτὸ τὸ εἶδος δηλῶν ἀλλὰ τὸ σύνθετον· ὥστε τοῦ συνθέτου τὰ μέρῃ κατὰ τὶ μὲν πρότερα ὑπάρχουσι, κατὰ τὶ δὲ οὔ. τὰ γὰρ μέρη τοῦ σώματος οὐ δύνανται ὑποστῆναι αὐτὰ καθ’ αὑτὰ ἄνευ τοῦ ὅλου. οὐ γὰρ ὁ παντοίως ἔχων δάκτυλος δάκιυλος ζῴου ἐστίν· ὁ γὰρ τοὐ τεθνεῶτος δάκτυλος ὁμωνύμως ἐστὶ δάκτυλος μηδὲν ἔτι διαφέ- ρων τοῦ λιθίνου· οὐδὲ γάρ ποιεῖ τὰ τοῦ δακτύλου. ἔνια δὲ τῶν μορίων ἅμα συνυπάρχουσι τῷ ὅλῳ, ὅσα κύρια ὑπάρχουσι καὶ ἐν οἷς πρώτως θεωρεῖται τὸ εἶδος, οἷον καρδία καὶ ἐγκέφαλος· διαφέρει γὰρ οὐδέν, εἴτε ἐν τῇ καρδίᾳ, φησί,. τὸ ἡγεμονικὸν ὑποθώμεθα εἴτε ἐν ἐγκεφάλῳ, πλὴν ὅτι ἀναιρούμενα συναναιροπυσι τὸ ὅλον. ὁ δὲ ἄνθρωπος ὁ ἁπλῶς καὶ ὁ ἵππος ἐπὶ τῶν καθ’ ἕκαστα θεωροῦνται· καθόλου δὲ οὐκ ἔστιν οὐσία, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, ἀλλὰ τὸ σύνθετον γίνεται τὸ ἁπλῶς ἐκ τουδὶ τοῦ λόγου οἷον τοῦ ἀνθρωπείου τοῦ ζῴου λογικοῦ θνητοῦ καὶ τησδὶτῆς ὕλης ὡς καθόλου, ἐπειδὴ οὐ τὴν καθ’ ἕκαστα ὕλην ἐλάμβανε· διό φησι καθ’ ἕκαστον δὲ ἐκ τῆς ἐσχάτου ὕλης, τουτέστιν ἐκ τῆς ἀτόμου. ἐκ ταύτης οὖν ὁ Σωκράιης γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως τῶν καθ’ ἕκαστα ζῴων. p. 1035b31 Μέρος μὲν οὖν ἐστι καὶ τοῦ εἴδους. Φησὶν ὅτι ἐστὶ μέρος καὶ τοὐ εἴδους τοῦ ἀύλου, διό φησι τὸ τί ἦν εἶναι· τῶν γὰρ εἰδῶν οἱ ὁρισμοὶ ὑπάρχουσιν· εἰσὶ δὲ μέρη καὶ τοῦ εἴ, δοὺς τοῦ συνθέτου καὶ τῆς ὕλης. ἐπὶ δὲ τοῦ ἀύλου εἴδους τὰ τοῦ λόγου μέρη τοῦ εἴδους μόνου ἐστίν· οὐ γὰρ τοῦ συνθέτου· ἂυλον ὑπέθεντο τὸ εἶδος, οἱ δὲ ὁρισμοί, ὡς μεμαθήκαμεν ἐν τῇ ‘Αποδεικτικῇ, τῶν καθόλου εἰσὶ καὶ τῶν εἰδῶν. ταὐτὸν γάρ ἐστι τὸ κύκλῳ εἶναι καὶ κύκλος, καὶ ψυχῇ εἶναι καὶ ψυχή· ἁπλᾶ γάρ εἰσι τὰ ἄυλα εἴδη, καὶ συντρέχει ὁ ὁρισμὸς τῷ εἴδει, ὡς ἀνωτέρω ἐμάθομεν. τοῦ τοίνυν συνθέτου κύκλου τοῦ χαλκοῦ καὶ τῶν καθ’ ἕκαστα αἰσθητῶν ἢ μαθηματικῶν, πάντων, φησί, τῶν τοιούτων οὐκ ἒστιν <ὁρισμός, ἀλλὰ μετὰ νοήσεως ἢν σἰς> θήσεως γμωρίζονται· φθαρένια δὲ οὐκέτι δῆλόν ἐστι πότερον ἔστιν ἡ οὔ· οἱ δὲ ὁρισμοὶ τῶν ἀεὶ ὄντων ὑπάρχουσιν, ὥστε διὰ τοῦ καθόλου λόγου καὶ ταῦτα γνωρίζονται διὰ τὸν ἀπλοῦν κύκλον ἢ τὸ ἀπλῶς τρίγωνον. καὶ γὰρ καὶ τὰ μαθηματικὰ τὰ ἐν τῇ ὕλῃ φθείρονται, ἅτε δὴ ἐν τῇ ὕλῃ ὑπάρχοντα. ἡ δὲ ὕλη ἀγνοίας ἐστὶν αἰτία. τῆς δὲ ὕλης, φησίν, ἡ μέν ἐστιν αἰσθητή, ἡ δὲ νοητή· αἰσθητὴ μὲν οἷον χαλκός, ξύλον καὶ πᾶσα ἡ κινητὴ ὕλη, ἡ δὲ νοητὴ ἡ ἐν τοῖς αἰσθητοῖς ὑπάρχουσα, καθὸ αἰσθητά, οἷον τὰ μαθηματικά. μαθηματικά. νοῶ ἐν τῷ σώματι, καὶ ἐξ ἀφαιρέσεως αὐτὸν λαμβάνω· τοιαῦτα δὲ τὰ μαθη- ματικά. ὥστε αὐτάρκη · εἰρήκαμεν περὶ ὅλου καὶ μέρους, καὶ πότερον πρότερον τὸ μέρος ἢ τὸ ὅλον. p. 1036a13 Πρὸς δὲ τὴν ἐρώτησιν. Ὣς φησιν ὁ ἡμέτερος διδάσκαλος ὅτι ἐνταῦθα τὰ αὐτὰ λέγει ἔτι σαφέστερον ποιῶν τὸν λόγον. καί φησιν ὅτι ἐάν τις ἡμᾶς ἔρηται πότερον ἡ ὀρθὴ καὶ ὁ κύκλος καὶ τὸ ζῷον καὶ ἀπλῶς εἰπεῖν τὰ ὅλα πρότερα ὑπάρχουσιν ἢ τὰ μέρη αὐτῶν, οὐ δεῖ ἁπλῶς καὶ ἀβασανίστως ἀποκρίνε- σθαι. εἰ μὲν γάρ ἐστι καὶ ἡ ψυχὴ ζῷον καὶ μέρος τοῦ ἐμψύχου τὸ ζῷον ἡ ἑκάστου γὰρ ψυχή, ᾗ ἕκαστόν ἐστι), καὶ πάλιν μέρος τοῦ κύκλου ἐστὶ τὸ εἶναι κύκλῳ, καὶ ὀρθῆς τὸ ὀρθῇ εἶναι, τουτέστι τὸ ἄυλον εἶδος τῆς ὀρθῆς, ἐὰν οὖν, φησίν, ἔρηταί τις ἡμᾶς, φατέον ὕστερα εἶναι ἐκεῖνα τῶν ἐν τῷ ὁρισμῷ †τὰ μέρη παραλαμβάνονται· εἰς γὰρ τὸν ὅρον τῆς τινὸς ὀρθῆς, οἷον τῆς χαλκῆς, παραλαμβάνεται ἡ ἀπλῶς ὀρθή, ὥστε προ- τέρα ὑπάρχει καὶ ἐν ταῖς γραμμαῖς ταῖς καθ’ ἕκαστα ἡ ἁπλῶς γραμμή. ἡ τοίνυν ἄνευ ὕλης, τουτέστιν ἡ καθόλου, ὑστέρα ἐστὶν ἐκείνων τῶν πα· παραλαμβανομένων εἰς ***ὥσπερ ψυχὴ τοῦ ζῴου, εἰ παραλαμβάνοιτο τὸ ζῷον εἰς τὸν ὁρισμὸν τῆς ψυχῆς· τῶν δὲ καθ’ ἕκαστα μορίων προτέρα, ἅτε δὴ καὶ εἰς τὸν ὁρισμὸν αὐτῶν παραλαμβανόμενα, ὡς ἀνωτέρω εἴρηται. εἰ δὲ ἑτέρα ἐστὶν ἡ ψυχὴ παρὰ τὸ ζῷον, οὐ δεῖ λέγειν πρότερον τὸ ζῷον, †ὥστε ἐντεῦθεν κρίνονται οὕτως δεῖ λέγειν τὰ μὲν πρότερα εἶναι τὰ δὲ οὔ. ἰστέον ὅτι ὁ πυρετὸς ἡνίκα ἐπιπόλαιός ἐστι, τότε συμβεβηκὸς ὑπάρχει, ἡνίκα δὲ φθείρει τὸ ὑποκείμενον, οὐκ ἔστι συμβεβηκός, εἴ γε φθαρτικός ἐστι τῆς οὐσίας. τὰ γὰρ πράγματα ἐκ τῶν τελῶν χαρακτηρίζονται, οἷον ποσὸν λέγομεν τὸ εἰς μέγεθος τελευτῆσαν, καὶ ποιὸν τὸ εἰς χρῶμα. οὕτως οὖν καὶ συμβεβηκός ἐστι τὸ <μὴ> φθεῖραν τὸ ὑποκείμενον. εἰ τοίνυν ὁ πυρετὸς φθείρει τὴν οὐσίαν, οὐκ ἄρα συμβεβηκός ἐστιν. p. 1036a26 Ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποια ου. Δείξας ἀνωτέρω ὅτι τὰ μέρη τοῦ ἀύλου εἲδους πρότερα ὑπάρχουσι τοῦ ὅλου ὡς εἰς τὸν ὁρισμὸν αὐτοῦ παραλαμβανόμενα, τὰ μέντοι γε μέρη τοῦ ὁριστοῦ δεύτερα τοῦ ὅλου, ἐντεῦθεν ἀπορεῖ καὶ εἰκότως ἀπορεῖ, ὅτι ὅλως ἀγνοοῦμεν ποῖα μέρη εἰσὶ τοὐ ἀύλου εἴδους καὶ ποῖα τοῦ συνθέτου· πῶς οὖν ἔχομεν διαγνῶναι τοῦ πράγματος ἀγνοουμένου; τούτου γάρ ,φησί, μὴ δήλου ὄντος οὐκ ἔστιν ὁρίσασθαι ἕκαστον, εἴ γε οἱ μὲν ὁρισμοὶ τῶν εδῶν ὑπάρχουσιν, ἡμεῖς δὲ ἀγνοοῦμεν τὰ εἲδη τὰ ἄυλα καὶ χωριστά. εἶτά φησιν ὅτι ἐπ’ ἐκείνων τῶν θεωρουμένων ἐν πλείοσιν ὑποδειμένοις δυνατόν ἐστι γνῶναι τὰ μέρη τοῦ εἴδους, οἷον ἐπὶ τοῦ κύκλου, ἐπειδὴ θεωρεῖται ὁ κύκλος καὶ ἐν χαλκῷ καὶ ἐν· ξύλῳ <καὶ λίθῳ>, ὥστε οὐχ ὑπάρχουσι ταῦτα μέρη τοῦ κύκλου· τὰ γὰρ μέρη ἀχώριστα ὑπάρχουσι τοῦ ὅλου, ἡ δὲ ὕλη ἐστὶν ἡ χωριζομένη τῶν δυναμένων εἰδῶν χωρίζεσθαι. εἰ οὖν ἦν· μέρος τοῦ κύκλου ὁ χαλκός, οὐκ ἄν ποτε ἐθεωρεῖτο καὶ ἐν ἄλλῃ ὕλῃ ὁ κύκλος· θεωρεῖται δὲ καὶ ἐν λίθῳ, οὐκ ἄρα μέρος ἐστὶν ὁ χαλκὸς τοῦ κύκλου. ποῖα οὖν ὑπάρχουσι μέρη αὐτοῦ; δῆλον ὅτι τὰ ἡμι- κύκλια· τούτων γὰρ χωρὶς κύκλος εἶναι οὐ δύναται. ὥστε ἐπὶ τινῶν μὲν ἔστιν εὑρεῖν τὰ μέρη τοῦ εἴδους. ἐπὶ τινῶν δὲ οὐκ ἔστιν, οἷον ὡς ἐπὶ ἀνθρώπου· οὔτε γὰρ θεωρεῖταί ποτε ἄνθρωπος ἄνευ σαρκῶν καὶ νεύρων καὶ ὀστέων· οὐδὲ γὰρ ἐν διαφόροις θεωρεῖται ὑποκειμένοις, ὥσπερ καὶ ὁ κύκλος. ὥστε οὐ δυνατόν ἐστιν ὁρισμὸν ἡμᾶς τῶν ζῴων ἀποδοῦναι. ἀμέλει τοι οἱ Πυθαγόρειοι καὶ οἱ τὰς ἰδέας πρεσβεύοντες καὶ πρὸς τὰ μαθηματικὰ ἐνίστανται λέγοντες οὕτως, ὅτι οὐδὲ ταῦτα δυνατόν ἐστιν ὁρί- σασθαι· ἔχουσι γὰρ καὶ αὐτὸ τὸ εἶναι ἐν ταῖς γραμμαῖς, οἷον ὁ κύκλος καὶ τὸ τρίγωνον, καὶ οὐ δυνατὸν εἶναι ἄνευ αὐτῶν. ὥσπερ γὰρ τὰ ζῷα οὐ δυνατὸν εἶναι ἄνευ σαρκῶν καῖ ὀστέων, οὕτως οὐδὲ ταῦτα δύνανται εἶναι ἄνευ γραμμῶν. καὶ ἐντεῦθεν ἀνάγουσι πάντα εἰς ἀριθμοὺς καὶ τὰς ἰδέας λέγοντες οὕτως, οἶον τὴν γραμμὴν δυάδα, τὴν ἐπιφάνειαν τριάδα, τὸ δὲ στερεὸν τετράδα· καὶ τῶν παραδειγμάτων τούτων φασιν εἶναι τοὺς ὁρισμούς, ἐπειδὴ εἴδη αὐτὰ ὑποτίθενται, καὶ οἱ μὲν αὐτῶν φασιν γραμμὴν εἶναι τὴν δυάδα καὶ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα οἴονται, οἱ δὲ αὺτὸ τὸ εἶδος τῆς γραμμῆς φασιν εἶναι παράδειγμα τῆς γραμμῆς. <εἶτα> λοιπὸν ἐγκαλεῖ αὐτοῖς ὁ Ἀριστοτέλης λέγων ὅτι εἰ τὴν δυάδα φατὲ εἶδος καὶ παράδειγμα εἶναι καὶ τῆς δυάδος καὶ τῆς γραμμῆς, διά τί μή καὶ πλετόνων; καὶ συμβαίνει οὕτως ἕν εἶδος πολλῶν εἰδῶν ὑπάρχειν παράδειγμα καὶ πάντων, ἐπειδὴ οἱ Πυθαγόρεοι τὸν τέσσαρα ἔλεγον παράδειγμα εἶναι καὶ φιλίας καὶ δικαιοςύνης καὶ ἄλλων πλείστων. εἰ οὖν ἕν τὸ εἶδος πάντων, κατὰ δὲ τὰ εἴδη οἱ ὁρισμοί, ἔσται καὶ εἶς ὁρισμός. ὦν δὲ εἶς ὁρισμός, ἕν καὶ τὸ πρᾶγμα· καὶ οὕτως ἔσονται πάντα ἕν, ὅπερ ἄτοπον. λέγομεν οὖν ἡμεῖς ὅτι τοὺς λόγους τοὺς δημιουργικοὺς ἔλεγον ἐκεῖνοι τὰ παραδείγματα· οὔτε γὰρ ἀλόγως ποιεῖ ἡ δημιουργία ἅπερ ποιεῖ. συμβολικῶς οὖν ἐπρέσβευον, ἐπ[ειδὴ ὥσπερ τὰ εἴδη περιοριστικὰ ὑπάρχουσι τῆς εἶτά φησιν ὁ Ἀριστοτέλης ὅτι ὁ ὁρισμὸς τῷ ὄντι τῶν εἰσῶν ἐστιν, οἶον τοῦ καθόλου ἀνθρώπου, ἐπειδὴ καὶ μέρος ἐκείνου ἐστὶ τὸ καθόλου σῶμα, τὸ ἐν τῇ νοήσει λαμβανόμενον τοῦ σώματος ἡ ψυχή. τοῦ γὰρ καθ᾿ ἕκστα ὕλη †ἡ γὰρ πρότερα ὑπάρχουσι τὰ καθάλου τῶν μερῶν, καὶ οἱ ὁρισμοὶ δὲ τῶν καθόλου ὑπάρχουσιν, εἰσὶν ἄρα καὶ τὰ καθόλου, ἐν δὲ τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχει, ὥσπερ καὶ ὁ ὁρισμὸς τοῦ θνητοῦ ἀεί ἐστι. διὸ τῶν ἀεί φησι γινομένων τοῦτο. ὥστε τῶν καθόπλου εἰσὶν οἱ ὁρισμοὶ καὶ ἀεὶ ὑπάρχουσι καὶ ἀμερῆ εἰσο τὰ ὑποκείμενα. καὶ οὕτως οὖν ἐστι κύκλος νοητὸς ὁ καθόλου καὶ ὁ ἐν διαστάσει καὶ ὁ καθ’ἔκαστα. ὁ οὖν κυρίως ὁρισμὸς τοῦ κύκλου †ἐπεὶ τὰ καθόλου ὡς οὐδὲ τῶν τμημάτων προσδεῖται· ὁμοίως δὲ κύκλου ἐπὶ τῶν ἄλλων ἁπάντων. εἶτα λοιπὸν ἀπορεῖ δύο ἀπορίας καὶ ὕστερον αὐτὰς ἐπιλύεται, μίαν μὲν ὅτι ἆρα, φηςίν, ἔστι [γάρ] τις οὐσία ἁπλῆ αὐτὴ καθ’ αὑτὴν παρὰ τὸ σύνθετον, ἤ οὐκ ἔστι; καὶ δευτέραν ἀπορίαν τοιαύτην ὅτι ἐπειδὴ ὁρισμὸς πράγματός ἐστι διαιρετοῦ καὶ πολυδυνάμου, εἴτε σώματος ὑπουώμεθα διαιρετοῦ εἴτε σώματος πολυδυνάμου, τῶς συνάπτει τὸ μεριστὸν καὶ ποιεῖ αὐτὸ ἕν; τί οὖν, φησίν, ἐστὶ τὸ αἴτιον τῆς ἑνώσεως αὐτῆς; p. 1036a29 Ἀπορεῖται δὲ εἰκότως καὶ ποῖα τοῦ εἴδους μέρη καὶ ποῖα οὒ. Φησὶν ὅτι ἀπορεῖται ποῖα ἄρα ὑπάρχουσι τοῦ εἴδους αὐτοῦ καθ’ αὑτὸ λαμβανομένου μέρη, καὶ ποῖα τοῦ συνθέτου. τούτου γὰρ μὴ γνωσθέντος οὐκ ἔστιν ὁρίσασθαι· τοῦ γὰρ καθόλου καὶ ἰῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί. πρὸς δὲ τοὺς ὁρισμοὺς τῶν εἰδῶν δεόμεθα τῶν μερῶν αὐ- τῶν, ὡς ἀνωτέρω εἴρηται· ἀγνοουμένων οὖν τῶν μερῶν ἀγνοοῦνται καὶ οἱ ὁρ· ισμοί, ὥστε καὶ τὰ εἴδη, καὶ φροῦδα, φησί, πάντα κατ’ αὐτούς. ποῖα οὖν τῶν μερῶν ὕλης χρείαν ἐπέχουσι καὶ ποῖα οὐ παρέχουσι χρείαν ὕλης, ἀλλ αὐτὸ τοῦτο μερῶν, ἐὰν μὴ γένηται ἡμῖν φανερά οὐδὲ ὁρισμὸς τοῦ πράγματος ἔσται φανερός. ποῖα μόρια ὑπάρχουσι τοῦ εἴδους, καὶ ποῖα τοῦ συνθέτου; ὅσα οὖν, φησί, δύναται ἐν διαφόροις ὑποκειμένοις θεωρεῖσθαι, ὥσπερ ὁ κύκλος καὶ ἐν χαλκῷ καὶ ξύλῳ καὶ λίθῳ, δῆλον ὅτι ἐπὶ τούτων οὐδὲν τῆς τοῦ κύκλου οὐσίας ἐστὶν ὁ χαλκός, ἀλλὰ ὕλη μόνον. εἰ γὰρ ἦν μέρος τῆς οὐσίας αὐτοῦ, οὐκ ἄν ποτε ἐθεωρεῖτο ἄνευ χαλκοῦ κύκλος. ὅσα δὲ μὴ ὁρῶνται χωριζόμενα, οὐδὲν κωλύει ὁμοίως ἒχειν τούτοις τοῖς κατὰ τὸν κύκλον, καὶ δύνασθαι χωρίζεσθαι κατὰ οἰκείαν φύσιν, εἰ καὶ ἡμῖν ἀγνοεῖται τὸ τοιοῦτο, ὥσπερ ἂν εἰ πάντες οἱ κύκλοι χαλκοῖ ἐφαίνοντο· καὶ οὕτως γὰρ οὐδὲν ἦν ὁ χαλκὸς τῆς τοῦ κύκλου οὐσίας. χαλεπὸν δὲ χωρίσαι τῇ διανοίᾳ, <οἶον> τὸ τοῦ ἀνθρώπου εἶδος· ἀεὶ γὰρ ἐν ὀστέοις μόνοις θεωρεῖται καὶ σαρξὶ καὶ νεύροις. ἆρα ταῦτα καὶ σάρκες καὶ ὀστᾶ μέρη ὑπάρχουσι τοῦ ἀνθρωπείου εἴδους ἢ ὕλη; ἐπειδὴ δὲ οὐ θεωρεῖται τὸ ἀνθρώπειον εἶδος ἐπὶ ἄλλων ὑποκειμένων, οὐ δυνατὸν χωρίσαι τὸ εἶδος αὐτοῦ ἐκ τῆς ὕλης ταύτης. ἐπεὶ οὖν δοκεῖ ἐνδέχεσθαι χωρίζεσθαι τό εἶδος ἐκ τῆς ὕλης ὅσον ἐπὶ τῷ λόγῳ, ἄδηλον δὲ πότε χωρίζεται, ἀποροῦσί τινες καὶ ἐπὶ τοῦ κύκλου καὶ τοῦ τριγώνου, ὃτι οὐδὲ τῶν γραμμῶν ὑπάρχουσιν ὁρισμοὶ οὐδὲ τῶν συνεχῶν, τουτέστι τῶν μεγεθῶν· καὶ ταῦτα γὰρ πάντα, φασίν, ὁμοίως λέγεται ὥσπερ αἱ σάρκες καὶ ὀστᾶ. οὐ δυνατὸν γὰρ χωρίζεσθαι αὐτὰ τῶν γραμμῶν, ὥσπερ οὐδεποτε ἐκεῖνα τῶν σαρκῶν. καὶ ἐντεῦθεν λοιπὸν ἀνάγουσι πάντα εἰς τοὺς ἀριθμοὺς παράδειγμα λέγοντες αὐτούς, καὶ τούτων φασὶν εἶναι τοὺς ὁρι- σμούς· αὐτὰ γὰρ ὑπάρχουσι τὰ χωριστὰ ὕλης, καὶ μὴ συνεπιφέρουσι τὸν ὄχλον τὸν ἐξ αὐτῆς. καὶ τὸ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα φασίν, ἐπειδὴ ἔχει δῆλον πρώτη τὸ ποθέν ποι. καὶ πάλιν οἱ τὰς ἰδέας πρεσβεύοντες οἱ μὲν τὸ παράδειγμα τῆς γραμμῆς τὴν δυάδα λέγουσιν, <οἰ δὲ τὴν> ἰδέαν τῆς γραμμῆς. ἔνια γὰρ ὑπάρχουσι ταὐτὸ κατὰ τὸ εἶδος καὶ κατὰ τὸ πρᾶγμα τὸ γὰρ πρᾶγμα ἐδήλωσε εἰπὼν καὶ οὗ τὸ εἶδος), τὰ ἁπλᾶ, τουτέστιν ἡ δυάς· οὐκ ἀνάγκη γὰρ τὸν λόγον τῆς δυάδος θεωρεῖσθαι ἔν τινι, ὥσπερ τὴν γραμμὴν ἢ τὸν κύκλον· διό φησιν οἷον δυάδα καὶ τὸ εἶδος δυάδος. δυάδος. ἐπὶ δὲ τῆς γραμμῆς οὐκέτι· ἒνυλος γάρ ἐστιν ἡ γραμμή. τοῖς οὖν ταῦτα λέγουσι συμβαίνει ἓν πρᾶγμα, τουτέστι τὴν δυάδα, πολλῶν εἶναι ἰδέαν διαφόρων κατ’ εἶδος, ὅπερ καὶ τὸν Πυθαγόραν συνέβαινε λέγειν, τὴν τετράδα ἰδέαν εἶναι καὶ φιλίας καὶ δικαιοσύνης καὶ ἄλλων πολλῶν. ἐνδέχεται οὖν πάντων ἓν εἶδος ποιεῖν. εἰ γὰρ δυοῖν τὸ αὐτὸ εἶδος, διὰ τί μὴ καὶ πλειόνων; καὶ οὕτως ἔσονται πάντα ἐν, ὧς ἔδειξεν ἡ θεωρία. p. 1036b21 Ὃτι μὲν οὗν ἔχει ἀπορίαν τινὰ τὰ περὶ τοὺς ὁρισμούς. Φησὶν ὅτι ἄπορος ὁ περὶ ὁρισμῶν λόγος, εἴ γε τῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί, αὐτὰ δὲ καθ’ αὑτὰ τὰ εἴδη οὐ ῥᾴδιόν ἐστιν ἑλεῖν, ἐπειδὴ μηδὲ ἴσμεν ποῖα μέρη ὑπάρχουσι τῶν εἰδῶν καὶ ποῖα τῶν συνθέτων καὶ πάλιν τὸ ποιεῖν πάντων ἰδέας καὶ πάντα χωρίζειν τὰ εἲδη οὐκ ἀληθές· πῶς γὰρ δυνατόν ἐστι χωρίσαι τὴν σιμότητα, ἥτις οὐ δύναται ὑποστῆναι ἄνευ ῥινός; τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν τόδε ἐν τῷδε ἐστὶν ἢ ὡδὶ ταδὶ ἔχοντα, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου καὶ τῶν σαρκῶν. εἶτα λοιπὸν μέμφεται τῷ Σωκράτει τῷ νεωτέρῳ, οὗ μέμνηται Πλατῶν ἐν τῷ Πολιτικῷ· σύγχρονος δὲ οὗτος γεγονὼς Θεαιτήτου. ἔξω γάρ, φησί, τῆς ἀληθείας ὁ παρ’ αὐτοῦ λόγος ἀπάγει ἡμᾶς· φησὶ γὰρ ὅτι δυνατὸν εἶναι τὸν ἄνθρωπον ἄνευ τῶν μερῶν, ὣσπερ τὸν κύκλον ἂνευ τοῦ χαλκοῦ. τοῦτο δ’ οὐκ ἔστιν ὅμοιον· ὁ μὲν γὰρ κύκλος μαθηματικός ἐστι, τὸ δὲ ζῷον αἰσθητὸν ὑπάρχει, καὶ ἄνευ κινήσεως τὸ σύνθετον ζῷον οὐκ ἔστιν ὁρίσασθαι ἡ γὰρ φύσις ἀρχὴ κινήσεως) οὐδὲ ἄνευ τῶν μερῶν ἐχόντων ἐχότων τὴν κυρίως ἐνέργειαν. οὔτε γὰρ ἡ τυχοῦσα χεὶρ μέρος τοῦ ἀνθρώπου, ἀλλὰ ἡ ἒχοουσα καὶ δυναμένη ἀποτελεῖν ἒργον ἐμψύχουκ, ὥστε εἰ μὴ ἔμψυχος, ὁμώνυμός ἐστι. p. 1036b32 Περὶ δὲ τὰ μαθηματικά. ἐντεῦθεν περὶ τῶν ἡμικυκλίων ζητεῖ, καί φησι διὰ τί μὴ λέγομεν μέρη τοῦ κύκλου τὰ ἡμικύκλια· οὔτε γὰρ αἰσθητὰ ταῦτα, ὥσπερ σάρκες καὶ νεῦρα. ἰστέον οὖν ὅτι οὐδὲν διαφέρει τὸ λέγειν σάρκα ἢ ἡμικύκλιον. ἔστι γὰρ· ἡ ὕλη ἐπ’ ἐνίων καὶ μὴ ὄντων αἰσθητῶν, καὶ παντὸς πράγματος μὴ ὄντος εἴδους χωριστοῦ. ὥστε τοῦ καθόλου κύκλου τοῦ ἀδιαστάτου οὐχ ὑπάρχουσι μέρη ταῦτα τὰ ἡμικύκλια, εἴ γε καὶ διαστατὰ αὐτὰ ὑπεθέμεθα· τῶν δὲ καθ᾿ ἕκαστα μέρη ταῦτα ὑπάρχουσιν, ὥσπερ εἲρηται πρότερον· <οὐ> γὰρ τοῦ λόγου τοῦ κύκλου· ἐν τούτοις γὰρ θεωροῦνται οἱ καθ᾿ ἕκαστα κύκλοι. ἔστι γὰρ ὕλη ἡ μὲν αἰσθητὴ οἶον χαλκῆ ξυλίνη κύκλῳ, ἡ δὲ νοητὴ ἡ τῶν ἡμικυκλίων· οὔτε γὰρ πάντως ἐν ὅλῃ τὸ εἶναι ἔχουσιν, <ἀλλ᾿> ἅμα καὶ ἐν τῇ νοήσει τῇ ἡμετέρᾳ. ἰστέον οὖν ὅτι ἡ ψυχὴ ἡ λογικὴ οὐσία ἐστὶν ἡ πρώτη, τουτέστι τὸ ἄυλον εἶδος, τὸ δὲ σῶμα ὕλη, ᾧ κέχρηται. ὡς ὀργάνῳ, ὁ δὲ ἄνθρωπος καὶ τὸ ζῷον τὸ ἐκ ψυχῆς καὶ σώματος, ὡς καθόλου ὁ ἀπλῶς ἄνθρωπος καὶ τὸ ἁπλῶς ζῷον, ὡς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· Σωκράτης δὲ καὶ ὁ Κορίσκος εἰ μὲν κατὰ ***ψυχὴν μόνην χαρακτηρίζονται, διττόν ἐστι συγκείμενον ἐκ ψυχῆς καὶ σώματος· ματος· οἱ μὲν γὰρ τὴν ψυχήν φασι τὸν ἄνθρωπον, οἱ δὲ τὸ σύνθετον· εἰ δὲ ἀπλῶς λέγονται, τουτέστι μοναχῶς, ἡ ψυχὴ καὶ τὸ σῶμα ὡς ἓν, ὥσπερ ἡ βݲαݲ συλλαβή ἐστι τὸ καθόλου τε καὶ τὸ καθ᾿ ἕκαστον λέγεται δὲ ἡ βݲαݲ συλλαβὴ καὶ ἀπλῶς καὶ καθ᾿ ἕκαστον, ἡνίκα συνταχθῇ ἐν λέξει ἐν τῇ βάρος) οὕτως οὖν ἐστι καὶ ἁπλῶς ἄνθρωπος καὶ ὁ καθ᾿ ἕκαστα· ὁ γὰρ ἁπλῶς καὶ καθ᾿ ἕκαστα θεωρεῖται· οὗτος δέ. ἐστιν ὁ λόγος ὁ δημιουργικος. p. 1037a10 Πότερον δὲ ἔστι τι παρὰ τὴν ὕλην τῶν τοιούτων τις οὐσιῶν. Ἐντεῦθεν τὰς ἀπορίας κινεῖ, καί φησιν ὅτι ἆρα ἔστι τις ἑτέρα οὐσία παρὰ τὴν ὕλην τῶν τοιούτων οὐσιῶν τῶν συνθέτων, καὶ δεῖ ζητεῖν οὐσίαν αὐτῶν ἑτέραν τινά, οἷον ἀριθμοῦ, ἢ ἰδέας, δεῖ ἡμᾶς ὕστερον τοῦτο ἐπισκέψασθαι. διὰ τοῦτο γὰρ καὶ θεολογοῦντες περὶ τῶν αἰσθητῶν διαλεγόμεθα (ἐπειδὴ φιλοσοφίας ἐστὶ τῆς δευτέρας, φημὶ δὴ τῆς φυσικῆς, περὶ τῶν αἰσθητῶν οὐσιῶν διαλέγεσθαι), ἐπειδὴ τὰς ἰδέας τούτων τῶν αἰσθητῶν λέγουσιν εἶναι. ἰστέον οὖν ὅτι οὐ μόνον περὶ τῆς ὕλης διαλέγεται ὁ φυσικός, ἀλλὰ καὶ περὶ τοῦ εἲδους, καὶ μᾶλλον περὶ τοῦ εἴδους. πανάπορος <δ᾿> ἐστὶν ὁ λόγος πῶς μέρη ὑπάρχουσιν τῶν ὁρισμῶν τὰ ἐν τῷ λόγῳ, καὶ διότι εἷς λόγος γίνεται <ὁ> ὁρισμός. δῆλον, ὅτι τὸ πρᾶγμα ἕν, ἔστιν εἷς ὁρισμός, ἐπεὶ οὐκ ἔμελλεν εἶναι εἷς· πῶς δὲ ἓν γίνεται τὸ πρᾶγμα μέρη ἔχον, ὕστερον ἐροῦμεν. καὶ μετ᾿ ὀλίγον περὶ τῶν δύο ἀποριῶν ἐρεῖ. p. 1037a27 νοῦν εστι το τι ην ειναι Σομπεραίνεται τὰ εἰρημένα καί φησιν ὅτι εἰρήκαμεν τί ἐστι <τὸ τί ἦν εἶναι ἑκάστῳ> καὶ τὸ δυνάμενον χωρίζεσθαι τῆς ὕλης, ἀλλ’ οὐ τῶν ***καὶ πῶς αὐτὸ καθ’ αὑτό ἐστι καθόλου ἢ νοητὸν ἐν τῇ νοήσει τῇ ἡμετέρᾳ ὑπάρχον· καὶ διὰ τί ἐφ’ ὧν μὲν ὁ ὁρισμὸς συμπεριλαμβάνει καὶ τὰ μόρια τοῦ ὁριστοῦ, ἐπειδὴ οὐ δυνατόν ἐστιν εἷναι τὸ εἶδος ἂωευ τῆς ὕλης, ὥσπερ ἐπὶ τῆς σιμότητος, ἔστι δὲ ὅτε ἄνευ τῶν μορίων, ὡς ἐπὶ τῆς κοιλότητος καὶ τοῦ κύκλου καὶ τῆς ψυχῆς· ταῦτα γὰρ οὐχ ὑπάρχουσιν ἐν ἀφωρισμένῳ τινὶ ὑποκειμένῳ· καὶ ὅτι ἐν μὲν τῷ τοῦ εἴδους ὁρισμῷ τὰ οὕτω μόρια οὐκ ἔστιν ὡς ὕλη· οὐδὲ γάρ ἐστι ἐκείνης τῆς οὐσίας, ἀλλὰ τῆς συνθέτου, ὥσπερ ἐπὶ τοῦ χαλκοῦ κύλλου. ἡ γὰρ ὕλη χαλκῆ μόριον γίνεται καὶ ὕλη τοῦ χαλκοῦ κύκλου, τὸ ὅλον τοῦτο· οὐ γὰρ τοῦ κύκλου τοῦ λεγομένου ὑπὸ μιᾶς γραμμῆς περιέχε- σθαι. ταύτης οὖν τῆς συνθέτου οὐσίας καὶ ἔστιν ὁρισμὸς καὶ οὐκ ἔστιν· ἡνίκα γὰρ μετὰ ἰῆς ὕλης ὁριχόμεθα, οὐκ ἔστιν, ἐπειδὴ ἀόρι- στον πρᾶγμά ἐστιν ἡ ὕλη καὶ ῥευστόν, ὥστε οὐκ ἐᾷ τὸν ὁρισμὸν ἔχειν τὸ ἀμετάθετον διὰ τὴν οἰκείαν τροπήν. κατὰ δὲ τὸ εἶδος ἔστιν, οἷον ἀνθρώπου ὁ τῆς ψυχῆς ὁρισμὸς κυρίως ἡ γὰρ κυρίως οὐ- σία τὸ εἶδός ἐστι τὸ ἐνὸν ἐν τῷ σώματι, ἐξ οὗ εἴδους καὶ τῆς ὕλης τὸ σύνολον γίνεται τῇ οὐσίᾳ, οἷον, ὥς φησιν αὐτός, ἡ κοιλότης· ἐκ ταύτης γὰρ καὶ τῆς ῥινὸς σιμὴ ῥὶς γίνεται σύνθετον καὶ ἔνυλον πρᾶγμα. καὶ δὶς ὑπάρχει ἐν τούτοις ἡ ῥίς· ὁ γὰρ λέγων σιμὴν ῥῖνα δὶς λέγει τὴν ῥῖνα· καὶ τὸ σιμὸν γὰρ εἰσάγει τὴν ῥῖνα, ἐπειδὴ οὐ δυνατὸν ἐν ἄλλῳ μέρει θεωρηθῆναι ***Καλλίᾳ ἔνεστι καὶ ὕλη ***καὶ ὅτι τὸ εἶδος καὶ τὸ πρᾶγμα ἐπὶ τῶν ἁπλῶν τὸ αὐτό ἐστι· διό φησιν ὥσπερ ἐπὶ τῶν πρώτων οὐσιῶν καὶ ἀύλων· ταὐτὸν γάρ ἐστι ψυχὴ καὶ ψυχῇ εἶναι. λέγει δὴ πρώτην οὐσίαν καὶ ἄυλον τὴν μὴ δεομένην ὑποκειμένου πρὸς τὸ εἶναι. ὅσα δὲ ὡς ἐν ὕλῃ θεωροῦντι, ταῦτα ἕν τι ὑπάρχουσιν ἀμφότερα τὸ εἶδος καὶ ἡ ὕλη· τὸ· δὲ ἓν το. ῦτο οὐσιῶδές ἐστι καὶ οὐ κατὰ συμβεβηκός, ὥσπερ ὁ Σωκράτης καὶ ὁ μου- σικὸς Σωκράτης κατὰ συμβεβηκός ἐστιν ἕν, ἐπειδὴ συνέβη τὸν Σωκράτη μουσικὸν εἶναι. p. 1037b8 Νῦν δὲ λέγομεν πρῶτον ἐφ᾿ ὅσον ἐν τοῖς Ἀναλυτικοῖς περὶ ὁρισμοῦ μὴ εἴρηται. εἰρήκαμεν καὶ τῇ προτεραίᾳ <ὃτι> δύο ἀπορίας ἐκτίθεται ὁ ‘Αριστοοἶον αὐτοάνθρωπος καὶ αὐτοΐππος, πρὸ τῶν συνθέτων οὐσιῶν τούτων, καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν φυσικῶν, ἡ οὔ· δευτέραν δὲ τὴν περὶ τῶν ὁρισμῶν ὅτι πῶς φαμεν ἕνα εἶναι τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, εἰ τύχοι, τὸν λέγοντα ὅτι ζῷον λογικὸν θνητόν, εἴ γε πολλά ἐστιν αὐτοῦ μόρια, πῶς οὖν ἐστιν εἷς ὁ ὁρισμός; τῷ γὰρ γένει ἢ σύνεισιν αἱ διαφοραὶ ἡ οὐ σύνεισιν. εἰ μὲν οὖν μὴ σύνεισιν, ἀλλὰ διακέκρινται ἀπ’ ἀλλήλων, ὁμο- λογοῦμεν ὡς πολλὰ ὑπάρχουσι καὶ οὐχ ἕν· πῶς γὰρ δυνατόν ἐστι λέγειν τὰ διακεκριμένα ἓν εἶναι; εἰ δὲ μὴ διακέκρινται ἀλλὰ ἅμα ὑπάρχουσι, συμβήσεται τὰ ἐναντία ἅμα ἐν τῷ αὐτῷ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ πῶς δυνατόν ἐστιν ἐκ τοῦ γένους καὶ τῶν ἐναντίων συνίστασθαι πρᾶγμά τι; παρὰ γὰρ τὴν ἐνάργειαν τοῦτο ὑπάρχει. πῶς δὲ τὸ ζῷον τὸ τοῦ ἀνθρώπου †δέξαι ***πάλιν ὑποθώμεθα αὐτὸ μίαν ἔχειν διαφοράν, πρῶτον μὲν ἀποκληρωτικὸς ὁ λόγος. διὰ τί γὰρ τήνδε ἔχει καὶ μὴ τήνδε; καὶ διὰ τί μία καὶ μὴ πλείους; ἔπειτα συμβήσεται πάντα τὰ ζῷα λογικὰ εἶναι, ὅπερ πάλιν καὶ αὐτό ἐστι παρὰ τὴν ἐνάργειαν. εἰ δέ τις εἴποι, καθάπερ εἴρηται, ὅτι πάσας ἔχει ἐν ἑαυτῷ τὰς διαφορὰς τὸ ζῷον, συμβήσεται ἐξ ἁπασῶν τῶν διαφορῶν ἕν τι εἶναι, εἴ γε τὸ γένος μετὰ τῶν διαφορῶν ἑνὸς πράγματός ἐστι δηλωτικόν · ὅπερ ἐστὶ καταγέ- λαστον. οὕτως ἀπορήσας ἐντρέχων πρὸς τοὺς ὁρισμούς ἀντιλέγει γὰρ Πλατωνικοῖς), ἐπειδὴ δὲ] ἐκ τῆς διαιρετικῆς μεθόδου λαμβάνων ὁ ὁριστικὸς οὕτως ὁρίζεται, φησὶν οὖν ὅτι οὐ καλῶς ἐποιοῦντο ἐκεῖνοι τὰς διαι- ρέσεις τῶν γενῶν εἰς τὰς διαφοράς. καὶ ἐντεῦθεν οὖν συνέβαινέ τι ἄτοπον περὶ τοὺς ὁρισμούς. διῄρουν γὰρ οὕτως ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογι- κόν, τὸ δὲ ἄλογον· καὶ πάλιν διῄρουν τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον ἀμεθόδως πάνυ· καὶ αὕτη γὰρ ἡ διαίρεσις τοῦ γένους ἐστίν, οὐ τῶν διαφορῶν. κἀν γὰρ μὴ ἐδύνατο διαιρεθῆναι τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον, οὐδὲν ἧττον τὸ ζῷον ὡς γένος ὑπάρχον διῃρεῖτο εἰς τὰς οἰκείας αὐτοῦ διαφοράς· ὥστε κατὰ συμβεβηκὸς διαιρεῖται τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον. ὅτι γὰρ οὔκ εἰσι διαφοραὶ αὐτοῦ, δῆλον ἐντεῦθεν· ὥσπερ ἐπειδὴ τὸ λογικὸν διαφορά ἐστιν τοῦ ζῴου, παντως εἰσάγει αὐτό, καὶ ὅπου λογικόν, πάντως ἐκεῖσε καὶ ζῷον, καὶ πάλιν ὅπου θνητὸν ἢ ἀθάνατον, ἐκεῖ πάντως καὶ ζῷον ὑπάρχει, ἔδει καὶ ὅπου θνητόν, ἐκεῖ πάντως εἶναι τὸ λογικόν, ὅπερ ἐστὶ παρὰ <τὴ ἐνάργειαν>· ἵππος <γὰρ> θνητὸς μέν ἐστι, λογικὸς δὲ οὐκ ἔστιν· ὥστε οὐχ ὑπάρχουσι διαφοραὶ τοῦ λογικοῦ τὸ θνητὸν καὶ ἀθάνατον. οὐκ ἄρα δεόντως ποιοῦσι τὴν διαίρεσιν. δεῖ γὰρ μετὰ τὴν τοῦ γένους διαίρεσιν εὐθέως τὴν διαφορὰν διαιρεῖν. ἔδει οὖν αὐτοὺς οὕτως ποιεῖν ὅτι τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, καὶ τοῦ λογικοῦ τὸ μὲν αἰώνιον ἔχει τὴν νόησιν, τὸ δὲ ἔγχρονον· καὶ τῷ ὄντι τῆς διαφορᾶς ἐποιεῖτο ἡ διαίρεσις καὶ ὀρθῶς οἱ ὁρισμοὶ προήρχοντο. ὥσπερ γὰρ ὁ διαιρῶν τὸ ποσὸν μέγεθος εἰς γραμ- μὴν καὶ ἐπιφάνειαν καὶ σῶμα οὐκ ὀφείλει διαίρεσιν ἑτέραν τοῦ γένους ποιῆσαι καὶ λέγειν ὅτι τῆς γραμμῆς ἡ μέν ἐστι συνεχής, ἡ δὲ διωρισμένη πάλιν γὰρ τοῦ γένους ἐποιεῖτο τὴν διαίρεσιν) οὕτως, φημί, καὶ ἐπὶ τοῦ ζῴου λογικοῦ. ἔδει γὰρ αὐτὸν διαίρεσιν· τῆς γραμμῆς ποιήσασθαι. τοὺς γὰρ τοιούτους, φησί, συμβαίνει ἀδολεσχεῖν. ὁ γὰρ λέγων τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν οὐδὲν ἄλλο λέγει ἢ ὅτι ζῷον λογικὸν λογικόν · τὸ γὰρ θνητὸν ἐπὶ τοῦ ἀνθρώπου πάντως εἰσάγει τὸ λογικόν. καὶ ὥς φησιν αὐτός, οὐ δεῖ λέγειν ζῷον δίπουν ὑπόπουν. τὰ αὐτὰ γὰρ λέγει καὶ οὐδὲν ἕτερον λέγει (7;) ὅτι δίπουν δίπουν, εἴ γε τὸ ὑπόπουν εἰσάγει τὸ δίπουν. οὕτως ἐγκαλέσας τοῖς Πλατωνικοῖς ἀμεθόδως διαιροῦσιν ἐντεῦθεν ἐπιλύεται τὴν περὶ τῶν ὁρισμῶν ἀπορίαν, καί φησιν ὅτι ὥσπερ ἡ φωνὴ ὕλη ἐστὶ τῶν στοιχείων καὶ τοῦ βαρέος φθόγγου καὶ τοῦ ὀξέος καὶ τῆς σημαντικῆς καὶ τῆς ἀσήμου, καὶ ἓν τι ἀποτελεῖ ***εἲδους οὔτε γὰρ δυνατὸν λέγειν τὴν ἄνθρωπος φωνὴν δύο εἶναι· ἓν γὰρ τί ἐστι τὸ ὅλον τοῦτο φωνὴ σημαντική), οὕτως δέ φημι καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι τὰ γένη τὰ παραλαμβανόμενα λαμβανόμενα ἀεὶ εἰς τὸν ὁρισμὸν ὕλῃ ἀναλογοῦσιν, ἡ δὲ τελευταία διαφοπὰ εἴδει. ὥσπερ οὖν τὸ εἶδος προσελθὸν τῇ ὕλῃ ἕν τι ποιεῖ πρᾶγμα καὶ οὐ δυνατόν ἐστι διαμερίζειν τὸ εἶδος τοῦ Σωκράτους τῆς ὕλης αὐτοῦ, ἀλλὰ τὸ συναμφότερον ἐν τι ὑπάρχει, οὕτως φημὶ καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι πᾶσαι αἱ διαφοραὶ πρὸ τῆς τελευταίας διαφοράς ὕλῃ ἀναλογοῦσιν, οἷον τὸ ζῷον, τὸ λογικόν, τὸ θνητόν, ἡ δὲ τελευταία ἡ λέγουσα νοῦ καὶ ἔπι· στήμης δεκτικὸν εἴδει. διὸ μιμεῖται τὸ εἶδος· προσερχόμενον γὰρ τῇ ὕλη ἑνοῖ αὐτὴν καὶ ἕν τι ποιεῖ τὸν ὁρισμόν, καὶ οὐκέτι λοιπὸν δυνατὸν δηλοῦν ἕτερόν τι παρὰ τὸ ἓν ὑποκείμενον· καὶ τότε εὐλόγως εἷς λέγεται εἶναι ὁ ὁρισμός. ὁμοίως δὲ οὗτος ὁ λόγος ἁρμόσει καὶ ἐπὶ πάντων τῶν ὁρισμῶν, λεγόντ· ων ὅτι ἡ τελευταία διαφορὰ εἴδει ἁρμόττει, τὸ δὲ γένος καὶ αἱ ἂλλαι διαφοραὶ ὕλῃ, καὶ προσερχομένη αὐτὴ καὶ εἶδος ποιοῦσα ἕν τι ποιεῖ τὸν ὁρισμόν, ὥσπερ τὸ εἶδος καταλάμψαν τὴν ὕλην έν τι πρᾶγμα αὐτὴν ἐποίησε, φημὶ τὸν Σωκράτη· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. p. 1037b8 Νῦν δὲ λέγομεν πρῶτον ἐφ’ ὅσον ἐν τοῖς ‘Ανα ‘Επειδὴ ἐν τῷ δευτέρῳ βιβλίῳ τῶν δευτέρων Ἀναλυτικῶν ἐκίνησε τὸν περὶ ὁρισμῶν λόγον, φησὶν ἐνταῦθα ὅτι εἴ τι ἡμῖν <ἐκεῖ μὴ εἴρηται περὶ> τῶν ὁρισμῶν, ἐνταῦθα ἀναπληροῦμεν ἡ γὰρ /<ἐκεῖ> ἀπορία λεχ- θεῖσα ἀναγκαία ἐστὶν εἰς τὸν τῆς περὶ οὐσίας λόγον. ἔστι δὲ ἡ ἀπορία τοιαύτη, δι’ ἣν αἰτίαν τὸν λόγον, τουτέστι τὸν ὁρισμόν, ἕνα φαμὲν εἶναι, ὥσπερ τοῦ ἀνθρώπου τὸ ζῷον δίπουν· ἔστω γὰρ νῦν καθ’ ὑπόθεσιν καὶ οὕτως αὐτοῦ ὁ ὁρισμός. διὰ τί γὰρ τοῦτο ἓν λέγομεν καὶ μὴ πολλά, φημὶ δὴ τὸ ζῷον δίπουν; ἐπὶ μὲν γὰρ <τοῦ> ἄνθρωπος καὶ λευκὸς πολλὰ τὰ αὐτὰ ὑπάρχει, ὅταν μὴ συνυπάρχωσιν ἀλλήλοις ἀλλὰ κεχωρισμένα ὦσιν ἀπ’ ἀλλήλων· ἓν δὲ γίνεται, ὅταν ἅμα ὑπάρχωσι καὶ πα- θὸν τὸ ὑποκείμενον δέξηται τὸ λευκόν· ἓν δὲ κατὰ συμβεβηκὸς δῆλον ὁ λευκὸς ἄνθρωπός, ἐπειδὴ συνέβη τὸν ἄνθρωπον λευκὸν εἶναι. ἐνταῦθα μὲν ἐπὶ τοῦ ὁρισμοῦ, τουτέστι τοὺ γένους καὶ τῆς διαφορᾶς, οὐ μετέχει θατέρου θάτερον· τὸ γὰρ γένος οὐ δοκεῖ μετέχειν τῶν διαφορῶν· ἔμελλε γὰρ λέγεσθαι τῶν ἐναντίων · μετέχειν· ἐναν- τίαι γὰρ αἱ διαφοραὶ αἷς διαφέρει τὸ γένος, τουτέστι τὸ λογικὸν καὶ ἄλογον. πῶς οὖν δυνατὸν τῷ ἐν τῷ ἀνθρώπῳ ζῴῳ περὶ αὐιοῦ ἂρ ὁ λόγος ἐστίν, ἐπειδὴ καὶ περὶ ὁρισμοῦ τοῦ ἀνθρώπου διαλεγόμεθα) συνυπάρχειν ἅμ τὸ λογικὸν καὶ τὸ ἄλογον ; εἰ δὲ καὶ ὑποθώμεθα μετέχειν τὸν αὐτὸν λόγον, τουτέστι πλειόνων διαφορῶν τὸ ζῷον τὸ τοῦ ἀνθρώ- που, εἴπερ αἱ διαφοραὶ πλείους ὑπάρχουσιν, ὥς φησιν αὐτός, οἷον πεζόν, δ· ίπουν, ἄπτερον ταῦτα γὰρ πάντα διαφοραὶ ζῴου ὑπάρχουσι)· διὰ τί γὰρ ταῦτα ἓν λέγομεν εἶναι καὶ μὴ πολλά; οὐ γὰρ ἐπειδὴ συνυπάρχουσιν αὐτῷ, δεῖ λέγειν αὐτὰ ἕν ***τῶν διαφορῶν ἓν γίνεσθαι πρᾶγμα, εἴπερ ὁ ὁρισμὸς ἑνὸς πράγματός ἐστι δηλωτικός, ταῦτα δὲ πάντα ἐμπεριέχεται ἐν τῷ ὁρισμῷ, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. οὕτω γὰρ εὑρεθήσεται ὁ ἄνθρωπος πλεῖστα ὃσα, καὶ πτερωτὸν καὶ ἔνυδρον καὶ ἄλλα μυρία, ἐπειδὴ τὸ ζῷον τὸ ἐν αὐτῷ μετέχει τούτων. δεῖ δὲ ἓν εἶναι πάντα τὰ ἐν τῷ ὁρισμῷ, ἐπειδὴ ὁ ὁρισμὸς μιᾶς φύσεως ἐστι δηλω- τικός· διὰ τοῦτο γὰρ καὶ ὁρισμὸς λέγεται ὡς διαιρῶν καὶ χωρίζων τὸ ὁρι- στὸν τῶν ἄλλων εἰδῶν. ὥστε ἑνὸς πράγματος δεῖ αὐτὸν εἶναι λόγον τὸν ὁρισμόν· καὶ γὰρ ἡ οὐσία, ἧστινος ἐστιν, ἕν τι σημαίνει καὶ τόδε, ὡς εἰρήκαμεν. p. 1037v27 Δεῖ δὲ ἐπισκοπεῖν πρῶτον περὶ τῶν κατὰ τὰς διαιπεσεις ὁρισμῶν. Ἐντεῦθεν ἐνίσταται πρὸς τοὺς Πλατωνικοὺς ἐγκαλῶν αὐτο. ῖς ὡς ὃτι f. 298r ἀμεθόδως τῇ διαιρετικῇ κέχρηνται· καί φησιν ὅτι δεῖ ἡμᾶς ἐπισκοπεῖν περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν. οὐδὲν γὰρ δεῖ παραλαμβάνεσθαι ἐν τῷ ὁρισμῷ πλὴν τὸ πρῶτον γένος καὶ τὴν τελευταίαν διαφοράν· τὰ δὲ ἄλλα πάντα γένη ὑπάρχουσιν, ὡς ἔδειξεν ἡ θεωρία, τουτέστι] τὸ πρῶτον καὶ αἱ σὺν αὐτῷ λαμβανόμεναι διαφοπαρί· οἷόν φησιν αὐτὸς τὸ πρῶτον ζῷον †δῆλον ἒχομεν ζῷον δίπουν, καὶ πάλιν ζῷον δίπουν ἂπτερον· ὁμοίως δὲ καὶ <εἰ> πλείονα λέγονται. ὅλως δὲ οὐδὲν διαφέρει, κἄν ἐλάττω λέγηται, πλὴν τῶν δύο. τοῖς δύο οὖν δεῖ χρῆσθαι, τῷ μὲν ἑνὶ γένει, τῷ δὲ δια- φορᾷ, οἷον τοῦ ζῷον δίπουν τῷ μὲν ζῷον γένει τῷ δὲ δίπουν διαφορᾷ. εἰ ***παρὰ τὰ ὡς γένους εἴδη, τουτέστιν εἰ μὴ κεχώρισται τῶν εἰδῶν, ἢ εἰ ἔστι μέν, ὡς ὕλη δέ ἐστιν, ὥσπερ καὶ ἡ φωνὴ γένος ἐστὶ καὶ ἡ] ὕλη, διαφοραὶ δὲ αὐτῆς τὰ στοιχεῖα, καὶ γίνεται ἕν τι ἐξ ἀμφοτέρων, φωνῆς φημι καὶ στοιχείων, λόγος σημαντικός, ὥστε καὶ ὁ ὁρισμός ἐστιν ὁ ἐκ τῶν δια- φορῶν λόγος, κ· αθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. p. 1038a9 Ἀλλὰ μὴν καὶ δεῖ γε διαιρεῖσθαι τὴν τῆς διαφορᾶί διαφοράν. Φησὶν ὅτι μετὰ τὴν πρώτην διαίρεσιν τοὐ γένους δεῖ ἡμᾶς τὴν δια- φορὰν διαιρεῖν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν· οἶον ζῷου δια- φορὰ ὑπάρχει τὸ ὑπόπουν, πάλιν τοῦ ζῴου τοῦ ὑπόποδος δεῖ ἡμᾶς τὴν διαφορὰν εἰδέναι, καθὸ ὑπόπουν, τουτέστιν αὐτὸ τὸ ὑπόπουν διαιρεῖν. ὥστε οὐ δεῖ ἡμᾶς λέγειν ὅτι τοῦ ὑπόποδος τὸ μέν ἐστι πτερωτόν, τὸ δὲ ἄπτερον· διαφοραὶ γὰρ αὗται ζῴου ὑπάρχουσιν, οὐ τοῦ ὑπόποδος· ἀγνοοῦντες οὖν καὶ ἀδυνατοῦντες ποιοῦσι τοῦτο. δεῖ οὖνδιαιρεῖν εἰς τὸ σχιζόπουν καὶ εἰς τὸ ἄσχιστον· αὗται γὰρ διαφοραὶ ποδὸς ὑπάρχουσιν· ἡ γὰρ σχιζοποδία ποδότης τίς ἐστι. καὶ οὕτως ἀεὶ βούλεται βαδίζειν, ἕως ἂν ἔλθῃ εἰς τὰ ἀδιάφορα. τοσαῦτα γὰρ εἴδη ποδὸς ὑπάρχουσιν ,ὅσαιπερ διαφοραὶ αὐτοῦ ὑπάρχουσι· καὶ πάλιν τὰ ὑπόποδα ζῷα ἴσα ταῖς · διαφοραῖς ὑπάρχουσιν. εἰ τοίνυν ταῦθ ’ἔχει, φανερὸν ὅτι ἡ τελευταία διαφορὰ ἡ οὐσία τοῦ πράγματος ἔσται καὶ ὁ ὁρισμός, καθάπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, εἴπερ μὴ δεῖ πολλάκις τὰ αὐτὰ λέγειν· ἀδολεσχοῦσι γὰρ οἱ τοιοῦτοι, ὡς εἲρηται ἀνωτέρω. ὅταν γὰρ ὁ ὁριζόμενος εἴπῃ ζῷον ὑπόπουν δί- πουν, οὐδὲν ἄλλο λέγει ἡ ζῷον πόδας ἒχον, δύο πόδας ἔχον· <τἂν τοῦτο> οὖν τὸ γένος διαιρῇ τῇ οἰκείᾳ διαιρέσει, πλεονάκις τὸ αὐτὸ ἐρεῖ καὶ ἰσάκις ταῖς διαφοραῖς, ὡς εἴρηται. ἐὰν δὲ τῆς διαφορᾶς διαιρέσει ἡ διαφορὰ γίνηται, μία ἡ τελευταία δηλοῦσα τὸ εἶδος καὶ τὴν οὐσίαν, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται. ἐὰν δὲ κατὰ συμβεβηκὸς ποιήσῃ τὴν διαίρεσιν λέγων τοῦ δίποδος τὸ μὲν εἶναι λευκόν, τὸ δὲ μέλαν, τοσαῦται ἔσονται διαφοραὶ ὅσαι καὶ αἱ τομαί τοῦ πράγματος ὑπάρχουσιν. ὥστε φανερὸν ὅτι ὁρισμὸς οὐδέν ἐστιν ἕτερον ἢ λόγος ἐκ τῶν διαφορῶν συγκείμενος, καὶ τούτων μάλιστα κατά γε τὸ ὀρθὸν τῆς τελευταίας διαφορᾶς. ὥστε οὐ δεῖ μετατάττειν τοὺς τοιούιους ὁρισμούς, οἷον ὡς ἐπὶ τοῦ ἀνθρώπου λόγον λέγοντας οὕτως ‘ζῷον δίπουν ὑπόπουν’, προτάττοντας τὸ δίπουν· περιττὸν γάρ ἐστι τὸ ὑπόπουν. τοῦτο γὰρ δηλοῖ διὰ τοῦ περίεργον εἰρημένου τοῦ δίποδος. εἶτά φησιν ὅτι παρὰ τὴν τάξιν δεῖ ἀδιαφορεῖν ἐν τοῖς ὁρισμοῖς· πῶς γὰρ δεῖ νοῆσαι τὸ μὲν ὕστερον, τὸ δὲ πρό. τερον; ταὐτὸν γάρ ἐστι, κἂν πάλιν ζῷον λογικὸν θνητόν, καὶ πάλιν ζῷον θνητὸν λογικόν. ὥστε τοσαῦτα δεῖ ἡμᾶς λέγειν περὶ τῶν κατὰ τὰς διαιρέσεις ὁρισμῶν, ποῖοί τινές εἰσιν. ἐπειδὴ οὖν ὁ σκοπὸς· ἡμῖν ἐνταῦθα περὶ οὐσίας ἐστὶ διαλεχθῆναι διὰ τοῦτο γάρ, φησί, καὶ τὸν περὶ ὁρισμῶν λόγον ἐκινήσαμεν), <δεῖ> πάλιν ἐπανελθεῖν ἐπὶ τὸ προκείμενον καὶ ζητεῖν, εἴτε ὑπάρχουσι χωρισταὶ οὐσίαι προαγωγοὶ τῶν ἐνταῦθα ,ἃς καλοῦσιν ἰδέας, εἴτε οὔ. ὥστε ὡς ἔστιν εἶδος πρὸς ὕλην οὕτως δὲ καὶ αἱ διαφοραὶ ***]λέγεται δὲ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἐκ τούτων, καὶ τὸ κα- θόλου. δύο ἀπορίας προέθετο ἐξ ἀρχῆς ἐκθέσθαι καὶ ἐπιλύσασθαι, μίαν μὲν τὴν ζητοῦσαν, πῶς διαφόρων ὄντων τῶν μερῶν τοῦ ὁρισ· μοῦ ἕνα λέγομεν τὸν ἐξ αὐτῶν συγκείμενον. εἶτα ἐπελύσατο τοῦτο φάσκων ὂτι τῶν παρὰ τὴν τελευταίαν διαφορὰν πάντων ὕλης ἐπεχόντων τάξιν ,καὶ τῆς τελευταίας διαφοράς διαφορᾶς καὶ οὕτως λοιπόν, ὥσπερ ἐξ ὕλης καὶ εὶδους ἕν τι πρᾶγμα γίνεται, οὕτως καὶ ὁ ὁρισμὸς εἷς γίνεται· οὐχ ὅτι ὕλης ἐστὶ τὸ γένος, ἀλλ’ ὅτι ἀναλογεῖ ὕλῃ, ἐπειδὴ εἰδοποιεῖ αὐτὴν ἡ διαφορὰ προσερχο- μένη καὶ ποιεῖ δηλοῦσθαι τὸ ἄτομον εἶδος, ὥσπερ καὶ τὸ εἶδος τὸ ἀόριζῷον στον τῆς ὕλης ὁρίζει καὶ περατοῖ. δευτέρα οὖν ἀπορία ὑπῆρχε ζητοῦσα εἰ ἔστι καθόλου οὐσία αὐτὴ καθ᾿ αὑτὴν ὑπάρχουσα, οἶον αὐτοάνθρωπος καὶ αὐτοΐππος, ἐπειδὴ δοκεῖ τισι μάλιστα τὰ καθόλου εἶναι οὐσίαι κατὰ τρεῖς τρόπους· πρῶτον μὲν ὅτι ἀρχὶ γίνονται ἀποδείξεων, ἐκ δὲ τῶν ἀποδείξεων γινώσκονται τὰ πράγματα τῶν γὰρ καθόλου πραγμάτων ὑπάρχουσιν οἱ ὁρισμοί, οἱ δὲ ὁρισμοί, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ, ἀρχαὶ ὑπάρχουσι τῶν ἀποδείξεων)· δεύτερον ὅτι φύσει πρότερα ὑπάρχουσι τὰ καθόλου τῶν μερικῶν, εἴ γε συναναιροῦσι καὶ οὐ συναναιροῦνται τοῦ γὰρ ἀτόμου ἀναιρεθέντος οὐκ ἀναιρεῖται τὸ καθόλου, τοῦ δὲ καθόλου ἀναιρεθέντος καὶ τὸ ἄτομον, εἴ γε, φησίν, ἐξ αὐτοῦ ἔχει τὴν ὕπαρξιν ὁμοίως), καὶ ὅτι προακτικὰ καὶ ποιητικὰ ὑπάρχουσιν ἐκεῖνα τὰ καθόλου ***καὶ ἐπιχειρήσεις τίθησιν ***τὰς καθόλου οὐσίας καὶ τὰ ἐννοηματικὰ καὶ ὕστερον πάλιν τἀς ἰδέας. ὡς γάρ φησιν ὁ Ἀλέξανδρος, ἐπειδή, ὡς αὐτοὶ κατ᾿ ἀρχὰς τοῦ βιβλίου ἐλέγομεν, ὅτι ἡ πραγματεία αὕτη ἐστὶ περὶ τῆς οὐσίας (περὶ γὰρ τοῦ ὄντος βούλεται διαλεχθῆναι, τὸ δὲ κυρίως ὂν ἡ οὐσία ἐστί), διαστέλλεται ποσαχῶς λέγεται ἡ οὐσία, καὶ ἒδειξεν ὅτι τετραχῶς, κατὰ τὸ ὑποκείμενον, κατὰ τὸ εἶδος, κατὰ τὸ συναμφόιερον καὶ τὸ καθόλου, εἰπὼν οὖν περὶ τοῦ ὡς εἴδους, τουτέστι τοῦ ὁρισμοῦ, τοῦ ὑποκειμένου καὶ τοῦ ἐξ ἀμφοτέρων, ἐντεῦθεν λέγει ἡμῖν περὶ τῆς καθόλου δεικνὺς ὅτι οὐκ ἒστι. καὶ πρῶτον μὲν ἐπιχειρήματι κέχρηται τοιούτῳ, λέγων ὅτι ἡ <ἐν Σωκράτει> οὐσία οὐκ ἔστιν ἡ αὐτὴ τῇ ἐν Πλάτωνι οὐσίᾳ, τὸ δὲ καθόλου κοινὸν ὑπάρχει. εἰ μὲν οὖν ὑποθώμεθα ταύτην τὴν οὐσίαν ἐν τῷ Σωκράτει εἶναι, οὐκέτι ἔσται καθόλου· ἡ γὰρ ἑκάστου οὐσία ἰδία ἐστὶν ἑκάστου· καὶ οὕτως ἔσται πάντα ἓν, ἐπειδὴ ἐν τῷ ἑνὶ τὸ καθόλου περιέχεται, τὸ αἴτιον πάντων. δεύτερον ἐπιχείρημά φησιν ὅτι ἡ μὲν οὐσία οὐ καθ’ ὑποκειμένου λέγεται, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου· οὐκ ἄρα ἡ καθόλου οὐσία ὑπάρχει. τρίτον ἐπιχείρημα ὅτι ἢ εἶδός ἐστι τὸ καθόλου τῆς ἀτόμου οὐσίας ἢ μέρος ἢ ἐνυπάρχον ἁπλῶς. ἀλλ᾿ εἰ μὲν ὑποθώμεθα εἶδος αὐτὸ εἶναι, ἄτοπόν τι ἕψεται· τὸ γὰρ εἶδος ἑκάστου ἴδιόν τί ἐστιν ἑκάστου τε], καὶ οὕτως πάλιν τὸ καθόλου ἔσται μερικόν. εἰ δὲ ὡς μέρος αὐτὸ ὑποθώμεθα, ἔσται τὸ μέρος κατηγορούμενον τοῦ ὃλου, ὅπερ ἐστὶν ἄτοπον. εἰ δὲ <ἁπλῶς> ἐνυπάρχον, πάλιν ἕψονται οἱ πρότεροι λόγοι τοῦ πρώτου ἐπι- χειρήματος, ὅτι ἢ γὰρ πάντων ἢ οὐδενός· ἁπάντων δὲ οὐχ οἷόν τε, ἐπειδὴ διαφέρουσιν ἀλλήλων τὰ πράγματα· οὕτως δὲ οὐδὲν διοίσουσιν· εἰ δὲ ἑνός, ἔσται πάντα ἕν. τέταρτον ἐπιχείρημα ὅτι, εἰ ἔστιν οὐσία τὸ καθόλου περὶ οὐσίαν γὰρ τὸ ποιὸν ἀφορίζει, ὡς εἴρηται ἐν Κατηγορίαις· ποιότητα f. 300r γὰρ οὐσιώδη δηλοῖ), δῆλον ὡς ὅτι ἔσονται πρότεραι αἱ ποιότητες τῶν οὐσιῶν, ὅπερ ἐστὶν ἄτοπον καὶ παρὰ τὰ ἐναργῆ. πέμπτη ἐπιχείρησις ὅτι συμβήσεται δύο ἀνομοειδῶν τὴν αὐτὴν εἶναι οὐσίαν, φημὶ δὴ τὴν καθόλου, ὅπερ ἀδύνατον. ἕκτη ἐπιχείρησις ὅτι ὅσα ἐν τῇ οὐσίᾳ τοῦ πράγματος παραλαμβάνεται, οὐδέποτε χωρίζονται τοῦ πράγματος, ἀλλὰ καὶ αὐτὸ εἶναι τὸ πρᾶγμα δηλοῦσιν, ὥσπερ τὰ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου πάντα παρλαμβανόμενα. εἰ οὖν ὑποθώμεθα καὶ τὸ καθόλου συμπληρωτικὸν εἶναι τῆς μερικῆς οὐσίας. ἔσται ἀχώριστον αὐτῆς καὶ οὐκέτι καθόλου, ὅπερ οὐ βούλονται. ἑβδόμη ἐπιχείρησις ὅτι εἰ μὴ δηλοῖ ποιότητα τὸ καθόλου ἀλλὰ τόδε τι, τουτέστι μερικὴν οὐσίαν, ἔ. σονται τρεῖς ἄνθρωποι, οἱ δύο ἄτομοι καὶ ὁ ἄλλος ὁ ἐξῃρημένος καὶ συνδέων αὐτούς. ὄγδοον ἐπιχείρημα ὅτι τότε λέγεται τὸ πρᾶγμα ἕν, ὅταν δυνάμει ἐστίν· οἷον τὴν εὐθεῖαν ἒχουσαν δυνάμει πλείονα σημεῖα λέγομεν μίαν εἶναι, καὶ τὸν χρόνον, ὅταν δὲ κατ’ ἐνέργειαν ληφθῶσι τὰ σημεῖα, οὐκέτι ἓν ἀλλὰ πλείονα. εἰ οὖν ὑποτίθενται τὴν καθόλου οὐσίαν χωριστὴν εἶναι αὐτὴν καθ’ αὑτὴν τῆς ἀτόμου οὐ- σίας, δῆλον ὡς ὅτι τὰς οὐσίας ***ἀδύνατον δέ ἐστιν οὐσίαν ἐξ οὐσιῶν εἶναι κεχωρισμένων ἀλλήλων κατ’ ἐνέργειαν. · ὥστε οὐ δυνατόν· ἐστιν ὑπο- τίθεσθαι τὸ καθόλου οὐσίαν εἶναι αὐτὴν καθ’ αὑτὴν κεχωρισμένην ὑπάρχουσαν. εἶτα λοιπὸν ἐπιχείρημα ὡς ἐπὶ τοῦ ἀριθμοῦ, καὶ ἐπιλαμβάνεται τῶν οὕτως ὁριζομένων τὸν ἀριθμὸν καὶ λεγόντων ἐκ μονάδων συγκείμενον πλῆθος· εἰ γὰρ διῄρηνται οἱ ἀριθμοὶ ἀπ’ ἀλλήλων κατ’ ἐνέργειαν, οὐδέ- ποτε δύνανται ἔχειν τὸ ἕν, οἷον ὁ πέντε καὶ ὁ τρία, εἰ μήτι ὑποθώμεθα τὴν μὲν μονάδα ὕλης τόπον ἐπέχειν, τὰ δὲ εἴδη τῶν ἀριθμῶν εἴδους, καὶ οὕτως γίνεται ἓν ἐξ ὕλης καὶ εἴδους. διό φησιν ἢ γὰρ οὐκ ἔστιν ἡ δυὰς ἕν τι πρᾶγμα, ἢ εἰ ἔστιν, οὐκ ἔστιν ἐνεργείᾳ ἐν αὐτῇ ἡ μονὰς ἀλλὰ δυνάμει. εἶτα δεκάτη ἐπιχείρησις. εἰ οὖν, φησίν, ἀπέδειξεν ὁ λόγος ὅτι οὐ δυνατὸν εἶναι τὰς ἀτόμους οὐσίας οὔτε ἐκ τῶν καθόλου μήτε δὲ ἐξ ἄλλων οὐσιῶν ποοὔπαρχουσῶν ἐντελεχείᾳ, ἁπλῶς ἄρα ὑπάρχουσιν. εἰ δὲ τοῦτο, οὐκ ἔστιν αὐτῶν ὁρισμός· ὁ γὰρ ὁρισμὸς σύνθεσίς ἐστι πραγμάτων, ἐκ διαφορῶν καὶ γενῶν συνιστάμενος. ὥστε εἰ τῆς οὐσίας οὐκ ἔστιν ὁρι- σμός, οὐδὲ ἄλλου πράγματος. λέγομεν οὖν ὅτι κατὰ τὶ μέν ἐστιν αὐτῶν, κατὰ τὶ δὲ οὐκ ἔστιν. εἰ μὲν γὰρ λάβωμεν τὸ λογικὸν καὶ τὸ ζῷον κε- χωρισμένα κατ’ ἐνέργειαν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα, τῷ ὄντι οὐκ ἔστιν αὐτῶν ὁρισμός· εἰ δὲ ὡς μίαν τινὰ φύσιν καὶ ἅμα νοουμένην καὶ συνυ- φισταμένην, ἔστιν αὐτῶν ὁρισμός. p. 1038 b 2 Λέγεται δὲ ὥσπερ τὸ ὑποκείμενον οὐσία εἶναι. Φησὶν <ὃτι> λέγεται ὥσπερ καὶ τὸ ὑποκείμενον καὶ τὸ εἶδος καὶ τὸ ἐξ ἀμφοῖν, οὕτω καὶ τὸ καθόλου λέγεται οὐσία εἶναι. εἰρήκαμεν οὖν περὶ τῶν δύο· εἴρηται γὰρ ἡμῖν διὰ τῶν προλαβόντων καὶ περὶ τοῦ εἴδους καὶ περὶ τοῦ ὑποκειμένου, ὅτι διχῶς ὑπόκειται, ἢ τόδε τι ὄν, τουτέστι τὸ γένος ταῖς διαφοραῖς διὸ καὶ εἶπεν αὐτὸ τόδε τι ὄν· οὐ γὰρ οὕτως ἐστὶ τὸ ζῷον ἀνείδεον ὡς ἡ ὕλη, ἥτις ἐξ ἀποφάσεως γίνεται, ἀλλὰ κατὰ ἀναλογίαν τὴν πρὸς τὸ περιορίζεσθαι ὑπὸ τῆς τελευταίας διαφορᾶς, ὥσπερ τὸ εἶδος περιορίζει τὴν ὕλην), <ἢ> ὡς ἡ κυρίως ὕλη ὑπόκειται τῇ ἐντελεχείᾳ, τουτέστι τῷ εἴδει. δυνατὸν δὲ λέγειν τὸ ζῷον ὑποκεῖσθαι τοῖς πάθεσι, περὶ τοῦ ἁπλῶς ζῴου δῆλον, ἢ ὡς ὕλη ἐντελεχείᾳ περὶ τοῦ καθ’ ἕκαστα ζῴου. δοκεῖ δὲ τισι καθόλου αἲτιον εἶναι καὶ προακτικὸν καὶ ποιητικὸν τῶν ἐνταῦθα, καὶ εἶναι ἀρχὴ τὸ καθόλου τῶν ἀποδείξεων, ὡς εἲρηται ἡμῖν ἐν τῇ θεωρίᾳ καὶ †οὐ δεῖ εἶναι οὐσίαν ὁτιοῦν τῶν καθόλου, ὡς δείξει ὁ λόγος. f. 301r εἶτα λοιπὸν τίθησι τὸ πρῶτον ἐπιχείρημα λέγων ὅτι εἰ οὐσία ἡ ἑκάστου ἴδιος ἑκάστου ὑπῆρχεν, οὐκ ἄν ποτε θεωρηθήσεται ἐν ἄλλῳ· τὸ δὲ καθόλου κοινόν ἐστι· τοῦτο λέγομεν καθόλου, ὅπερ πλείοσιν ὑπάρχειν πέφυκε. τίνος οὖν ἒσται τοιοῦτο οὐσία; ἢ γὰρ πάντων ἐστὶν οὐσία ἢ οὐδενός. ἀπάντων δὲ οὐ δυνατὸν εἶναι αὐτὴν οὐσίαν, ἐπεὶ οὕτως κοινωνήσει τὰ πάντα ἀλλήλοις, ὅπερ ἀδύνατον. ἑνὸς δὲ εἰ ἔσται, καὶ τὰ ἄλλα τοιαῦτά ἐστιν ἢ ὡς ὁ Σωκράτης ὁ ἔχων αὐτό, ἐπειδὴ πάντα, <ὡς> ἐκεῖθέν φησιν, ***οὐσία καὶ ὁ ὁρισμὸς εἷς ἐστι, καὶ αὐτὰ ἕν ἐστιν. p. 10381)15 Ἔτι οὐσία μὲν λέγεται. ἐντεῦθεν τὸ δεύτερον ἐπιχείρημα τίθησιν ἐν δευτέρῳ σχήματι, καί φησιν ὅτι ἡ οὐσία οὐκ ἔστι καθ’ ὑποκειμένου, τὸ δὲ καθόλου καθ’ ὑπο- κειμένου. τὸ καθόλου ἄρα οὐκ ἔστιν οὐσία. αὐτὸς δὲ οὐ τέθεικε τὸ συμ- πέρασμα. p. 1038b16 Ἀλλ’ ἆρα οὕτω μὲν οὐκ ἐνδέχεται. ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα. φησὶν οὖν ὅτι εἰ καὶ μὴ ἐνδέχεται οὕτως εἶναι τὸ καθόλου ὡς τὸ εἶδος τοῦ πράγματος, ἵνα μὴ γένηται μερι- κόν, ἐν δὲ τῷ μερικῷ ἐνυπάρχει μὴ ὂν αὐτὸ εἶδος, ὥσπερ τὸ ζῷον ἐν τῷ ἀνθρώπῳ καὶ τῷ ἵππῳ. εἶτά φησιν ὁ Ἀριστοτέλης, εἰ ταῦθ’ οὕτως ἔχει, ἐξ ἀνάγκης τούτου <τοῦ> ὄντος ἐν τῷ ἀνθρώπῳ ἐστὶν ὁ] ὁρισμός. ἐπειδὴ δὲ τῶν γενικωτάτων γενῶν οὐχ ὑπάρχουσιν ὁρισμοί, φησὶν ὅτι δια- φέρει δὲ οὐδὲν οὐδὲ εἰ μὴ πάντων ἐστὶν ὁρισμὸς τῶν ἐν τῇ οὐ- σίᾳ ὑπαρχόντων· οὐδὲν γὰρ ἧττον τοῦτο ἐνυπάρχον οὐσία ἐστί τινος, ὡς ἂνθρωπος τοῦ ἀνθρώπου ἐν ῲ ὑπάρχει ἀνθρώπῳ. ὥστε τὸ αὐτὸ συμβήσεται πάλιν τὸ εἰρημένον κἀν τῷ πρώτῳ ἐπιχειρήματι· ἢ πάντων ἐστὶν ἢ οὐδενός, <καὶ> τὰ αὐτὰ ἕψονται ἄτοπα· ἔσται γὰρ ἐκείνου οὐσία, οἷον τὸ ζῷον ἐν ᾧ ἰδίως ἴδιον ὑπάρχει, καὶ οὕτω πάλιν ἔσται μερικόν. p. 1038 b 23 Ἒτ ι οε αουνατον. Ἐντεῦθεν τέταρτον ἐπιχείρημα. καί φησιν ὅτι ἀδύνατόν ἐστι τὸ λέγειν τὴν οὐσίαν τὴν μερικὴν ἐκ μὴ οὐσίας ὑπάρχειν, καὶ μὴ ἐκ τοῦ τόδε τι ἀλλὰ ἐκ ποιοῦ. οὕτως γάρ, ἐπειδὴ τὰ καθόλου οὐσιώδεις ποιότητες ὑπάρχουσιν, ἔσται πρότερον ἡ μὴ οὐσία καὶ τὸ ποιὸν <οὐσίας>, ὅπερ ἀδύνατον. οὔτε γὰρ λόγῳ οὔτε χρόνῳ οὔτε γενέσει δυνατὸν τὰ πάθη τῆς οὐσίας εἶναι πρότερα, εἴγε γε ἐν αὐτῇ τὸ εἶναι ἔχουσιν· ἔσονται γὰρ οὕτως αὐτὰ καθ’ αὑτὰ χωριστὰ τὸ λευκὸν. καὶ τὸ λογικὸν τὸ ὡς ἐν ἀνθρώπω, ὅπερ ἐστὶν ἀδύνατον. p. 1038b29. Ἒτι τω Σωκράτει. Πέμπτον ἐπιχείρημα· καί φησιν ὅτι τῷ Σωκράτει τὸ καθόλου ἐνυπάρχει οὐσία οὖσα, ὥστε δυοῖν διαφόροιν πραγμάτοιν ἡ αὐτὴ ἔσται οὐσία, ὅπερ ἀδύνατον. p. 1038b30 Ἄλλως δὲ συμβαίνει. Εκτον ἐπιχείρημα· καί φησιν ὅτι εἰ ἔστιν οὐσία ὁ ἄνθρωπος καὶ ὅσα οὕτως λέγεται ἕν, μηδὲν ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου παραλαμβανόμενον εἶναι ἂλλου εἶναι ἄλλου πράγματος οὐσίαν, μηδὲ χωρίζεσθαι τοῦ ἀνθρώπου, ὡς συμβαίνειν καὶ ἄλλῳ ὑπάρχειν παρὰ τὸν ἄνθρωπον. οἷον ὅτι οὐκ ἔστιν αὐτοζῷον καθ’ αὑτὸ παρὰ τὰ τινὰ ζῷα, οὐδ’ ἄλλο τῶν ἐν τοῖς λόγοις οὐδέ. ν. p. 1038b34 Ἒκ τε δὴ τούτων θεωροῦσιν. Ἒβδομον ἐπιχείρημα· καί φησιν ὅτι ἐντεῦθεν φανερὸν ἡμῖν μάλιστα γίνεται ὅτι οὐδὲν τῶν καθόλου ὑπαρχόντων οὐσία ἐστί, καὶ ὅτι τὰ καθόλου οὐ δηλοῦσι τόδε τι ἀλλὰ τοιόνδε, τουτέστι περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζουσιν. εἰ γὰρ μὴ ὑποθώμεθα τοῦτο, πολλὰ ἄν ἕψεται ἄτοπα καὶ τρεῖς ἄνθρωποι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. p. 1039a3 Ἒτι δὲ καὶ ὧδε δῆλον. Ὂγδοον ἐπιχείρημα· καί φησιν ὅτι ἀδύνατον οὐσίαν εἶναι ἐξ οὐσιῶν ἐνυπαρχουσῶν οὕτως κεχωρισμένων ἐνεργείᾳ. οὐδέποτε γὰρ λέγομεν] τὰ δύο τὰ κατ’ ἐντελέχειαν δυνατόν ἐστι λέγειν ὅν, ἀλλὰ δύο· ἀλλ’ ἐὰν δυνάμει ᾖ δύο, τότε δυνατὸν αὐτὸ λέγειν ἕν, ὥσπερ τὴν γραμμὴν τὴν ἔχουσαν ***λέγειν αὐτὴν μίαν, μετὰ δὲ τὸ δεδυάσθαι τὴν στιγμὴν ἐν- εργείᾳ ἀδύνατόν ἐστι λέγειν αὐτὴν μίαν· τὸ αὐτὸ δέ φημι καὶ ἐπὶ τοῦ χρόνου. ὥστε οὐ δυνατόν ἐστι λέγειν μίαν τὴν οὐσίαν τὴν ὑπάρχουσαν ἐξ ἐντελεχείᾳ διακεκριμένων δύο οὐσιῶν. καὶ κατὰ τοῦτο τὸν ἀριθμόν φησιν ὀρθῶς λέγειν Δημόκριτον· ἀδύνατον γάρ φησιν ἐκ δύο ἓν γενέσθαι ἢ ἐξ ἑνὸς δύο· τὰ γὰρ μεγέθη τὰ ἄτομα, τουτέστι τὰς ἀτόμους, οὐσίας ποιεῖ, καὶ οὐδέποτε, φησίν, ἡ μία ἄτομος δύο. διὰ τοῦτο γὰρ καὶ ἀτόμους αὐτάς φησιν· οὔτε γὰρ δύο μία γάρ] ἐστὶ, διειργόμενα ὑπὸ τοῦ κενοῦ. p. 1039a11 Ὁμοίως τοίνυν καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἕξει. Ἒνατον ἐπιχείρημα· καὶ φησιν ὃτι ὁμοίως καὶ ἐπὶ τοῦ ἀριθμοῦ ἓξει, εἴπερ ἐστὶν ὁ ἀριθμὸς σύνθεσις μονάδων, ὥσπερ λέγουσί τινες· οὕτως γὰρ ἔσται ὁ ἀριθμὸς εἷς διακεκριμένος ἐντελεχείᾳ, †ὁ πέντε ἐκ τοῦ δύο, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὅπερ ἐστὶν ἄτοπον. ἢ γὰρ οὐ δυνατὸν εἰπεῖν μίαν τὴν δυάδα, ἢ εἰ ὑποθώμεθα αὐτὴν μίαν,. ἀδύνατον τὴν μονάδα εἶναι · κε· χωρισμένην κατ’ ἐνέργειαν ἐν αὐτῇ. p. 1039a14 Ἒχει δὲ τὸ συμβαῖνον ἀπορίαν. ἐντεῦθεν τὸ δέκατον ἐπιχείρημα· καί φησιν ὅτι ἔχει ὁ λόγος ἀπορίαν. εἰ γὰρ μήτε ἐκ τῶν καθόλου οἷόν τε εἶναι μηδεμίαν οὐσίαν, ὡς εἰρήκαμεν, διὰ τὸ οὐσιώδη ποιότητα δηλοῦν καὶ μὴ οὐσίαν, μήτε δὲ ἐξ οὐσιῶν προϋπαρχουσῶν κατ’ ἐνέργειαν δύναται εἷναι, ἀσύνθετος καὶ ἁπλῇ ὑπάρξει πᾶσα οὐσία· τῶν δὲ ἁπλῶν οὐκ ἔστιν ὁρισμός, ὥστε οὐκ ἔσται ***ὡμολόγηται <δὲ> ἢ μόνης οὐσίας εἶναι τοὺς ὁρισμοὺς ἢ κυρίως ὡς ἀνωτέρω εἴρηται· νῦν δὲ οὐδὲ ποτὲ] ταύτης ἐδείχθη. οὐδενὸς ἄρα ἔσται ὁρισμός. ἢ τρόπον μέν τινα ἔσται ὁρισμός, τρόπον δέ τινα οὒ, ὡς εἲρηται ἐν τῇ θεωρίᾳ. δῆλον δὲ μάλιστα γίνεται τὸ λεγόμενον ἐκ τῶν ἐφεξῆς Συριανὸς ὁ φιλόσοφος βοηθῶν τῷ Πλάτωνι ἀντιλέγει τοῖς ὑπ’. ‘Αριστοτέλους λεγομένοις δέκα ἐπιχειρήμασι καί φησιν ὅτι εἰ μὲν τὰ καθόλου ἀναιρεῖ ὁ Ἀριστοτέλης τὰ συγκεχυμένα καὶ ὑστερογενῆ τὰ ἐν τῇ φαν- τασία τῇ ἡμετέρᾳ τὸ εἶναι ἔχοντα, κατορθοῖ, οἷον τὴν ἔννοιαν τὴν περὶ τοῦ ἁπλῶς ἁπλῶς ἀνθρώπου· ταῦτα γὰρ τῷ ὄντι οὐχ ὑπάρχουσιν οὐσίαι, ἀλλ’ ἐν τῇ ἡμετέρᾳ σχέσει τὸ εἶναι ἔχουσιν. εἰ δέ φησι ‘τὰ καθόλου ἀναιρεῖ τὰ ἐπὶ τοῖς πολλοῖς ’,οὐ πάνυ τι δεόντως λέγει· οὔτε γὰρ αὐτὰ ἀναιρεῖ ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τίθεται αὐτός. φησὶν οὖν οὗτος, τὸ πρωτον τῶν προβλημάτων ἔλεγεν οὕτως, ὅτι ἡ οὐσία ἑκάστου ἰήιός ἐστιν ἑκάστου καὶ χαρακτηριστικὴ αὐτοῦ ἐστιν· ἡ γὰρ Σωκράτους οὐσία, ὡς εἴρηται τῇ προ- τεραίᾳ, οὐκ ἒστι Πλάτωνος. εἰ οὖν τὸ καθόλου μή ἐστιν οὐσία ἑκάστου οὕτως γὰρ οὐκ ἔσται καθόλου, ἀλλὰ μερική), δῆλον ὡς οὐκ ἔστιν ἡ καθόλου οὐσία. λέγομεν οὗν ὅτι τῷ ὄντι οὕτως οὐκ ἔστιν οὐσία ὡς μερική τις οὖσα· οὐ μὴν οὐδὲν κωλύει εἶναι αὐτὴν καθόλου οὐσίαν, μὴ μέντοι ἀφωρισμένην τινὸς οὖσαν οὐσίαν· καὶ οὕτως οὐδὲν ἄτοπον ἕψεται λεγόντων ὅτι ἢ πάντων ἐστὶν ἢ οὐδενός. κατ’ ἀλήθειαν γὰρ ἡ καθόλου οὐσία πάντων ἐστίν· ἓν ἐν ἅπασι γὰρ θεωρεῖται, ἅτε δὴ μὴ περιγραφομένη ἔν τινι μερικῇ οὐσίᾳ, ἀλλὰ τὴν κοινότητα πασῶν περιέχουσα· καὶ ἔστι μία οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ γένει. ὡς γὰρ ***ἢ ἀριθμῷ ἢ εἴδει ἢ γένει. <ἓν οὖν τὸ> καθόλου εἶναι τῷ ἀριθμῷ τῶν ἀδυνάτων ἐστίν· οὕτω γὰρ οὐ θεωρηθήσεται ἐν ἅπασι· γένει μέντοι γε δεῖ εἶναι αὐτὴν μίαν οὐδὲν κνλύει. εἶτα λοιπὸν τὸ δεύτερον πρόβλημα ἔλεγεν οὕτως· ἡ οὐσία οὐ καθ’ ὑποκειμένου ,τὸ καθόλου καθ’ ὑποκειμένου ,τὸ καθόλου ἄρα οὐκ οὐσία. ἐνταῦθα, φησίν, ὁ παραλογισμὸς ἐγένετο παρὰ τὴν ὁμωνυμίαν· ὁ γὰρ μέσος ὅρος ἐλήφθη ὁμώνυμος τὸ καθ’ ὑποκειμένου, καὶ ποτὲ ποιεῖ τὴν μείζονα πρότασιν ἀληθῆ, ποτὲ ψευδῆ. τὸ γὰρ καθ’ ὑποκειμένου δηλοῖ τὸ καθόλου καὶ τὸ ἐννοηματικὸν καὶ ὑστερογενές, ὅπερ ἔχομεν ἐν τῇ φαντασίᾳ περὶ τῶν πραγμάτων, οἷον τοῦ ἀνθρώπου, τοῦ ἵππου. ταῦτα δὲ ἔστ’ ἂν ὦσιν, ἐν τῇ ἡμετέρᾳ φαντασία τὴν ὕπαρξιν ἔχουσι, παρερχομένης δὲ τῆς φαντασίας οἴχονται καὶ αὐτά. τὸ γοῦν τοιοῦτο καθ’ ὑποκειμένου τῷ ὄντι οὐκ ἔστιν οὐσία, τὸ μέντοι γε καθ’ ὑποκειμένου τὸ περιεκτικὸν τῶν ἂλλων, οἷον ὥσπερ τὸ ζῷον λέγομεν καθ’ ὑποκειμένου τῶν ἄλλων ἁπάντων, λογικοῦ θνητοῦ, εἴ γε κατηγορεῖται αὐτῶν, τοῦτο γοῦν οὐσία ἐστί. πάλιν τρίτον ἐπιχείρημά ἐστι τοιοῦτον, ὅτι τὸ καθόλου τοῦτο ἢ σημαίνει τι ἢ οὐ σημαίνει. εἰ μὲν οὗν σημαίνει τι, δῆλον ὅτι καὶ ὁρισμὸν ἔχει τὸν δηλοῦντα τὴν ὕπαρξιν αὐτοῦ. εἰ γὰρ καὶ μὴ ἔχει κυρίως ὁρισμόν, ἀλλ’ οὖν γε δι’ ὑπογραφῆς δηλοῦται, ἐπειδὴ σημαίνει τι. θεωρεῖται οὖν ὡς καθ’ ἕκαστα, ἢ οὐ θεωρεῖται ἐν αὐτοῖς. εἰ μὲν οὖν, φησί, θεωρεῖται ὡς καθ’ ἕκαστα, μέρος αὐτῶν ἐστι. πῶς δὲ τὸ μέρος κατηγορεῖται τοῦ ὅλου; ***αὐτῶν ἐστι πάντῃ. λέγομεν οὖν ὅτι περὶ ταῦτα ὁ παραλογισμὸς ἐκ τῆς ὁμωνυμίας τοῦ μέρους, ὡς καὶ αὐτός φησιν ἐν Κατηγορίαις· ποτὲ γὰρ μερικὸν λέγεται, ποτὲ δὲ καθόλου. διὸ ἔλεγεν ἐν ἐκείναις τὴν μέν τινα χεῖρα μέρος εἶναι μερικόν, τὴν δὲ ἁπλῶς χεῖρα καθόλου. τὸ γοῦν καθόλου ἐνταῦθα μέρος ἐστὶν οὐ μερικὸν ἀλλὰ καθόλου· τὸ δὲ τοιοῦτον μέρος μέρος κατηγορεῖται τοῦ ὅλου, καὶ οὐδέν ἐστιν ἄτοπον ἐν ἅπασιν αὐτὸ θεωρεῖσθαι κατὰ τὴν κοινότητα αὐτῶν· οὔτε γὰρ μιᾶς οὐσίας ἐστὶ δηλωτικόν. τέταρτον ἐπιχείρημα ἦν τὸ λέγον ὅτι πρότερα γίνεται τὰ ποιὰ τῆς οὐσίας, ὅπερ ἄτοπον. φησὶν οὖν ὅτι καὶ ἐνταῦθα ἐκ τῆς ὁμωνυμίας γέγονεν ὁ παραλογισμός, ἐπειδὴ ταὐτὸν ἐλάμβανε τὴν ποιότητα ἁπλῶς καὶ τὴν οὐ- σι· ώδη ποιότητα. δηλοῖ γὰρ καὶ τὸ λευκὸν ποιότητα καὶ τὸ λογικόν, ἀλλὰ τὸ μὲν λευκὸν ἀπλῶς ποιότητα, τὸ δὲ λογικὸν οὐσιώδη ποιότητα. οὕτως οὖν καὶ τὸ καθόλου, ὥσπερ αὐτός φησιν ἐν Κατηγορίαις, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει καὶ οὐσιώδη ποιότητα δηλοῖ. ἂλλως τε δὴ εἰ μὴ ὑποθώμεθα τὰς ἀτόμους οὐσίας προελθούσας ἐκ τῶν καθόλου, πόθεν ἔχουσι τὴν ὕπαρξιν; ἢ γὰρ διακεκριμέναι ἔσονται παντελῶς καὶ κατ’ οὐδὲν κοινωνοῦ- σαι ἀλλήλαις, ἢ δῆλον ὅτι κατὰ κοινὸν ἔχουσι τοῦτο, ὅπερ ἐστὶ ὁ] τὸ καθόλου ὡς λόγος ἐν ἅπασι θεωρούμενος. πέμπτον ἦν ἐπιχείρημα τὸ λέγον ὅτι συμβήσεται τὴν αὐτὴν οὐσίαν ἀνομοειδῶν εἶναι πραγμάτων. καὶ λέγομεν ὅτι τὸ καθόλου κατηγορεῖται τοῦ Σωκράτους οὐχ ὡς δύο διαφόρων κατηγορούμενον, ἀλλὰ κα ***,οὐ καθὸ Σωκράτης ἀλλὰ καθὸ ἂνθρωπος· καθὸ γὰρ Σωκράτης, κατηγορεῖται αὐτοῦ τὸ εἶναι αὐτὸν προγά- στορα, Ἀθηναῖον. †τῶν καὶ γὰρ αὐτὸ κατηγορεῖται δύο διαφόρων ὡς διά φόρων ὄνιων, εὑρίσκετο ἡ αὐτὴ οὐσία δύο ἀνομοειδῶν περιεκτικἠ, ὅπερ ἄτοπον. ἕκτον ἐπιχείρημα ὅτι τὰ δηλοῦντα τὴν οὐσίαν τινος οὐδέποτε χω- ρίζονται αὐτοῦ, ἀλλὰ καὶ ἐν αὐτῷ θεωροῦνται καὶ μερικὰ ὐπαρχουσιν. ὥσπερ τὰ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου παραλαμβανόμενα, καὶ ἂλλῼ εἴδει οὐκ ἐφαρμόττουσιν· οὔτε γὰρ χωρίζονταί ποτε τοὐ ἀνθρώπου· τοιαύτα οὖν ὑπάρχει οὐσιώδη. εἰ οὖν τὸ καθόλου μήτε ἑνὶ εἴδει ἐφαρμόττει μήτε σύνεστιν ἀλλὰ κεχώρισται, ὡς αὐτοί φασι, δῆλον ὅτι οὐκ εστιν ουσια. λέγομεν πρὸς τοῦτο ὅτι τὰ ἐν τῷ ὁρισμῷ παραλαμβανόμενα μέρη μερικὰ ὑπάρχουσι. τὰ γοῦν τοιαῦτα οὔτε ἐφαρμόττουσιν ἄλλῳ οὒτε δὲ χερίζονται τοῦ ὑποκειμένου· τὸ μέντοι γε μέρος τὸ ὡς καθόλου καὶ ἂλλοις ἐφαρμόττει οὐσία ὑπάρχον, ὥσπερ ὁ λόγος τοῦ ζῲου, καὶ κεχώρισται του ὐποκειμένου. ἕβδομον ἦν ἐπιχείρημα τὸ εἰσάγον τὸν τρίτον ἄνθρωπον· φησὶν οὖν καὶ πρὸς τοῦτο ὅτι †ἢ ὁμοιότητι ἢ ὡς τὰ ἀφ’ ἑνὸς λαμβανόμενα ἢ ὡς τὸ ποιητικὸν αἴτιον, οἷον ὥσπερ αἱ εἰκόνες τοῦ Σωκράτους λέγονται ἐοικέναι ἀλλήλαις, καί εἰσιν αὗται ὡς τὰ ἀφ’ ἑνός· ἀπὸ γὰρ τοῦ Σωκράτους προελθοῦσαι λέγονται ἐοικέναι ἀλλήλαις καὶ ἔχουσιν ἀλλαχόθεν τὴν ἀρχὴν τὸ ποιητικόν, φημὶ δὴ τὸν Σωκράτη. ἐπὶ μέντοι γε του ποιητικου αἰτίου ἡ †μὲν γὰρ προέρχεται ἐξ ἄλλου, λέγεται δὲ ὁ Σωκράτης ἐοικέναι τῇ εἰκόνι. τὸ γοῦν καθόλου ὅμοιόν ἐστι τοῖς ἐνταῦθα οὐχ, ὡς ία αφ ἑνὸς καὶ πρὸς ἕν, ἀλλ’ ὡς τὸ ποιητικὸν αἴτιον, καὶ οὐκέτι ἐντεῦθεν εἰσάγειν τρίτον ἄνθρωπον ἀναγκάζονται, ἐπειδὴ μὴ τοιαύτη ἐστὶν ὁμοιότης ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ὄγδοον ἐπιχείρημα ὅτι οὐ δυνατόν ἐστι γενέσθαι οὐσίαν ἐξ ἄλλης οὐσίας κατ’ ἐνέργειαν προϋπαρχούσης. καὶ τῳ οντι ἀληθής ἐστιν ὁ λόγος· οὐ γὰρ δυνατόν ἐστιν ἄλλην παντελῶς ούσίαν προϋπάρχειν καὶ διακεκρίσθαι πάντως κατ’ ἐνέργειαν, καὶ οὕτω,ς ἐξ ἀυτῆς, γιωεσθαι ἑτέραν οὐσίαν, κεχωρισμένων ἀλλήλων καὶ ἐχόντων οἰκείας καὶ ἰδιαζούσας ἐνεργείας, πρὸς τούτοις δὲ <οὐ> καὶ ἕνωσιν ἐχόντων διὰ πάντων πεφοιτηκυῖαν, ὥσπερ ἐπὶ τοῦ σώματος. ἔστι γὰρ ἧπαρ καὶ καρδιία καὶ ἐγκέφαλος, καὶ ἕκαστον αὐτῶν οἰκείαν ἔχει ἐνέργειαν, θρεπτικήν, ζωτικἠν, ψυχικήν, καὶ ὅμως ἐξ αὐτῶν ἕν τι γίνεται, καὶ] ἐπειδὴ ἓνωσίς εστίν έν οὐτοῖς, καὶ θεωρεῖται μία τις ἕνωσις διὰ πάντων πεφοιτηκυῖα· · οὒτως ουν φημι καὶ ἐπὶ τοῦ ζῴου ὅτι ἐκ τῆς συνδρομῆς τοῦ ζῲου καὶ τόυ λογικοῦ καὶ τοῦ θνητοῦ γίνεται ἄνθρωπος εἷς διὰ τὴν ἐν αὐτῷ ἑνωτικὴν ἐνοδσαν δύναμιν ,ἐπεὶ ἕκαστον αὐτῶν ἰδιάζουσαν ἔχει ἐνέργειαν· δία μὲν γὰρ τὸ θνητὸν φθειρόμεθα, διὰ δὲ τὸ λογικὸν βουλευόμεθα, διά δὲ τὸ ζῷον αἰθνητὸν σθανόμεθα. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἐνάτου τὸ αὐτὸ ἒστιν εἰπεῖν, φημι δὴ τῶν ἀριθμῶν, ὃτι ἔχουσι καὶ οἱ ἀριθμοὶ ἰδίαν ἕκαστος αὐτῶν δὐναμιν, ἄλλα rarum λοιπὸν ἑνοῦνται ***ὁ· ποιοῦ αὐτῶν δυνάμεως, ὥσπερ καὶ ἐπὶ τῶν ***χουσι, δῆλον ὃτι οὒκ εἰσιν ἁπλᾶ ἀλλὰ σύνθετα, ὥστε διὰ τοῦτο [οὒτε] ορισμιοι ἀυτῶν ὑπάρχουσιν <οῑον> τοῦ ἀνθρώπου τοῦ μερικοῦ ζῷον λογικὸν θνητόν, ὡς ἀεὶ ὄντος τοῦ θνητοῦ, φησίν, ἐν τοῖς ἀνθρώποις. †τὸ πρὸς το δέκατον ἐπιχείρημα. p. 1039a24 Φανερὸν δὲ ἐξ αὐτῶν τούτων τὸ συμβαῖνον καὶ τοῖς Δείξας ὃτι μὴ οἶόν τε ἐξ· οὐσιῶν ἐνεργείᾳ οὐσῶν συγκεῖσθαι τὴν οὐσίαν, καὶ ὃτι τῆς ἀτόμου ἀνάγκη καὶ τὰ μέρη ἄτομα εἶναι, ἐκ τῶν εἰρημένων, φησι, φανερὸν καὶ τὸ συμβαῖνον ἄτοπον τοῖς τὰς ἰδέας ὑποτιθεμένοις καὶ λέγουσιν αὐτὰς οὐσίας τε εἶναι καὶ χωριστὰς αὐτὰς καθ’ αὑτὰς καὶ ἀτόμους καὶ ὁριστάς· ἐκείνων γὰρ τῶν ἰδεῶν ἔλεγον εἶναι τοὺς ὁρισμοὺς βουλόμενοι τοὺς ὁρισμοὺς εἶναι τῶν καθόλου, καὶ ταῦτα ἔλεγον ὡς ία ἀφ’ ἑνὸς μετέχειν αὖ τὰ̣ τῇδε ἐκείνων· ὥστε οὐχ ἁρμόσουσιν οἱ ὁρισμοὶ τοῖς ἐνταῦθα οὐδὲ ἔσονται αὐτῶν ὁρισμοί. φησὶν οὖν πρὸς αὐτοὺς ὅτι ἡ ἰδέα αὕτη μία ἐστὶ πάντων ἢ ἑκάστου χωρίς. εἰ μὲν οὖν μία ἐστὶ τῷ ἀριθμῷ πάντων, διασπασθήσεται ἡ ἰδέα μία οὖσα καὶ θεωρουμένη ἐν πλείοσι διαφοραῖς. εἰ δὲ πολλαί, ἀπείρων ἔσονται ἰδέαι, ἑκάστου εἴδους μίαν ἔχοντος ἰδέαν, τοῦ ζῴου τοῦ · ἐν ἀνθρώπῳ καὶ τοῦ ἐν ἵππω καὶ ταῖς ἄλλαις, πάλιν τοῦ λογικοῦ καὶ τοῦ γελαστικοῦ καὶ τῶν ἄλλων ὁμοίως, ὅπερ οὐ βούλονται · μίαν γὰρ ἰδέαν λέγουσι τοῦ ζῴου τὸ αὐτοζῷον, <καὶ ὁμοίως> ἔπι τῶν ἄλλων. p. 1039a24 Φανερὸν δὲ ***. <Τοῦτο> τοίνυν φησὶν ὅτι ἐκ τῶν ἤδη εἰρημένων φανερὸν γίνεται καὶ τὸ συμβαῖνον ἂτοπον τοῖς τὰς ἰδέας λέγουσιν εἶναι αὐτὰς οὐσίας καθ’ αὑτὰς καὶ χωριστὰς ἀτόμους, οἷον αὐτοάνθρωπον αὐτοζῷον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως; καὶ ἅμα ποιοῦσι] καὶ τὸ εἶδος ποιοῦσιν ἐκ γένους καὶ διαφορῶν. φησὶ γὰρ τὰς τοῦ γένους ἰδέας καὶ τὰς τῶν καὶ ἐν τῷ ἵππῳ, ἤτοι <ἓν> καὶ ταὐτόν ἐστι τῷ ἀριθμῷ ἡ ἰδέα τοῦ ζῴου ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ ἵππῳ, ἢ ἕτερον· τῳ μὲν γαρ λόγῳ ὅτι μία ἐστὶν ἡ ἰδέα τοῦ ζῴου ἡ ἐν τῷ ἀνθρώπῳ καὶ ἡ ἐν τῷ ἵππῳ. εἴτε γὰρ τὸ ἐν τῷ ἀνθρώπῳ ζῷον ὁρισόμεθα, οὓτως φαμεν οὐσία ἔμψυχος αἰσθητική, εἴτε καὶ τὸ ἐν τῷ ἵππῳ· εἰ οὑν ἐστί τις ἄνθρωπος, τουτέστιν ἰδέα αὐτὴ καθ’ αὑτὴν κεχωρισμένη, ἀνάγκη εἶναι καὶ τὴν ἰδέαν ἐξ ὧν ἐστιν ἡ ἰδέα του ἀνθρώπου, τουτέστιν ἰδέαν ζώου καὶ λογικοῦ, καὶ εἶναι τούτων χωριστὰς οὐσίας· ὥστε καὶ, τὸ ζῷον χωριστόν ἐστιν αὐτὸ καθ’ αὑτὸ ὑπάρχον. εἰ μὲν οὖν τὸ αὐτό ἐστι ζῷον τὸ ἐν τῷ ἵππῳ καὶ τὸ ἐν τῷ Σωκράτει, ὥσπερ Σωκράτης ἐστὶν αὐτὸς ἐν αὑτῷ, πῶς δυνατὸν ἓν εἶναι τὸ ζῷον, κεχωρισμένων τούτων ἀπ’ ἀλλήλων, φημὶ δὴ τοῦ Σωκράτους καὶ του ἳππου ; ἢ διὰ τί οὐ χωρίζεται τὸ ζῷον τοῦτο καὶ διασπᾶται ἓν ὕπαρχον, τ,ῳ ἀριθμῷ, διαφόρων ὄντων ἐκείνων, ἐν οἷς θεωρεῖται, καὶ <εκχωρισμένων ἀπ’> ἀλλήλων. <ἒπειτα> ἐπειδὴ ἓν τῷ ἀριθμῷ· ***εἰ μὲν μεθέξει τού δίποδος καὶ τοῦ πολύποδος, ἀδύνατόν τι; ἕψεται· τὰναντία γὰρ ἃμα ὑπάρξουσι ἑνὶ καὶ τῷδε ὄντι, τουτέστιν ἑνὶ ὑπάρξουσι κατ’ ἀριθμόν· εἰ δὲ μὴ ὑπάρχουσιν ἐν τῷ ζῴῳ τύ δίπουν καὶ τὸ πολύπουν, πῶς φαμεν τὸ ζῷον δίπουν λέγοντες ζῷον δίπουν ἤγουν ζῷον πεζόν; εἰ δέ τις εἴποι ὅτι ταύτᾳ σύγκειται ἀλλήλοις ἤγουν μέμικται ἢ κατὰ παράθεσιν ἅπτεται μόνον, ἓψονται πολλὰ <ἂτοπα> τὰ γὰρ τοιαύτα δύνανται καὶ χωρισθῆναι ἀπ’ ἀλλήων. καὶ οὐκέτι κυρίως ἔσται τὸ ζῷον δίπουν ἕν, ἀλλὰ πολλά, ὥστε οὐδὲ ορισμὸς αὐτοῦ αὐτοῦ ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἡμεῖς δέ’ ὅτε εͅλεγετο τὸ γένος ὕλης τόπον ἐπέχειν ,εἴδους δὲ τὴν τελευταίαν διαφοραν, ουοεν ἐλέγομεν ἄτοπον· τὸ γὰρ εἶδος τῇ ὕλῃ οὔτε κατὰ θέσιν ὑπάρχει οὒτε κατὰ παράθεσιν, ἀλλ’ ἔστιν ἕν τι καὶ μία οὐσία· εἰ δὲ πάλιν εἲπωσιν ὅτι διάφορα τὰ ζῷα ὑπάρχουσιν ἐν ἑκάστῳ, καὶ ἂλλη ἰδέα του ἀνθρώπου ζῳσο καὶ ἄλλη τοῦ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἔσονται οὓτως ἃπειροι ἰδέαι. διό φησιν ὧν ἡ οὐσία ζῷον· οὐ γὰρ κατὰ συμβεβηκὸς ἐκ ζῴου ἐστὶν ὁ ἄνθρωπος, ἐπειδὴ πᾶς ἄνθρωπος ζῷ̣όν ἐστι καὶ συμπληρωτικὸν ἐστι τῆς ἀνθρώπου οὐσίας τὸ ζῷον, καὶ ἐπὶ τῶν ἂλλων τῶν ὁμοίων. εἰπε δὲ τὸ οὐ κατὰ συμβεβηκός, ἐπειδὴ οὐ βούλονται τῶν κάτα συμβεβηκὸς εἶναι ἰδέας. p. 1039b9 Ἒτι πολλὰ ἔσται αὐτὸ τὸ ζῷον. Φησὶν ὃτι εἰ διάφορα ὑπάρχουσι τὰ ζῷα τὰ ἐν τοῖς διαφόροις ***σἡτ ιοςἁ τίου ζῴου· τὸ γαριἐ. ν ἑκάστῳ 〈ζῷον οὐσία ἐστίν〉, ἡ δὲ οὐσία ἐκατοῦ τοῦ ζῲου, τουτέστι τὴν οὐσίαν αὐτοῦ. εἰ γὰρ μὴ τοῦτο ὑποθώμεθα εἰναι τὸ ζῷόν τὴν οὐσίαν του ἀνθρώπου, ἐξ ἐκείνου ἔσται ὁ ἂνθρωπος, τουτέστιν <ἐξ οὗ> ἡ ποιότης ὑπάρχει. ἔτι ἰδέαι ἅπαντα ὑπάρχουσιν ἐξ ὡν ὁ ἄνθρωπος συνέστηκε, τὸ ζῷον, τὸ δίπουν. οὐκοῦν ταυτα τδέα ***ἂλλου δὲ οὐσία ἡ γὰρ ἰδέα ἐστὶν ἡ συμπληρουσα τὴν ἑκάστου οὐσίαν), ἐπειδὴ οὕτως ἡ ἄλλου οὐσία ἐν ἄλλῳ θεωρηθήσεται, ὃπερ ἐστιν ἄτοπον. ὥστε αὐτὴ ἡ ἰδέα τοῦ ζῴου ἔσται εκαστου ἴτων, ζῴων; τὸ γοῦν ζῷον τὸ ἐν τῷ ἀνθρώπῳ καὶ τὸ ἐν τῷ ἵππω εἰ γε ἰδέα εστιν, ἐκ τίνος γέ,γονε; καὶ πῶς ἐξ αὐτοῦ τοῦ ζῴου ζῷον γέγονεν, εἲ γε ἀμφότερα ἰδέα εστί; καὶ πῶς δυνατόν ἐστι τὸ ζῷον, ὅπερ οὐσία ἐστί, τοῦτο παρ’ αὐτὸ τὸ ζῷον ὑπάρχειν, εἴ γε ἀμφότερα οὐσία ἐστί :καὶ επ ἄπειρον δὲ ὁ λόγος προέρχεται. Ἀντειπὼν ὁ Ἀριστοτέλης πρὸς τὰ καθόλου ἐντεῦθεν ἀποτείνεται καὶ προς τὰς ίδέας ὡς καθόλου καὶ αὐτὰς οὔσας. καθόλου δ’ ὑπάρχουσιν ὡς ποιητικὰ καὶ παρακτικὰ τῶν τῇδε. ἀντιλέγει οὖν καὶ π· ρῶτον ἐπιχείρημα τοῦτον τὸν τρ‘όπον, ὅτι ἡ ἰδέα ἢ μία ἐστὶ τῷ ἀριθμῷ ἢ πολλά ὰλλ οἱ μὲν μίαν ἀυτὴν ὑποθώμεθα τῷ ἀριθμῷ καὶ θεωρεῖσθαι ἐν πλείοσι ὁιασπασθήσεται · εἰ δὲ πολλὰ αὐτὴν ὑποθώμεθα καὶ ἐν ἑκάστω θεωρεῖσθαι, ἂπειροι ἒσονται αἱ ἰδέαι ***γένους καὶ διαφορᾶς ἰδίᾳ οὔσης τδέας καἴ τῶν επεισοδιωδῶν καὶ τῶν μὴ ἐπεισοδιωδῶν. φασὶ <δὲ> οἱ Πλα τωνικοι ὀτι μίαν, φαμεν εἶν,αι τὴν ἰδέαν καὶ οὐκ ἔστιν ἀνάγκη διασπα σὒηναι ἀυτὴν· οὐ γὰρ ὡς ὲν ὑποκειμένῳ τῇ αἰσθητῇ <οὐσίᾳ> θεωρεῖται ὡς παρακτικὴ καὶ ποιητική. ὥσπερ γὰρ ὁ ἥλιος εἷς ὑπάρχων τῷ σθῆναι αὐτήν· 0. γὰρ ὡς ἐν ὑποκειμένῳ τῇ αἰσθητῇ <οὐσίᾳ> θεωρεῖται, ἀριθμῷ καὶ καταλάμπων τὰ τῇδε οὐ διασπᾶται οὔτε διαβλάπτεται τη Erro this point ρονται <γὰρ τὰ> μιγνύμενα· οὔτε γὰρ ὁ οινος μενιε μετα ??αντία οὐ δυνατὸν ἐν σώματι συστῆναι, επει εν ????πον. καὶ γὰρ ἡ φύσις μία ????????ναμις, καὶ ὅμως ἁπλῆν αὐτ,ήν ????ρεσθαι συμβαίωει· τα σώματα μιγνύμενα φθείρονται, ????????12 αί om. D 13 ἁπλῶς D 14. 15 εἰ δὲ —μιγνύμενα scripsi: post εῖωκι XVIII litterae evenidae, inde pevgit ἄται ἔσονταί ????κτλ. A: post εἶναι desunt XIV litterae, (IV litterae desunt) μιγνύμενα· ???????τὴν μῖξιν οἶνος in lacuna om. D 16 ????immo ποιητικούς; cf. p. 438,20. 28 ????ἀλλοίωσιν ρονται τὰ ***μιγνόμενα. ἄφραστος γάρ τίς ἐστιν ἐπὶ †τοῦτον γνώσεως καὶ ἡ μῖξις ἐπὶ σωμάτων θεωρεῖται, τρίτη ὑπῇρχεν ἀπορία τοιαύτη ἡ λέγουσα, ὅτι εἰ θεωρεῖται τὸ αὐτοζῷον ἐν τῷ ἀνθρώπῳ, ἐπειδὴ τὸ μέρος τῆς οὐσίας οὐσία ἐστὶ καὶ τὸ μέρος τῆς ἰδέας ἰδέα, ἔστι δὲ ὁ αὐτοάνθρωπος καὶ ἰδέα καὶ οὐσία, ἔσται οὐσία οὐσίας καὶ ἰδέας, καὶ τοῦτο ἐπ᾿ ἄπειρον. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τὰ μὲν συντεταγμένα ἀλλήλοις οὐ λέγονται εἶναι γένη ἐκείνων, ἤγουν <ὧν> συντεταγμένα ὑπάρχουσιν, ἀλλὰ στοιχεῖα αὐτῶν. διὸ τὸ ζῷον τὸ ἐν τῷ σώματι, ἤγουν τὸ ἐν τῷ ἀνθρώπῳ ὑπάρχον, οὐ λέγεται γένος εἶναι αὐτοῦ, ἀλλὰ τὸ ἐξῃρημένον λέγομεν γένος εἶναι αὐτοῦ· ὥστε τὸ αὐτοζῷον τοῦ μὲν αὐτοανθρώπου στοιχεῖον ὑπάρχει, τοῦ δὲ ἀνθρώπου τοῦ ἐνταῦθα γένος καὶ ἰδέα. ὥστε οὐκ ἔσται ἰδέα ἰδέας. τετάρτη ἀπορία ἦν τοιαύτη, ὅτι εἰ θεωροῦνται αἱ ἰδέαι ἐν τοῖς αἰσθητοῖς, ἐπειδὴ ἄπειρα ταῦτα, ἔσονται καὶ αἱ ἰδέαι ἄπειροι· καὶ ἐπειδὴ ἐν φθαρτοῖς θεωροῦνται, ἔσονται καὶ αὐταὶ φθαρταὶ καὶ θνηταί. λέγομεν πάλιν πρὸς ταῦτα ὅτι ὥσπερ σὺ λέγεις τὸ καθόλου διὰ πάντων τῶν ὄντων πεφοιτηκέναι, οἷον τὸν λόγον τὸν καθόλου τοῦ ἀνθρώπου, καὶ οὐ διὰ τοῦτο φῂς αὐτὸ εἶναι φθαρτόν, ἅτε δὴ ἐν τοῖς οὖσιν ἀεὶ ὑπάρχον (καὶ εἰ μὲν ἐπιμερίζεται, εἴη ἂν φθαρτόν, καθὸ δὲ διὰ πάντων πεφοίτηκεν, εἴη ἂν καθόλου) ***κεῖνα φησὶν ὅτι μετέχουσιν ἐκεῖνα τῆς ***καθὸ δύνανται χωρεῖν, ὁ ἄνθρωπος κατὰ τὰ μέτρα τοῦ ἀνθρώπου, ὁμοίως καὶ ὁ ἵππος καθὸ ἵππος· καὶ ἐπὶ τῶν ἄλλως ὁμοίως. p. 1039b16 Ἔτι δὲ ἐπὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τοῦτων ἀτοπώτερα. Ἔτι πρὸς τοὺς τὰς ἰδέας πρεσβεύοντας ἐνίσταται, καί φησιν ὅτι τὸ εἶδος αὐτὸ καθ᾿ αὑτὸ οὔτε γίνεται οὔτε φθείρεται. οὐ γὰρ γίνεται τὸ εἶδος τῆς οἰκίας αὐτὸ καθ᾿ αὑτὸ οὔτε φθείρεται, ἀλλὰ τὸ σύνθετόν ἐστιν τὸ γινόμενον καὶ φθειρόμενον τὸ ἔνυλον εἶδος. διὰ γοῦν ταύτην τὴν αἰτίαν τῶν καθ᾿ ἕκαστα καὶ φθαρτῶν οὐχ ὑπάρχουσιν ὁρισμοί. ὥσπερ γὰρ οὐκ ἐνδέχεται τὴν ἐπιστήμην ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, οὕτως οὐδὲ ὁρισμὸν ἐνδέχεται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. εἰ γὰρ ἀρχαὶ τῶν ἐπιστημῶν οἱ ὁρισμοὶ ὑπάρχουσιν, οὔτε δὲ δυνατὸν τὴν τοῦ τριγώνου ἐπιστήμην τὴν δεικνῦσαν τὰς <>ὀρθὰς ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι, εἰ οὗν τοῦτο, φησίν, ἐστὶν ἀληθές, ἀδύνατον τῶν φθαρτῶν εἷναι ὁρισμούς, ἐπεὶ οὕτως ἔσται ποτὲ μὲν ὁρισμός, ποτὲ δὲ οὐκ ἔσται· ὄντος μὲν γὰρ ὑπάρχει, μὴ ὄντος δὲ οὐκέτι ὑπάρξει, ὅπερ ἐστί, φησίν, ἀδύνατον. διὸ τῶν εἰδῶν ὑπάρχουσιν οἱ ὁρισμοί, τὰ δὲ καθ’ ἕκαστα ἐξ ὑπογραφῆς ὁρίζονται, ἢ ὡς ἄνθρωπον ὄντα ὁριζόμεθα τῷ κυρίως ὁρισμῷ. ταῦτα εἰρηκώς φησιν ὅτι οὐκοῦν εἰ μὴ δυνατὸν τῶν καθ’ ἕκαστα εἶναι ὁρισμούς, οὐδὲ τῶν ἰδεῶν ἔσονται ὁρισμοί· ἀτόμους γὰρ αὐτὰς ὑποτί- θενται, οἱ δὲ ὁρισμοὶ ἐκ γενῶν καὶ διαφορῶν ὑπάρχουσιν. οὗτος γὰρ ὁ λόγος ἐξ ὀνομάτων σύγκειται ὁ τοῦ ὁρισμοῦ ***σία ὑπάρχουσιν ἢ ἐγν ***ἁ. ὑποθώμεθα αὐτὰ εἶναι ἄγνωστα, ἄτοπον ***πῶς γὰρ δυνατὸν ἄλλο τι γινώσκεσθαι τῶν ὁρισμῶν ἀγνοουμένων, δι’ ὧν τὰ ἄλλα σαφηνίζονται; εἰ δὲ ὑποθώμεθα ταῦτα εἶναι γνώριμα, πᾶσα ἀνάγκη κοινὰ αὐτὰ εἶναι. τὸ γὰρ ζῷον ὄνομα καὶ τὸ λευκὸν γνώριμα ὑπάρχοντα κοινά εἰσι καὶ πλείοσιν ἐναρμόττουσιν. ὥστε οὐ μόνῃ τῇ ἰδέᾳ ὑπάρξει ὁ ὁρισμός, ἀλλὰ πλείοσιν· ὥστε οὐδὲ κυρίως ἔσται οὗτος ὁρισμός. εἰ δέ τις εἴποι ὅτι δεδόσθω αὐτὰς κοινὰς εἶναι χωρὶς καὶ χωρίς, ἅμα μέντοι συνερχομένας μίαν δηλοῦν οὐσίαν τὴν τῆς ἰδέας, ὥσπερ τὸ ζῷον λογικὸν θνητόν, εἰ οὖν ταῦτά τις εἴποι, λέγομεν πρὸς αὐτὸν ὅτι ἡ ἰδέα αὕτη ἢ κατηγορεῖται ἐκείνου οὗ ἐστιν ἰδέα, ἢ οὐ κατηγορεῖται. εἰ μὲν οὖν μὴ κατηγορεῖται, οὐδὲ ἐξ αὐτῆς ἔχει τὴν ὕπαρξιν οὔτε ἰδέα αὐτοῦ ἐστιν. εἰ δὲ κατηγορεῖται αὐτοῦ, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς κατηγοηθήσεται αὐτοῦ, καὶ οὕτως πάλιν οὐκ ἔσται ἀτόμων ὁρισμός· δύο γὰρ πραγμάτων ἐστὶν ὁρισμός. εἰδέναι δὲ χρὴ ὅτι ἀνάγκη ἐστὶ λέγειν ἰδέας· οὔτε γὰρ ἐκ τῆς ὕλης θέμις λέγειν τὰ τῇδε γίνεσθαι; ἀλλ’ ἐκ προϋπαρχούσης αἰτίας, εἰ μήτι εἴποι ὁ Ἀριστοτέλης ὅτι ἡ φύσις αὐτὰ τῷ εἶναι ποιεῖ, ὥσπερ τὸ πῦρ αὐτῷ τῷ εἶναι θερμαίνει. ἀλλὰ δεῖ καὶ τὴν πρόνοιαν αἰτίαν ὑποτίθεσθαι· αὕτη δὲ οὐκ ἀλόγως ποιεῖ. ***δημιουργικὸν ὁ Ἀριστοτέλης, μάχεται δὲ πρὸς τοὺς ὑποτιθεμένους ἀτόμους εἶναι οὐσίας ἀφθάρτους τῶν τῇδε, καὶ ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε, τοῦ δημιουργοῦ εἰς αὐτὰ ἀφορῶντος καὶ οὕτως ποιοῦντος, οἷον ἄνθρωπον καὶ ἵππον καὶ ὅσα ἄλλα τοιαῦτα εἴδη ὑπάρχουσιν. p. 1039b16 Ἔτι δὲἐτὶ τῶν αἰσθητῶν ταῦτά τε συμβαίνει καὶ τούτων ἀτοπώτερα. Φγσὶν ὅτι τοῖς ὑποτιθεμένοις ἰδέας ταῦτα ἕπεται τὰ εἰρημένα καὶ τούτων ἀτοπώτερα, τὸ γίωεσθαι ἀπείρους ἰδέας. εἰ οὖν ἀδύνατον τοῦτο οὕτως ἔχειν, δῆλον ὄτι οὐκ ἔστιν ἰδέα αὐτῶν οὕτως ὥς τινές φασιν, τουτέστιν ἄτομοι οὐσίαι αὐταὶ καθ’ αὑτὰς ὑπάρχουσι καὶ κεχωρισμέναι. εἶτά φησιν ὅτι ἐπεὶ διαφέρει ἡ σύνθετος οὐσί. τῆς κατὰ τὸ εἶδος οὐσίας ἡ γὰρ σύνθετος οὐσία σὺν τῇ ὕλῃ, ἡ δὲ κατὰ τὸ εἶδος αὐτὴ καθ’ αὑτὴν ὑπάρχει), φησὶν οὖν ὅτι τῆς συνθέτου οὐσίας ἐστὶ φθορὰ καὶ γένεσις· αὕτη γάρ ἐστιν ἡ γινομένη καὶ φθειρομένη· τὸ γὰρ εἶδος τοῦ οἴκου] αὐτὸ καθ’ αὑτὸ οὔτε γίνεται οὔτε φθείρεται, ὥσπερ τὸ τῆς οἰκίας εἶδος, ἀλλ’ ἄνευ γενέσεως καὶ φθορᾶς εἰσι καὶ οὔκ εἰσι· δέδεικται γὰρ ὅτι οὐδεὶς ταῦτα . γεννᾷ οὐδὲ ποιεῖ, τὸν τελευταῖον λόγον τῆς φύσεως, καὶ ἀνωτέρω δὲ ***oia ταύτην γὰρ τὴν αἰτίαν τῶν οὐσιῶν τῶν αἰσθητῶν τῶν καθ’ ἕκαστα οὔτε ὁρισμὸς οὔτε ἀπόδειξις ὑπάρχει, ἐειδὴ ἔνυλα ὑπάρχουσι, καὶ ἡ φύσις αὕτη οἵα τέ ἐστι δέχεσθαι καὶ τὸ εἶναι καὶ τὸ μὴ εἶναι· διὸ φθαρτὰ ὑπάρχουσι πάντα τὰ καθ’ ἕκαστα. εἰ τοίνυν ἡ ἀπόδειξις τῶν ἂν ***ὑπάρχει, καὶ ὁ ὁρισμὸς δὲ τοιοῦτός ἐστιν, ὥσπερ οὐ δυνατὸν τὴν ἐπιστήμην 〈ποτὲ μὲν εἶναι〉 ποτὲ δὲ μὴ εἶναι, καθάπερ εἴρηται ἐν τῇ θε- ωρίᾳ, δόξα δὲ τὸ τοιοῦτόν ἐστι καὶ οὐκ ἐπιστήμη, οὕτως οὐδὲ ἀπόδειξιν οὔτε δὲ ὁρισμὸν δυνατόν ἐστι ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι· δόξα γάρ ἐστι τοῦ ἐνδεχομένου καὶ ἄλλως ἔχειν. ὥστε τῶν τοιούτων οὐ δυνατὸν εἶναι ὁρισμὸν οὔτε δὲ ἀπόδειξιν. τοῖς γὰρ ἐπιστήμοσιν ἄδηλα ὑπάρχουσι τὰ φθειρόμενα, ἡνίκα ἐκ τῆς αἰσθήσεως ἀπέλθωσι φθαρέωτα, καὶ σωζομένων τῶν λόγων αὐτῶν ἐν τῇ ψυχῇ, οἶον τοῦ Σωκράτους μετὰ θάωατον αὐτοῦ, οὐκ ἔστιν ὁ ρισμός. πῶς γὰρ τὸ μὴ ὂν δυνατόν ἐστιν ὁρίσασθαι; ὡς διὰ πλειόνων ἐδείξαμεν. οὔτε δὲ ἰδέαν οὐδεμίαν δυνατόν ἐστιν ὁρίσα- σθαι· ἀτόμους γὰρ ὑποτίθενται τὰς ἰδέας καὶ χωριστάς. τὸν δὲ ὁρισμὸν πᾶσά ἐστιν ἀνάγκη ἐξ ὀνομάτων εἶναι, ὡς εἴρηται ἐν τῷ Περὶ ἑρμηνείας, τί ἐστι λόγος. λόγον δὲ οὐκ ἀποδώσει ὁ ὁριζόμενος πρᾶγμα ἄγνωστον· τὰ δὲ γνώριμα κοινά εἰσιν, ὡς εἴρηται ἐν τῇ θεωρία, ὡς κοινὰ] καὶ ἄλλοις ὑπάρχοντα ταῦτα, οἷον, ὥς φησιν αὐτός, εἴ τις ὁρίσαιτο ζῷον ἰσχνὸν λευκόν, ταῦτα δὲ καὶ ἄλλοις ὑπάρξουσιν. εἰ δέτις, φησίν, εἴποι μηδὲν κωλύειν χωρὶς μὲν πάντα πολλοῖς ὑπάρχειν, συμφορούμενα δὲ ἑνὶ ὑπάρχειν, πρῶτον μὲν ἕψεται τῷ λόγῳ, ἐπειδὴ καὶ τοῖς μέρεσι τῆς οὐσίας τοὐ ὁριστοῦ ἁρμόττει ὁ ὁρισμός, τῷ ζῴῳ καὶ τῷ δίποδι, ὥστε τὸ ζῷον ἅμα καὶ δίπουν έσται καὶ τὸ 〈δίπουν ἅμα〉 καὶ ζῷον ἔσται, καὶ οὕτως ὑπάρχει τὸ ζῷον ***πουν ζῷον, ὅπερ ἐστὶν ἄτοπον. καὶ τοῦτο ἐπὶ μὲν τῶν ἀιδίων ἀνάγκη εἶναι, πρότερά γε ὄντα τὰ ἀίδια καὶ μέρη τοῦ συνθέτου, τὸ ὑπάρχειν τὸν ὁρισμὸν τοῦ συν- θέτου τοῖς ἁπλοῖς αὐτοῦ μέρεσιν. ἀλλὰ μὴν καὶ χωριστὰ ὑπάρχουσιν, εἴπερ τὴν αὐτὴν ἀχώριστον εἶναι βούλονται, τουτέσιιν οὔτε ζῷον οὔτε δίπουν, εἰ ἀμφότερα αὐτῷ ὑπάρχουσι τῷ ἀνθρώπῳ τὸ ζῷον δίπουν. εἰ μὲν οὖν μηδὲν ***ουκ εσται τὸ γένος ἕτερον τι πάρα ία εἴδη· εἰ δὲ καὶ ἔστιν, ὥσπερ καὶ ἔστι τὸ γένος ἕτερον παρὰ τὸ εἶδος; ἔσται καὶ ἡ διαφορά. εἶτα ὅτι καὶ πρότερα ταῦτα ὑπάρχουσι τῷ εἶναι· διὸ συναναιροῦσι καὶ οὐ συναωαιροῦνται. συμβήσεται οὖν καὶ ἐξ ἰδεῶν ἰδέας γίνεσθαι ἁπλούστερα γὰρ τὰ παραλαμβα- νόμενα εἰς ἄλλων σύνθεσιν), ὥστε ἐκ τῆς ἰδέας τοῦ αὐτοζῴου καὶ ἐκ τοὐ δίποδος γίνεται ὁ αὐτοάωθρωπος. ἀνάγκη οὖν κατηγορεῖσθαι τὸ ζῷον καὶ τὸ δίπουν τῶν ὑπ’ αὐτά, ἐξ ὧν ἔσται τις ἰδέα, ἣν ἀδύνατόν ἐστιν ἐπὶ πλειόνων κατηγορῆσαι ἢ ἑνός. ὅπερ οὐκ ἔστιν ἀληθές· πᾶσαν γὰρ ἰδέαν μεθεκτὴν εἶναι βούλονται, εἴ γε ἐξ αὐτῶν τὰ τῇδε· κατηγοροῦνται τῶν ἐνταῦθα. εἰ οὖν τοῦτο; καὶ οἱ ὁρισμοὶ αὐτῶν· ὥστε πάλιν οὐκ ἔσονται ἀτόμων ὁρισμοί. p. 1040a27 Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι ἐν τοῖς ἀιδίοις. Δείξας ὅτι οὐ δυνατὸν εἶναι τῶν ἀτόμων ὁρισμόν, ἐντεῦθέν φησιν ὅτι ἐπὶ. τῶν ἀιδίων λανθάνει τὸ τοιοῦτον καὶ γίνεται ὑπόνοια ὅτι ἐστὶ δυνατὸν ὁρισμὸν ***ἀπάτη· ἐκ τῆς τοιοῦτον ***ἀιδίων πραγμάτων ὑπάρχουσιν <οἱ> ὁρισμοί. καὶ ἀποδιδόασιν τὸν ὁρισμὸν τοῦ ἡλίου λέγοντες οὕτως 〈ὅτι〉 ἥλιός ἐστιν ἄστρον ὑπὸ γῆν ἰόν, ἤγουν ὅτι ἄστρον ἐστὶν νυκτικρυφές, μὴ φαινόμενον ἐν νυκτί. οἱ δὲ τοιοῦτοι ὁρισμοὶ οὐχ ὑπάρχουσιν οὐσιώδεις, ἀλλὰ κατὰ συμβεβηκός· διὸ ἀναιρουμένων αὐτῶν οὐκ ἀναιρεῖται ὁ ἥλιος. ἐὰν γὰρ καθ’ ὑπόθεσιν στήσω τὸν ἥλιον, οὔτε ὑπὸ γῆν ἀπέρχεται οὔτε νυκτικρυφὲς γίνεται, καὶ οὐδὲν ἧττον καὶ τότε ἐστὶν ἥλιος· οὐσίαν γάρ τινα δηλοῖ. πῶς δὲ δυνατόν ἐστι τοῦ κυρίως ὁρισμοῦ ᾷναιρουμένου μένειν τὸ ὁριστόν, οἷον τοῦ ζῴου λογικοῦ θνητοῦ μένειν τὸν ἄνθρωπον ; ἄλλως τε δὴ ὥσπερ ὁ ὁρισμὸς ὁ φερόμενος κατὰ τοῦ Σωκράτους ὅτι ζῷον λογικὸν θνητὸν οὐ κατὰ μόνου Σωκράτους φέρεται, ἀλλὰ καὶ κατὰ τῶν ἄλλων ἀνἐπὶ θρώπων, καὶ οὐκ ἔστι μόνου τοῦ ἀτόμου, οὕτω δὲ καὶ εἰ πολλοὶ ὑπάρχουσιν ἥλιοι, οὕτος ἄν ὁ ὁρισμὸς κατὰ πάντων τῶν ἡλίων ἐφέρετο. ὥστε τοῦ ἀτόμου οὐχ ὑπάρχει κυρίως ὁρισμός. ἀμέλει τοι διὰ ταύτην τὴν αἰ- τίαν, φησίν, οὐ πειρῶνται ἀποδιδόναι τῆς ἰδέας ὁρισμόν, ἐπειδὴ ἄτομός ἐστιν ἡ ἰδέα. εἰ οὖν ὑποθώμεθα ὁρισμὸν αὐτῆς εἶναι, δῆλον ὅτι οὗτος (6) ὁρισμὸς ἐφαρμόσει καὶ τῷ αἰσθητῷ πράγματι, οὗ ἐστιν ἰδέα· ὥστε οὐκ ἔσται ἔτι ἀτόμων ὁρισμός. Ταῦτα εἰρηκὼς ζητεῖ ἐφεξῆς καὶ ἐπιλύεται τὴν ἀπορίαν, ἣν ἀνωτέρω ἠπόρησεν, ὅτι οὐ δυνατὸν ἐξ ἐνεργείᾳ οὐσιῶν οὐσίαν γίγνεσθαι. πῶς οὖν φαμεν ταύτας δὲ] τὰς αἰσθητὰς οὐσίας γίνεσθαι; καί φησιν ὅτι τὰ μέρη, ταὐτὸν δὲ εἰπεῖν τὰ καθόλου, οἷον τὸ ἁπλῶς ζῷον, τὸ λογικόν, ἡ χεὶρ ἡ ἁπλῶς καὶ τὰ τοιαῦτα πάντα καὶ ὅλα τὰ μέρη, ὡς συντόμως φάναι, καὶ ἐνεργείᾳ ὑπάρχει καὶ δυνάμει. ἐνεργείᾳ γάρ φαμεν αὐτὰ εἶναι, καθὸ ἕκαστον αὐτῶν ἔχει οἰκείαν ἐνέργειαν, οἷον τὸ ζῷον τὴν αἴσθησιν, τὸ λογικὸν τὸ βουλεύεσθαι, ἡ χεὶρ τὸ ἀντιλαμβάνεσθαι, ἡ καρδία, εἰ τύχοι, τὸ σφύζειν. ζεῖν. καὶ πάλιν δέ φαμεν εἶναι αὐτὰ δυνάμει καθὸ οὐκ ἔχουσιν οἰκείαν περιγραφὴν καὶ μὴ δεομένην ἑτέρου πρὸς ὕπαρξιν. τὸ μέντοι γε μέρος οὐκ ἔστιν αὐτὸ καθ’ αὑτό· οὔτε γὰρ ἔχει οἰκείαν περιγραφήν, ἀλλ’ ὑπὸ τοῦ ὅλου συνέχεται καὶ κρατεῖται καὶ ζωοποιεῖται, ὥσπερ τὸ μέρος τῆς γραμμῆς οὐ λέγεται εἶναι ἐνεργείᾳ ἐν τῇ γραμμῇ ἀλλὰ δυνάμει, ἐπειδὴ μὴ ἔχει οἰκείαν περιγραφὴν αὐτὴ καθ’ αὑτήν, ἀλλὰ μετὰ τῆς ὅλης ἐστίν, ὡς εἴρηται. καὶ οὐδὲν ἄτοπον ἕψεται <τῷ> λέγειν ἐξ οὐσιῶν γίνεσθαι τὰς οὐσίας, οὐκέτι ἐνεργείᾳ κεχωρισμένων, ἀλλὰ δυνάμει. ταῦτα εἰρηκώς φησιν ἐφεξῆς ὅτι ἐδείχθη ὅτι τὰ καθόλου οὔκ εἰσιν οὐσίαι, ἐπειδὴ μηδ’ ἔχουσιν αὐτὰ καθ’ αὑτὰ οἰκείαν περιγραφήν· διὸ ἐὰν ἀποσπασθῇ τὸ μέρος, οὐ γί- νεται ἓν ἀλλὰ πολλά, καὶ ἀπόλλυται (†ἃ γὰρ τὴν ἑνοῦσαν αὐτὰ δύναμιν καὶ ζῳοποιοῦσαν, φημὶ δὴ τὴν ψυχήν), καὶ οὕτως γίνεται ἐνεργείᾳ τὰ τέσ- σαρα στοιχεῖα. δῆλον ὅτι οὐδέποτε τὸ ὂν οὔτε δὲ τὸ ἓν οὐσίας δηλοῦσιν, ἐπειδὴ καθόλου ὑπάρχουσιν 〈ἅτε κατὰ〉 πολλῶν κατηγορούμενα· ὁμώνυμα γάρ ἐστιν, ὡς ἐν Κατηγορίαις ἐμάθομεν. ὥσπερ καὶ τὸ στοιχεῖον καὶ ἡ ἀρχή. . κατὰ πολλῶν γὰρ φέρονται καὶ ἡ ἀρχὴ καὶ τὸ σιοιχεῖον · λέγονται <γὰρ> στοιχεῖα καὶ αἱ συλλαβαὶ τῶν λόγων ,καὶ ὁ θεμέλιος τῆς οἰκίας. καὶ πάλιν · ἀρχὴ τὸ ὑλικόν, τὸ εἰδικόν ,τὸ τελικόν, τὸ ὀργανικὸν καὶ ἄλλα πλεῖστα. εἶτά φησιν ὅτι μᾶλλόν ἐστιν οὐσία τὸ ὂν καὶ τὸ ἓν ἤπερ ή ἀρχὴ καὶ τὸ στοιχεῖον, ἐπειδὴ τὸ ὂν καὶ τὸ ἓν κατὰ ὄντων φέρονται, τὸ δὲ στοιχεῖον καὶ ἡ ἀρχὴ καὶ κατὰ μὴ ὄντων, ἡνίκα λέγομεν ὅτι μέλλει ἡ ἀρχὴ γίνεσθαι τοὐ ἐμβρύου τοῦ μήπω ὄντος ἢ τοῦ πλοίου. εἶτα ταῦτα εἰπών φησιν ὅτι οἱ τὰς ἰδέας εἰρηκότες κατὰ τὶ μὲν ὀρθῶς εἰρήκασι, κατὰ τὶ δὲ οὐκ ὀρθῶς. καθὸ μὲν γὰρ χωριστὰς αὐτὰς ὑποτίθενται, ὀρθῶς εἰρήκασιν, ἐπειδὴ ἴδιον τοῦτό ἐστιν οὐσίας τὸ αὐθυπόστατον καὶ κεχωρισ- μένον αὐτὸ καθ’ αὑτὸ ὑπάρχον· καθὸ δὲ ἑτέρας οὐσίας αἰσθητὰς ποιοῦσιν ἀφθάρτους καὶ ἀιδίους, οὐκ ὀρθῶς· οἷον ἄνθρωπος ἀίδιος, ἐξ οὗ οἱ κατὰ μέρος ἄνθρωποι, ὁμοίως δὲ καὶ ἐπὶ ἵππου καὶ τῶν ἄλλων ὁμοίως. δυνα- τὸν οὖν ἦν ἀιδίους εἶναι τὰς ἰδέας, κἂν μὴ εἶεν αἰσθηταί, ὥσπερ καὶ τὰ ἄστρα τὰ μὴ φαινόμενα ἀίδια ὑπάρχουσι, καὶ μὴ ὄντα ἡμῖν αἰσθητά. εἶτα λοιπὸν ταῦτα εἰρηκὼς ἐπαναλαμβάνει τὸν λόγον καὶ δείκνυσι ποίαν κυρίως βούλεται εἶναι οὐσίαν, ὅτι τὴν κατ’ εἶδος, τουτέστι τὸ ἄυλον εἶδος. p. 1040a27 Ὥσπερ οὖν εἴρηται, λανθάνει ὅτι ἀδύνατον ὁρίσασθαι. ***ἀτόμων ὁρισμὸς ***παραλογιζόμενοι ἑαυτούς, οἷον ἐπὶ ἡλίου καὶ σελήνης· οὐ μόνον γὰρ διαμαρτάνουσι τῷ ἐπάγειν τοιούτους ὁρισμούς, ὧν ἀφαιρουμένων ἔτι ἔσται ἥλιος, τὸ ὑπὸ γῆν ἰόν, ἤγουν ἄστρον νυκτικρυφές. ἐὰν οὖν καθ' ὑπόθεσιν στῇ ὁ ἥλιος ἤγουν ἀεὶ φαίνῃ, οὐκέτι κατ' αὐτοὺς ἔσται ἥλιος. ἀλλ’ ἄτοπον εἰ μή, τουτέστιν εἰ μὴ ὑποθώμεθα αὐτὸν εἶναι καὶ στάντα ἤγουν ἀεὶ φαίνοντα, ὥσπερ ἐπί τινος οἰκήσεως. ὁ γὰρ ἥλιος οὐσίαν τινὰ σημαίνει· τῶν οὖν συμβεβηκότων αὐτοῦ ἀναιρεθέντων οὐδὲν ἧττον μένει. ἄλλως τε δὴ εἰ ἕτεροι ἐγένοντο ἥλιοι, ὥσπερ πολλοὶ ἄνθρωποι, δῆλον ὅτι εἷς ἔσται αὑτῶν λόγος κοινός. ἀλλ’ ἦν τῶν καθ' ἕκαστα ὁ ἥλιος, ὥσπερ Κλέων ἤ Σωκράτης. ὥσπερ οὖν οὐ δυνατὸν τούτους κυρίως ὁρίσασθαι, ἐπειδὴ οἱ ὁρισμοὶ τῶν καθόλου ὑπάρχουσιν, οὕτως οὐδὲ τὸν ἥλιον. ἐπεὶ διὰ τίνα αἰτίαν οὐδεὶς ἐπάγει ὁρισμὸν ἰδέας ἢ ἀτόμου οὐσίας, ὡς αὐτός φησιν ; εἰ γὰρ ὁρίσαιτο τὴν ἰδέαν, ἐφαρ- μόσει †καὶ οὐκ ἔστιν ἰδέα, ὥστε οὐκέτι ἔσται ἄτομος ἰδέα. διὸ ἐπήγαγε λέγων ὅτι γένοιτο γὰρ ἄν δῆλον πειρωμένῳ ὅτι ἀληθὲς τὸ νῦν εἰ- ρημένον ὅτι τῶν ἀτόμων οὐκ ἔστιν ὁρισμός. p. 1040b5 Φανερὸν δὲ ὅτι καὶ τῶν δοκουσῶ. ν οὐσιῶν εἶναι. Ἐντεῦθεν ἐπιλύεται τὴν ἀπορίαν τὴν λέγουσαν ὅτι οὐ δυνατόν ἐστιν ἐξ ἐνεργείᾳ οὐσιῶν γίνεσθαι οὐσίας. φησὶν οὖν ὅτι φανερὸν ὅτι καὶ τῶν δυνάμειςεἰσί, τάτεμὁρια τῶν ζῴων· οὐδέν γὰρ αὐτῶν κεχωρισμένον ἐστὶν αὐτὸ ὁ· ***θεωρίᾳ, ἀλλ’ †ὑπὸ τοῦ ***ρισθῇ, τότε λοιπὸν ὡς ὕλη εὑρίσκεται, ὄντα γῆ καὶ πῦρ καὶ ὕδωρ καὶ ἀήρ. οὐδὲν γὰρ x003E; ἕν ἀλλ’ οἷον σωρός, πρὶν ἢ πεφθῇ καὶ γένηταί τι ἐξ αὐτῶν τῶν μορίων. δῆλον x003E; x003E; τῶν ἐμψύχων μόρια καὶ τὰ τῆ ς ψυχῆς ἔχουσι τὴν δυάδα ταύτην, φημὶ δὴ τὸ ἐνεργείᾳ καὶ δυνάμει· ἐνεργείᾳ μὲν τῷ ἔχειν ἰδίας κινήσεις, καθάπερ εἴρηται ἡμῖν ἐν τῇ θεωρίᾳ. διὸ ἔνια ζῷα ζῶσι καὶ μετὰ τὴν διαίρεσιν, ὥσπερ ὄφεις, ὡς ἐχόντων δηλονότι τῶν μορίων ἰδίαν ἐνέργειαν, οὐκ ἀρκοῦσαν δὲ ἐπὶ πολὺν χρόνον διὰ τὴν τοῦ ὀργάνου ἀωεπιτηδειότητα. ὅμως μέντοι γε δυνάμει ὑπάρχουσιν ἐν τῷ ὅλῳ, ἡνίκα ἐστὶν ἕν καὶ συνεχὲς φύσει, τουτέστιν ὑποφύσεως, ἀλλὰ μὴ βίᾳ ἢ συμφύσει· τὸ γὰρ τοιοῦτον πήρωσις ὑπάρχει. οἶον συμφύσει ὡς ἐπὶ τῶν μὴ διεσχισμένων δακτύλων· τὸ γὰρ ἓν ἔχουσι συμφύσει, οὐ δι’ ἁμαρτίαν τῆς φύσεως, ἀλλὰ τῆς ὕλης· βίᾳ δὲ ὡς ἐπὶ τῶν κλωμένων καὶ ἐχόντων ἕνωσιν ὑπὸ τῆς βίας, τῆς τέχνης, εἰ τύχοι, τοῦ γινομένου πόρου ἕνωσιν δοκοῦντος ποιεῖν. εἰ οὖν, φησίν, ἐδείχθη τὰ καθόλου ὡς μέρη ὅτι οὔκ εἰσιν οὐσίαι, δῆλον ὅτι οὔτε τὸ ἓν οὔτε τὸ ὂν ἐνδέχεται εἶναι οὐσίαν, ὥσπερ οὐδὲ τὰ στοιχεῖα ἢ τὴν ἀρχήν, ἐπειδὴ κατὰ πολλῶν λέγεται· τοιαῦτα δὲ τὰ καθόλου. ζητοῦμεν οὖν τὴν ἀρχήν, οἷον, εἰ τύχοι, τὸν· θεμέλιον, ἵνα εἰς γνώριμον ἐντεῦθεν ἔλθωμεν, τουτέστι τὸ εἶδος, ἐπειδὴ τὰ πράγματα κατὰ τὸ εἶδος χαρακτηρίζονται. ***ἤπερ ἡ ἀρχὴ καὶ τὸ αἴτιον, καθάπερ ἐν τῇ θεωρίᾳ ἡμῖν εἴρηται· οὔτε γὰρ ταῦτα κυρίως ὑπάρχουσιν οὐσίαι, τὸ ὂν καὶ τὸ ἕν, εἴπερ μηδὲ τῶν] ἄλλο κοινὸν μηδέν ἐστιν οὐσία, ὡς ἔδειξε. φησὶν οὐδενὶ γὰρ ἄλλῳ ὑπάρχει ἡ οὐσία, εἰ μὴ μόνῃ ἑαυτῇ καὶ τῷ ἔχοντι αὐτήν, ὥσπερ ἡ τοῦ Σωχράτους οὐσία οὐχ ὑπάρχει ἄλλῳ τινί, εἰ μὴ μόνῳ τῷ Σωκράτει. τὸ οὖν ἕν, φησί, τὸ δηλοῦν οὐσίαν καὶ ἓν τῷ ἀριθμῷ, οὐ λέγεται πολλαχῇ καὶ ἅμα ***καὶ τὸ αὐτὸ οὐκ ἔστιν οὐ- σία· ὥστε οὐδὲν τῶν καθόλου ὑπάρχει παρὰ τὰ καθ' ἕκαρτα χωρίς, ἀλλ' ἐν αὐτοῖς τὸ εἶναι ἔχει. ἀλλ’ οἱ τὰ εἴδη λέγοντες κατὰ τὶ μὲν ὀρθῶς λέγουσι χωρίζοντες αὐτά, εἴπερ οὐσίας βούλονται <εἶωαι> τὰς̣ ἰδέας αἱ γὰρ οὐσίαι αὐταὶ καθ’ αὑτὰς βούλονται εἶναι κεχωρισμέναι), κατὰ τὶ δὲ οὐκ ὀρθῶς, ὅτι τὸ ἓν ἐπὶ πολλῶν εἶδος λέγουσιν. ἐπειδή, φησί, καὶ καθόλου δποτίθενται τἀς ἰδέας οὐσίας εἶναι. ἁμαρτάνουσι δὲ μὴ ἔχοντες ἀποδοῦναι τίνες εἰσὶν αἱ τοιαῦται οὐσίαι ἄφθαρτοι παρὰ τὰς καθ’ ἕκαστα καὶ αἰσθητάς. τὸ αὐτὸ οὖν εἶδος ὑποτίθενται †τὸν ἀίδιον καὶ τὸν ἄφθαρτον ἄνθρωπον ἀίδιον ὅμοιον τῷ φθαρτῷ, ὁμοίως δὲ καὶ ἵππον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἴσμεν γὰρ αὐτά) λέγοντες αὐτοάνθρωπον καὶ αὐτοῖππον, τοῖς αἰσθητοῖς προστιθέντες τὸ ῥῆμα τὸ αὐτό. εἰ ὑπέθεντο δὲ τῶν ἄστρων ἔνια ἀφανῆ εἶναι, οὐδὲν ἧττον, φησίν, ἀίδια ὑπάρχουσι, κἂν ἡμεῖς μὴ ὁρῶμεν αὐτά. ὥστε οὐδὲν ἄτοπον, εἰ καὶ νῦν μὴ ἔχομεν τίνες ἦσαν αἱ ἰδέαι, ἀλλ’ εἶναί γέ τινας ἴσως ἁ ***θεμένους αἴσθῃ ***διαμάχεται ὁ Ἀριστοτέλης ***τοὺς δημιουργικούς· καὶ ἐνταῦθα ***δηλώσει τὴν διάνοιαν αὐτοῦ. φησὶν οὖν ὅτι ἀπέδειξεν ὁ λόγος ὅτι τῶν καθόλου λεγομένων οὐδέν ἐστιν οὐσί ***ἐξ οὐσιῶν οὕτως ὡς προϋπάρχειν αὐτὴν καθ’ αὑτὴν ἐωεργείᾳ, ἀλλ’ ὁ λόγος ὁ καθόλου προάγει τὰ μερικὰ ἐν ἅπασι θεωρούμενος. τί οὖν χρὴ καὶ πῶς δεῖ λέγειν περὶ τῆς οὐσίας, ἄλλην ἀρχὴν ποιη- σάμενοι λέγωμεν· ἴσως γὰρ ἐκ τούτων πᾶσιν ἔσται δῆλον καὶ περὶ ἐκείνης τῆς οὐσίας, ἥτις ἐστὶ κεχωρισμένη τῶν αἰσθητῶν οὐσιῶν· λέγει τὸ ἄυλον εἶδος. p. 1041a9 ἐπεὶ οὖν ἡ οὐσία ἀρχὴ καὶ αἰτία τίς ἐστιν, ἐντεῦθεν μετιτέον. Προέκειτο αὐτῷ ἐξ ἀρχῆς διαλεχθῆναι περὶ τῆς οὐσίας καὶ γνῶναι τίς ἐστιν. ἡ κυρίως οὐσία· καὶ ἔλεγεν ὅτι τετραχῶς λέγεται ἡ οὐσία, ἡ ὕλη, τὸ εἶδος, τὸ συναμφότερον καὶ τὸ καθόλου τὸ ἐν πολλοῖς θεωρούμενον καὶ κατατεταγμένον ἐν πᾶσι τοῖς καθ’ ἕκαστα, οἷον τὸ ζῷον λογικὸν θνητὸν τὸ ἐξῃρημένον καὶ θεωρούμενον ἐν τοῖς ἀνθρώποις, ὁμοίως δὲ καὶ ἐπὶ τῶν, ἄλλων. τοῦτο οὖν τὸ εἶδος βουλόμενος εἷναι κυρίως τὴν οὐσίαν καὶ κατασκευάζων τὸν λόγον τοῦτον τὸν τρόπον φησὶν ὅτι ἡνίκα ζητοῦμεν τὴν ὕπαρξιν τοῦ πράγματος, τὸ εἶδος ἀποδίδομεν, οἷον ὡς ἐπὶ τῆς σεληνιακῆς ἐκλείψεως τὸ εἶδος ἀποδίδομεν λέγοντες ὅτι ἀντίφραξις ὑπὸ γῆς γινο- μένη· τὸ δὲ τοιοῦτον εἶδός ἐστι τῆς ἐκλείψεως. καὶ πάλιν τί ἐστι μουσι- κὸς ἄνθρωπος ***ἐπιστήμη εἰδο ***ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων 〈πάντων. ἔσ〉τι δὲ ὅτε καὶ τὸ τελικὸν ἀποδίδομεν διὰ ***κινεῖται ὁ οὐρα- νός; ἐπειδὴ νοῦν μιμεῖται. διὰ τί βροντᾷ; διότι ψόφος γίνεται ἐν τοῖς νέφεσι. καὶ πάλιν τὸ ποιητικὸν αἴτιον· διὰ τί τοῦτο τὸ σπέρμα γέγονεν ἄνθρωπος; ἐπειδὴ ὑπὸ ἀνθρώπου κατεβλήθη. ἰστέον δέ, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, ὅτι ἐπειδὴ ἔστιν ὅτε συντρέχουσι τὰ τρία ταῦτα ἀλλή- λοις, φημὶ δὴ τὸ ποιητικὸν τὸ εἰδικὸν τὸ τελικόν, ὥσπερ ἐπὶ τῶν φύσει γινομένων ποιητικὸν γὰρ αἴτιόν ἐστιν ἡ φύσις, ἀλλὰ καὶ τὸ τελικόν· τοῦτο γὰρ ἔχει τέλος ποιῆσαι οἷον αὐτό· καὶ εἰδικὸν δέ· τοιοῦτον γὰρ εἶδος ἐπιτίθησιν ἀνθρώπειον ἢ ἵππειον), ὥστε πάλιν ἑκάστου πράγματος ζητοῦνταί τὴν ὕπαρξιν τὸ εἶδος αποοιοομεν· ὥστε κυρίως οὐσία τὸ ειοος ὑπάρχει. χρὴ μέντοι γε εἰδέναι ὅτι ἐπειδὴ τέσσαρά εἰσι τὰ προβλήματα, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, τὸ εἰ ἔστι, τὸ τί ἐστιν, ὁποῖόν τί ἐστι καὶ διὰ τί ἐστι, ἐπὶ μὲν τῶν ἁπλῶν πραγμάτων τὸ εἰ ἔστι δεῖ ζητεῖν μόνον καὶ τὸ τί ἐστιν, ἐπὶ μέντοι γε τῶν συνθέτων τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστι. τὸ γὰρ ’ὁποῖόν τί ἐστι τὴν ὕπαρξιν τοῦ συνθέτου δηλοῖ, ὥσπερ τὸ εἰ ἔστι τὴν ὕπαρξιν τοῦ ἁπλοῦ. ὁ γὰρ ζητῶν ἐπὶ τῶν ἁπλῶν τὸ διὰ τί ἐστι καταγέλα- στον πρᾶγμα ποιεῖ, οἷον ἐὰν εἴποι τις, διὰ τί ἐστιν ἄνθρωπος, ὅτι ἄνθρω- πός ἐστι; διὰ τί ἐστι ψυχή, ὅτι ψυχή ἐστι. τὸ γὰρ πρᾶγμα ἔχει ὕπαρξιν καὶ ὑφέστηκεω· οὐδεὶς οὖν ***ἐπειδὴ ὑφέστηκεν, οἷον <διὰ τί ἡμέρα, ὅτι> ἡμέρα ἐστίν, ἀλλ’ ὡς εἴρηται, ἐπὶ συνθέτων ζητεῖται διὰ τί ἐστι, τὸ διὰ τί ἄνθρωπος ζῷον, ἐπειδὴ αἰσθήσεως μετέχει, καὶ ὁποῖον ζῷόν ἐστιν· ὁ ἄνθρωπος, ὅτι λογικόν. εἰδέναι μέντοι χρὴ ὅτι ἐπειδὴ καὶ τὰ ἁπλᾶ εἴδη ἔστιν ὅτε ἐν ὕλῃ θεωροῦνται, εἰ θεωρήσομεν αὐτὰ ὡς ἐν ὕλῃ, δυνατόν ἐστιν εἰπεῖν καὶ ἐπὶ αὐτῶν τὸ διὰ τί. οἷον διὰ τί ἐστιν ἄνθρωπος; ἐπειδὴ σύγκειται ἐκ νεύρων καὶ φλεβῶν καὶ ἀρτηριῶν καὶ ὀστέων. καὶ πάλιν διὰ τί ἐστιν ὁ οἶκος; ἐπειδὴ σύγκειται ἐκ λίθων καὶ ξύλων καὶ πλίνθων. ἐπὶ μέντοι γε τῶν ἁπλῶν, ὡς εἴρηται, τὸ 〈εἰ ἔστι καὶ τὸ〉 τί ἐστι λέγομεν, οἷον ζητοῦμεν εἰ ἔστι ψυχὴ καὶ τί ἐστι ψυχή, ὅτι οὐσία αὐτοκίνητος. · οὐκέτι μέντοι γε φέρομεν ἐπ’ αὐτῆς τὸ διὰ τί ἐστι ψυχή. Ταυτα εἰρηκὼς ζητεῖ ἐφεξῆς περὶ τοῦ εἴδους· οἷον, εἰ τύχοι, τὸ εἶδος τῆς σαρκὸς οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων, ἀλλ’ εἶδος ἐπιγινόμενον τοῖς στοιχείοις. καὶ δείκνυσιν αὐτὸ τοῦτον τὸν τρόπον, καὶ πρῶτον μὲν ὅτι οὐ δυνατὸν αὐτὸ εἶναι στοιχεῖον. ἀνάγκη γὰρ αὐτὸ εἶναι ἦι στοιχεῖον χεῖόν ἢ ἐκ στοιχείων. λέγω <οὖν> ὅτι οὐ δυνατὸν αὐτὸ εἶναι στοιχεῖον· 〈εἰ γὰρ στοιχεῖον〉 τὸ εἶδος τῆς σαρκός, δῆλον ὅτι ἐκ τούτου καὶ τῶν ἄλλων στοιχείων γίνεται τὸ εἶδος τῆς σαρκός. τί οὖν ἐστιν τὸ ἑνῶσαν αὐτὸ τοῦτο καὶ <τὰ> ἄλλα στοιχεῖα, ὥστε ἀπογεννῆσαι τὸ εἶδος τῆς σαρκός; εἰ μὲν οὖν εἴπωσιν ὅτι τὸ εἶδος, ἔχω τὸ ζητούμενον, καὶ τοῦτό φημι εἶναι τὸ εἶδος ***εἰ δὲ κἀκεῖ ***πάλιν λέγομεν πρὸς αὐτοὺς ‘τί οὖν ἐστι τὸ <ἑνῶσαν> ἐκεῖνο τὸ στοιχεῖον μετὰ τῶν ἄλλων 〈καὶ ἀπο〉γεννῆσαν τὸ εἶδος;’ εἰ μὲν οὖν εἴπωσι τὸ εἶδος τῆς σαρκός, ἔχω τὸ ζητούμενον. εἰ δὲ εἴπωσιν ὅτι ἐκ στοιχείων γέγονε τὸ εἶδος τοῦτο, πάλιν ἐρώμεθα αὐ- τούς, τί οὖν ἐστι τὸ ποιῆσαν ἐν τῇ τοιᾷδε μίξει καὶ γεννῆσαν τὸ εἶδος, καὶ οὕτω πάλιν ἐπ’ ἄπειρον ὁ λόγος προέρχεται. p. 1041a9 Ἐπεὶ οὖν ἡ οὐσία καὶ ἀρχὴ καὶ αἰτία τίς ἐστι. Eἴρηται ἀνωτέρω ὅτι ἡ οὐσί ἀρχή ἐστι τῶν ἄλλων πάντων, εἴ γε καὶ συναναιρεῖ οὐ συναναιρεῖται δέ, καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχουσι τὰ ἄλλα πάντα †ἀλλὰ καὶ αἴτια. ἐξ αὐτῆς γὰρ τὰ ἄλλα πάντα γεννᾶται· καὶ γὰρ καὶ τὰ χρώματα τῇ τοιᾷδε κράσει συμπαρέπονται. εἶτά φησιν ὅτι τὸ διὰ τί ἐπὶ τῶν συνθέτων εἴωθε ζητεῖσθαι, καθάπερ εἴρηται ἡμῖν ἐν τῆ θεωρίᾳ. διό φησι διὰ τί ἄλλο ἄλλῳ τινὶ ὑπάρχει. τὸ γὰρ ζητεῖν ἐπὶ τῶν ἁπλῶν (ἵνα τὸν μουσικὸν ἄνθρωπον ἐνταῦθα ὡς ἁπλοῦν λάβωμεν) τουτέστι δοὰ τί ὁ μουσικὸς ἄνθρωπος μουσικὸς ἄνθρωπός ἐστιν, ἤτοι τὸ εἰρημένον ἐστὶν ἐξ ἀρχῆς ζητεῖν, διὰ τιὸ ἄνθρωπος μουσικός ἐστι, ἢ ἄλλο. τὸ μὲν οὖν ἐπὶ τῶν ἁπλῶν ζητεῖν τὸ διότι αὐτό ἐστι ,τουτέστι διότι ὁ ἄνθρωπός ἐστιν αὐτό, οὐδέν ἐστι ζητεῖν. οὔτε δὲ λέγομεν ὅτι διὰ τί ἡμέρα ἐστί; ταὐτὸν γὰρ ἡ ἐρώτησις τῇ ἀποκρίσει. ἐπὶ γὰρ τῶν ἐχόντων τὸ διὰ τί δεῖ προομολογήσασθαι τὸ ἔστι καὶ ***καὶ τί ἐστι ψυχὴ ***ἔστιν ἡ ψυχὴ ἁ ***σύνθετα ὑπάρχει ***μένον καὶ κατηγορούμενον ***οἷον, ὥς φησιν αὐτός, δεῖ προγινώσκειν ὅτι γίνεται ἔκλειψις καὶ τότε ζητεῖν διὰ τί γίνεται ἔκλειψις. αὐτὸ δὲ ὅτι αὐτό, εἷς λόγος καὶ μία αἰτία ἐπὶ πάντων, οἷον διὰ τί ὁ ἄνθρωπος ἄνθρωπος ἤ ὁ μουσικὸα μουσικός; οὔτε γὰρ ταῦτα σύνθετα ὑπάρχουσιν · ὥστε οὐ δεῖ ζητεῖν ἐπὶ αὐτῶν τὸ διὰ τί, εἰ μήτις οὕτως βούλεται εἰπεῖν ὅτι διὰ τί ἐστιν ἄνθρωπος, ὅτι ἀδιαίρετον πρὸς αὑτὸ ἕκαστον· τοῦτο δὲ ὑπάρχει παντὶ πράγματι <τὸ> ἑνὶ εἶναι. ἀλλ’ οὗτος ὁ λόγος κοινός ἐστιν ἐπὶ πάντων τῶν ἐχόντων ὅν τι, ὥστε οὐκ ἔστι δύο. οὐ ζητοῦμεν δὲ ἡμεῖς τοῦτο, ἀλλ’ ἐφαρμόσαι χώραν τοῖς εἴδεσι τὴν διαφορὰν τοῦ λόγου. ἐὰν μέντοι γε ζητήσῃ τις διὰ τί ὁ ἄνθρωπος ζῷόν ἐστιν, οὐχ ἀπλοῦν ζητεῖ· σύνθετον γάρ ἐστι πρᾶγμα ἐξ ὑποκειμένου καὶ κατηγορουμένου. δεῖ δὲ πρότερον δῆλον εἶναι ὅτι ὑπάρχει τὸ πρᾶγμα. εἰ γὰρ μὴ πρότερον ἔγνωσται ***ἐν τοῖς νέφεσιν· ἐπὶ γὰρ τούτου τοῦ ζητουμένου ἐστὶ καὶ ὑποκείμενον καὶ κατηγορούμενον. ὁ οὖν ταῦτα ζητῶν τὸ αἴτιον ζητεῖ, τοῦτο δέ ἐστι τὸ εἶδος· ὥστε κατὰ τὸ εἶδος τὰ χαρακτηρίζονται. καὶ ἐπ’ ἐνίων μὲν ζητοῦμεν τὸ τελικὸν αἴτιον, οἷον διὰ τί γέγονεν οἰκία; διὰ τὸ ***βάρου καὶ καυμάτων ***ἐπ’ ἐνίων δὲ τὸ ποιητικὸν 〈αἴτιον ζητοῦμεν〉. εἶτά φησιν ὅτι ποιητικὸν αἴτιον ζητεῖται 〈ἐπὶ τῶν γινο〉μένων καὶ φθειρομένων· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· 〈ἐπὶ μέν〉τοι γε τῶν ἀιδίων φησὶ τὸ τελικόν. ὥστε οὐ πάνυ τι φαίνεται λέγων ὁ Ἀριστοτέλης ποιητικὸν αἴτιον ἐπὶ τῶν ἀιδίων. ὁ δὲ Συριανός φησιν ὅτι διὰ τοῦτο ἐσιώπησε τὸ ποιητικόν, ἐπειδὴ ἐπὶ τῶν ἀιδίων ὁμολογεῖται τὸ ποιητικὸν ὅτι θεός, ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ μάλιστα τῶν τεχνητῶν οὐχ ὡρισμένον· δυνατὸν γὰρ τὸν οἶκον ὑπὸ διαφόρων ἀνθρώπων γενέσθαι. ἡμεῖς δὲ εἰρήκαμεν πρὸς αὐτοὺς ὅτι καὶ τὸ τελικὸν ὥρισται ἐπὶ τῶν ἀιδίων, τἀγαθὸν οὗ πάντα ἐφίεται. καὶ εἶπεν ὅτι τὸ καθόλου ἀγαθόν, οὐ μέντοι γέ φησι τὸ μερικόν· οἷον διὰ τί κύκλῳ κινεῖται· ὅτι νοῦν μιμειται. p. 1041a32 Αανθάνει δὲ μάλιστα τί ἐστι τὸ ζητούμενον. Φησὶν ὅτι ὑπὸ ἀπορίας παραλογίζονται ἑαυτούς. δυνατὸν γάρ ἐστι καὶ ἐπὶ τῶν ἁπλῶν εἰδῶν ζητεῖσθαι τὸ διὰ τί, ἐὰν τὸ εἶδος ὡς ἐν ὕλῃ . θεωρήσωμεν, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ὥστε ταῦτα κοινὰ γίνεσθαι τοῦ ζητεῖν καὶ τοῦ μὴ ζητεῖν· εἰ γὰρ λάβωμεν αὐτὰ χωρὶς ὕλης, οὐ δεῖ ζητεῖν τὸ διὰ τί, εἰ δὲ μετὰ τῆς ὕλης, δεῖ ζητεῖν. ἐπεὶ δὲ δεῖ τὸ εἶδος, τουτέστι τὸ εἶναι, ἔχειν ὕλην καὶ ὑπάρχειν αὐτῇ, τουτέστι κατηγορεῖσθαι αὐτῆς, ἡνίκα ἔχει ζήτησιν τοῦ διὰ τί, δῆλον πάλιν ὅτι καὶ ἐπὶ τούτων τὴν ὕλην ζητεῖ, διατί ἐστιν, οἷον ***λίθους καὶ ξύλα, καὶ ***ἐπειδή ἐστιν ἐκ νεύρων ***ἐνταῦθα τὸ αἴτιον ζητεῖται τῆς ὕλης· <τοῦτο δ'> ἐστὶ τὸ εἶδος καθ’ ὅ ἐστι τὸ πρᾶγμα, τοῦτο δὲ τὸ εἶδός ἐστιν ἡ οὐσία. ὥστε καὶ ἐντεῦθεν φανερὸν ἡμῖν γέγονεν ὅτι ἐπὶ τῶν ἁπλῶν οὐκ ἔστι ζήιησις τοῦ διὰ τί οὐδὲ δίδαξις, ἀλλὰ τρόπος ἕτερος τῆς ζητήσεως τῶν τοιούτων, ὁ τοῦ εἰ εστι καὶ του τι ἐστιν. p. 1041b11 ἐπεὶ δὲ τῶν ἔκ τινος συνθέτων αὕτως. ’Eνιεῦθεν δείκνυσιν ὅτι τὸ εἶδος τῆς σαρκός, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, οὔτε στοιχεῖόν ἐστιν οὔτε ἐκ στοιχείων. φησὶν οὗν ὅτι ἐπειδὴ τὸ ἔκ τινος σύνθετόν ἐστιν οὕτως ὥστε ἕν γίνεσθαι τὸ πᾶν, ἀλλὰ μὴ ὡς σωρὸς κατά παράθεσιν, ἀλλ’ ὥσπερ ἡ συλλαβή, ἡ δὲ συλλαβή, τουτέστι τὸ εἶδος, οὐκ ἔστι τὰ στοιχεῖα, οὐδὲ τὰ βα, ὅ ἐστι τὸ ὅλον τοῦτο τὸ εἶδος τῆς συλλαβῆς, ταὐτόν ἐστι τῷ β καὶ τῷ ἁ χωρὶς καὶ χωρίς· ταῦτα γὰρ στοιχεῖα ὑπάρχουσιν· οὔτε γὰρ ἡ σὰρξ πῦρ ἐστι καὶ γῆ, τουτέστι τὸ εἶδος τῆς σαρκός· διαλυθέντων γὰρ τούτων τὰ μὲν οὐκέτι ἐστίν, οἷον τὸ εἶδος σαρκὸς καὶ ἡ συλλαβή, τὰ δὲ στποχεῖα <ἔστι> καὶ ἡ ἡγῇ καὶ τὸ πῦρ· ὥστε ἐστὶ καὶ τὸ εἶδος τῆς συλλαβῆς οὑ μόνον τὰ στοιχεῖα, τὸ φωνῆεν καὶ τὸ ἄφωνον, 〈ἀλλὰ〉 καὶ ἕτερόν τι, 〈καὶ ἡ σάρξ〉, τουτέστι τὸ εἶδος τῆς σαρκός, οὐ μόνον πῦρ καὶ γῆ ἢ τὸ θερμὸν καὶ φυχρόν, ἀλλὰ καὶ ἕτερόν τι. τὸ οὖν εἶδος τῆς σαρκὸς ἀνάγκη στοιχεῖον εἶναι ἢ 〈ἐκ στοιχείων. εἰ μὲν στοιχεῖον〉, πάλιν ὁ αὐτὸς ἔσται λόγος ***καὶ τῶν ἄλλων πάλιν γίνεται τὸ εἶδος τῆς σαρκός, ὥστε εἰς ἄπειρον βαδιεῖται ***ἡ θεωρία. εἰ δὲ ἐκ στοιχείων ὑποθώμεθα εἶναι τὸ εἶδος, δῆλον ὅτι οὐκ ἐξ ἑνὸς ἀλλ’ ἐκ στοιχείων ἢ οὖν ἐκεῖνο αὐτὸ ἔσται τὸ εἶδος τῆς σαρκός· καὶ πάλιν τὰ αὐτὰ λέγομεν ἐπὶ τοῦ στοιχείου ***τὴν εἰς ἄπειρον πορείαν. ὥστε αἴτιόν τί ἐστι τὸ εἶδος καὶ οὐ στοιχεῖον, καὶ αἴτιον τοῦ εἶναι τοδὶ μὲν σάρκα, τοδὶ δὲ συλλαβήν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλ· ων. ὥστε ἑκάστου οὐσία κυρίως ἐστὶ τοῦτο τὸ εἶδος· τοῦτο γάρ ἐστιν αἴτιον πρῶτον τοῦ εἶναι. ἐπειδὴ οὖν ἔνιαι οὔκ εἰσιν οὐσίαι τῶν πραγμάτων, ἀλλ’ οὐσίαι αἱ κατὰ φύσιν καὶ φυσικαί τὰ γὰρ τεχνητὰ εἴδη οὐχ ὑπάρχουσιν οὐσίαι), ὥστε οὐσία ἐστὶ τὸ εἶδος τὸ ἐν τοῖς φυσικοῖς πράγμασι. στοιχεῖον δέ ἐστιν εἰς ὃ διαιρεῖται τὸ εἶδος ἐνυπάρχον ὡς ὕλην, οἷον τῆς βα συλλαβῆς τὸ 7 καὶ τὸ ὥστε κυρίως βούλεται ὁ Ἀριστοτέλης οὐσίαν εἶναι τὸ εἶδος τὸ καθόλου τὸ χωριστὸν καὶ ἐν τοῖς πολλοῖς θεωρούμενον· τὸ γὰρ εἶδος τῆς βα συλλαβῆς θεωρεῖται καὶ ἐν κηρῷ καὶ ἐν ξύλῳ καὶ σιδήρῳ καὶ χαλκῷ καὶ ἀργύρῳ καὶ χρυσῷ. Τέλος τῶν εἰς τὸ Z τῶν Μετὰ τὰ φυσικὰ σχολίων Ἀσκληπιοῦ.