Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ TO Β ΤΗΣ ΜΕΤΑ TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΓΕΝΟΜΕΝΑ ΥΠΟ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ.
Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΣΧΟΛΙΑ ΕΙΣ TO Β ΤΗΣ ΜΕΤΑ TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΓΕΝΟΜΕΝΑ ΥΠΟ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ..1
Not analysed yet
p. 995a24 Ἀνάγκη πρὸς τὴν ζητοουμένην ἐπιστήμην ἐπελθεῖν ἡμάς, περὶ ὧν ἀπορήσαι δεῖ. ᾿Ev τῷ μείζονι Α διελέχθη ἡμῖν περὶ τῆς πρώτης φιλοσοφίας, ἥτις καταγίνεται περὶ τὸ ὄντως ὄν, εἶτα πρὸς τούτοις ἐζήτησε περὶ τῶν ἀρχῶν καὶ ἐξέθετο τὰς τῶν παλαιοτέρων δόξας περὶ αὐτῶν, καὶ τἀς μὲν ἤλεγξε, τὰς δὲ ἀπεδέξατο· καὶ ὕστερον ἐπήγαγε τὴν ἑαυτοῦ δόξαν, δεικνὺς ὅτι τέσσαρες ὑπάρχουσιν ἀρχί, ὑλικὸν εἰδικόν, ποιητικὸν τελικόν, καὶ ἐπιστώσατο τὸν λόγον καὶ ἐκ τῶν παλαιοτέρων καὶ ἐκ τοῦ λόγου. ἐφεξῆς ἐν τῷ ἐλάττονι Α ἔδειξεν ὅτι πεπερασμέναι ὑπάρχουσιν αἱ ἀρχαὶ καὶ ἐπὶ τὸ ἄνω καὶ ἐπὶ τὸ κάτω καὶ κατ’ εἶδος. ἐνταῦθα σκοπός ἐστι τῷ προκειμένῳ βιβλίῳ, τουτέστι τῷ Β, ἀπορῆσαι πρὸς τὴν πρώτην φιλοσοφίαν. καὶ ἐκτίθεται πλείστας ὅσας ἀπορίας, φάσκων ὅτι, ὥσπερ οἱ δεδεμένοι οὐ δύνανται προελθεῖν, ἐὰν μὴ πρότερον τὸν δεσμὸν διαρρήξωσι, διαρρῆξαι δὲ οὐ δύνανται τὸν δεσμόν, εἰ μὴ γνῶσι τὸν τρόπον τῆς λύσεως τοῦ δεσμοῦ, οὕτως φημὶ καὶ ἐπὶ τῶν ἀπορούντων, ὅτι οὐ δυνατὸν αὐτοὺς γνῶναι τὸ πρᾶγμα καὶ τὴν ἀλήθειαν, εἰς ἣν ἐπείγονται, εἰ μὴ πρότερον μάθωσι τὰς ἀπορίας τὰς φερομένας κατ’ αὐτῆς τῆς ἐπιστήμη καὶ ἐπτλύσωνται αὐτάς. ἐπιλύσασθαι δὲ αὐτὰς τῶν ἀδυνάτων ἐστίν, εἰ μὴ πρότερον γνῶσιν αὐτὴν τὴν ἀπορίαν καὶ τὸ πρᾶγμα, καθ’ οὗ φέρεται ἡ ἀπορία· ἐκτίθεται οὖν, ὡς εἴρηται, πάσας τὰς ἀπορίας καὶ ἐπιχειρεῖ ἐφ’ ἑκάτερα, καὶ τὰς λύσεις τῶν ἀποριῶν ἐπάγει ἐν τῷ Γ· ἡμεῖς δὲ ἐνίας ἐξ αὐτῶν καὶ ἐνταῦθα ἐπιλυόμεθα. φησὶν οὖν ὅτι δεῖ ἐκτίθεσθαι πάσας τὰς ἀπορίας καὶ μὴ ἐρήμην καταψηφίζεσθαι τῆς ἀληθείας, ἀλλὰ τοῦτο ἑλέσθαι ὅπερ ὑπαγορεύει ἡμῖν ἡ τοῦ λόγου ἀλήθεια. ἡ γὰρ ἀπορία συμβάλλεται ἡμῖν καὶ πρὸς τὴν κατάληψιν τῶν πραγμάτων. ὡς γάρ φησιν ὁ Πλατῶν, καθάπερ τὰ πυρεῖα παρατριβόμενα ἀλλήλοις φῶς ἐκπέμπουσιν, οὕτω δὲ καὶ αἱ ἀπορίαι γεννῶσιν εὐπορίαν. συμβάλλονται δὲ ἡμῖν καὶ πρὸς ἕξιν· ἀσφαλεστέραν γὰρ ἕξιν λαμβάνει ὁ ἀπορῶν διὰ τὴν συνεχῆ κίνησιν τῶν θεωρημάτων. συμβάλλεται δὲ ἡμῖν, φησί, καὶ πρὸς τὸ μὴ πιστεύειν, ὡς ἔτυχε, τοῖς λεγομένοις· δεῖ γὰρ ἑκατέρους λέγειν τοὺς λόγους καὶ ὕστερον κρατύνειν τὸ ἀληθὲς ἀδεκάστως κρίνοντας, πάντων προτιμῶντας τὴν ἀλήθειαν. διὸ καὶ ὁ Πλατῶν εἰσάγει πρόσωπα συνηγοροῦντα τῇ ἀδικίᾳ, τῇ ἀκολασίᾳ, τῷ εἶναι θνητὴν τὴν ψυχήν, καὶ τότε ἐπιρραπίζει αὐτὰ συνηγορήσας αὐτοῖς πρότερον κατὰ τὸ καρτερόν. p. 995a24 Ἀνάγκη πρὸς τὴν ζητουμένην ἐπιστήμην ἐπελθεῖν ἡμᾶς. Ὁ λέγει τοῦτό ἐστιν. ἀναγκαῖον, φησίν, ἐστὶ πρὸς τὴν εὕρεσιν τῆς ἐπιστήμης ταύτης, τουτέστι τῆς πρώτης φιλοσοφίας, καὶ τῶν κατὰ τὴν ἐπιστήμην ταύτην ζητουμένων ἐπελθεῖν ἡμᾶς πρῶτον καὶ ἐξαριθμήσασθαι αὐτά, περὶ ὧν δεῖ πρῶτον ἀπορῆσαι. τοῦτο δὲ λέγει, ἐπειδὴ πρῶτον τὰς ἀπορίας ἐκτίθεται. ἔστι δὲ καὶ καθολικώτερον ἀκοῦσαι τοῦ εἰρημένου, ὅτι ἀναγκαῖον πρὸς πᾶσαν ἐπιστήμην ζητουμένην ἐπελθεῖν περὶ ὧν ἀπορῆσαι δεῖ πρῶτον· διὰ γὰρ τούτων ἡ τῶν ἐπιστημῶν εὕρεσις· εἰ δὲ πρὸς πᾶσαν, καὶ πρὸς ταύτην. p. 995a25 Ταῦτα δέ ἐστιν ὅσα τε περὶ αὐτῶν ἄλλως ὑπειλήφασιν τινες. Εἶναι γάρ φησί τινα περὶ ὧν οὐκ εἰκότως ὑπέλαβον ὄντως ἀλλὰ διημαρτημένως, ἢ ὅτι ἄλλοι ἄλλως ὑπέλαβον. ταῦτα δὲ μάλιστα ἀπορίαν παρέχει, περὶ ὧν προκαταβέβληνται διάφοροι δόξαι ὑπὸ τῶν πραγματευσαμένων. κἄν εἴ τι χωρὶς τούτων τυγχάνοι παρεωραμένον, ἐπειδὴ ἐξέθεντο καὶ οἱ παλαιότεροι ἀπορίας κατὰ τῆς πρώτης φιλοσοφίας ἀλλ’ οὐ πάσας. δεῖ οὖν ἡμᾶς ἐκθέσθαι καὶ τὰς ὑπ’ ἐκείνων μὴ τεθείσας. εἶτα ταῦτα εἰρηκὼς καθόλου κατασκευάζει καὶ δείκνυσιν ὅτι χρήσιμον πᾶσι τοῖς πραγματευομένοις περί τινος πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν τὸ πρῶτον περὶ αὐτῶν διαπορεῖν· ἡ γὰρ εὐπορία αὐτῶν καὶ ἡ εὕρεσις καὶ ἡ κατασκευὴ ἐκ τῆς λύσεως τῶν ἠπορημένων ἤρτηται. ἔστι δὲ καὶ ἄλλως σαφέστερον τὸ προκείμενον ῥητὸν ἐξηγήσασθαι· ἡ γὰρ λύσις, φησί, τῶν προηπορημένων αἰτία τῆς ὕστερον γινομένης εὐπορίας. p. 995a29 Λύειν δὲ οὐκ ἔστιν ἀγνοοῦντας τὸν δεσμόν. Φὐσίαν καὶ τὴν πλοκὴν τοῦ δεσμοῦ. ἀλλὰ ἡ τῆς διανοίας ἀπορία δηλοῖ τὴν τοῦ πράγματος ἀκαταληψίαν· ὅταν γὰρ ἀπορῶμεν περί τινος καὶ ἴσμεν ὅτι ἀποροῦμεν, ἴσμεν ὅτι, ἐν ὅσῳ ἀποροῦμεν, ἀκατάληπτός ἐστιν ἡ τοῦ πράγματος φύσις. καθὸ γὰρ ἀπορεῖ τις, ἔοικε τοῖς δεδεμένοις· οὔτε γὰρ ὁ ἀπορῶν οὔτε ὁ δεδεμένος προέρχεται εἰς τὸ ἐφεξῆς, ἀλλ’ ὁ μὲν σωματικῶς ὁ δὲ ψυχικῶς. διὰ τοῦτο οὖν δεῖ πρότερον θεωρεῖν καὶ ἀνιχνεύειν τὰς δυσχερείας καὶ τὰς ἀπορίας πρότερον τὰς φερομένας κατὰ τοῦ πράγματος, περὶ οὗ τὸν λόγον ποιούμεθα, καὶ ἐπιλύεσθαι αὐτάς. οἱ γὰρ ζητοῦντες ἄνευ τοῦ 〈ἀπορῆσαι〉 ἐοίκασι τοῖς ἀγνοοῦσι ποῖ <δεῖ> βαδίζειν, καὶ διὰ τοῦτο οὐδέποτε τοῦ τέλους τυγχάνουσι. δεῖ γὰρ τοὺς βαδίζοντας πρότερον ὁρίζειν τὸν τόπον ἐν ᾧ δεῖ αὐτοὺς ἀπελθεῖν, καὶ λοιπὸν τὰς ὁδοὺς τὰς ἐκεῖσε αὐτοὺς ἀπαγούσας, ποία μέν ἐστι κρημνώδης, ποία δὲ δύσβατος ἢ τελματώδης. δεῖ οὖν εἰδέναι τὴν ὁδὸν ὁποία ποτέ ἐστι, τὴν ἐπὶ τὸ τέλος ἀπάγουσαν, καὶ αἱρεῖσθαι τὴν κρείττονα· εἰ γὰρ μὴ εἰδείησαν τὴν ὁδόν, οὐδέποτε τὸ ζητούμενον τέλος εὑρήσουσιν. ὁ γὰρ τὴν ὁδὸν ἀγνοῶν καὶ τὸ τέλος ἀγνοήσει κυρίως. διό φησιν τὸ γὰρ τέλος τούτῳ μὲν οὐ δῆλον ὑπάρχει, τῷ δὲ προηπορηκότι δῆλον· ὁ γὰρ εἰδὼς τὰ πράγματα καὶ τὰς ἀπορίας τὰς φερομένας κατὰ τοῦ πράγματος καὶ ἐπιλυόμενος αὐτὰς εἴσεται καὶ τὸ τέλος. εἰ τοίνυν ἡ εὕρεσις καὶ ἡ κατασκευὴ τῶν ζητουμένων ἤρτηται τῆς τῶν ἀπορουμένων λύσεως, λύειν δὲ οὐκ ἔστι τὸν δεσμόν τινος, εἰ μὴ πρότερον γνῶμεν αὐτόν, τουτέστι καθὸ δέδεται πῶς γὰρ ἄν λύσειέ τις τῷ ὄντι κατ’ ἐπιστήμην τὸν ἀγνοούμενον δεσμόν;) δεσμὸς δὲ ἐν τοῖς ζητουμένοις ἡ τῆς διανοίας ἀπορία, δεῖ οὗν γνωρίζειν τὸν δεσμόν, εἰ μέλλοι τις λύειν αὐτόν· οὐκ ἐᾷ γὰρ προελθεῖν εἰς τὸ ἔμπροσθεν. οἱ οὖν ἀποροῦντες ἐοίκασι τυφλοῦ πορείᾳ· οὐ γὰρ ἔχουσι σκοπὸν χωρὶς τοῦ ἐπεσκέφθαι τὰ ἀπορούμενα. ὁδηγεῖ γὰρ τὰ προηπορημένα τοὺς ἀπορήσαντας πρὸς τὸ τὰς ζητήσεις ποιεῖσθαι κατὰ λόγον· οἱ γὰρ χωρὶς τοῦ ἀπορῆσαι ζητοῦντες περί τινων, οὐκ εἰδότες περὶ ὧν δεῖ ζητεῖν ζητοῦσι. προστίθησι δὲ τούτοις τὸ ὁμοίους εἶναι τοῖς ποῖ δεῖ βαδίζειν ἀγνοοῦσιν· οἷς δὲ ἀγνοεῖται τὸ τέλος, τούτοις οὐδέποτε γίνεται γνώριμον. τοῖς δὲ προηπορηκόσι γνώριμον τὸ τέλος καὶ ὁ σκοπός· ἡ γὰρ τῶν ἀπορεῖσθαι περί τινων δυναμένων λύσις τὸ τέλος τε καὶ ἡ εὕρεσις αὐτοῦ. προστίθησι δὲ τοῖς προειρημένοις καὶ ἄλλην αἰτίαν, ὅτι ἀναγκαῖόν ἐστι τὸ προαπορεῖν. γίνεται δὲ τοιαύτη· ὥσπερ γάρ, φησίν, ἐν ταῖς κρίσεσιν ἄμεινον κρίνουσιν οἱ ἀμφοτέρων τῶν ἀντιδικούντων ἀλλήλοις ἀκούσαντες καὶ μὴ μόνον θατέρου, οὕτως καὶ ἐπὶ τῶν ζητουμένων ὑγιεστέρα ἡ κρίσις ἡ περὶ αὐτῶν γίνεται, εἰ πάντα τις τὰ ἀπορεῖσθαι δυνάμενα καὶ λέγεσθαι πρὸς τὴν κατασκευὴν αὐτῶν καὶ θέσιν ἐπέλθοι τε καὶ λύσει. διὰ δὲ τῶν προειρημένων περὶ τοῦ δεῖν διαπορεῖν πρῶτον εἴη ἄν αὐτῷ δεικνύμενον ἅμα καὶ τὸ χρήσιμον τῆς διαλεκτικῆς πρὸς φιλοσοφίαν καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν· τῆς γὰρ διαλεκτικῆς τὸ ἀπορεῖν καὶ ἐπιχειρεῖν εἰς ἑκάτερον. ἀληθὲς ἄρα τὸ ἐν τοῖς τοπικοῖς εἰρημένον τὸ χρήσιμον εἶναι τὴν διαλεκτικὴν πρὸς τὰς κατὰ φιλοσοφίαν ζητήσεις. p. 995b4 ἔστι δὲ ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμενοις διηπορήσαμεν. Ἐντεῦθεν ἄρχεται ὁ φιλόσοφος ἀπορεῖν πρὸς τὴν πρώτην ἐπιστήμην· καὶ ἔστιν αὕτη πρώτη ἀπορία. ἄξιον γάρ ἐστι, φησίν, ἀπορίας, ἄρα πλείους ἐπιστῆμαι γινώσκουσι τὰ διάφορα αἴτια, ἄλλη μὲν τὸ ποιητικὸν ἄλλη δὲ τὸ ὑλικόν, ἄλλη τὸ εἰδικὸν ἄλλη τὸ τελικόν, ἤγουν μία ἐπιστήμη. πρῶτον τοῦτο ἄξιον ἀπορῆσαι, καὶ οὕτως ἀπορήσας ἐᾷ τὸν λόγον νῦν· ἡμεῖς δέ φαμεν ὅτι μία καὶ μόνη ἐπιστήμη γινώσκει τὰ τέσσαρα αἴτια καθόλου. οὐ γὰρ δυνατὸν διαφόρους ἐπιστήμας εἰδέναι αὐτά, ἐπεὶ οὕτως οὐκ εἴσεται κυρίως τὴν πρώτην φιλοσοφίαν ἡ εἰδυῖα ἕν μόνον αἴτ· ιον· ὥστε οὐδὲ ἐπιστήμη ἐστὶν ἀγνοοῦσα τἀς ἀρχάς. νῦν δὲ καὶ ὑπόκειται ἐπιστήμη εἶναι, καὶ ὡς μὲν τῆς πρώτης φιλοσοφίας τὰς ἀπλῶς ἀρχὰς οἶδεν, ὡς δὲ τῶν μερικῶν τὰ κατὰ μέρος, οἷον ἐπὶ ἰατρικῆς ὅτι ὑλικὸν τὰ ἀνθρώπινα σώματα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν καὶ αἰτίων. ἔστιν οὖν, φησίν, ἀπορία πρώτη μὲν περὶ ὧν ἐν τοῖς πεφροιμιασμένοις διηπορήσαμεν· ἠπόρησε γὰρ πρὸς τῷ τέλει τοῦ ἐλάττονος Α, ἡνίκα ἔλεγεν “εἰ μιᾶς ἐπιστήμης ἐστὶν] ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστι”. τοῦτο οὖν καὶ ἐνταῦθα λέγει, ὅτι πότερον μιᾶς ἐπιστήμης ἢ πολλῶν ἐστι τὸ θεωρῆσαι τὰς αἰτίας. εἰρήκαμεν δὲ καὶ τὴν λύσιν. p. 995b6 Καὶ πότερον τὰς τῆς οὐσίας ἀρχάς. Ἐντεῦθεν δευτέραν ἀπορίαν ἐκτίθεται · ἔστι δὲ τοιαύτη ὅτι ἆρά γε τὰς ἀρχὰς μόνας ἐπίσταται τῆς οὐσίας ἡ πρώτη φιλοσοφία τὰς πρώτας τῆς κυρίως, ἧς ὁ νοῦς μόνος θιγγάνει ἁπλαῖς ἐπιβολαῖς, ἢ καὶ τὰς κοινὰς ἐννοίας ἐπίσταται. καὶ λέγομεν ὅτι καὶ τὰς ἀρχὰς οἶδε τῆς οὐσίας τὰς πρώτας καὶ τὰς κοινὰς ἐννοίας. καὶ λοιπὸν ἐξ αὐτῆς λαμβάνουσιν οἱ κατὰ μέρος ἐπιστήμονες, οἷον ὁ φυσικὸς ἔχει κοινὴν ἔννοιαν ταύτην εἰληφὼς ἀπὸ τοῦ πρώτου φιλοσόφου, ὅτι οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος· εἰ γὰρ ὑποθώμεθα γίνεσθαί τι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, πρῶτον προυπάρξει, φησί, τὸ μηδαμῇ μηδαμῶς ὂν τοῦ ὄντος. ἔπειτα δύναμιν ἔχει τοῦ γενέσθαι ἢ οὐκ ἔχει. εἰ μὲν οὖν ἔχει δύναμιν τοῦ γενέσθαι, ὕλη ἐστί πάντα γὰρ τὰ γινόμενα κατὰ χρόνον ἔνυλά φασιν οἱ φιλόσοφοι), καὶ ἔσται προτέρα ἡ ὕλη· εἰ δὲ μὴ ἔχει δύναμιν τοῦ γενέσθαι, οὐδ’ ἄν ποτε γένοιτο. πάλιν ἐπὶ γεωμέτρου, ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· καὶ ἐπὶ ἰατροῦ, ὅτι ἐκ τῶν τεσσάρων χυμῶν συνεστήκασι τὰ ἡμέτερα σώματα· καὶ ἐπὶ λογικῶν, ὅτι ἐπὶ παντὸς ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις ἀληθεύει. ὥστε ἡ πρώτη φιλοσοφία καταγίνεται καὶ περὶ τὰς ἀρχὰς τῆς οὐσίας τῆς κυρίως τὰς πρώτας καὶ περὶ τὰς κοινὰς ἐννοίας, καὶ μερίζει ταύτας ταῖς διαφόροις ἐπιστήμαις. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πότερον τὰς τῆς οὐσίας ἀρχὰς τὰς πρώτας τοῦ σοφοῦ καὶ τοῦ πρώτου φιλοσόφου καὶ τῆς προκειμένης ἐπιστήμης ἐστὶ μόνον θεάσασθαι, τὰς ἀρχὰς τῆς πρώτης οὐσίας, ἢ οἰκεῖόν ἐστιν αὐτῇ τὸ καὶ τὰς ἀποδεικτικὰς ἀρχὰς ἰδεῖν, ἐξ ὧν αἰ ἀποδείξεις κοινῶν ἀρχῶν οὐσῶν γίνονται, ἅπερ ἀξιώματα καλοῦνται; ἀρχαὶ γὰρ αἱ τοιαῦται πάσης ἐπιστήμης· διό φησιν ἢ καὶ περὶ τῶν ἀρχῶν ἐξ ὧν δεικνύουσι πάντες, οἷον πότερον ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν ἅμα φάναι καὶ ἀποφάναι ἢ οὔ, καὶ περὶ τῶν ἄλλων τῶν τοιούτων. p. 995b10 εἴτε ἔστι περὶ τὴν οὐσίαν, πότερον μία περὶ πάσας ἢ πλείονές εἰσιν. Ἐντεῦθεν τρίτην ἀπορίαν ἐκτίθεται ὁ φιλόσοφος καί φησιν, ἆρα πάσας τὰς οὐσίας μία ἐπιστήμη γινώσκει ἢ πλείονες; καί φαμεν ἡμεῖς ἐπιλυόμενοι ὅτι καὶ μία καὶ πλείους. κατὰ γὰρ τὸ εἶναι οὐσία μία εἰσὶ πάσαι, κατὰ δὲ τὴν ὑπόστασιν πολλαὶ ὑπάρχουσιν. ὡς οὖν μίαν οὐσίαν οὖσαν μία ἐπιστήμη λαμβάνει αὐτήν ὡς δὲ πλείους οὐσίας πολλαὶ ἐπιστῆμαι. καὶ ἡ γεωμετρία γὰρ περὶ οὐσίαν καταγίνεται καὶ ἡ ἀριθμητικὴ καὶ ἡ ἀστρονομία καὶ ἡ ἰατρική, ὥστε διάφοροι ἐπιστῆμαι ὑπάρχουσι τῶν διαφόρων οὐσιῶν. τετάρτην ἀπορίαν ἐπάγει τοιαύτην λέγων οὕτως, πάλιν ἄξιον ἀπορῆσαι ὅτι, εἰ πλείονές εἰσιν ἐπιστῆμαι, πότερον ἅπασαι συγγενεῖς ὑπάρχουσιν ἀλλήλαις ἢ οὔ; εἰ οὖν τῶν τῆς οὐσίας αἰτίων μία ἐπιστήμη ἢ πλείους εἶεν, πότερον συγγενεῖς καὶ σοφίαι, ἢ αἱ μὲν σοφίαι αἱ. δὲ ἄλλο τι ἐπιστήμης εἶδος; φαμὲν οὖν ὅτι κυρίως σοφία ἐστὶν ἡ πρωτίστη, συγγενεῖς δὲ αὐτῆς αἱ ἄλλαι ὑπάρχουσιν, ἀλλὰ αἱ μὲν πλησιαίτερον αἱ δὲ πορρώτερον· οἷον ἀριθμητικὴ μᾶλλον πλησιάζει τῇ πρώτῃ φιλοσοφίᾳ ἤπερ γεωμετρία, καὶ γεωμετρία μᾶλλον ἁρμονικῆς, εἰ τύχοι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. αὗται δὲ πᾶσαι ἐπιστῆμαι ὑπάρχουσι. p. 995b13 Καὶ τοῦτο δὲ αὐτὸ τῶν ἀναγκαίων ἐστὶ ζητῆσαι. Ἐντεῦθεν ἑτέραν ἀπορίαν ἐκτίθεται φάσκων οὕτως, ὅτι ἀναγκαῖόν ἐστι ζητῆσαι, ἆρά γε μόνα τὰ αἰσθητὰ οὐσίαι ὑπάρχουσιν, ἡ καὶ τὰ νοητά. διὸ ὁ πολὺς ἄνθρωπος τὰ μὴ ὄντα αἰσθητὰ οὐδὲ εἶναι ὑπολαμβάνει· ὃ δέ φησί τις τῶν φιλοσόφων, ὅτι κυρίως οὐσίαι τὰ νοητὰ μόνα ὑπάρχει· τὰ γὰρ αἰσθητὰ οὐδὲ ὑπάρχουσι, διότι ἐν ῥύσει εἰσί. ̔ τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε.’ καὶ ὁ Πλατῶν πάλιν ἐν τῇ Πολιτείᾳ λαμβάνει μίαν εὐθεῖαν καὶ τέμνει αὐτὴν δίχα εἰς νοητὴν οὐσίαν καὶ αἰσθητήν, καὶ τὴν νοητὴν διαιρεῖ εἴς τε νοητὴν καὶ διανοητήν· καὶ πάλιν τὴν ἄλλην εἰς αἰσθητὴν καὶ εἰκαστήν· εἰκαστὰ δὲ ὑπάρχουσιν οἷον τὰ ἐν ἐσόπτροις φαινόμενα καὶ τὰ ἐν γραφαῖς. φησὶν οὖν ὅτι ὃν λόγον ἔχουσι τὰ αἰσθητὰ πρὸς τὰ εἰκαστά, τὸν αὐτὸν ἔχουσι καὶ τὰ νοητὰ πρὸς τὰ διανοητά· ὥστε κυρίως οὐσίαι τὰ νοητὰ μόνα ὑπάρχουσιν· οὐσίαι γάρ εἰσιν ἀμιγεῖς τινος ἄλλου. τῶν οὖν ἀναγκαίων ἐστὶ τὸ ζητῆσαι, πότερον τὰς αἰσθητὰς οὐσίας μόνας φαμὲν εἶναι ἢ καὶ παρὰ ταύτας ἄλλας, καὶ πότερον μοναχῶς, ἢ πλείονα γένη τῶν οὐσιῶν ὑπάρχουσιν, οἷονοἱ ποιοῦντες τὰ εἴδη τὰ παντελῶς χωριστὰ καὶ τὰ μαθηματικά· τὰ γὰρ μαθηματικὰ μεταξὺ τούτων ὑπάρχουσι τῶν πρώτων οὐσιῶν, ὡς πολλάκις εἴρηται, καὶ τῶν αἰσθητῶν. δεῖ οὖν ἡμᾶς, φησί, καὶ περὶ τούτων διαπορῆσαι, καὶ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνη ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα καθ᾿ αὑτὰ ταῖς οὐσίαις. εἰδέναι οὖν χρὴ ὅτι ἐν ταῖς πρωτίσταις οὐσίαις οὐ θεωροῦνται τὰ συμβεβηκότα· ἐκεῖναι γὰρ ἐνέργειαι ὑπάρχουσιν ἄνευ δυνάμεως, ὥς φησιν ἀλλαχοῦ, καὶ ὁ νοῦς αὐτὸς θιγγάνων αἱρεῖ αὐτὰ ἁπλαῖς ἐπιβολαῖς, ὥς φησιν ὁ Πλατῶν. τὰ δὲ καθ’ αὑτὸ συμβεβηκότα τοῖς καθόλου ὑπάρχουσιν, οἷον τῷ ἀπλῶς τριγώνῳ τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας· εἰ γὰρ καὶ τὸ μερικὸν ἔχει, ἀλλὰ οὐ πρώτως· πρώτως γὰρ τὸ καθόλου ἐστὶ τὸ ἔχον. τὰ δὲ μερικὰ συμβεβηκότα οὐκ ἔχουσι καθ’ ὕπαρξιν ἀλλ’ ἐπεισοδιωδῶς, οἷον τὸ καθέζεσθαι, τὸ σιμόν, τὸ γρυπὸν καὶ ὅσα ἄλλα τοιαῦτα. ἔχουσι καὶ τὰ οὐράνια, ἀλλὰ κατὰ σχέσιν, διότι ποτὲ τρίγωνον σχῆμα ἀποτελοῦσι πρὸς ἑαυτοὺς οἱ ἀστέρες ἢ τετράγωνον ἢ τι ἄλλο τοιοῦτο. καθ’ ὕπαρξιν δὲ οὐκ ἔχουσι τὰ συμβεβηκότα· οὔτε γὰρ ποτὲ μέν ἐστι σφαιροειδὴς ὁ ἥλιος ποτὲ δὲ οὐκ ἔστιν, ὥσπερ ἐνταῦθα· δυνατὸν γὰρ τὸν γρυπὸν σιμὸν γενέσθαι ἀπὸ πληγῆς τινος, ἢ τὸν καθήμενον ἀναστῆναι. φησὶν οὖν ὁ Πορφύριος ὅτι πρώτως ἐν τοῖς ἀτόμοις θεωροῦνται τὰ συμβεβηκότα, καὶ δεύτερον ἐν τοῖς εἴδεσι. καὶ οὐδὲν οὕτως ἐθαύμαζε τῶν εἰρημένων ἐν τῇ εἰσαγωγῇ Πορφυρίου ὁ Πρόκλος ὡς τοῦτο, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος Ἀμμώνιος. τὰ γὰρ εἴδη ὡς ἀσώματα οὐκ ἔχουσιν ἐν ἑαυτοῖς συμβεβηκότα· ὁ γὰρ λόγος ὁ παρὰ τῷ δημιουργῷ τοῦ · κόρακος οὐκ ἔστι μέλας, ἀλλὰ κατὰ συμβεβηκὸς λέγεται τὸ εἶδος εἶναι μέλαν τῷ θεωρεῖσθαι ἐν τοῖς κατὰ μέρος ἀτόμοις, τουτέστι τοῖς καθ’ ἕκαστα κόραξιν. ὡς οὖν εἴρηται, τὰ καθ’ αὑτὸ συμβεβηκότα ἐν τοῖς καθόλου θεωρεῖται, ἅτινα συμβάλλονται ἡμῖν εἰς τοὺς ὁρισμοὺς τῶν πραγμάτων. p. 995b20 Πρὸς δὲ τούτοις περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου. Πάλιν ἐντεῦθεν ἑτέραν ἀπορίαν ἐπάγει τοιαύτην, φάσκων οὕτως, ἀρά γε τὸ ζητεῖν περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ἐναντιότητος καὶ ὁμοίου καὶ ἀνομοίου καὶ περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων τῶν τοιούτων τῆς πρώτης φιλοσοφίας ἢ ἄλλης τινὸς ἐπιστήμης. καί φαμεν ὅτι οὕτε ὁ γεωμέτρης ζητεῖ περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ προτέρου καὶ ὑστέρου οὔτε ὁ ἀριθμητικὸς ἁπλῶς οὔτε ἄλλος τις τῶν κατὰ μέρος ἐπιστημόνων, τουτέστιν ὁ φυσικὸς ἢ ὁ ἰατρός, ἀλλ’ ὁ πρῶτος φιλόσοφος. καὶ εἰκότως, ἐπειδὴ σκοπὸν ἔχει ὁ πρῶτος φιλόσοφος περὶ πάντων τῶν ὄντων διαλέγεσθαι, ταῦτα δὲ διὰ πάντων τῶν ὄντων διαπεφοιτήκασιν, ἡ ἑτερότης καὶ ἡ ταὐτότης καὶ ἡ ὁμοιότης καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. ἀμέλει τοι καὶ ὁ Πλατῶν πρὸς τῇ οὐσίᾳ τὰ γένη τῶν ὄντων ὑπαγορεύων φησὶν εἶναι ἑτερότητα καὶ ταὐτότητα, ἐπειδὴ διαπεφοιτήκασι διὰ πάντων τῶν ὄντων· ὁμοίως δὲ καὶ ἡ ἐναντιότης. τὸ γὰρ μὴ ὄν, ὥς φησιν ὁ Πλατῶν, οὐκ ἔστιν παρ’ ἔλαττον τοῦ ὄντος, οὐ τὸ μηδαμῇ μηδαμῶς ὄν, ἀλλὰ τὸ πῇ μὴ ὄν· πάντα γὰρ τὰ ὄντα ὡς πρὸς ἄλλα παραβαλλόμενα πῇ μὴ ὄντα ὑπάρχουσιν, ὥστε εἰκότως φησὶν ὁ Πλατῶν ὅτι οὐκ ἔλαττόν ἐσ. τι τοῦ ὄντος τὸ μὴ ὄν, πῇ μὴ ὂν δηλονότι. ἀλλὰ καὶ ἡ ἐναντιότης θεωρεῖται ἐν ἅπασι τοῖς οὖσι. τὸ γὰρ μὴ ὂν θάτερόν ἐστιν ἐπιτεινόμενον δὲ τὸ θάτερον ἴσχει ἐναντιότητα. ἀμέλει τοι καὶ τὰς Κατηγορίας ἔγραψεν ὁ Ἀριστοτέλης ὡς πρῶτος φιλόσοφος, ἐπειδὴ διὰ πάντων τῶν ὄντων διαπεφοιτήκασιν ἡ οὐσία τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. τὸ γὰρ περὶ τοιούτων διαλέγεσθαι, ὡς πολλάκις ἡμῖν εἴρηται, τοὺ πρώτου ἐστὶ φιλοσόφου· λοιπὸν οἱ καθ’ ἕκαστα ἐπιστήμονες περὶ τῶν ὑποβεβλημένων αὐτοῖς διαλέγονται. ἠπόρησε δὲ Ἀσκληπιὸς ὁ τῆς ἰατρικῆς τέχνης διδάσκαλος ὁ σὺν ἡμῖν ἐνδιατρίψας τοῖς μαθήμασιν· ̔ εὖ δέ τις ἀπορήσειεν ὅτι καὶ πῶς ἐν τόποις διαλέγεται περὶ ταὐτοῦ καὶ ἑτέρου, ἅτινα λέγομεν πεφοιτηκέναι διὰ πάντων τῶν ὄντων;’ ὁ δὲ ἡμέτερος φιλόσοφός φησι πρὸς αὐτόν, ὅτι ἐπειδὴ ὁ διαλεκτικὸς ὑποδύεται τὸν πρῶτον φιλόσοφον, τούτου χάριν καὶ αὐτὸς διαλέγεται περὶ τῶν διαπεφοιτηκότων διὰ πάντων τῶν ὄντων, ἀλλὰ ἐνδόξως, ὥσπερ ὁ σοφιστὴς σοφιστικῶς· ὁ μέντοι γε f. 98r πρῶτος φιλόσοφος ἀληθινῶς καὶ ἀποδεικτικῶς διαλέγεται. προτίθεται οὖν ζητῆσαι καὶ αὐτὸς περὶ τούτων, ἐπειδὴ καὶ αὐτὸς χρῆται αὐτοῖς ἐν τοῖς ἀποδεικνυμένοις ὑπ’ αὐτοῦ κτὰ τήνδε τὴν πραγματείαν. καὶ γὰρ τῷ ταὐτῷ, ὅπερ ἐπὶ οὐσιῶν λέγεται, χρῆται· ζητεῖ οὖν εἰ αἱ αὐταί εἰσι πᾶσαι αἱ οὐσίαι ἀλλήλαις ἢ οὔ, ἀλλ’ ἕτεραι· ἀλλὰ καὶ τοῖς ἄλλοις οἷς κατέλεξε πᾶσιν ἐν ταῖς δείξεσιν ἀναγκαῖον αὐτῷ προσχρῆσθαι· κοινὰ γὰρ ταῦτα ὄργανα τοῖς ἀποδεικνύουσι. p. 995b20 Πρὸς δὲ τούτοις καὶ περὶ ταὐτοῦ καὶ ἑτέρου. Φησὶν ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι τίνος ἐστὶ τὸ ζητῆσαι περὶ ταὐτοῦ καὶ ἑτέρου καὶ ὁμοίου καὶ ἀνομοίου καὶ ἐναντιότητος, περὶ προτέρου καὶ ὑστέρου καὶ τῶν ἄλλων ἀπάντων τῶν τοιούτων, περὶ ὅσων οἱ διαλεκτικοὶ πειρῶνται σκοπεῖν ἐξ ἐνδόξων καὶ μόνων ὁρμώμενοι. ἄξιον οὖν ἐστιν ἀπορίας, τίνος ἐστὶ θεωρῆσαι περὶ πάντων τούτων. καὶ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ ὅτι τοῦ πρώτου φιλοσόφου, ἐπειδὴ περὶ ὧν διαλέγεται πεφοιτήκασι διὰ πάντων τῶν ὄντων. p. 995b25 ἔτι δὲ τούτοις ὅσα καθ’ αὑτὰ συμβέβηκε· καὶ μὴ μόνον τί ἐστιν ἕκαστον αὐτῶν. Φησὶν ὅτι δεῖ ἡμᾶς πρὸς τούτοις ἀπορῆσαι ὅσα καθ’ αὑτὰ συμβέβηκε τούτοις, οἷον εἰ ἄρα τῷ ἑνὶ ἕν ἐστιν ἐναντίον ἢ πολλά, καὶ εἰ δυνατόν ἐστι τὰ ἐναντία ὑπὸ διάφορα γένη ἀνάγεσθαι. φαμὲν οὖν ὅτι ἀδύνατον δύο ἑνὶ ἐναντία εἶναι· οὔτε γὰρ οὕτως ἄδικός ἐστιν ἡ φύσις, καθάπερ ἐν τῷ Περὶ ἑρμηνείας λέγεται, ὥστε δύο ἑνὶ ἀντιτάξαι, ἡνίκα περὶ τοῦ ἀγαθοῦ λόγος ἐγίνετο, ἀλλ’ ἓν ἑνὶ ἐναντίον ἐστί. πάλιν φησὶν ὅτι ἡ δικαιοσύνη καὶ ἀδικία ἐναντία ὑπάρχουσι, καὶ ἡ μὲν δικαιοσύνη ὑπὸ τὴν ἀρετὴν ἀναφέρεται, ἡ δὲ ἀδικία ὑπὸ τὴν κακίαν. λέγομεν οὖν ὅτι καὶ ταῦτα ὑπὸ ἓν γένος τελοῦσι τὴν ποιότητα· καὶ ἡ ἀρετὴ γὰρ καὶ ἡ κακία ὑπὸ τὴν ποιότητα τελοῦσιν. εἰ δέ φασιν ὅτι τὸ ἀγαθὸν καὶ τὸ κακὸν ἐξῄρηται, φαμὲν ὅτι καὶ αὐτὰ ὑπὸ τὸ ποιὸν τελοῦσι, τὸ <ἀγαθὸν καὶ τὸ〉 κακὸν τὸ ἐνταῦθα, ἐπεὶ ἐν τῷ πρώτῳ οὐκ ἔστι κακόν. ἐν αὐτῷ γὰρ οὔθ’ ἑτερότης θεωρεῖται οὔτε δὲ ταὐτότης· ὑπὲρ τὴν ἑτερότητα γὰρ ἐστι καὶ τὴν ταὐτότητα. διὸ οὐδὲ ἄτομόν τι δεῖ λέγειν τὸν θεόν· τὸ γὰρ ἄτομον ὑπὸ τῆς ὕλης τέμνεται καὶ περιγράφεται, ὁ δὲ θεὸς ἄυλός ἐστιν ὡς καὶ προακτικὸς πάντων. οὕτε δὲ κακία ἐστὶν ἐκεῖσε· ἡ γὰρ κακία ὑπὸ ἀσθενείας τῆς ψυχῆς γίνεται, καὶ τῆς φύσεως ἀσθενούσης γίνεται τὸ κακόν. δείκνυται γὰρ καὶ ἐν τῷ Γοργίᾳ ὅτι τὰ κακὰ ὑπὸ ἀδυναμίας γίνονται. ἐξηγήσατο οὖν, τίνα λέγει τὰ καθ’ αὑτὸ συμβεβηκότα διά τε] τοῦ εἰπεῖν καὶ μὴ μόνον τί ἐστιν· ἐν γὰρ τῷ τί ἐστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα ἐμπεριέχεται. εἴη δ’ ἂν τῇ ἐναντιότητι καθ’ αὑτὸ συμβεβηκὸς τὸ ἔμμεσον, τὸ ἄμεσον, ἔτι τὸ ὑπ’ αὐτοῦ προστεθειμένον περὶ τοῦ εἰ ἓν ἑνὶ ἐναντίον ἐστὶν ἢ μή, ὃ καὶ αὐτὸ δοκεῖ θεώρημα εἶναι διαλεκτικόν· δεῖν γάρ φησιν ἐπισκέψασθαι, εἰ καὶ τὸ περὶ τούτου τὴν ἀλήθειαν ἐξετάσαι τοῦ σοφοῦ ἐστι. δεῖ οὖν καὶ] τὴν οὐσίαν αὐτῶν γινώσκουσι καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα ὑπάρχειν αὐτοῖς· p. 995b27 Καὶ πότερον αἱ ἀρχαὶ καὶ τὰ στοιχεῖα γένη ἐστὶν ἢ εἰς ἃ διαιρεῖται ἐνυπάρχοντα ἕκαστον. Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ἄξιόν ἐστιν ἀπορίας, ἆρά γε] ποῖα γένη ὑπάρχουσι τῶν ὄντων, πότερον αἱ καὶ τὰ στοιχεῖα ἢ εἰς διαιρεῖται ἕκαστον, τουτέστιν ἆρά γε ἡ ὕλη καὶ τὸ εἶδος ἢ τὰ τέσσαρα στοιχεῖα ἢ τὰ πρὸ τῶν πολλῶν εἴδη, τουτέστι τὸ ζῷον αὐτὸ καὶ τὰ ἄλλα τὰ εξῃρημένα εἴδη. καὶ λέγομεν ὅτι ἀμφότερα· ὡς μὲν γὰρ προσεχῆ αἴτια τὰ τέσσαρα στοιχεῖα, μᾶλλον δὲ τὸ εἶδος καὶ ἡ ὕλη, ὡς δὲ ἐξῃρημένα αἴτια τὸ αὐτοζῷον **τὰ πρὸ τῶν πολλῶν γὰρ αἴτια ὑπάρχουσι τῶν τῇδε πάντων πραγμάτων, τουτέστιν οἱ δημιουρηικοὶ λόγοι. ζητεῖ οὖν ἐνταῦθα, εἰ τὰ γένη ἀρχαὶ τούτων ὧν ἐστι γένη δοκεῖ γὰρ τὰ γένη πρῶτα εἶναι τῇ φύσει, τὰ δὲ πρῶτα ἀρχαὶ) ἢ ταῦτα εἰς ἃ διαιρεῖται ἕκαστον ἐνυπάρχοντα ἐν τοῖς μέρεσιν ἕκαστον γὰρ ἐνυπάρχει ἐν τοῖς ἑαυτοῦ μέρεσιν), ὡς ἡ οὐσία δοκεῖ εἰς ὕλην τε καὶ εἶδος, ἢ τὰ τέσσαρα στοιχεῖα ἢ ἅπερ ἄν τις ὑποθῆται. εἰς ταῦτα γὰρ διαιρεῖται ἕκαστον ἐξ ὧν καὶ σύγκειται. ταῦτα δὲ ἑκάστου ἀρχαὶ δοκοῦσιν εἶναι ἐξ ὧν πρώτων σύγκειται, ὡς τῆς φωνῆς τὰ στοιχεῖα. ἀλλ’ εἰ καὶ τὰ γένη ἀρχαί, πάλιν φησὶν ἄξιον ζητεῖν πότερον τὰ ἀνωτάτω γένη ἢ τὰ προσεχῆ τοῖς ἀτόμοις, ἃ εἴδη ὄντα ἄτομα κοινότερον γένη ὠνόμακεν· οἷον πότερον τὸ ζῷόν ἐστι τὸ γένος ἢ ὁ ανθρωπος ἀρχή τε καὶ μᾶλλόν ἐστι παρὰ τὸ καθ’ ἕκαστον. καί φαμεν ὅτι ἐπὶ μὲν τῶν πρὸ τῶν πολλῶν τὸ ζῷόν ἐστί γένος, ἐπὶ δὲ τοῖς πολλοῖς καὶ ὑστερογενέσι, τουτέστιν ἐν τῇ φαντασίᾳ, ὁ ἄνθρωπος μᾶλλον παρὰ τὸ καθ’ ἕκαστον· ἀκριβέστερον γάρ τις ὁρίζοιτο τὸν Καλλίαν ἄνθρωπον λέγων ἤπερ ζῷον. p. 995b31 Μαλλὸν δὲ ζητητέον καὶ πραγματευτέον. Φησὶν ὅτι πολλῆς ἄξιόν ἐστιν ἀπορίας καὶ ζητήσεως τὸ τοιοῦτο, ἆρά γε ἔστι τι παρὰ τὴν ὕλην αἴτιον καθ᾿ αὑτὸ ὑπάρχον ἢ οὔ· καὶ τοῦτο ἀρά γε χωριστόν ἐστιν ἢ οὐκ ἔστι· καὶ τοῦτο ἕν ἐστι κατ᾿ ἀριθμὸν ἢ πολλά. φαμὲν οὖν ὅτι ἔστιν ὁμολογουμένως αἴτια χωριστὰ τῆς ὕλης πάντα τὰ νοητὰ τὰ καὶ προακτικὰ τῆς ὕλης ὑπάρχοντα· τὸ γὰρ πρῶτόν ἐστι τὸ κοσμοῦν τὴν ὕλην. διὰ τοῦτο γὰρ ἐλέγομεν καὶ τὴν ὕλην θεόθεν παρῆχθαι· οὐκ ἄν γὰρ ἐκόσμησε τὸ μὴ παραχθὲν ὑπ᾿ αὐτοῦ. ταῦτα οὖν λέγει διὰ τοὺς παλαιοὺς φυσικούς, ἐπειδὴ ἐκεῖνοι τὴν ὕλην καὶ μόνην αἰτίαν ἐτίθεντο καὶ τὰ ταύτης πάθη κατὰ συμβεβηκὸς ἐτίθεντο αἴτια. καθ᾿ αὑτὸ μὲν γὰρ αἴτιον ἦν αὐτοῖς ὁ ἀὴρ ἢ τὸ ὕδωρ ἢ τὸ μεταξὺ ἤ τι ἄλλο, ὃ ἀρχὴν καὶ στοιχεῖον ὑπετίθεντο· κατὰ συμβεβηκὸς δὲ ἡ μανότης καὶ ἡ πυκνότης, καὶ ἡ σύγκρισις καὶ ἡ διάκρισις. ζητεῖ οὖν, εἰ ἔστιν αἴτιον τι παρὰ τὴν ὕλην, πότερον αὐτὸ καθ᾿ αὑτό ἐστιν ὑφεστὼς κεχωρισμένον τῆς ὕλης, ἢ ἐν τῇ ὕλῃ ἔχει τὸ εἶναι, ὁποῖόν ἐστι τὸ ἔνυλον εἶδος, καὶ ὡς τοῖς ἀπὸ τῆς Στοάς ἔδοξεν ὁ θεὸς καὶ τὸ ποιητικὸν αἴτιον ἐν τῇ ὕλῃ εἷναι. p. 995b34 Καὶ πότερον ἔστι τι παρὰ τὸ σύνολον· λέγω δὴ τὸ σύνολον. Πάλιν ἐντεῦθεν ἑτέραν ἀπορίαν κινεῖ λέγων οὕτως, ὅτι ἆρά γε ἔστι τι, παρὰ τὸ σύνολον, τουτέστι παρὰ τὸ σύνθετον; οἷον κατηγορεῖται τῆς ὕλης τὸ κακὸν καὶ τὸ αἰσχρόν· ἆρα οὖν, φησίν, ἔστι τι αὐτὸ καθ᾿ αὑτὸ τὸ αἰσχρὸν καὶ τὸ κακὸν ἢ οὐδέν ἐστιν αὐτὸ καθ᾿ αὑτὸ ἄνευ τῆς ὕλης; ἢ τῶν μέν ἐστιν ἰδέα, τουτέστι τῶν οὐσιῶν, τῶν δὲ κακῶν οὔκ εἰσιν ἰδέαι· οὐδὲν γὰρ κακὸν παρὰ τῷ δημιουργῷ ὑπάρχει. τὰ γὰρ κακὰ ἐνταῦθα γίνονται ὑπὸ ἀσθενείας τῆς ψυχῆς ἢ τῆς φύσεως· οὔτε γὰρ ἐν αὐτῇ τῇ ψυχῇ θεωρεῖται κακόν (ἀγαθὴ γάρ ἐστιν), ἀλλ᾿ ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα ἀναδέχεται τὸ φερόμενον κακόν. ἐναντίον οὖν ἐστι τὸ κακὸν τῷ ἀγαθῷ τῆς ψυχῆς τῷ θεωρουμένῳ ἐν τῇ ψυχῇ μετὰ τῆς τοῦ σώματος σχέσεως,. οὐκ αὐτῷ τῷ ἀγαθῷ τῷ συνουσιωμένῳ τῇ ψυχῇ· ἐκείνῳ γὰρ οὐδέν ἐστιν ἐναντίον· τὰ γὰρ φαινόμενα κακὰ περὶ τὴν ὕλην θεωροῦνται. οὔτε δὲ Γῶν καθ᾿ ἕκαστα ὑπάρχουσιν αἱ ἰδέαι· αἱ γὰρ ἰδέαι τῶν καθόλου ὑπάρχουσι τῶν διαμενόντων ἀεί. τοῦτο οὖν ζητεῖ, εἰ ἔστι τι χωριστὸν εἶδος παρὰ τὸ κοινὸν ἢ οὐδέν ἐστι παρὰ τὸ κοινόν, ἢ τῶν μέν ἐστι, τῶν δὲ οὐκ ἔστιν, ὡς δοκοῦσι λέγειν οἱ λέγοντες μήτε τῶν παρὰ φύσιν εἶναι μήτε τῶν κακῶν μήτε δὲ τῶν τεχνητῶν. σύνολον δὲ λέγει τὸ συναμφοτερον. p. 996a1 ἔτι αἱ ἀρχαὶ πότερον ἀριθμῷ ἢ εἴδει ὡρισμέναι. Ἐντεῦθεν ζητεῖ περὶ τῶν κυρίως ἀρχῶν, καί φησιν ὅτι αἱ ἀρχαὶ ἆρα ὡρισμέναι ὑπάρχουσι τῷ ἀριθμῷ ἢ τῷ εἴδει; καὶ καταχρηστικῶς εἶπε τὸν ἀριθμόν· ἐπὶ γὰρ τοῦ πρώτου αἰτίου οὔτε μονὰς οὔτε δυὰς θεωρεῖται· ἐπέκεινα γάρ ἐστι καὶ τοῦ ἑνός, εἴ γε παρακτικόν ἐστι τοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τῆς δυάδος. ἰστέον οὖν ὅτι ὥρισται ὁ ἀριθμὸς τῶν νοητῶν καὶ οὐκ ἔστιν ἄπειρος· τὰ γὰρ πλησιαίτερον τῆς πρώτης ἀρχῆς μᾶλλον ἥνωνται, καὶ ὥς φησιν ὁ Πλωτῖνος, ὅτι μία μέν ἐστιν ἀρχή, πολλῶν δὲ προακτικὴ δυνάμενων, καὶ κατὰ τοῦτο θαυμάζεται, καθὸ μείζονα παράγει. καὶ τῷ εἴδει δὲ διάφοροι ὑπάρχουσι κατὰ τὴν ὑπόβασιν, οὐκ ἔστι δὲ ἄπειρα τὰ εἴδη αὐτῶν, ἀλλὰ καὶ αὐτὰ ὡρισμένα ὑπάρχουσι. ζητήσαι οὖν, φησί, δεῖ καὶ περὶ τῶν ἀρχῶν καὶ τῶν αἰτιῶν, εἰ ὑπάρχουσι πεπερασμέναι, πότερον κατ’ εἶδός εἰσι μόνον πεπερασμέναι κατ’ ἀριθμὸν δὲ οὔ, ἢ καὶ κατ’ ἀριθμόν εἰσι πεπερασμέναι, ὡς εἶναι ἓν κατ’ ἀριθμὸν τὸ ποιητικὸν καὶ μίαν τὴν ὕλην καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἡ εἰ καὶ μὴ ἓν ἀριθμῷ τὸ αἴτιον καθ’ ἕκαστον εἶδος αἰτίου, ἀλλὰ πεπερασμένα γε, ὡς ἔδειξεν ἐν τῶ πρὸ τούτου. p. 996a1 Καὶ εἰ ἐν τοῖς λόγοις καὶ ἐν τῷ ὑποκειμένῳ. Διπλῆ ἐξήγησις φέρεται τοῦ ῥησειδίου τούτου· μία μὲν τοιαύτη, εἰ ἐν τοῖς λόγοις, τουτέστι τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ. τὸ εἰδικόν, ὑποκείμενον δὲ τὸ ὑλικόν· ἢ ἐν τοῖς λόγοις ταῖς τῶν παλαιῶν δόξις, ὅτι καὶ οἱ παλαιότεροι πεπερασμένας ὑπέθεντο τὰς ἀρχάς, καὶ τὸ ὑποκείμενον δέ. καὶ ἀληθῶς οὕτως ἔχει ὅτι οὐχ ὑπάρχουσιν ἄπειροι αἱ ἀρχαί. p. 996a2 Καὶ πότερον τῶν φθαρτῶν καὶ ἀφθάρτων. Ἑτέραν ἀπορίαν κινεῖ ἐντεῦθεν γλαφυρωτάτην λέγων οὕτως, ὅτι ἆρά γε τῶν φθαρτῶν καὶ ἀφθάρτων μία ἐστὶν ἡ ἀρχή, ἢ τῶν μὲν ἀφθάρτων ἄφθαρτος, τῶν δὲ φθαρτῶν φθαρτή. λέγομεν οὖν ἡμεῖς, ὅτι πάντων καὶ τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων κυρίως ἄφθαρτός ἐστιν ἡ ἀρχὴ ἡ πρωτίστη πασῶν· πρώτως γὰρ αὕτη πάντα παράγει, καὶ διὰ μέσου τὰ οὐ. ράνια· τῶν δὲ ἀφθάρτων ὁμολογουμένως ἡ ἀρχὴ ἄφθαρτος, τουτέστι τῶν ψυχῶν καὶ τῶν οὐρανίων, ὥς φησι· προσεχῶς γὰρ ὁ θεὸς ταῦτα παράγει. τῶν δὲ φθαρτῶν καὶ ἄφθαρτός ἐστιν ἡ ἀρχὴ καὶ φθαρτή· ἄφθαρτος μὲν ὡς ὁ θεὸς καὶ τὰ οὐράνια, φθαρτὴ δὲ ὁ πατήρ, φησίν· “ἄαθρωπος γὰρ ἄνθρωπον γεννᾷ καὶ ἥλιος.” διό φησι καὶ ὁ Τίμαιος ὅτι δανειζομένη ἐκ τῆς ὁλότητος τῶν στοιχείων καὶ πάλιν εὐγνωμόνως ἀποδίδωσιν ἡ φύσις· ὥστε οὐ δεῖ λέγειν, φησί, σῶμα ἄφθαρτον κατ’ αὐτούς. p. 996a4 ἔτι δὲ τὸ πάντων χαλεπώτατον καὶ πλείστην ἀποριαν ἔχον· Φησὶν ὅτι χαλεπωτάτη ἐστὶν ἀπορία καὶ δυσαντίβλεπτος ἡ περὶ τοῦ αὐτοόντος καὶ αὐτοενός, καθάπερ οἱ Πυθαγόρειοι καὶ Πλατῶν φασὶν εἶναί τι αὐτοὲν καὶ αὐτοόν, οὐχ ἕτερόν τι ἀλλ’ οὐσίαν τῶν ὄντων, ἐξ ἧς τὰ πάντα προάγονται. τοῦτο δὲ αὐτὸ καὶ ὁ Ἀριστοτέλης ὑποτίθεται, ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς τὰ πάντα προάγεσθαι. ὅτι γὰρ πάντα ἐκεῖθεν ἔχουσι τὴν ὑπόστασιν, φανερόν ἐστιν ἐκ τοῦ πάντα ἐπεστράφθαι πρὸς αὐτό· οὐκ ἂν δὲ ἐπεστρέφοντο, εἰ μὴ ἐκεῖθεν προῆλθον. τοῦτο δὲ οὐκ ἔχει ἑτερότητα ἐν ἑαυτῷ, ἀλλὰ ὑπὲρ τὴν ἑτερότητά ἐστι καὶ τὸ ὄν· ἡ γὰρ ἑτερότης ἐν τοῖς τῇδε θεωρεῖται. ἐφεξῆς φησι καὶ περὶ Ἐμπεδοκλέους, ὅτι ὑπετίθετο τὸ νεῖκος καὶ τὴν φιλίαν. τοῦτο δὲ ὡς Πυθαγόρειος· διὰ μὲν γὰρ τῆς φιλίας τὴν ἕνωσιν ἐδείκνυε, διὰ δὲ τοῦ νείκους τὴν διάστασιν, ἐπειδὴ ἐκεῖθεν προέρχεται καὶ ἡ ἕνωσις καὶ τὸ πλῆθος ἄλλοι δὲ ἀρχὰς τῶν ὄντων τὸ πῦρ ὑπετίθεντο, καθάπερ Ἡράκλειτος, διὸ καὶ μεγάλῳ πτώματι περιέπεσεν· ἢ ὕδωρ, καθάπερ Θαλῆς, ἀέρα Ἀναξιμένης. p. 996a9 λαὶ πότερον αἱ ἀρχαὶ καθόλου εἰσὶν ἡ ὡς τὰ καθ’ εκαστα των πραγμάτων· Ἐντεῦθεν αὖθις ἑτέραν κινεῖ ἀπορίαν τοιαύτην, ὅτι πότερον ἡ ἀρχὴ καθόλου ἐστὶν ἢ καθ’ ἕκαστα. φαμὲν δὴ ἡμεῖς ὅτι ἡ πρωτίστη ἀρχὴ οὔτε καθ’ ἕκαστά ἐστιν οὔτε δὲ καθόλου. τὸ γὰρ καθ’ ἕκαστα ἐν ὕλῃ ἔχει τὸ εἷναι· ἄτομον γὰρ γίνεται τεμνόμενον ὑπὸ τῆς ὕλης· τὸ δὲ τοιοῦτο ἔνυλον εἶδός ἐστιν· ἡ δὲ πρώτη ἀρχὴ ἄυλος, εἴ γε παρακτική ἐστι τῆς ὕλης. ἀλλ’ οὐδὲ καθόλου ἐστὶν ἡ πρώτη ἀρχή· τὰ γὰρ καθόλου ἢ ἐν τῇ φύσει θεωρεῖται ἤγουν ἐν τῇ ψυχῇ. ἔχει γὰρ ἡ ψυχὴ τοὺς λόγους ἐν ἑαυτῇ τῶν πραγμάτων γνωστικούς, ἡ δὲ φύσις δημιουργικούς· ὁ δὲ θεός ἐστιν ὁ ἐνσπείρων ἐν ταῖς ψυχαῖς καὶ τῇ φύσει τοὺς λόγους τούτους τοὺς καθόλου· ὥστε καὶ ὑπὲρ τὸ καθόλου ἐστί, καὶ οὐδὲν δυνάμει ἐστὶ παρ’ αὐτῷ, ἀλλὰ ἐνέργεια ἄνευ δυνάμεως ἐπὶ τοῦ νοῦ, ἡ δὲ πρωτίστη ἀρχὴ καὶ ὑπὲρ ἐνέργειάν ἐστιν. p. 996a11 Ἔται δὲ πότερον ἄλλως ἢ κατὰ κίνησιν. Ἡ πρωτίστη ἀρχὴ ἀρά γε ἀκίνητος ὑπάρχει ἢ κινουμένη; καὶ λέ- γομεν ὅτι τὰ μὲν νοητὰ ἀκίνητα ὑπάρχουσι, τὰ δὲ αἰσθητὰ κινούμενα, τουτέστι τὰ οὐράνια. πρὸς δὲ τούτοις ἄξιόν ἐστιν ἀπορῆσαι πότερον οἱ ἀριθμοὶ καὶ τὰ μήκη καὶ τὰ σχήματα καὶ αἱ στιγμαὶ οὐσίαι τινές εἰσιν ἢ οὔ. οὐ λέγει δὲ τοῦτο ὅτι ἄξιον ἀπορίας, πότερον ταῦτα τῶν ὄντων ἐστὶν ἢ οὔ· ὡμολόγηται γὰρ ὅτι τῶν ὄντων ὑπάρχουσιν· ἀλλὰ ἀπορεῖ ὅτι τὰ ἐν τῇ φαντασίᾳ περὶ ἀριθμῶν καὶ στιγμῶν καὶ τῶν ἄλλων τῶν εἰρημένων ἀρά γε οὐσία ὑπάρχει ἢ οὔ. καὶ φαμὲν ὅτι τὰ μὲν αἰσθητὰ πάντα οὐσίαι ὑπάρχουσι, τὰ μέντοι γε ἐν τῇ φαντασίᾳ οὐχ ὑπάρχουσιν οὐσίαι. καὶ εἰ ὑπάρχουσι, φησίν, οὐσίαι, ἄξιον ἀπορῆσαι πότερον κεχωρισμέναι τῶν αἰσθητῶν ἢ οὔ, ἀλλ’ ἐν τούτοις εἰσί. περὶ τούτων οὖν ἁπάντων οὐ μόνον χαλεπόν ἐστι τὸ εὐπορῆσαι λύσεως καὶ ἀληθείας, ἀλλ’ οὐδὲ τὸ ἀπορῆσαι καλῶς περὶ αὐτῶν εὐχερὲς ὑπάρχει. p. 996a18 Πρῶτον μὲν οὖν περὶ ὧν πρῶτον εἴπομεν, πότερον μιᾶς ἢ πλειόνων ἐστὶν ἐπιστημῶν. Ἐκθέμενος τὰς ἀπορίας διὰ τῶν προλαβόντων τὰς περὶ τῆς πρώτης φιλοσοφίας ἐντεῦθεν πειρᾶται ἐφ’ ἑκάτερα ἐπιχειρεῖν καὶ ἀνασκευάζειν αὐτὰς καὶ κατασκευάζειν διὰ τὸ γυμνάσαι τὴν διάνοιαν. δεῖ δὲ ἡμὰς τὰ μὲν ἀληθῶς λεγόμενα ὑπ’ αὐτοῦ κρατῦναι, τὰ δὲ γυμνασίας χάριν διελέγξαι. χρὴ δὲ καὶ τοῦτο ἐπισημήνασθαι, ὅτι οὐ κατὰ τὴν αὐτὴν τάξιν, καθ’ ἣν ἐξέθετο τὰς ἀπορίας, καὶ τὴν ἐπιχείρησιν ποιεῖται τὴν ἐφ’ ἑκάτερα, ἀλλὰ πολλάκις τὴν τρίτην ἀπορίαν τετάρτην τάττει καὶ τὴν τετάρτην, εἰ τύχοι, δευτέραν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἦν δὲ ἡ πρώτη ἀπορία τοιαύτη ὅτι ἆρά γε τῶν ἀρχῶν πλείους ἐπιστῆμαι ὑπάρχουσιν ἢ μία; δείκνυσιν οὖν ἐντεῦθεν ὅτι καὶ πλείους καὶ μία· πρότερον δὲ ὅτι πλείους δείκνυσι τοῦτον τὸν τρόπον. φησὶν ὅτι αἱ ἀρχαὶ οὐχ ὑπάρχουσιν ἐναντίαι, καθὸ ἀρχαί, καὶ μάλιστα αἱ πρώτισται, οἷον τὸ ποιητικὸν τὸ τελικόν, τὸ εἰδικὸν τὸ ὑλικόν. αἱ οὖν ἀρχαὶ οὐχ ὑπάρχουσιν ἐναντίαι; ἡ δὲ μία ἐπιστήμη τῶν ἐναντίων ἐστί· τῶν ἄρα ἀρχῶν οὐκ ἔστι μία ἐπιστήμη, ἐπειδὴ οὐδὲ ἐναντίαι ὑπάρχουσιν ἀρχαί. πῶς γὰρ δύναται τὸ ποιητικὸν τῷ τελικῷ εἶναι ἐναντίον, εἴ γε καὶ παράγει αὐτό. ἡ τὸ εἰδικὸν τῷ τελικῷ, εἴ γε καὶ συντρέχει αὐτῷ ; οὕτως τοίνυν δείκνυσιν ἁ Ἀριστοτέλης ὅτι πλείους ἐπιστῆμαι ὑπάρχουσι τῶν ἀρχῶν καὶ οὐ μία. φαμὲν δὲ ἡμεῖς συνηγοροῦντες τῇ ἀληθείᾳ κατὰ τὰ ἐπηγγελμένα, ‘ὅτι ὁ παραλογισμὸς γέγονε παρὰ τὴν μείζονα πρότασιν· τῶν μὲν γὰρ ἐναντίων ὁμολογουμένως μία ἐστὶν ἐπιστήμη, οὐκέτι δὲ τῶν μὴ ἐναντίων οὐκ ἔστι μία ἐπιστήμη· ἐπί τινων γὰρ καὶ τῶν μὴ ἐναντίων μία ἐστιν ἐπιστήμη. οἶδε γὰρ ὁ γεωμέτρης ἐπιστημονι- κῶς ὅτι αἱ τρεῖς γωνίαι τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσιν, καὶ ὅμως τῷ τοιούτῳ οὐδέν ἐστιν ἐναντίον· ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων πολλῶν. πάλιν τοίνυν καὶ ἐξ ἄλλου λόγου πειρᾶται δεικνύναι ὅτι τῶν ἀρχῶν πλείους ὑπάρχουσιν ἐπιστῆμαι καὶ οὐ μία, φάσκων οὕτως ὅτι πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι αἱ ἀρχαί, οἷον τοῖς ἀκινήτοις· οὔτε γὰρ τὸ ποιητικὸν αἴτιον θεωρεῖται ἐπ’ αὐτῶν οὔτε δὲ τὸ τελικόν. καὶ εἰκότως· τὸ μὲν <γὰρ> ποιητικὸν θεωρεῖται ἐπὶ τῶν γινομένων, τὰ δὲ γινόμενα ἐν κινήσει ὑπάρχουσι· διὸ τὴν φύσιν ποιητικὸν αἴτιον οὖσάν φαμεν εἶναι ἀρχὴν κινήσεως καὶ ἠρεμίας. τὰ οὖν ἀκίνητα παντελῶς οὐ γίνονται· διὸ ἐπὶ τῶν μαθημάτων οὔτε ποιητικὸν αἴτιον θεωρεῖται οὔτε δὲ τελικόν. ποῖον γάρ ἐστι ποιητικὸν αἴτιον τοῦ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ἢ ὅτι τῶν ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσιν, ἢ ποῖον τέλος; ὁ γὰρ μαθηματικὸς ᾗ μαθηματικὸς τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν ἀποδείκνυσι· καθ’ αὑτὸ γὰρ ὑπάρχει τῷ τριγώνῳ, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. διὸ καὶ ὁ Πλατῶν ἐν τῇ Πολιτεία οὔ φησι τὰ μαθήματα κυρίως εἶναι ἐπιστήμας, ἐπειδὴ καὶ τὰς ἀρχὰς ἀποδεικτὰς οὔσας ὁμολογουμένως λαμβάνουσιν, οἷον ὅτι τὸ σημεῖον ἀμερές, καὶ τὰ ἄλλα ὅσα προλαμβάνουσιν ὡς ὁμολογούμενα. ὥστε οὐχ ὁρᾷ πρὸς τέλος τι ὁ μαθη- ματικὸς καθὸ μαθηματικός. καὶ διὰ ταῦτα Ἀρίστιππος ὁ σοφιστὴς προεπηλάκιζε τὰ μαθήματα, ὡς δῆθεν τῆς ὀψοποιίας ἐχούσης τέλος, τῶν δὲ μαθημάτων μὴ ἐχόντων τέλος. ἔλεγε γὰρ ὅτι πᾶσαι αἱ ἄλλαι τέχναι καὶ αἱ βάναυσοι ἀγαθοῦ τινος ἕνεκα ποιοῦσιν ἃ ποιοῦσιν, ἰατρικὴ ὑγείας, ῥητορικὴ τοὐ εὖ λέγειν, σκυτοτομικὴ τοῦ περισώζεσθαι τὸ σῶμα καὶ ὀψοποιική, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. εἰ οὖν καὶ ἡ πρώτη φιλοσοφία ἀκίνητός ἐστι καὶ περὶ ἀκίνητα καταγίνεται, φανερὸν ὡς ὅτι οὐχ ἕξει οὔτε ποιητικὸν αἴτιον οὔτε δὲ τελικόν. εἰ γὰρ τὰ ἀκίνητα καὶ νοητὰ παντελῶς, φησίν, οὐ γίνονται ἀλλ’ ἀεί εἰσι, δῆλον ὅτι οὐκ ἔστιν ἐκεῖσε ποιητικὸν αἴτιον· ὡς γὰρ εἴρηται, τὸ ποιητικὸν αἴτιον ἐπὶ τῶν γινομένων θεωρεῖται. ἀλλ’ οὐδὲ τελικὸν αἴτιον. τὸ γὰρ τέλος ἀγαθοῦ ἕνεκα γίνεται, οἷον ἡ ἰατρεία ἕνεκεν τοῦ ἀγαθοῦ γίνεται, τουτέστι τῆς ὑγείας, τὸ δὲ ἀγαθὸν ἐν πράξει θεωρεῖται· πᾶσαι δὲ αἱ πράξεις μετὰ κινήσεως ὑπάρχουσιν. ὥστε οὐδὲ τελικὸν αἴτιον θεωρεῖται. εἰ τοίνυν ἡ πρώτη φιλοσοφία οὐκ . ἔχει οὔτε ποιητικὸν αἴτιον οὔτε δὲ τελικόν πῶς γὰρ δυνατὸν ἔχειν αὐτὴν τὰ μὴ ὄντα;) φανερὸν ὅτι ἄλλη ἐπιστήμη καταγίνεται περὶ τὸ ποιητικὸν αἴτιον καὶ τὸ τελικόν· οὔτε γὰρ παντελῶς ἀνῄρηται ἡ τούτων φύσις ἐκ τῶν ὄντων. ὥστε πᾶσά ἐστιν ἀνάγκη πλείους ἐπιστήμας καταγίνεσθαι περὶ τὰς ἀρχάς, οἷον, εἰ τύχοι, τὴν μὲν σοφίαν περὶ τὸ εἰδικόν, ἄλλας δὲ περὶ τὸ ποιητικὸν καὶ τὸ τελικόν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης γυμναστιἐπὶ κῶς προερχόμενος· ἡμεῖς δέ φαμεν ὅτι καὶ ἐπὶ τῶν μαθημάτων θεωρεῖται τὸ τελικὸν αἴτιον. τῷ γὰρ ὄντι ὁ μαθηματικός, καθὸ μαθηματικὸς ὑπάρχει, οὐκ ἐπισκοπεῖ τὸ τελικὸν αἴτιον, ἀλλ’ ὡς εἴρηται τὰ καθ’ αὑτὸ ὑπάρχοντα· ὁ μέντοι γε πρῶιος φιλόσοφος καὶ τοῦτο ἐπισκοπεῖ. διό φησιν ὁ Πλωτῖντος ‘δοτέον τοῖς νέοις τὰ μαθήματα πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως᾿· ὥστε πάνυ ἡμῖν συμβάλλονται πρὸς τὸ ἐθίζεσθαι ἀφαντασιάστως ἐνεργεῖν, ὅπερ ἐστὶ κεφάλαιον τῶν ἀγαθῶν. ἄλλως τε δή, ὥς φησι καὶ ὁ Πλάτων, ὅτι ὁ κύκλος συμβολικῶς λαμβάνεται εἰς τὸν νοῦν. διὰ τί γάρ, φησί, κύκλῳ κινεῖται ὁ οὐρανός; ὅτι νοῦν μιμεῖται. ὥσπερ οὖν ὁ κύκλος πρὸς ἑαυτὸν ἐπέστραπται, οὕτως καὶ ὁ νοῦς †πρὸς ἑαυτὸν καὶ τὰ νοητὰ ἐπεστραμμένος πρὸς ἑαυτόν· διὸ οὐ δεῖται τῶν ἔξωθεν ὥσπερ ἡ αἴσθησις, καθάπερ εἴρηται ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ. πάλιν ἡ εὐθεῖα συμβο- λικῶς λαμβάνεται εἰς τὴν ψυχήν, διὰ τὸ ποθέν ποι συλλογίζεσθαι αὐτὴν καὶ ὁδεύειν ἀπὸ προτάσεως ἐπὶ συμπέρασμα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. ἰστέον δὲ ὅτι καὶ ἐν ταῖς ἀρχαῖς ταῖς πρωτίσταις ἐστὶ καὶ ποιητικὸν αἴτιον, ἔστι δὲ καὶ τελικόν. ὅτι μὲν γάρ ἐστι ποιητικὸν αἴτιον φανερὸν ἐντεῦθεν ἐξῃρημένον · εἰ γὰρ ὑποθώμεθα πολλὰ αἴτια, ἄδηλον ποία ἐστὶν αὐτῶν ἀρχή, εἴ γε πάντα ὁμότιμα ὑπάρχουσι. δεῖ οὗν τὸ ἓν ἐξῃρῆσθαι τὸ κατ’ οὐσίαν πάντων, ἵνα καὶ οὕτως γένοιτο προαγωγὸν τῶν ἄλλων. ἔπειτα δὲ πολλὰ πρῶτα εἶναι οὐ δύναται · διό φησιν “οὐκ ἀγαθὸν πολυκοιρανίη ”. ποιητικὸν οὖν ἐστιν αἴτιον οὐχ ὡς γινομένων τῶν ἀκινήτων ἀλλ’ ὡς ὄντων. πάλιν δὲ καὶ τελικόν ἐστιν αἴτιον, εἴ γε πάντα ἐπέστραπται πρὸς αὐτὸ ὡς μετέχοντα τῆς αὐτοῦ ἀγαθότητος, καὶ ἐκεῖθεν προελθόντα καὶ ἔχοντα τὴν ὑπόστασιν. καὶ ἔστι τὸ αὐτὸ καὶ τελικὸν καὶ ποιητικόν, ἀλλ’ ὡς μὲν προαγωγὸν ποιητικόν; ὡς δὲ ἐπιστρέφον καὶ καλοῦν πρὸς ἑαυτὸ τελικόν· ὥστε τῷ μὲν ἀριθμῷ ἡ ταὐτότης ἐστὶν ἐπὶ τοῦ πρώ- του τῷ π· οιητικῷ καὶ τῷ τελικῷ, τῇ δὲ σχέσει διαφέρει. ἄλλως τε δὴ ἐπὶ τῶν πράξεων τὸ μερικὸν ἀγαθὸν θεωρεῖται, οἷον ἡ ὑγεία Σωκράτους ἤ τι ἄλλο τοιοῦτο· ἐπὶ δὲ τοὺ πρώτου τὸ καθόλου ἀγαθὸν θεωρεῖται τὸ πάντα ἀγαθῦνον καὶ περιέχον. διὸ καὶ πάντα ἐπέστραπται πρὸς αὐτό, ἅτε δὴ ἀγαθυνόμενα ὑπ’ αὐτοῦ, καὶ τὸ τέλειον ἑκάστου ἕνεκα τοῦ τυχεῖν τοῦ τέλους ἐκείνου ὑπάρχει. p. 996a18 Πρῶτον μὲν οὖν περιιὼν πρῶτον εἴπομεν. Δεῖ ἡμᾶς, φησί, πρότερον ἐξετάσαι περὶ ὧν πρότερον ἠπορήσαμεν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων τὸ γινώσκειν πάσας τὰς ἀρχάς. μιᾶς μὲν γὰρ ἐπιστήμης οὐκ ἔστι τοῦτο ἑλεῖν, ἐπειδὴ οὐχ ὑπάρχουσιν προέρχεται τοῦτον τὸν τρόπον. ὧν διαφερόντων ὄντων] κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις· τὰ δὲ αἴτια οὐκ ἔστιν ἐναντία ἀλλήλοις· οὐκ ἄρα ἡ αὐτὴ ἐπιστήμη τῶν διαφερόντων κατ’ εἶδος αἰτίων. ἔστι μὲν οὖν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι, ὅσον ἐπὶ τῷ τρόπῳ ὑγιής τε καὶ συλλογιστικός, ἔχει δὲ τὴν μείζονα πρότασιν οὐκ ἀληθῆ· οὐ γὰρ ἀληθὲς τὸ ὧν διαφερόντων κατ’ εἶδος ἡ αὐτὴ ἐπιστήμη, ταῦτα ἐναντία ἀλλήλοις, ἀλλ’ ἔστιν ὑγιὲς ὅτι τῶν ἐναντίων ἡ αὐτή ἐστιν ἐπιστήμη. p. 996’121 Ἔτι δὲ πολλοῖς ὄντων οὐχ ὑπάρχουσι πᾶσαι. Ἐντεῦθεν ἕτερον λόγον ἐπιφέρει, δι’ οὗ δείκνυσιν ὅτι τῶν ἀρχῶν οὐ μία ἐστὶν ἐπιστήμη ἀλλὰ πολλαί. καί φησιν οὕτως, ὅτι πολλοῖς τῶν ὄντων οὐχ ὑπάρχουσι πᾶσαι αἱ ἀρχαί· τὰ γὰρ ἀκίνητα τῶν ὄντων οὐ δεῖται κινητικῆς αἰτίας. ἀκίνητα δὲ λέγει τὰ ἀγένητα καὶ ἄφθαρτα, φησί, κινήσεως δὲ ἀρχὴν λέγει τὸ ποιητικὸν αἴτιον. ἐν δὲ τοῖς ἀκινήτοις τίθησι καὶ τὰ μαθηματικά· ἐν γὰρ τούτοις οὔτε τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως ἐστι, τοῦτο δέ ἐστι τὸ ποιητικόν· πῶς γὰρ ἂν ἐν τοῖς ἀκινήτοις καὶ ἀγενήτοις αἴτιον ποιητικὸν καὶ κινητικόν; ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἔστι τὸ ποιητικόν αἴτιον. ἀλλ’ οὐδὲ τὸ τελικόν. καὶ τοῦτο ἐδήλωσεν εἰπὼν ἢ τὴν τοῦ ἀγαθοῦ φύσιν πῶς δυνατὸν εἶναι ἐν τοῖς ἀκινήτοις, εἴπερ πᾶν, ὃ ἂν ὑπάρχῃ ἀγαθὸν καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, φύσιν, διὰ γὰρ τὸ ἀγαθὸν πάντα τὰ ἄλλα γίνονται, οἷον φλεβοτομία διὰ τὴν ὑγείαν ἀγαθὸν δὲ ἡ ὑγεία) ναυτικὴ διὰ τὸ τρέφεσθαι ἀγαθὸν δὲ τὸ τρέφεσθαι), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων· ὥστε τὸ ὡς ἀγαθὸν αἴτιόν ἐστι τὸ οὗ χάριν τἆλλα γίνονται, αὐτὸ δὲ οὐδενός· τὸ δὲ τοιοῦτο τέλος ἀλλὰ μὴν τὸ τέλος καὶ <τὸ> τινὸς χάριν τὰ πρὸ τοῦ τέλους ποιεῖν ἐν πράξεσίν ἐστι καὶ ἐν ταῖς. ποιητικαῖς καὶ πρακτικαῖς τῶν ἐπιστημῶν· ἐν οἷς δὲ ποίησις καὶ πρᾶξις, καὶ κίνησις ὑπάρχει, ὥστε ἐν τοῖς ἀκινήτοις οὐκ ἂν εἴη οὐδὲ αὐτὴ ἡ αἰτία ἡ τελική, ἥτις ἐστὶ τὸ ἀγαθὸν τὸ τῇ αὑτοῦ φύσει καὶ ἁπλῶς. τοῦτο γὰρ λέγοι ἄν διὰ τοῦ καθ’ αὑτὸ καὶ διὰ τὴν αὑτοῦ φύσιν, ὃ καὶ αὐτοαγαθὸν εἶπε. διὸ καὶ ἐν τοῖς μαθήμασιν οὐδὲν δείκνυται διὰ ταύτης αἰτίας, τουτέστι τῆς τελικῆς, οὐδέ ἐστιν ἀπόδειξις οὐδὲ μία διότι βέλτιον ἢ χεῖρον, ἀλλ’ οὐδὲ τὸ παράπαν οὐδεὶς οὐδενὸς μέμνηται τῶν τοιούτων. . ποῖον· γὰρ τέλος τὸ λέγειν ὅτι αἱ τρεῖς γωνίαι τοῦ τριγώνου· δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσι; καὶ διὰ τοῦτο Ἀρίστιππος ὁ σοφιστὴς προε- πηλάκιζεν, ὥς φησιν αὐτός, τὰ μαθήματα· ἐν μὲν γὰρ ταῖς ἄλλαις τέχναις ταῖς λογικαῖς καὶ ταῖς βαναύσοις, τουτέστι ταῖς ἀλόγοις, ἐν τεκτονικῇ φημι καὶ σκυτικῇ, ἔστι τέλος εὑρεῖν, οἷον ἐν ἰατρικῇ ὑγείαν, ἐν τεκτονικῇ οἶκον ἤ τι ἄλλο τοιο. ῦτο, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· τὰς δὲ μαθηματικὰς μηδὲν ἔχειν τι αἴτιον τοιοῦτο μηδὲ ποιεῖσθαί τινα· λόγον περὶ ἀγαθῶν καὶ κακῶν· ὥστε καταδεεστέραν αὐτὴν εἶναι τῶν ἄλλων ἐπιστημῶν ἤγουν τέχνων· p. 996b1 Ἀλλὰ μὴν εἴ γε πλείους ἐπιστῆμαι αἰτίων. Ἐντεῦθεν τῷ ὄντι μαρτυρεῖ καὶ συνηγορεῖ τῇ ἀληθείᾳ δεικνὺς ὅτι μία καὶ μόνη ἐπιστήμη ἐστὶ τῶν ἀρχῶν καὶ οὐ πολλαί. δείκνυσι δὲ τοῦτον τὸν τρόπον, λέγων οὕτως, ὅτι εἰ ὑποθώμεθα πλείους ἐπιστήμας τῶν ἀρχῶν καὶ ἔστιν ἑτέρα ἐπιστήμη ἑτέρας ἀρχῆς, οἷον ἄλλη μὲν τοῦ ποιητικοῦ αἰτίου, ἄλλη δὲ τοῦ τελικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως, ἄδηλον ποία ἐστὶν ἡ σοφία, ἆρά γε ἡ εἰδυῖα τὸ τελικὸν αἴτιον ἢ ἡ εἰδυῖα τὸ ποιητικὸν ἤγουν τῶν ἄλλων τι αἰτίων, ὅπερ ἐστὶν ἄτοπον, καὶ τίς μάλιστά ἐστιν ἐπιστήμων, ὁ εἰδὼς τὸ ποιητικὸν αἴτιον ἢ ὁ εἰδὼς τὸ τελικὸν ἤγουν τῶν ἄλλων <τι> αἰτίων. ἄλλως τε δὴ δυνατόν ἐστι συντρέχειν ἅμα πάντα τὰ αἴτια, ὥστε ἐξ ἀνάγκης γινώσκειν τὸν αὐτὸν πάντα τὰ αἴτια, οἷον ὡς ἐπὶ οἴκου· ἔστι γὰρ καὶ τὸ ὑλικὸν αἴτιον τὰ πηλὰ καὶ οἱ λίθοι, καὶ τὸ εἰδικὸν αὐτὸς ὁ οἶκος, καὶ τὸ τελικὸν τὸ εἶναι σκέπασμα κωλυτικὸν ὄμβρου καὶ φθοράς, καὶ τὸ ποιητικὸν ὁ οἰκοδόμος· · καὶ πᾶσά ἐστιν ἀνάγκη εἰδέναι πάντα τὰ αἴτια, ἐπεὶ οὐκέτι ὁ · τοιοῦτος ἐπιστήμων ὑπάρχει ἑνὸς τῶν αἰτίων ἀγνοου- μένου, εἴ γε δεῖ συντρέχειν τὰ τέσσαρα αἴτια. ἄλλως τε δὴ τὸ τελικὸν καὶ τὸ εἰδικὸν συντρέχουσι καὶ τῷ ἀριθμῷ· τὰ αὐτὰ ὑπάρχουσι, τῇ δὲ σχέσει διαφέρουσιν· εἰδικὸν μὲν γάρ ἐστιν ὡς πρὸς τὸ ὑποκείμενον, τελικὸν δὲ ὡς πρὸς τὸ ποιητικὸν αἴτιον, οἷον τὸ ζῷον λογικὸν θνητὸν ὡς μὲν πρὸς τὸν Σωκράτη τὸ ὑποκείμενον εἰδικόν ἐστιν αἴτιον, ὡς δὲ πρὸς τὴν φύσιν τελικόν· τοῦτο γὰρ τέλος τῆς φύσεως τὸ παραγαγεῖν τὸν Σωκράτη τοιοῦτον. τὸ δὲ ποιητικὸν τῷ τελικῷ κατ’ εἶδός ἐστι τὸ αὐτό, ἐξήλλακται δὲ κὰτ ἀριθμόν· ἀριθμόν· γὰρ ὁ Σωφρονίσκος τοῦ Σωκράτους κατ’ ἀριθμόν, κατὰ μέντοι γε τὸ εἶδος ὁ αὐτὸς ὑπάρχει· αἴτιον δέ φημι τὸ προσεχές. ἀπορεῖ οὖν, ὡς εἴρηται, τίνα μάλιστα τοῦ πράγματος τοῦ ζητουμένου ἐπιστήμονα τῶν ἐχόντων πάντα τὰ αἴτια ἡγεῖσθαι χρή· ἐνδέχεται γὰρ τῷ αὐτῷ πάντας τοὺς τρόπους τῶν αἰτίων ὑπάρχειν. κατὰ ποίου οὖν αἰτίου γνῶσιν καὶ ὁ ποῖον εἰδὼς τούτων τῶν αἰτίων ἔσται τοῦ πράγματος τοῦ προκειμένου ἐπιστήμων; εἰ γὰρ ἄλλης αἰτίᾳς ἄλλη ἐπιστήμη γνωστική, ἐν οἷς πράγμασι τὰ τέσσαρά ἐστιν αἴτια, τούτων τῶν πραγμάτων ὁ ποῖον τῶν τεσσάρων αἰτίων εἰδὼς ἐπιστήμων ἔσται τούτων; ὅπερ ἀδύνατον, διότι ἐπί τινων ἀδύνατον, μᾶλλον δὲ ἐπὶ πάντων, εἶναι ἐπιστήμονα τὸν μὴ γινώσκοντα τὰ τέσσαρα αἴτια. ἄλλως τε δή, ὡς ὁ λόγος ἔδειξε, συντρέχει τὸ εἰδικὸν τῷ τελικῷ καὶ ταὐτόν ἐστι τῷ ἀριθμῷ, καὶ μάλιστα ἐπὶ τῶν πρώτων καὶ τῶν φυσικῶν· ὥστε ὁ εἰδὼς τὸ εἰδικὸν ἐξ ἀνάγκης εἴσεται καὶ τὸ τελικὸν καὶ τὸ ποιητικόν. εἰ τοίνυν· ὑπόκειται εἰδυῖα ἡ σοφία τὸ εἰδικόν, ἐξ ἀνάγκης εἴσεται καὶ τὰς ἄλλας· ἀδύνατον γὰρ εἶναι ἐπιστήμονα ἄνευ πάντων τῶν αἰτίων, ὡς ἐπὶ τοῦ οἴκου ὁ λόγος ἔδειξε. μάλιστα δὲ ταῦτα συντρέχει ἐπὶ του πρώτου. p. 996b8 Ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων. Ἐντεῦθεν δείκνυσιν ὅτι ἕκαστον αἴτιον ἱκανόν ἐστι σοφίαν ἐμποιῆσαι γινωσκόμενον, ὡς εἴρηται αὐτῷ ἐν τῷ μείζονι Α. τοῦτ’ ἔστιν ὃ λέγει, ὅτι ἐκ μὲν οὖν τῶν πάλαι διωρισμένων ὲν τῷ μείζονι Α, τίνα χρή καλεῖν σοφίαν, ἔχει λόγον ἑκάστην τῶν ἐπιστημῶν σοφίαν προσαγορεύειν, καὶ τὴν εἰδυῖαν τὸ ποιητικὸν καὶ τὸ τελικὸν καὶ τὸ εἰδικόν. ἡ μὲν γὰρ ἀρχικωτάτη καὶ ἡγεμονικωτάτη, ᾗτινι ἀντειπεῖν τὰς ἄλλας ὥσπερ δούλας οὔσας δίκαιόν ἐστιν, ἡ τελική ἐστιν αἰτία καὶ τοῦ ἀγαθοῦ· ταῦτα γὰρ τὰ ἄλλα τοῦ ἀγαθοῦ ἕνεκα πράττονται, διότι πάντα ἐπέστραπται πρὸς τὸ ἀγαθόν. διό φησιν ὅτι καλῶς ἀπεφήναντο τὸ ἀγαθὸν οὗ πάντα ἐφίεται. διότι τὴν ὑγείαν τελικόν φαμεν αἴτιον, καὶ πάντα τὰ ἄλλα δι’ αὐτό γίνεται οἷον †ποιμεντάριοι ἔφεσις βοτανῶν διάφορα ὄργανα τρούλλα καὶ ὅσα ἄλλα τοιαῦτα ἕνεκα τοῦ ἰατροῦ παραλαμβάνεται. ἐπειδὴ αὐτὸς ἐργάζεται, φησί, τὸ τελικὸν αἴτιον, τουτέστι τὴν ὑγείαν. ὥστε ἀναγκαῖον εἰδέναι μά· λιστα πάντων τὸ τελικὸν αἴτιον, καὶ ἀδύνατον εἶναι ἐπιστήμονα τὸν μὴ εἰδότα τὸ τελικὸν αἴτιον. ἐφεξῆς δὲ δείκνυσιν ὅτι ἀναγκαῖον εἰδέναι καὶ τὸ εἰδικὸν αἴτιον. p. 996b13 Ἡ δὲ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ. Ἥτις, φησί, τῶν πρώτω καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη, τουτέστι τοῦ εἰδικοῦ αἰτίου. πολλαχῶς δυνατόν ἐστι γινώσκειν τὸ αὐτὸ καὶ καταφατικῶς καὶ ἀποφατικῶς· ἀποφατικῶς μέν, ὅταν εἴπω ῾σημεῖόν ἐστιν οὗ μέρος οὐδέν’, καταφατικῶς δὲ ῾εὐθειά ἐστιν ἧς τὰ πέρατα σημεῖα ὑπάρχουσιν. ἀκριβεστέρα τοίνυν καὶ ἀσφαλεστέρα ἐστὶν ἡ καταφατικὴ γνῶσίς τε καὶ ἐπιστήμη τῆς ἀποφατικῆς· αὐτῶν δὲ τούτων τῶν καταφατικῶν κυριωτέρα ἐστὶ γνῶσις ἡ τοῦ τί ἐστι, τουτέστιν ἡ τοῦ εἰδικοῦ· ἐρχόμενοι γὰρ εἰς ταύτην παυόμεθα τῆς ζητήσεως. οἷον διὰ τί μανθάνει ὅδε μουσικήν; ἵνα παιδευθῇ. διὰ τί δὲ ἵνα παιδευθῇ ; ἐπειδὴ λογικὸς ὑπάρχει. διὰ τί δὲ λογικός ἐστιν; ἐπειδὴ ἡ οὐσία αὐτοῦ τοιαύτη ὑπάρχει· καὶ ἐρχόμενοι εἰς τὸν ὁρισμὸν καὶ εἰς τὸ εἶδος ἀποπαυόμεθα τῆς ζητήσεως. ὥστε πᾶσά ἐστιν ἀνάγκη τὸν ἐπιστήμονα γινώσκειν καὶ τὸ εἰδικὸν αἴτιον. πάλιν διὰ τί παντὸς τριγώνου αἰ τρεῖς γωνίαι δυσὶν ὀρτὸν ὁρισμὸν τὸν λέγοντα, ὡς ἄν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιεῖ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν. ὥστε ἡ κυρία γνῶσις ἡ τοῦ ὁρισμοῦ ὑπάρχει καὶ τοῦ εἴδους, ἀλλ’ οὐ τοῦ ποσοῦ ἢ τοῦ ποιοῦ, ἤγουν τοῦ ποιεῖν ἢ πάσχειν, διότι τὰ τοιαῦτα παρακολουθοῦσιν. ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις ἅπασι τὸ εἰδέναι ἕκαστον καὶ ὧν ἀποδείξεις ὑπάρχουσι, τότε οἰόμεθα ὑπάρχειν, ὅταν γνῶμεν τὸ τί ἐστι, τουτέστι τὸ εἰδικὸν αἴτιον· οἷον τί ἐστι τὸ τετραγωνίζειν, ὅτι μέσης εὕρεσις. ζητοῦμεν γὰρ δύο δοθεισῶν εὐθειῶν μέσην ἀνάλογον προσευρεῖν. λαμβάνω μίαν πλευρὰν δ καὶ μίαν θ· ἡ οὖν μέση ἐστὶν ἡ ἔχουσα ς· ὁ γὰρ θ τοῦ ξ ἡμιόλιος καὶ ὁ ξ τοῦ δ. τὸ τετράγωνον οὖν τὸ γινόμενον ἐκ τοῦ πολυπλασιασφοῦ τοῦ δ πρὸς τὸν θ τετράκις τὰ ἐννέα, τριάκοντα ἕξ, τοῦτο γίνεται ἐκ τοῦ πολυπλασιάζεσθαι τὸν πρὸς ἑαυτόν· ἑξάκις γὰρ ἓξ τριάκοντα ἕξ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. p. 996b22 Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις. Φησὶν ὅτι καὶ περὶ τὰς γενέσεις τὰς ἄλλας καὶ τὰς πράξεις, καὶ καθόλου καὶ περὶ πᾶσαν μεταβολὴν τότε γινώσκομεν, ὅταν μάθωμεν τὴν ἀρχὴν τῆς κινήσεως, οἷον ὡς ἐπὶ ἰατρικῆς· φησὶ γὰρ ὁ ἰατρὸς ὅτι δεῖ ψῦξαι τοῦτον, ἐπειδὴ θερμὸς χυμὸς ἐνοχλεῖ τῷ μορίῳ, ἤγουν υγρᾶναι ἡ ξηρᾶναι. καὶ διὰ τί δεῖ ψῦξαι; ἐπειδὴ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. καταντήσαντες οὖν εἰς τὸν ὁρισμὸν παυόμεθα τῆς ζητήσεως. τοῦτο δὲ τὸ εἰδικὸν ἕτερόν ἐστι καὶ ἀντικείμενον τῷ τέλει, ἐπεὶ τὸ τέλος πράξεως ἐστι, τὸ δὲ εἶδος θεωρίας· ὡς πολλάκις δὲ μεμαθήκαμεν, ἡ ἀρχὴ τῆς θεωρίας γίνεται τέλος τῆς πράξεως, καὶ τὸ τέλος τῆς πράξεως ἀρχὴ τῆς θεωρίας. p. 996b24 Ὥστε ἄλλης ἄν δόξειεν ἐπιστήμης εἶναι. Ὁ Ἀλέξανδρος ῾οὐκ ἄλλης᾿ γράφει· φησὶ γὰρ · ὅτι εἰ ταῦτα οὕτως ἔχει, οὐκ ἄλλης ἄν δόξειεν εἶναι ἐπιστήμης τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ἀλλὰ μιᾶς καὶ τῆς αὐτῆς, ἐπειδὴ ἕκαστον αὐτῶν ἀναγκαῖόν ἐστι καὶ πρὸς τούτοις καὶ συνεζευγμένα ἀλλήλοις ὑπάρχουσι. κἄν μὴ γράφηται δὲ ‘οὐκ ἄλλης᾿, δυνατόν ἐστιν ἵστασθαι ὥστε ἄλλης ἂν δόξειεν ἐπιστήμης εἶναι τὸ θεωρῆσαι τῶν αἰτίων τούτων ἕκαστον, ὅπερ ἐστὶν ἄτοπον ἵνα ἔξωθεν ὑπακούσωμεν τὸ ὅπερ ἐστὶν ἄτοπον) διὰ τὰ εἰρημένα, ὅτι οὐ δυνατὸν πλείονας εἶναι ἐπιστήμας τῶν ἀρχῶν, ἀλλὰ μίαν, ὡς ὁ λόγος ἔδειξε. Tούτοις οὖν φησι προσχρώμενος ὡς ἔστι πως καθ’ ἕκαστον αἴτιον επιοῦσι δεικνύναι τὴν γνωστικὴν αὐτοῦ σοφίαν οὖσαν, ὅτι εἰκότως ἕκαστον αἴτιον γινώσκει ἡ σοφία. καθ’ ὅσον μὲν γὰρ ἡ σοφία ἡγεμονικωτάτη ἐστὶ καὶ ἀρχιτεκτονικωτάτη ἐπιστήμη, καὶ καθάπερ δέσποινα τῶν ἄλλων ἐπιστημῶν, ἡ τοῦ τέλους ἄν γνῶσις εἴη· τοῦτο γὰρ τὸ ἀγαθόν, καὶ τούτου χάριν τὰ ἄλλα· πρός γὰρ τὸ τέλος ὁρῶντες ἐπιτάσσουσιν ἃ δεῖ ποιεῖν. ἀρχικωτάτη οὖν καὶ τελειοτάτη καὶ ἀρίστη ἡ τοῦ ἀρίστου τῶν αἰτίων γνῶσις· τοιοῦτον δὲ οὗ χάριν τὰ ἄλλα. κατὰ μὲν οὖν τοῦτο δόξει ἡ σοφία εἶναι τοῦ τέλους γνωστική· καθὸ δὲ ἡ τῶν πρώτων αἰτίων καὶ τοῦ μάλιστα ἐπιστητοῦ διωρίσθη εἶναι, ἡ τῆς οὐσίας ἂν εἴη τοιαύτη. καθ’ ὅσον, φησί, πάλιν ἡ σοφία ἐλέχθη τῶν πρώτων αἰτίων εἶναι γνωστικὴ καὶ τῶν μάλιστα ἐπιστητῶν, κατὰ τοῦτο δόξει πάλιν ἡ τοὐ εἴδους καὶ τῆς τοιαύτης αἰτίας γνῶσις σοφία εἶναι. εἰπὼν δὲ πρῶτον περὶ τοῦ ὡς τέλους αἰτίου τοῦ ἐν τοῖς ***θεωρητοῖς. ὅτι δὲ τὸ εἶδος · μάλιστα γνωστόν, δείκνυσι διὰ τοῦ ἐπὶ πάντων τότε λέγεσθαι εἰδέναι τινά, ὅταν τὸ εἶδος εἰδείη τίς τινος καὶ τὴν τοιαύτην αἰτίαν. πολλαχῶς γὰρ ἐπισταμένων αὐτὸ μᾶλλον μὲν εἰδέναι φαμὲν τὸν τῷ εἶναι γνωρίζοντα τί τὸ πρᾶγμα ἢ τῷ μὴ εἶναι. δεικνὺς ὅτι ὁ τὴν κατ’ εἶδος αἰτίαν τοῦ ἐπιστητοῦ γνωρίζων μάλιστα οἶδεν αὐτό, λαμβάνει οὖν πρῶτον μὲν ὅτι μᾶλλον ἴσμεν τὸ προκείμενον, ὅταν ἐκ τῶν ὑπαρχόντων αὐτῷ γινώσκωμεν αὐτὸ ἢ ἐκ τῶν μὴ ὑπαρχόντων· γίνονται γὰρ διδασκαλίαι τινὲς καὶ λόγοι ἐξ ἀποφάσεως, ὥσπερ τὸ σημεῖον, ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐθέν· ἐκ γὰρ τοῦ μὴ ὑπάρχοντος αὐτῷ τὴν ἀπόδοσιν τοῦ λόγου ποιεῖται. ὁμοίως δὲ καὶ ὁ λέγων συμβεβηκὸς εἶναι ὃ μήτε ὅρος ἐστὶ μήτε γένος μήτε ἴδιον. ὁ δὲ λέγων ὃ δυνατὸν εἶναι καὶ μὴ εἶναι ἐκ τοῦ ὑπάρχοντος ὁρίζεται τὰ συμβεβηκότα. τῶν δὲ γινωσκόντων ἐκ τοῦ εἶναι μάλιστά φαμεν γινώσκειν τὸν γνωρίζοντα ἐκ τοῦ τί ἐστι· τὸ δὲ τί ἐστι τὸ εἶδος ὑπάρχει. ὥστε ὁ τὸ εἶδός τινος εἰδὼς μάλιστα οἶδεν αὐτό. εἰ τοίνυν ἡ τοῦ εἴδους καὶ <ταύτης> τῆς αἰτίας μάλιστά ἐστι γνῶσις καὶ ἐπιστήμη τοὐ πράγματος, ἡ δὲ μάλιστα ἐπιστήμη ἦν σοφία, εἴη ἂν κατὰ τοῦτον τὸν λόγον πάλιν σοφία ἡ τῆς κατὰ τὸ εἶδος αἰτίας ἐπιστήμη. ἔτι δὲ καὶ ἐν τοῖς ἄλλοις τὸ εἰδέναι ἕκαστον τότε οἰόμεθα ὑπάρχειν ὧν ἀποδείξεις εἰσίν, ὅταν εἰδῶμεν τὸ τί ἐστι. τὸ δὲ καὶ ἐν τοῖς ἄλλοις εἶπεν ὡς ἴσον τῷ ἐν πᾶσιν ὧν εἰσιν ἀποδείξεις. ὅτι δὲ ἡ τοῦ εἴδους γνῶσις μάλιστα γνῶσίς ἐστι τοῦ πράγματος, δείκνυσι διὰ τοῦ καὶ ἐν ταῖς ἀποδείξεσι τότε ἡμᾶς οἴεσθαι ἀπόδειξιν ἔχειν τοῦ προκειμένου, ὅταν γνῶμεν τὸν ὁρισμὸν καὶ τὸν λόγον τοῦ προκειμένου. ὅταν γὰρ τὸν ὁρισμὸν μάθωμεν τοῦ προκειμένου, καὶ διὰ τοῦ ὁρισμοῦ τὸ δεικνύμενόν τινι ὑπάρχειν δείξωμεν ὑπάρχειν αὐτῷ, τότε ἡγούγὰρ μεθα τὴν κυριωτάτην ἀπάδειξιν ἔχειν αὐτοῦ. οἷον τί ἐστι σελήνης ἔκλειψις τότε ἴσμεν, ὅταν μάθωμεν ὅτι ἀντίφραξις γῆς ἐστιν, ὅ ἐστιν ὁρισμὸς τῆς ἐκλείψεως. ὁμοίως καὶ ἐπὶ τοῦ τετραγωνισμοῦ. p. 996b22 Περὶ δὲ τὰς γενέσεις καὶ τὰς πράξεις. Δείξας ὅτι δύναται ἡ σοφία εἶναι κατὰ τὴν τοῦ εἰδικοῦ αἰτίου γνῶσιν, ὅτι καὶ κατὰ τὴν τοῦ ποιητικοῦ αἰτίου γνῶσιν δύναται ἡ σοφία εἶναι δεί- κνυσιν· ἐν γὰρ πᾶσι τοῖς γινομένοις καὶ πραττομένοις καὶ ὅλως μεταβάλλουσιν αἴτιον τῆς γνώσεως αὐτῶν ἡ τοῦ ποιητικοῦ αἰτίου γνῶσις, ὅπερ ἐστὶν ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τότε γὰρ ἴσμεν τὴν αἰτίαν τοῦ Τρωϊκοῦ πολέμου, ὅταν γνῶμεν τὴν τῆς Ἑλένης ἁρπαγήν, ὅπερ ἐστὶν ἀρχὴ καὶ f. 107v αἰτία τοῦ πολέμου, καὶ τότε ἴσμεν τὴν αἰτίαν τῆς μάχης, ὅταν τὴν λοιδορίαν γνῶμεν, ἥτις ἤρξατο τῆς μάχης. εἰπὼν δὲ περὶ τοῦ ποιητικοῦ αἰτίου ἐπήνεγκε τοῦτο δὲ ἕτερον καὶ ἀντικείμενον τῷ τέλει, κατὰ τοῦτο λέγων ἀντικεῖσθαι ταῦτα τὰ αἴτια, ὅτι τὸ μὲν προυπάρχει τοιοῦτον γὰρ τὸ ποιητικὸν αἴτιον), τὸ δὲ ὕστερον ἐπιγίνεται. ὥστε οὐκ ἔστιν ἄλλης ἐπιστήμης τὸ θεωρῆσαι περὶ τῶν αἰτίω εἰ μὴ μόνης τῆς σοφίας. p. 996b26 Ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν, πότερον μιᾶς ἐστιν ἐπιστήμης ἢ πλειόνων. Ὅπερ ζητεῖ διὰ τῶν νὺν λεγομένων παρ’ αὐτοῦ τοιοῦτόν ἐστιν. ζητεῖ, εἰ ἄρα μία ἐπιστήμη ἐστὶν ἡ γινώσκουσα τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν οὐσιῶν τῶν πραγμάτων, ἤγουν ἄλλη μὲν ἐπιστήμη γινώσκει τὰς οὐσίας τῶν πραγμάτων, ἄλλη δὲ τὰς ἀποδείξεις τὰς δεικνυούσας τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασιν. εἶτα λοιπὸν ἐφ’ ἑκάτερα ἐπιχειρεῖ κατὰ τὸ εἰωθὸς ἑαυτῷ ὁ φιλόσοφος, δεικνὺς ὅτι καὶ μία καὶ οὐ μία· καὶ πρότερον δείκνυσιν ὅτι οὐ μία. ἰστέον δὲ ὅτι μία ἐστὶν ἐπιστήμη. εἰ γὰρ ὑποθώμεθα ἄλλην μὲν ἐπιστήμην γινώσκειν τὰς οὐσίας τῶν πραγμάτων, ἄλλην δὲ τἀς ἀποδείξεις τὰς περὶ αὐτῶν, πρῶτον μὲν διαμαχήσονται πρὸς ἀλλήλας ἀμφότεραι αἱ ἐπιστῆμαι περὶ τῶν πρωτείων· τῷ ὄντι γὰρ ἄδηλόν ἐστι, ποία πρώτη ἐπιστήμη ὑπάρχει, ἆρά γε ἡ εἰδυῖα τὰς οὐσίας τῶν πραγμάτων ἤγουν ἡ τὰ ἀξιώματα καὶ τὰς ἀποδείξεις τἀς περὶ τῶν οὐσιῶν. ἄλλως τε δὴ εἰ ὑποθώμεθα τὰς μὲν οὐσίας εἰδέναι, τὰς δὲ ἀποδείξεις ἀγνοεῖν τὰς δεικνυούσας τὰ καθ’ αὑτὸ ὑπάρχοντα τοῖς πράγμασι, συμβήσεται ἀνεπιστημόνως τοὺς ἐπιστήμονας γινώσκειν τὰς οὐσίας τῶν πραγμάτων, ἀγνοοῦντας τὰ καθ’ αὑτὸ ὑπάρχοντα ταῖς οὐσίαις. πῶς δὲ δυνατόν ἐστι γινώσκειν τὰς οὐσίας ἀγνοοῦντα τὰ ὑπάρχοντα ταῖς οὐσίαις; εἰ δὲ πάλιν ὑποθώμεθα γινώσκειν μὲν τὰς ἀποδείξεις, ἀγνοεῖν δὲ τὰς οὐσίας τῶν πραγμάτων, ἔσται ἡ γνῶσις διὰ κενῆς ὑπάρχουσα. εἰ δὲ αὐταὶ καθ’ αὑτὰς αἱ ἀποδείξεις ἀνύπαρκτοι ὑπάρχουσιν ἄνευ τῶν οὐσιῶν περὶ ὧν διαὅταν λέγονται τὰ γὰρ καθ’ αὑτὰ συμβεβηκότα, ὧν εἰσιν αἱ ἀποδείξεις, τὴν ὕπαρξιν ἔχουσιν ἐν ταῖς οὐσίαις), πῶς οὖν δυνατόν ἐστιν εἰδέναι τὰς ἀποδείξεις τῶν πραγμάτων ἀγνοοῦντα τὰ πράγματα; p. 996b26 Ἀλλὰ μὴν καὶ περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν. Ἐνταῦθα οὐ. μνημονεύει τῆς οὐσίας ὡς ἀνωτέρω μνησθείς, καὶ ὑποκατιὼν δὲ μνημονεύει τῶν οὐσιῶν. φησὶν οὖν ὅτι ἔχεται ἀπορίας καὶ ἀμφισβητήσεως περὶ τῶν ἀποδεικτικῶν ἀρχῶν καὶ τῶν οὐσιῶν, πότερον μία ἐπιστήμη γινώσκει καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις τὰς περὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων τοῖς πράγμασιν, ἤγουν πλείονες ἐπιστῆμαι, οἷον ὅτι ἔστι ψυχὴ καὶ ὅτι ἀθάνατος καὶ ἀίδιος ὑπάρχει ἡ λογικὴ δηλονότι. λέγω δὴ ἀποδεικτικὰς ἀρχὰς τὰς κοινὰς ἐννοίας. καὶ παρατίθεται πρότερον ἀξίωμα τὸ τῆς ἀντιφάσεως, καί φησιν ὅτι ἀδύνατόν ἐστι τὴν ἀντίφασίν ποτε συναληθεύειν ἢ συμψεύδεσθαι· ὡς γὰρ πολλάκις εἴρηται, ἐπὶ πάντων τῶν ὄντων διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος. καὶ ὥς φ· ησιν ὁ Πλατῶν, ὡς ὅτι οὐδὲν τῶν ὄντων καυχήσεται ἐκφυγεῖν τὴν ἀντίφασιν. καὶ ταῦτα μὲν οἱ περὶ τὸν Ἀριστοτέλη· εἰδέναι μέντοι γε χρὴ ὅτι τῶν ἀδυνάτων ἐστί ποτε συναληθεῦσαι τὴν ἀντίφασιν, συμψεύσασθαι μέντοι γε αὐτὴν οὐκ ἔστιν ἀδύνατον· ἐπὶ γὰρ τοῦ πρώτου οὔτε ἡ κατάφασις ἔχει χώραν οὔτε δὲ ἡ ἀπόφασις, εἴ γε ὑπερβέβηκε καὶ τὸ ὂν καὶ πᾶσαν ἔννοιαν ἀνθρωπίνην καὶ ἁπλῶς εἰπεῖν νοερὰν ἐνέργειαν. κἄν γὰρ λέγῃ ὁ Πλατῶν ὅτι τί μέν ἐστιν οὐκ οἶδα, τί δὲ οὐκ ἔστιν οἶδα, <οὐκ> ἤδη καὶ περιλαμβάνει αὐτὸ ἡ ἀπόφασις, ἀλλὰ μόνον ἀναίρεσιν δηλοῖ τῆς καταλήψεως, οὐ μέντοι γε λαμβάνεται, ὡς εἴρηται· ὑπὲρ πᾶσαν γάρ ἐστιν ἔννοιαν. εἶτα πάλιν ἕτερον ἀξίωμα τὸ λέγον ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ὅτι οὐδὲν γίνεται, φησί, ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἐπεὶ οὕτως, φησί, ἔσται πρότερον ἐνεργείᾳ τὸ μηδαμῇ μηδαμῶς ὂν τοῦ ὄντος, καὶ οὕτω κρεῖττόν ἐστι τὸ ἀνύπαρκτον τῆς ὑπάρξεως. καὶ πάλιν ὅτι οὐδὲν μάτην οὔτε ὁ θεὸς οὔτε δὲ ἡ φύσις ποιεῖ, καὶ ὅσα ἄλλα τοιαῦτα ὑπάρχει ἀξιώματα. διὰ μέντοι γε τοῦ εἰπεῖν οἷον ὅτι ἀναγκαῖον ἢ φάναι ἢ ἀποφάναι ἐδήλωσεν ὅτι οὐ δυνατόν ἐστι συμψεύσασθαι τὴν ἀντίφασιν, διὰ δὲ πάλιν τοῦ εἰπεῖν ἢ καὶ ἀδύνατον ἅμα εἶναι καὶ μὴ εἶναι ἐδήλωσεν ὡς ὅτι οὐ δυνατόν ἐστι τὴν ἀντίφασιν ἅμα συναληθεύειν. ἆρα οὖν, φησί, μία ἐστὶν ἐπιστήμη τούτων τῶν ἀξιωμάτων καὶ τῆς οὐ· σίας, ἢ ἑτέρα μὲν ἐπιστήμη τῆς οὐσίας, ἑτέρα δὲ τῶν ἀξιωμάτων; εἰ δὲ μή ἐστι μία ἐπιστήμη ἀλλὰ πλείους, ποίαν δεῖ κυρίως προσαγορεύειν ἐπιστήμην, τὴν γινώσκουσαν τὰς ἀρχὰς ἀγνοοῦσαν δὲ τὰ ἀξιώματα, ἢ τὸ ἀνάπαλιν ; p. 996b33 Μιᾶς μὲν οὖν οὐκ εὔλογον εἷναι· τί γὰρ μᾶλλον γεω· μετριας. Ἐντεῦθεν ἄρχεται ἐπιχειρεῖν καὶ λέγειν ὅτι οὐ δυνατὸν εἶναι μίαν ἐπιστήμην τὴν γινώσκουσαν τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰ ἀξιώματα. αἱ γὰρ ἐπιστῆμαι κατὰ τὴν ἀπόδειξιν οὐ διαφέρουσιν ἀλλήλων· ὥσπερ γὰρ γεωμετρία ἀποδείκνυσιν, οὕτως καὶ ἀριθμητικὴ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. εἰ τοίνυν ὑποθώμεθα μίαν καὶ τὴν αὐτὴν ἐπιστήμην γινώσκειν καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀποδείξεις, ἐπειδὴ οὐ διαφέρουσιν ἀλλήλων αἱ ἐπιστῆμαι κατὰ τὰς ἀποδείξεις, συμβήσεται τὴν πρώτην ἐπιστήμην μὴ διαφέρειν τῶν ἄλλων ἐπιστημῶν τῶν κατὰ μέρος φημὶ δὴ γεωμετρίας καὶ ἀριθμητικῆς καὶ ὅσαι ἄλλαι τοιαῦται. εἰ οὖν ἐκεῖναι οὐκ ἴσασι τὰς οὐσίας τῶν πραγμάτων, φανερὸν ὅτι οὐδὲ ἡ πρώτη ἐπιστήμη οἶδε ἁ οὐσίας τῶν πραγμάτων. ἡ γὰρ γεωμετρία οἶδεν ὅτι τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ὅτι τὸ σημεῖον ἀμερές· οὐ μέντοι γε τὰς αἰτίας οἶδε καὶ τὴν οὐσίαν αὐτὴν τοῦ πράγματος· ὥστε οὐδὲ ἡ πρώτη ἐπιστήμη. καὶ οὕτως ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν λέγοντες ὅτι τὸ μὲν συνημμένον τοῦ· συλλογισμοῦ ἔρρωται, ἡ δὲ πρόσληψις οὐδαμῶς ὑγιῶς ἔχει· τὸ γὰρ λέγειν ὅτι αἱ ἀποδείξεις, καθὸ ἀποδείξεις ὑπάρχουσιν, οὐδὲν ἀλλήλων διαφέρουσι, καὶ ὅτι ἀποδείξεσι κέχρηνται καὶ αἱ κατὰ μέρος καὶ αἱ πρῶται οὐκ ἄτοπον· τὸ δὲ λέγειν ἀλλὰ μὴν ὅμοιαι διὰ τοῦτο᾿ πάνυ ἐστὶν ἄτοπον. ἡ μὲν γὰρ πρώτη ἐπιστήμη οἶδε καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰς ἀρχὰς τῶν ἀποδείξεων, τὰς μὲν οὐσίας δι᾿ ὁρισμῶν, τὰς δὲ ἀποδείξεις διὰ τῶν ἀρχῶν διὰ τὰς εἰρημένας αἰτίας ἐν τῇ θεωρίᾳ· αἱ μέντοι γε κατὰ μέρος ἐπιστῆμαι τὰς μὲν ἀποδείξεις ἴσασι, τὰς δὲ ἀρχὰς οὐκ ἴσασιν· ἀρκοῦνται γὰρ τῇ δόξῃ τῆς πρώτης φιλοσοφίας. τοῦτο οὖν ἐστιν ὃ λέγει ὁ Ἀριστοτέλης, ὅτι εἰ πᾶσαι ὁμοίως αἱ ἀποδεικτικαὶ ἐπιστῆμαι χρῶνται τοῖς ἀξιώμασι πρὸς τὰ οἰκεῖα ἀποδεικτά, καὶ μὴ πᾶσαι περὶ αὐτῶν λέγουσιν, οὐδὲ μία τις τῶν ὁμοίως αὐτοῖς χρωμένων ἐρεῖ περὶ αὐτῶν. ἀλλὰ μὴν τὸ πρῶτον· πᾶσαί τε γὰρ αὐτοῖς χρῶνται, ὥσπερ καὶ ἡ περὶ τὰς τῆς οὐσίας ἀρχάς τε καὶ αἰτίας οὖσα, καὶ οὐ λέγουσι πᾶσαι περὶ αὐτῶν· οὔτε γὰρ γεωμετρία περὶ αὐτῶν οὔτε μουσικὴ λέγει, καίτοι χρώμεναι αὐτοῖς. τὸ ἄρα δεύτερον. εἰρήκαμεν δὲ ὅτι ἡ πρόσληψις ἡμάρτηται· οὔτε γὰρ πᾶσαι ὁμοίως αὐτοῖς χρῶνται· ἡ γὰρ πρώτη καὶ τὰ ἀξιώματα οἶδε καὶ τὰς οὐσίας αὐτῶν· διὸ καὶ προϊὼν ἀποδείκνυσι τὴν ἀντίφασιν ἐν τῷ Γ. ἔστι καὶ οὕτως εἰπεῖν. εἰ ὁμοίως πᾶσαι αἱ ἐπιστῆμαι περὶ τὰ ἀξιώματα ἔχουσιν ὡς καὶ ἡ περὶ τὴν οὐσίαν, ἢ πᾶσαι περὶ αὐτῶν ἐροῦσιν ἢ οὐδὲ αὐτῆι ἀλλὰ μὴν ὁμοίως πᾶσαι ἔχουσι περὶ αὐτῶν ὡς αὐτή (πᾶσαι γὰρ αὐτοῖς ὁμοίως πρὸς τὰς τῶν οἰκείων ἀποδείξεις χρῶνται ὥσπερ καὶ αὐτή), καὶ οὐ πᾶσαι περὶ αὐτῶν λέγουσιν· ὥστε οὐδ᾿ ἄν ἡ περὶ τὰς οὐσίας λέγοι· εἰ δὲ τοῦτο, οὐχ ἡ αὐτὴ περί τε τῆς οὐσίας καὶ τῶν ἀξιωμάτων. ὡς γὰρ τῶν ἄλλων τῶν χρωμένων αὐτοῖς ὁμοίως ταύτῃ οὐκ ἔστιν οἰκεῖον τὸ περὶ αὐτῶν· λέγειν, οὕτως οὐδὲ ταύτης ἄν εἴη. ὥστε μιᾶς ἐπιστήμης οὐκ εὔλογον εἶναι τὸ γινώσκειν τὰς οὐσίας καὶ τὰ ἀξιώματα· ὁμοίως γὰρ ἐπαίει καὶ γινώσκει καὶ γεωμετρία καὶ αἱ ἄλλαι ἐπιστῆμαι, καθάπερ εἰρήκαμεν. εἴπερ οὖν ἅπασαι ὁμοίως χρώμεναι τοῖς ἀξιώμασιν ἀποδεικνύουσι τὰ ὑποβεβλημένα αὐταῖς πράγματα, γεωμετρία μὲν μεγέθη, ἀριθμητικὴ δὲ ἀριθμούς, οὐδὲ μία δὲ αὐτῶν γινώσκει τὰς οὐσίας καὶ τὰ ἀξιώματα, ὥσπερ οὖν ἐπὶ τῶν ἄλλων, οὕτως οὐδὲ τῆς γνωριζούσης τὰς οὐσίας, τουτέστι τῆς πρώτης ἐπιστήμης, ἰήιόν ἐστι τὸ γινώσκειν περὶ αὐτῶν τῶν ἀξιωμάτων. πρὸς τούτοις δὲ πῶς δυνατόν ἐστι γινώσκειν τὰ ἀξιώματα; χρεία γάρ ἐστιν ἄλλων ἀξιωμάτων πρὸς τὸ γνῶναι αὐτά· καὶ τοῦτο ἐπ᾿ ἄπειρον. καὶ ὅπερ φησὶν ἐν τῇ Ἀποδεικτικῇ, ὅτι εἰ πάντα ὑπάρχουσιν ἀποδεικτά, οὐδὲν ἔσται ἀποοεικτον. p. 997a3 Τί μὲν γὰρ ἕκαστον τούτων τυγχάνει ὄν καὶ νῦν γνωρίζομεν. Τί σημαίνει ἕκαστον τῶν ἀξιωμάτων φανερὸν ἡμῖν ὑπάρχει. ἐπιστάμεθα γὰρ ἢ δι᾿ ὁρισμῶν ἢ δι᾿ ἀποδείξεως. καὶ τῶν οὖν ἀξιωμάτων εἴπερ ἔστιν ἐπιστήμη, ἤτοι τοῦ τί ἐστιν <ἕκαστον> αὐτῶν ἔσται δεικτικὴ ἢ ἀποδεικτικὴ ἢ] περί τινος τῶν ὑπαρχόντων αὐτοῖς. ἀλλὰ τὸ μὲν τί ἐστιν ἕκαστον αὐτῶν γνώριμον πᾶσιν αὐτόθεν· χωρὶς γὰρ ἐπιστήμης γνώριμον τί σημαίνει τὸ κατὰ παντὸς <ἢ> ἡ κατάφασις ἤγουν ἡ ἀπόφασις, καὶ τί σημαίνει τὸ τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα εἶναι· ὡς γὰρ γνωρίμοις αὐτοῖς πᾶσαι αἱ ἐπιστῆμαι χρῶνται, οὐδὲν δεόμεναι τῆς διδαξούσης ἐπιστημης. p. 997a5 Εἰ δὲ ἀποδεικτικὴ περὶ αὐτῶν ἐστι, δεήσει τι γένος εἶναι ὑποκειμενον. Ὅ λέγει τ· οῦτό ἐστιν, ὅτι εἰ ὑποθώμεθα τά ἀξιώματα θηρᾶσθαι διὰ ἀποδείξεων, ἐπειδὴ πᾶν τὸ ὑποπῖπτον ἀποδείξει ἔχει καὶ ὑποκείμενον, ἔχει δὲ καὶ κατηγορούμενον, φανερὸν ὅτι χρεία ἐστὶν ἑτέρου ἀξιώματος πρὸς τὸ γενέσθαι ἀρχὴν ἀποδείξεως τῆς ἀποδεικνύσης τὸ ἀξίωμα, καὶ τοῦτο ἐπ᾿ ἄπειρον· καὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν, καθάπερ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ὅτι εἰ ὑποθώμεθα πάντα ἀποδεικτὰ εἶναι, οὐδενὸς ἔσται ἀπόδειξις. ὥστε δεῖ τὰ κοινὰ ἀξιώματα ὁμολογούμενα εἶναι. εἰ οὑν ἔστιν ἀπόδειξις τῶν ἀξιωμάτων καὶ ἀποδεικτική τις ἐπιστήμη, δεήσει τὰ ἀξιώματα εἶναι τὰ πρῶτα ἕν τι γένος καὶ μίαν τινὰ φύσιν ὑποκειμένην, εἶναί τε αὐτῶν τὰ μὲν πάθη, τουτέστι τὰ ἀποδεικνύμενα ὑπάρχειν αὐτοῖς τὰ γὰρ καθ’ αὑτὰ ὑπάρχοντα, ἅπερ ἐστὶ τὰ ἀποδεικτά, πάθη εἶπε) τὰ δέ τινα ἄλλα ἀξιώματα, δι’ ὧν τὰ ὑπάρχοντα αὐτοῖς καθ’ αὑτὰ δείκνυται χρεία γάρ ἐστιν ἀξιωμάτων ἐπὶ πάσης ἀποδείξεως), ἀξιώματα λέγων τὰς ἀναποδείκτους καὶ ἀμέσους προτάσεις. τὸ δὲ περὶ πάντων γὰρ ἀδύνατον ἀπόδειξιν εἶναι εἶπεν ὡς ἀκόλουθον τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα αὐτῶν. εἰ οὖν ἀποδεικτὰ τὰ ἀξιώματα χρεία ἐστὶν ἄλλων ἀξιωμάτων ἀναποδείκτων· οὐ γὰρ δυνατὸν πάντα ἀποδεικτὰ εἶναι, ἐπεὶ οὕτως οὐδὲν ἔσται ἀποδεικτόν. τίς οὖν χρεία μὴ ἵστασθαι εἰς τὰ προφανῶς ἀξιώματα καὶ λέγειν ὅτι ἀναπόδεικτα ὑπάρχουσιν; οὐδὲ γὰρ τῶν λαμβανομένων πρὸς τήν τινων δεῖξιν οἷόν τε πάντων ἀπόδειξιν εἶναι. τὸ δὲ ἑξῆς ἀνάγκη γὰρ ἔκ τιδεῖξιν εἶναι καὶ περί τι καὶ τινῶν τὴν ἀπόδειξιν συνάπτει τῷ δεήσει τι γένος εἶναι ὑποκείμενον, καὶ τὰ μὲν πάθη τὰ δὲ ἀξιώματα. καὶ ἔστι τὸ μὲν ἔκ τινων τῶν ἀξιωμάτων δι’ ὧν ἡ δεῖξις δηλωτικόν, τὸ δὲ περί τι τοῦ ὑποκειμένου γένους, ᾧ δείκνυταί τι ὑπάρχον ἢ μὴ ὑπάρ- χον, τὸ δὲ τινῶν τῶν ἀποδεικνυμένων ὑπάρχειν ἢ μὴ ὑπάρχειν τῷ ὑποκειμένῳ, ἃ εἶπε πάθη. τὸ δὲ ὥστε συμβαίνει πάντων εἶναι γένος ἕν τι τῶν δεικνυμένων ἴσον ἂν εἴη τῷ ῾οὕτως τε συμβήσεται, εἴπερ ἔστιν ἀπόδειξις περὶ τῶν ἀξιωμάτων, καὶ ἔστιν ἕν τι γένος καὶ μία τις φύσις ὑποκειμένη τὰ ἀξιώματα, πάντα τὰ ἀποδεικνύμενα διὰ τῶν ἀξιωμάτων μιᾶς τινος φύσεως εἶναι, εἴ γε πᾶσαι μὲν αἱ ἐπιστῆμαι καὶ αἱ ἀποδείξεις διὰ τῶν ἀξιωμάτων δεικνύουσι τὰ προκείμενα, τὰ δὲ ἀξιώματα μιᾶς καὶ τῆς αὐτῆς φύσεως ἐστιν, ὡς δείκνυμεν, τὰ δὲ τῆς αὐτῆς φύσεως ἀλλή- λοις ὄντα μιᾶς τινος φύσεως ἐστι δεικτικά, εἴ γε ἐκ τῶν καθ’ αὑτὰ ὑπάρχόντων αἱ ἀποδείξεις, μιᾷ δὲ φύσει καθ’ αὑτὰ ὑπάρχειν ἀνάγκη τὰ μιᾶς καὶ τῆς αὐτῆς φύσεως ὄνια ἀλλήλοις.’ ἓν δὲ γένος εἶπεν ἀντὶ τοῦ μίαν φύσιν. εἰ οὖν ἔστιν ἐπιστήμη τις καὶ ἀπόδειξις τῶν ἀξιωμάτων, δεήσει εἶναί τι γένος ὑποκείμενον αὐτοῖς· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα ἐπιστήμη ἀποδεικτικὴ περί τι γένος ὡρισμένον, καὶ πᾶν τὸ ἀποδεικτὸν γένει τινὶ ὡρισμένῳ ὑπάρχει. καὶ τοῖς ἀξιώμασιν ἄρα, εἰ ἔστιν ἀποδεικτὰ καὶ ἔστιν ἐπιστήμη τις αὐτῶν ἀποδεικτική, ὡρισμένον τι γένος ὑπόκειται, ᾧ δείκνυται ὑπάρχοντα. ὥστε καὶ τῶν ἀξιωμάτων ἓν γένος ἔσται <καὶ> ἕτερον ἀξίωμα δι’ οὗ δείκνυνται, εἰ ἄρα δείκνυνται, ἐπειδὴ πᾶσαι αἱ ἀποδείξεις χρῶνται τοῖς ἀξιώμασιν. p. 997a11 Ἀλλά μὴν εἰ ἑτέρα ἡ τῆς οὐσίας καὶ ἡ περὶ τούτων. Ἐντεῦθεν πειρᾶται δεῖξαι τὸ ἀληθές, ὅτι μία καὶ ἡ αὐτή ἐστιν ἐπιστήμη τῶν οὐσιῶν, τουτέστιν ἡ γιν. ώσκουσα καὶ τὰς οὐσίας τῶν πραγμάτων καὶ τὰ ἀξιώματα, τουτέστι τὰς ἀποδείξεις, καθάπερ ἐν τῇ θεωρίᾳ ἐξείξαμεν. φησὶ γὰρ ὅτι εἰ ὑποθώμεθα ἑτέραν μὲν ἐπιστήμην εἶναι τῶν οὐσιῶν καὶ ἑτέραν τῶν συμβεβηκότων, ταύταις μάχη γενήσεται, ποία ἄρα αὐτῶν ἐστι κυριωτέρα καὶ προτέρα, ἀρά γε ἡ τὰς οὐσίας γινώσκουσα ἤγουν ἡ τὰ συμβεβηκότα ταῖς οὐσίαις. καθόλου γὰρ μάλιστα καὶ πάντων ἀρχαὶ ὑπάρχουσι τὰ ἀξιώματα, ἐπειδὴ καὶ ἀρχαὶ γίνονται ἀποδείξεων. εἰ δὲ μή ἐστι τοῦ φιλοσόφου τοῦ πρώτου θεωρῆσαι περὶ τῶν ἀξιωμάτων καὶ εἰδέναι αὐτά, τίνος ἄρα ἄλλου ἔσται τὸ θεωρῆσαι περὶ αὐτῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος; ζητεῖ οὖν ποτέρα αὐτῶν ἐστι σοφία καὶ ποτέρα κυριωτέρα καὶ προτέρα, πότερον ἡ περὶ τὰς τῆς οὐσίας ἀρχὰς ἢ ἡ περὶ τὰς τῆς ἀποδείξεως. ὅτι δὲ εὔλογον εἶναι λέγειν τοιαύτην τὴν περὶ τὰ ἀξιώματα, οὕτως ἐπιχειρεῖ. ἡ περὶ τὰ πρῶτα πρώτη, τὰ δὲ ἀξιώματα πρῶτα, ὃ ἔδειξε διὰ τοῦ εἰπεῖν ὅτι καθόλου· τὰ γὰρ καθόλου πρῶτα τῶν ὑφ’ αὑτὰ δέδεικται τῇ φύσει ὄντα, τοιαῦτα δὲ τὰ ἀξιώματα κοινὰ πάντων καὶ καθόλου· ὥστε καὶ ἀρχαί, ἐπεὶ τὰ ἄλλα διὰ τῶν ἀξιωμάτων ἀποδείκνυνται. νῦν οὖν δείκνυσιν, ὡς εἴρηται, ὅτι εὔλογον τὸν φιλόσοφον διαλέγεσθαι περὶ τῶν ἀξιωμάτων, ἅ εἰσιν ἀποδείξεως ἀρχαί, δι᾿ ὧν τὸ ἐν πᾶσι τοῖς ζητουμένοις ἀληθὲς πρῶτον δείκνυται. ἄτοπον γὰρ τὸ ἄλλον τινὰ λέγειν περὶ τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους. τὸ δὲ περὶ αὐτῶν λέγοιτο ἂν περὶ τῶν προτάσεων· ἐν αὐταῖς γὰρ καὶ τὰ ἀξιώματα. τίνος γὰρ ἄλλου τὸ περὶ τοῦ ἐν προτάσεσιν ἀληθοῦς τε καὶ ψεύδους διαλέγεσθαι παρὰ τὸν φιλόσοφον; ἐνδείκνυται δὲ διὰ τούτων ὅτι εἰ καὶ μὴ τοῦ πρώτου φιλοσόφου ἐστὶ τὸ περὶ ἀποδείξεως καὶ τῶν ταύτης ἀρχῶν διαλαμβάνειν, ἀλλὰ ἀπλῶς φιλοσόφου γε. p. 997a15 Ὅλως τε τῶν οὐσιῶν πότερον μία πασῶν ἐπιστήμη ἐστὶν ἢ πλείους ἐπιστῆμαι. Ἐπεὶ τῶν οὐσιῶν αἱ μὲν ὑπάρχουσι νοηταί τε καὶ ἀκίνητοι, αἱ δὲ αἰσθηταί τε καὶ ἐν κινήσει, ζητεῖ πότερον περὶ πασῶν τῶν οὐσιῶν μιᾶς ἐστι τὸ θεωρεῖν ἐπιστήμης, ἢ πλειόνων καὶ διαφόρων. καὶ εἰ <μὴ> μιᾶς, ποίας οὐσίας ἡγητέον τὴν προκειμένην νῦν ἡμῖν· ἔστι δὲ αὕτη ἡ σοφία. τὸ γὰρ μίαν πασῶν ὑπολαμβάνειν τῶν οὐσιῶν ἐπιστήμην εἶναι οὔ φησιν εὔλογον εἶναι. εἰ οὖν μὴ μία ἐστὶν ἐπιστήμη, ποίας οὐσίας θετέον τὴν ἐπιστήμην ταύτην, ἆρά γε νοητῆς ἢ αἰσθητῆς; πάλιν δὲ τὸ λέγειν μίαν ἐπιστήμην εἶναι πασῶν οὐκ εὔλογον ὑπάρχει. εἰ γὰρ εἴη μία, μία ἂν εἴη καὶ ἡ ἀποδεικτικὴ πάντων τῶν ταῖς οὐσίαισ καθ᾿ αὑτὰ συμβεβηκότων, εἴπερ πᾶσα ἀποδεικτικὴ περί τι ὑποκείμενον θεωρεῖ τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκ τῶν κοινῶν δοξῶν, οἷον ἀριθμητικὴ μὲν περὶ ἀριθμούς, γεωμετρία δὲ περὶ μεγέθη, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πασῶν ἐπιστημῶν· φαμὲν οὗν πρὸς αὐτὸν ἡμεῖς ὅτι αἱ μὲν κατὰ μέρος ἐπιστῆμαι τὰ κατὰ μέρος συμβεβηκότα ἐπισκέψονται, οἷον ἀριθμητικὴ τὰ ἐν τοῖς ἀριθμοῖς, γεωμετρία δὲ τὰ ἐν τοῖς μεγέθεσιν, ἡ μέντοι γε πρώτη φιλοσοφία τὰ καθόλου συμβεβηκότα ἐπισκέπτεται· ὥστε ἡ μία ἐπιστήμη μὴ περὶ πάντων τῶν συμβεβηκότων διαλέγεται, ἐπεὶ καὶ περὶ πασῶν τῶν οὐσιῶν. ἐκ γὰρ τῶν συμβεβηκότων ἐσπούδαζε δεικνύναι τὸ ἄτοπον ὁ φιλόσοφος. περὶ οὖν τὸ αὐτὸ γένος (ἀντὶ τοῦ περὶ οὖν ἕν γένος) τὰ καθ’ αὑτὰ] καθ’ αὑτὸ συμβεβηκότα διὰ τῶν κοινῶν δοξῶν, τουτέστι μιᾶς ἐστι θεωρῆσαι τὰ καθ αὑτὸ συμβεβηκότα τοῖς μεγέθεσι, καὶ πάλιν ἑτέρας τοὺς ἀριθμούς· ὥστε καὶ τῶν· οὐσιῶν διάφοροι ἐπιστῆμαι, ἐπεὶ καὶ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ταῖς οὐσίαις. εἰρήκαμεν δὲ ἡμεῖς τὸ ἀληθές, ὥστε τῆς αὐτῆς ἐστιν ἐπιστήμης τὸ εἰδέναι καὶ τὸ ὑποκείμενον καὶ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ ὑποκειμένῳ. περί τε τὸ ὅτι μιᾶς καὶ ἐξ ὧν· ὅ φησι τὸ ὑποκείμενον, ἐξ ὧν δὲ δείκνυται. καὶ τὸ ὅτι, φημὶ δὴ τὴν οὐσίαν, μιᾶς ἐστιν επιστήμης τὸ θεωρῆσαι, καὶ ἐξ ὧν, τουτέστι τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῇ οὐσίᾳ, μιᾶς ἐστιν ***ἄλλης θεωρῆσαι ἐπιστήμης. ὃ οὖν λέγει, τοιοῦτόν ἐστιν. εἰπὼν ὅτι εἴπερ ἓν γένος ἐστὶν ἡ οὐσία ὑποκείμενον, μία ἔσται καὶ ἡ πάντων τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῇ οὐσίᾳ ἀποδεικτικὴ ἐπιστήμη, ἐπήνεγκε καθόλου περί τε γὰρ τὸ ὅτι μιᾶς καὶ ἐξ ὧν μιᾶς, εἴτε τῆς αὐτῆς εἴτε ἄλλης· ὥστε καὶ τὰ συμβεβηκότα, εἴτε αὗται θεωρήσουσιν εἴτε ἐκ τούτων μία. εἴη δ’ ἂν τὸ λεγόμενον τοιοῦτον. τῆς αὐτῆς, φησίν, ἐστὶν ἐπιστήμης τό τε ὑποκείμενον θεωρεῖν τί ποτέ ἐστι, καὶ τὰ τούτῳ καθ’ αὑτὰ ὑπάρχοντα· ἐκ γὰρ τούτων καὶ ἐν τούτοις ἐκείνῳ τὸ εἶναι. ἀλλὰ μὴν ἧς τὸ τὰ καθ’ αὑτὰ ὑπάρχοντά τινι εἰδέναι, ταύτης καὶ τὸ ἀποδεικνύναι τὰ καθ’ αὑτὰ συμβεβηκότα ἐκείνῳ. δύναται δὲ τὸ καὶ ἐξ ὧν μιᾶς εἰρηκέναι ἀντὶ τοῦ καὶ ἐξ ὧν αἰ περὶ ἐκείνου τοῦ ὑποκειμένου ἀποδείξεις γίνονται· διὰ γὰρ τῶν καθ’ αὑτὰ ὑπαρχόντων αἱ ἀποδείξεις, ἃ δεῖ εἰδέναι τὸν περὶ ἐκεῖνο καταγινόμενον. ὥστε οὗ τὸ εἰδέναι τὴν ὑποκειμένην φύσιν, τούτου ἐστὶ τὸ εἰδέναι καὶ τὰ ταύτῃ ὑπάρχοντα καθ’ αὑτά· διὰ γὰρ τούτων ἡ γνῶσις τῆς οὐσίας τοῦ προκειμένου, δι’ ὧν καὶ αἱ περὶ τῶν ὑπαρχόντων αὐτῇ ἀποδείξεις. ἧς δὲ τὸ ταῦτα εἰδέναι, ταύτης καὶ τὸ τὰ καθ’ αὑτὸ συμβεβηκότα τῷ γένει τούτῳ δεικνύναι, τουτέστι τὰ διὰ ἀποδείξεως ***τὸ δὲ εἴτε τῆς αὐτῆς εἴτε ἄλλης εἴη ἄν λέγων, εἴτε τῆς αὐτῆς τό τε ὁρίσασθαι τὸ αὐτὸ καὶ τὸ ἀποδεῖξαι τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ αὐτῷ, τουτέστιν εἰ ἡ αὐτὴ ἐπιστήμη ἐστὶν ὁριστική τε καὶ ἀποδεικτική, εἴτε καὶ ἑκάτερα αὐτῶν ἑτέρα ἐστὶ καὶ μὴ μιᾶς ἄμφω μόρια· ἀκολουθήσει γοῦν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα τῷ αὐτῷ γένει μίαν ἀποδεικνύναι. λείπει γὰρ τοῦτο τῇ λέξει τῇ ὥστε καὶ τὰ συμβεβηκότα· ἐνδεῖ γὰρ αὐτῷ τὸ ῾μιᾶς ἔσται θεωρεῖν τε καὶ δεικνύναι᾿. ἧς γὰρ τὸ εἰδέναι τὰ ἐξ ὧν, ταύτης τε] καὶ τὸ τὰ συμβεβηκότα τῷ ὑποκειμένῳ δεικνύναι· εἴτε ἑκατέρα τούτων ἑτέρα οὖσα τὰ καθ’ αὑτὰ ὑπάρχοντα τῷ ὑποκειμένῳ θεωρεῖ, καὶ ἡ μὲν ὁριστικὴ λαμβάνουσα, ἡ δὲ ἀποδεικτικὴ ἀποδεικνύουσα, εἴτε καὶ μία ἐστὶν ἐπιστήμη ἐξ ἀμφοτέρων τοῦ τε ὁρίζεσθαι καὶ τοῦ ἀποδεικνύναι συγκειμένη. ὡς γὰρ μία ἡ ὁριστικὴ καὶ δεικτικὴ τοῦ τί ἦν εἶναι τοῦ ἑνός, οὕτως μία καὶ ἡ ἀποδεικτική. καὶ τὰ συμβεβηκότα οὗν αἱ αὐταὶ θεωρήσουσι, τουτέστιν ἡ ὁριστική τε καὶ ἀποδεικτική, ἢ ἐκ τούτων μία, τουτέστιν ἡ ἀποδεικτική, ὥσπερ καὶ τὸ ὑποκείμενον ἢ ἀμφότεραι ἤγουν υἷα. p. 997a25 Ἔτι δὲ πότερον περὶ τὰς οὐσίας ἡ θεωρία μόνον ἐστὶν ἢ καὶ περὶ τὰ συμβεβηκότα. Ὅ λέγει τοῦτό ἐστιν, ὅτι ἆρά γε ἡ παροῦσα θεωρία τὰς οὐσίας μόνας ζητεῖ ἢ καὶ τὰ συμβεβηκότα ταῖς οὐσίαις; οἷον εἰ τὸ στερεὸν οὐσία τίς ἐστι καὶ γραμμὴ καὶ ἐπίπεδα, πότερον τῆς αὐτῆς ταῦτα γνωρίζειν ἐστὶν ἐπιστήμης καὶ τὰ συμβεβηκότα περὶ ἕκαστον γένος, περὶ ὧν αἱ μαθηματικαὶ δεικνύουσιν, ἢ ἄλλης; εἰ μὲν γάρ τις ὑποθοῖτο τῆς αὐτῆς εἶναι, συμβήσεται καὶ ἡ τῆς οὐσίας ἐπιστήμη ἀποδεικτικὴ εἶναι, ὅπερ ἐστὶ παρὰ τὰ φαινόμενα· οὐ δυνατὸν γὰρ τῶν ὁρισμῶν εἶναι ἀποδείξεις. εἰ δὲ ἑτέρας, τίς ἐστιν ἡ θεωροῦσα περὶ τὴν οὐσίαν τὰ συμβεβηκότα; τοῦτο εὑρεῖν πάνυ χαλεπόν ἐστι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι τῆς αὐτῆς ἐστι θεωρῆσαι καὶ τὰς οὐσίας καὶ τὰ καθ’ αὑτὸ συμβεβηκότα, ἀλλὰ τὰς μὲν οὐσίας διὰ τῶν ὁρισμῶν, τὰ δὲ καθ’ αὑτὸ συμβεβηκότα διὰ τῶν ἀποδείξεων. ὁ γὰρ γεωμέτρης οἶδε καὶ τὸ τρίγωνον καὶ τὰ συμβεβηκότα τῷ τριγώνῳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ἀπορήσας οὗν, εἴτε τῆς αὐτῆς ἄμφω ἐστὶν εἴτε ἄλλης μὲν τὸ ὁρίσασθαι ἄλλης δὲ τὸ ἀποδεῖξαι, νὺν ἀπορεῖ καὶ ζητεῖ, ἀρά γε ἡ σοφία τῶν οὐσιῶν μόνων ἐστὶ θεωρητικὴ ἡ τὸ εἶναι τῆς οὐσίας ἐξετάζουσα καὶ τίς ἡ φύσις αὐτῆς ὁριζομένη, ἢ καὶ περὶ τῶν καθ’ αὑτὰ συμβεβηκότων τῇ οὐσίᾳ θεωρεῖ, ὡς εἶναι ἅμα καὶ ἀποδεικτική. εἰ μὲν γὰρ ἡ αὐτὴ θεωρεῖ τὴν οὐσίαν καὶ τὰ καθ’ αὑτὰ συμβεβηκότα, εἴη ἂν ἀποδεικτική· ἀποδεικτικῆς γὰρ τὸ δεικνύναι τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τοῦτο δὲ οὐ καλῶς λαμβάνει· τὸ μὲν γάρ τί ἐστιν ἀναπόδεικτον λαμβάνει, ἀποδείξει δὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα. οἱ μὲν οὖν γεωμέτραι οὐκ ἔχουσιν οὐσίας τὰ ὑποκείμενα αὐτοῖς ἃ ὁρίζονται, ἡ δὲ φυσικὴ οὐσίας τε ἔχει τὰ ὑποκείμενα καὶ οὐδὲν ἔλαττον αὐτὰς ὁρίζεται, ἀποδείκνυσι δὲ τὰ καθ’ αὑτὸ ὑπάρχοντα. τί μὲν γάρ ἐστιν ἥλιος ἢ κόσμος, φησί, <ὁρίζεται>, περὶ δὲ τῶν καθ’ αὑτὸ ὑπαρχόντων αὐτοῖς ἀποδείκνυσι σχημάτων ἤ τινων τοιούτων. ὁμοίως καὶ ὁ γεωμέτρης ὁρίζεται τί ἐστιν εὐθεῖα καὶ τρίγωνον, ἀποδείκνυσι δὲ τὸ σύμπτωμα τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. πάλιν εἴ τίς ἐστιν ἐπιστήμη παρὰ τὴν τῆς οὐσίας θεωρητικήν τε καὶ ἀπο- δεικτικὴν διαφέρουσα ἐκείνης, εὑρεῖν πάνυ χαλεπόν. p. 997a34 Ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον ἢ καὶ παρὰ ταύτας ἄλλας. Ὅπερ ζητεῖ ἐνταῦθα, τοῦτό ἐστιν, ὅτι ἀρά γε αἱ αἰσθηταὶ οὐσίαι μόναι ὑπάρχουσιν ἢ καὶ ἕτεραι παρὰ ταύτας, τουτέστιν νοηταί; καὶ εἰ ὑπάρχουσιν ἕτεραι οὐσίαι παρὰ τὰς αἰσθητάς, πότερον μοναχῶς ἢ πλεοναχῶς; καί φησιν ὅτι πλεοναχῶς· φασὶ γὰρ ὑπάρχειν καὶ νοητὰς οὐσίας καὶ διανοητάς, περὶ ἃς καταγίνονται αἱ μαθηματικαὶ ἐπιστῆμαι. ἡ γὰρ γεωμετρία καταγίνεται περὶ τὸ εἶδος τοῦ κύκλου καὶ τοῦ τριγώνου τοὺ ἁπλῶς· ταῦτα δὲ πάντα διανοητὰ ὑπάρχουσι. διανοηταὶ δὲ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ. ἄμεινον οὖν ἦν αὐτὸν ζητῆσαι, ἆρα ὑπάρχουσιν ἕτεραι οὐσίαι παρὰ τὰς νοητάς· κυρίως γὰρ οὐσίαι αἱ νοηταὶ μόναι ὑπάρχουσι. ῾τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε᾿· ὥστε τὸ ἐναντίον ἔδει αὐτὸν ζητῆσαι, καθάπερ εἴρηται. ὅτι γὰρ ὑπάρχουσι νοηταὶ οὐσίαι φανερὸν ἐντεῦθεν. ὁ γὰρ νοῦς κεχωρισμένην ἔχει οὐσίαν τῶν αἰσθητῶν, ὡς δείκνυται ἐν τῷ Φαίδωνι, ὥστε καὶ χωριστὴν ἐνέργειαν καὶ κρείττονα τῶν αἰσθητῶν. εἰ οὖν μὴ μάτην ἔχει τὴν ἐνέργειαν ὁ νοῦς, δῆλον ὡς ὅτι ἀντιλήψεται τῶν νοητῶν. ὥστε ὑπάρχουσι πολλῷ μᾶλλον τῶν αἰσθητῶν τὰ νοητά. πρὸς τούτοις δέ φαμεν ὅτι καὶ νοηταὶ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ, καθ’ οὓς λόγους ποιεῖ τε πάντα καὶ προάγει· οὔτε γὰρ ἀλόγως ποιεῖ· πάντων γὰρ τῶν ὄντων ἔχει λόγους ἐν ἑαυτῷ. εἰσὶ δὲ καὶ οὐσίαι διανοηταὶ οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ ὑπάρχοντες, καθ’ οὓς θεωρεῖ τὰ πάντα. εἰ μὲν γὰρ περὶ τὰ καταδεέστερα ἐνεργεῖ ὀρθῶς ἡ ψυχή, ἡ τοιαύτη ἀρετὴ πολιτικὴ ὑπάρχει· εἰ δὲ πρὸς ἑαυτὴν ἐπιστρέφεται θεωροῦσα τὴν φύσιν ἑαυτῆς καὶ τὰ ὅμοια, καθαρτική· εἰ δὲ περὶ τὸ θεῖον ἐπέστραπται, θεωρητικὴ ὑπάρχει. p. 997a34 Ἔτι δὲ πότερον τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι φατέον. Καθάπερ εἴρηται, ἀπορητικῶς προέρχεται καί φησιν ὅτι ἀρά γε τὰς αἰσθητὰς οὐσίας μόνας εἶναι δεῖ ὑπολαμβάνειν, ἢ καὶ παρὰ τὰς αἰσθητὰς ἄλλας οὐσίας; καὶ πότερον αἱ ἄλλαι οὐσίαι αἱ παρὰ τὰς αἰσθητὰς μοναχῶς ὑπάρχουσιν, ἢ πλείονα γένη τετύχηκεν ὄντα τῶν οὐσιῶν; οἷον οἱ λέγοντες τά τε εἴδη, τουτέστι τὰ νοητά, καὶ τὰ μεταξύ, τουτέστι τὰ διανοητά, περὶ ἃ διανοητὰ καταγίνονται αἱ μαθηματικαὶ ἐπιστῆμαι. περὶ γὰρ τοῦ εἴδους τοῦ τριγώνου διαλέγονται καὶ τοῦ κύκλου καὶ τῶν ὁμοίων, ἅτινα διανονητὰ ὑπάρχουσι· τὸ γὰρ εἶναι ἐν τῇ ἡμετέρᾳ ψυχῇ ἔχουσι. πότερον οὖν μοναχῶς εἰσιν αὗται, ἢ πλείω γένη τῶν τοιούτων οὐσιῶν, ὡς εἶναι τὰς μέν τινας ἰδέας καὶ παραδείγματα, τὰς δέ τινας μεταξὺ τῶν τε ἰδεῶν καὶ τῶν αἰσθητῶν, ὡς τὰς μαθηματικάς; <κατὰ> ταύτην γὰρ τὴν χώραν τὰ μαθηματικὰ ἔταττον οἱ περὶ Πλάτωνα, οὐσίας καὶ ταῦτα λέγοντες εἶναι ἔξω ὄντα καὶ κεχωρισμένα τῶν τε αἰσθητῶν οὐσιῶν καὶ τῶν ἰδεῶν. p. 997b3 Ὡς μὲν οὖν λέγομεν αἴτιά τε καὶ οὐσίας εἶναι καθ’ ἑαυτὰς εἴρηται ἐν τοῖς πρώτοις λόγοις. Ὡς ἰοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ὁ Ἀριστοτέλης φησὶ τὸ λέγομεν. ἱκανῶς οὖν ἀντείπομεν ἐν τῷ μείζονι Α πρὸς τὰς ἰδέας ἐλέγχοντες ὅτι οὔτε ἀριθμοὺς δυνατὸν λέγειν αὐτὰς οὔτε ἔτερόν τι τοιοῦτο, καὶ ὅσα ἄλλα εἴρηνται ἐν ἐκείνοις. καὶ πρὸς πάντα δὲ ἀπελογησάμεθα, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος, δεικνύντες ὡς ὅτι αἴτια ὑπάρχουσι τῶν τῇδε. οἱ γὰρ λόγοι οἱ δημιουργικοὶ παρακτικοὶ ὑπάρχουσι τῶν τῇδε καὶ οὐσίαι οὖσαι ἐν τῷ δημιουργῷ· οὔτε γὰρ αὐταὶ καθ’ αὑτὰς ὑπάρχουσιν ὥσπερ τὰ αἰσθητά. οὐ γὰρ τοῦτο ἔλεγεν ὁ Πλατῶν ὅτι ἄνθρωπός τίς ἐστιν καθ’ αὑτὸν ὑπάρχων ὁ ἔχων ὄνυχας καὶ τρίχας, καὶ ἵππος καὶ ὅσα ἄλλα τοιαῦτα ,ἀλλὰ λόγους δημιουρηικοὺς ὑπετίθετο ὄντας ἐν τῷ δημιουρηῷ, καθ’ οὗς λόγους παράγει πάντα ἅπερ παράγει· οὐ γὰρ ἀλόγως ποιεῖ καθάπερ τὰ ἄψυχα. ὁ οὖν Ἀριστοτέλης διαμάχεται τοῖς κακῶς ἐκλαμβάνουσι τὰ τοῦ Πλάτωνος. καὶ ὅτι πρὸς τοὺς λέγοντας εἶναι ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν ὄντα ἤγουν ἵππον, καὶ οὕτως ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε μάχεται ὁ Ἀριστοτέλης, σαφῶς ἐνταῦθα ἀποκαλύπτει τὴν ἑαυτοῦ διάνοιαν. τί γάρ ; φησὶν ὅτι πολλαχῇ ἔχοντος δυσκολίαν τοῦ πράγματος τοῦ κατὰ τὰς ἰδέας οὐδενὸς ἧττόν ἐστιν ἄτοπον τὸ ὑποτίθεσθαι εἶναί τινας φύσεις παρὰ τὰς ἐν τῷ οὐρανῷ. καὶ ὑπὲρ τὸν οὐρανὸν γὰρ ἔλεγον ἰδέας, ἰδέας, εἴγε ὁ οὐρανὸς αἰσθητὸς ὑπάρχει, ὑπὲρ πᾶν δὲ αἰσθητὸν ἔλεγον εἶναι τὰς ἰδέας, εἴ γε καὶ νοητὰς αὐτὰς ὑπετίθεντο. ταύτας δὲ τὰς νοητὰς τὰς αὐτὰς ὑπετίθεντο εἶναι τοῖς αἰσθητοῖς. ὥσπερ ἐστὶν οὐρανός, φησίν, αἰσθητός, οὕτως καὶ διανοητὸς καὶ νοητός· διαφέρειν δὲ λέγει, ὅτι τὰ μὲν αἰσθητὰ φθαρτὰ ὑπάρχουσι, τὰ δὲ νοητὰ ἄφθαρτα. ὥστε οἶδεν ὁ Ἀριστοτέλης τοὺς Πλατωνικοὺς λέγοντας φθαρτὸν εἶναι τὸν οὐρανόν, εἴ γε καὶ πάντα τὰ αἰσθητά φησιν αὐτοὺς φθαρτά· φθαρτά· διό φησι πλὴν ὅτι τὰ μὲν ἀίδια, τὰ δὲ φθαρτά. αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ ἵππον καὶ ὑγείαν. ἰδοῦ πῶς μάχεται πρὸς τοὺς λέγοντας νοητὸν Σῖναι ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν καὶ τὰ ἄλλα ὁμοίως, καὶ οὕτως· ἐξ αὐτοῦ παράγεσθαι τὰ αἰσθητὰ πάντα. οἱ οὖν τοιοῦτοι, φησίν, ἐοίκασι τοῖς γραφεῦσι τοῖς ποιοῦσιν ἀνθρωποειδεῖς θεούς· ἀμφότεροι γὰρ οὐδὲν ἄλλο ποιοῦσιν εἰ μὴ ἀνθρώπους ἀιδίους, ἐπεὶ καὶ ὁ θεὸς ἀίδιός ἐστιν, ἀνθρωποειδεῖς δὲ θεοὺς ὑποτίθενται. εἰ γὰρ νοητὸν ἄνθρωπον λέγουσιν εἶναι ἐν ὑποστάσει, τοῦτον δὲ ἄφθαρτον ὑποτίθενται, φανερὸν ὅτι οὐδὲν ἄλλο λέγουσιν ἢ ἄφθαρτον εἶναι ἄνθρωπον καὶ ἵππον καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ πρὸς τούτους μὲν διαμάχεται ὁ· Ἀριστοτέλης, ὡς εἴρηται, πρὸς τοὺς λέγοντας εἶναι ἄνθρωπον αὐτὸν καθ’ αὑτὸν ἐν ὑποστάσει, καὶ οὕτως ἐξ αὐτοῦ παράγεσθαι τὰ ἄλλα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὁ μέντοι γε Πλάτων, ὡς πολλάκις εἴρηται, οὐ τοῦτο ὑποτίθεται, ἀλλὰ λόγους δημιουργικοὺς εἶναι παρὰ τῷ θεῷ τοῦ ἀνθρώπου καὶ πάντων τῶν γινομένων· καὶ τοῦ οὐρανοῦ λόγος ὑγείας, εἴ γε μέλλει διατελεῖν ἀγήρως καὶ ἄνοσος, καὶ τῶν ἄλλων ἁπάντων. εἰ γὰρ ὁ ἰατρὸς ἔχει λόγους ἐν ἑαυτῷ ὑγείας πολλῷ μᾶλλον καὶ ὁ θεὸς ἔχει λόγον ὧν παράγει. ὁμοίως δὲ καὶ αἱ ψυχαὶ ἔχουσιν ἐν ἑαυταῖς τοὺς λόγους τῶν πραγμάτων, εἴ γε αὐτός φησιν ὁ Ἀριστοτέλης ἰεῦ γε οἱ τὴν ψυχὴν εἰρηκότες τόπον εἰδῶν᾿, καὶ ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματα. ὥστε καὶ νοηταὶ οὐσίαι ὑπάρχουσιν οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ καὶ διανοηταὶ οἱ λόγοι οἱ ἐν τῇ ψυχῇ· οὐκέτι μέντοι γε αὐτοΐππος καὶ βοῦς καὶ τὰ τοιαῦτα αὐτὰ καθ’ αὑτὰ ἐν ὑποστάσει ὄντα, ὥσπερ καὶ τὰ αἰσθητά. τίνες οὖν αἱ πολλαὶ δυσκολίαι, εἰρήκαμεν ἐν τῷ πρώτῳ. τὸ δὲ παρὰ τὰς ἐν τῷ οὐρανῷ λέγει ἀντὶ τοῦ παρὰ τὰς ἐν τῷ κόσμῳ καὶ αἰσθητάς (οὐρανὸν γὰρ τὸν κόσμον λέγει) καὶ ἐν τόπῳ οὔσας καὶ φύσει συνεστώσας. φησὶν οὖν ὅτι πολλῶν ὄντων ἀτόπων τῶν ἑπομένων τῷ περὶ τῶν ἰδεῶν δόγματι καὶ γὰρ τίς ἡ ὑπόστασις αὐτῶν ἄτοπον, πότερον ἡ οὐσία, καὶ τίς ὁ τῆς μεθέξεως τρόπος, καὶ ὅσα εἴρηται ἐν τῷ μείζονι Α) οὐδενὸς <ἧττον> ἄτοπον εἷναι καὶ ὃ νῦν τίθησιν ὡς ἑπόμενον αὐτοῖς. λέγουσι μὲν γὰρ εἶναί τινας φύσεις παρὰ τὰς αἰσθητὰς καὶ φύσει συνεστώσας ταύτας, ἃς δὴ ἰδέας λέγουσι, ταύτας δὲ τὰς φύσεις τὰς αὐτὰς τίθενται τοῖς αἰσθητοῖς καὶ ἐν τῷ οὐρανῷ οὖσι, μόνῳ τῷ ἀιδίους εἶναι τῶν αἰσθητῶν διαφερούσας. ὅτι δὲ ἕπεται τῷ δόγματι, ἐπιστώσατο ἐκ τοῦ παρ’ αὐτῶν λεγομένου· αὐτὸ γὰρ ἄνθρωπόν φασιν εἶναι καὶ αὐτοΐππον καὶ αὐτοϋγείαν, ἄλλο δὲ οὐδὲν λέγουσι περὶ αὐτῶν. εἰ δὲ ἔστι κἀκεῖνα ἄνθρωποι καὶ ἵπποι, τῷ ἀιδίῳ διαφέροντες τῶν αἰσθητῶν, τὰ μὲν ἄλλα τοῖς αἰσθητοῖς ἕξουσι τὰ αὐτά· τοὺς γοῦν ὁρισμοὺς αὐτῶν λέγοντες εἶναι ἐφαρμόζειν ***ὥστε ἔσται κἀκεῖνα αἰσθητά. πῶς οὖν φασιν αὐτὰ ὑπὲρ τὰ αἰσθητά; ὡς γὰρ οἱ θεοὺς λέγοντες καὶ τούτους ἀνθρωπομόρφους ποιοῦντες ἀνθρώπους ἀιδίους αὐτοὺς ἐποίουν διὰ τοὐ ὀνόματος τοῦ θεοῦ τὸ ἀίδιον αὐτοῖς χαριζόμενοι, οὕτως καὶ οἱ τὰ αὐτὰ τὰ εἴδη τοῖς αἰσθητοῖς ποιοῦντες πλεονεκτοῦντα τῇ τοῦ αὐτὸ προσθήκῃ αἰσθητὰ εἶναι ἀίδι· α τὰς ἰδέας. ἀδύνατον γὰρ ἄνθρωπον ἢ ἵππον καὶ τὸν τούτων λόγον ἀναδεχόμενον μὴ αἰσθητόν τε καὶ αἰσθητικὸν εἶναι. εἰ δὲ τοῦτο, οὐκ ἄν εἴη διὰ τῆς τῶν ἰδεῶν θέσεως ἀναιρούμενον τὸ μόνας εἶναι τὰς αἰσθητὰς οὐσίας. p. 997b12 ἔτι δὲ τις παρὰ εἴδη καὶ τὰ αἰσθητὰ τὰ μεταξὺ θήσεται, πολλὰς ἀπορίας ἕξει. Φησὶν ὅτι πολλὰς ἀπορίας ἕξει ὁ ὑποτιθέμενος παρὰ τὰς νοητὰς οὐσίας καὶ τὰς αἰσθητὰς πάλιν ἄλλας οὐσίας φημὶ δὴ τὰς μεταξύ, τουτέστι τὰς διανοητάς· πρὸς αὐτὰς γὰρ νῦν διαμάχεται. φανερὸν ὡς ὅτι ἔσονται καὶ γραμμαὶ διανοηταὶ καὶ αἰσθηταὶ καὶ νοηταὶ καὶ ἕκαστον τῶν ἄλλων γενῶν. ἐπεὶ οὖν ἡ ἀστρονομία τῶν μαθηματικῶν ἐστιν ἐπιστημῶν, αἱ δὲ μαθηματικαί, ὡς ἀνωτέρω εἰρήκαμεν, καταγίνονται περὶ τὰ διανοητά, δῆλον ὅτι ἔσται τις καὶ οὐρανὸς παρὰ τὸν αἰσθητὸν οὐρανόν, ἕτερος οὐρανὸς διανοητὸς καὶ ἥλιος καὶ σελήνη καὶ τὰ ἄλλα ὁμοίως τὰ κατὰ τὸν οὐρανόν. πῶς δὲ δυνατόν ἐστι τοῖς τοιούτοις λόγοις πιστεύειν; καθὸ μὲν γάρ ἐστιν οὐρανός, δεῖ αὐτὸν κινεῖσθαι, καθὸ δὲ διανοητός, ἔσται ἀκίνητος· ὥστε ὁ αὐτὸς καὶ κινούμενος καὶ ἀκίνητος, ὅπερ ἐστὶν ἀδύνατον. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι καὶ αἰσθητός ἐστιν οὐρανὸς ὁ φαινόμενος καὶ διανοητὸς ὁ λόγος τοῦ οὐρανοῦ ὁ ἐν τῇ ψυχῇ ἡμῶν ὑπάρχων· οὗτος δὲ ἀκίνητός ἐστι λόγος ὑπάρχων. ἔτι δὲ καὶ νοητὸς οὐρανὸς ὁ λόγος ὁ ἐν τῷ δημιουργῷ, καθ’ ὃν προήχθη ἐξ αὐτοῦ· ὁμοίως δὲ καὶ ἐπὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἁπάντων. εἰ οὖν ἔστι τις γραμμὴ κατ’ αὐτοὺς παρὰ τὴν αἰσθητὴν καὶ τὴν ἰδέαν ἡ μαθηματική, περὶ ἣν ἡ γεωμετρία καταγίνεται, οὕτως ἕξει καὶ ἐπὶ τῶν ἄλλων, δηλονότι τῶν μαθηματικῶν· πάντες γὰρ οἱ μαθηματικοὶ λέξουσί τινας μεταξὺ φύσεις, περὶ ὧν θεωροῦσιν. ἐπεὶ οὖν ἐστιν ἡ] μαθηματικὴ καὶ ἡ ἀστρονομία, οὖσα περί τε οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔσται καὶ τούτων ἕκαστον μεταξὺ τῶν τε αἰσθητῶν, οὐρανοῦ καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ τῶν ἰδεῶν. περὶ ὧν ὁ μαθηματικὸς ἀστρονόμος λέγει. πῶς δὲ οἷόν τε εἶναί τινα ἥλιον μαθηματικὸν μὴ κινούμενον, ἡ κόσμον ἤ τινα τῶν ἄλλων ἄστρων; ἡ γὰρ οὐσία καὶ ἡ φύσις τούτων μετὰ τῆς τοιᾶσδε κινήσεως· οἱ δέ φασι τὰ μαθηματικὰ ἀκίνητα εἶναι. ἄτοπον οὖν τὸ λέγειν αὐτὰ κινούμενα καὶ οὐκ αἰσθητά· ἀδύνατον δὲ κινεῖσθαι τὸ μὴ ὑπάρχον ἔνυλον καὶ αἰσθητὸν τῇ αὑτοῦ φύσει. διό φησι καίτοι πῶς δεῖ πιστεῦσαι τούτοις; οὐδὲ γὰρ ἀκίνητον εὔλογον εἶναι λέγει τὸν οὐρανόν), κινούμενον δὲ ὑποθέσθαι αὐτὸν παντελῶς ἀδύνατον ὑπάρχει, εἴ γε ἄυλον αὐτὸν λέγουσιν. p. 997b20 Ὁμοίως δὲ καὶ περὶ ὧν ἡ ὀπτικὴ πραγματεύεται. Φησίν ὅτι καὶ ἡ ὀπτικὴ τῶν μαθηματικῶν ἐστιν ἐπιστημῶν· ὥστε ἔσται οὐ μόνον αἰσθητὴ ὄψις ἀλλὰ καὶ διανοητὴ καὶ νοητή. πῶς δὲ δυνατόν ἐστιν ὑποθέσθαι ὄψιν διανοητὴν ἤγουν αἰσθητήν; φαμὲν οὖν πρὸς τοῦτο ὅπερ αὐτὸς ὁ Ἀριστοτέλης φησὶν ἐν τοῖς Μετεώροις, ὅτι οἱ ἐπὶ σμικρὸν βλέποντες ***τῷ ὄντι γάρ ἐστι καὶ αἰσθητὴ ὄψις καθ’ ἣν ὁρῶμεν, ἔστι δὲ καὶ νοητή, καθ’ ἥν φαμεν ῾νοῦς ὁρῇ καὶ νοῦς ἀκούει᾿· ἄνευ γὰρ νοῦ οὐδὲ τῶν αἰσθητῶν γίνεται ἀντίληψις. ἔστιν οὖν ὁ λόγος ὁ δημιουργικὸς ὁ καὶ εἰς τὸ εἶναι παράγων τὴν ὄψιν, ἔστι δὲ καὶ ὁ λόγος τῆς ὀπτικῆς αἰσθήσεως, καθ’ ἣν πολυπραγμονοῦμεν πῶς ὁρᾷ ὁ ὀφθαλμός. πάλιν τῶν μαθηματικῶν ἐστι καὶ ἡ ἁρμονική. ἔστιν οὖν καὶ αἰσθητὴ ἁρμονική, ἔστι δὲ καὶ διανοητὴ οἱ λόγοι τῆς ἀφράστου ἁρμονίας ἧς ἔχομεν ἐν τῇ ἡμετέρᾳ ψυχῇ· ἔστι δὲ καὶ νοητὴ ἁρμονία, καθ’ ἣν ἐδημιουρηήθη καὶ εἰς συναφὴν ἄκραν συνῆλθον τὰ στοιχεῖα ὑπὸ τῆς ἀφράστου καὶ ἐνθέου ἑνώσεως. λέγεται δὲ πάλιν ἁρμονία νοητὴ καὶ ἐπιστροφὴ τῶν νῶν τῶν κινούντων τὰς οὐρανίας σφαίρας πρὸς τὴν μίαν τῶν πάντων ἀρχήν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι ἀδύνατον εἶναι καὶ ταῦτα τὰ ἁρμονικὰ παρὰ τὰ αἰσθητὰ διὰ τὰς αὐτὰς αἰτίας, ἐπεὶ οὕτως συμβήσεται τὸ αὐτὸ καὶ κινούμενον καὶ ἀκίνητον, καθάπερ ἐπὶ τοὐ οὐρανοῦ εἴρηται, ὅπερ ἐστὶν ἀδύνατον. εἰ γάρ ἐστιν αἰσθητὰ μεταθὺ καὶ αἰσθήσεις, δὴλον <ὅτι> καὶ ζῷα ἔσονται μεταξὺ αὐτῶν τε τῶν νοητῶν καὶ τῶν αἰσθητῶν, ἅτινά ἐστι φθαρτά. φαμὲν οὖν ὅτι ὁμολογουμένως ὑπάρχουσι ζῷα, τουτέστιν ὀ λόγος τῶν ζῴων ἐν τῇ ἡμετέρᾳ ψυχῇ. ὁ αὐτὸς οὖν λόγος, φησί, καὶ περὶ τῆς ὀπτικῆς καὶ περὶ ὧν αὕτη πραγματεύεται, καὶ περὶ τῆς ἁρμονικῆς τῆς μαθηματικῆς· αὕτη δέ ἐστιν οὐχ ᾗ τὰς χορδὰς ἁρμόζομεν αὕτη γὰρ δοκεῖ αὐτοῖς περὶ τὰ αἰσθητὰ εἶναι), ἀλλὰ ἡ δεικνῦσα ἐν τίνι λόγῳ ἀριθμῶν ἐστιν ἑκάστη συμφωνία· αὕτη γὰρ ἡ μαθηματική, ἥτις δηλονότι περὶ τὰ μαθηματικὰ ἔσται. πᾶσαι γὰρ αὗται μαθηματικαὶ οὖσαι ἕξουσί τινας οὐσίας μαθηματικὰς ὑποκειμένας, μεταξὺ οὔσας τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν. πῶς δὲ οἷόν τε ὁρατὰ εἶναί τινα μὴ αἰσθητά, περὶ ἃ ἡ ὀπτική, ἢ ἀκουστὰ μὴ αἰσθητά, περὶ ἃ ἡ ἁρμονική; τὸ γὰρ ὀπτικῇ εἶναι τὸ περὶ ὁρατῶν λέγειν καὶ τὸ ἁρμονικῇ τὸ περὶ ἀκουστῶν. τούτῳ γὰρ ἀκολουθήσει καὶ αἰσθήσεις τινὰς μεταξὺ λέγειν καὶ ἄλλας τινὰς παρὰ ταύτας, δι’ ὧν ἡ ἀντίληψις ἐκείνων τῶν μεταξύ. εἰ δὲ ὅτι αἰσθήσεις, δῆλον ὅτι καὶ ζῷα τὰ τὰς αἰσθήσεις ἐκείνας ἔχοντα, μεταξὺ ὄντα αὐτῶν τε τῶν ζῴων, τουτέστι τῶν ἰδεῶν, καὶ τῶν φθαρτῶν· οὐ γὰρ δὴ αἰσθήσεις οἷόν τε ἄνευ ζῴων εἶναι. p. 997b25 Ἀπορήσειε δ’ ἄν τις καὶ παρὰ ποῖα τῶν ὄντων δεῖ ζητεῖν ταύτας τὰς ἐπιστήμας. Ἐντεῦθεν πάλιν ἀπορῶν ἕτερον ἔγκλημα ἐπιφέρει τοῖς ὑποτιθεμένοις εἶναι διανοητὰς οὐσίας αὐτὰς καθ’ αὑτὰς ὑπαρχούσας. φησὶν οὖν ὅτι ἡ γεωδαισία περὶ τὰ αἰσθητὰ καταγίνεται· διὰ τοῦτο γὰρ καὶ γεωδαισία λέ- γεται, παρὰ τοὺς δασμοὺς τῆς γῆς · ἡ μέντοι γεωμετρία οὐ περὶ αἰσθητῶν διαλέγεται, ἀλλὰ περὶ τῶν ἐξ ἀφαιρέσεως. ἐπεὶ οὖν ἡ γεωδαισία περὶ αἰσθητὰ καταγίνεται, ταῦτα δὲ τὰ αἰσθητὰ φθαρτὰ ὑπάρχουσι, δῆλον ὡς ὅτι φθειρομένων τῶν αἰσθητῶν καὶ ἡ ἐπιστήμη ἡ ἔχουσα περὶ αὐτὰ φθείρεται. λέγομεν τοίνυν ἡμεῖς ὅτι εἰ μὲν περὶ ἓν αἰσθητὸν εἴη ἡ γεωδαισία καὶ ὡς ἐν ὑποκειμένῳ ἐθεωρεῖτο ἡ γεωδαισία, εὖ ἄν εἶχεν· ἐπειδὴ δὲ οὐκ ἔχει περὶ ἕν, ἀλλὰ κἀν τοῦτο φθαρῇ τὸ αἰσθητόν, φανερὸν ὅτι σώζεται ἕτερον, οὐ δεῖ λέγειν ὅτι συμφθείρεται ἡ ἐπιστήμη. τοῦτο οὖν φησιν ὅτι ἄξιόν ἐστιν ἀπορίας· ἐπεὶ ἔλεγον τὰς μαθηματικὰς ἐπιστήμας 〈περὶ τὰ〉 μεταξὺ εἶναι τῶν τε αἰσθητῶν καὶ τῶν ἰδεῶν, ζητεῖ παρὰ τίνα τῶν αἰσθητῶν ἐστι τὰ μεταξὺ ταῦτα, περὶ ἃ αἱ μαθηματικαί. ὡς γάρ, φησίν, ἔχει ἡ γεωδαισία πρὸς τὴν γεωμετρίαν, οὐδενὶ ἄλλῳ διαφέρουσαν τῆς γεωδαισίας ἢ τῷ ταύτην μὲν περὶ τὰ αἰσθητὰ εἶναι καὶ τὰ τούτων μέτρα, εὑρεθεῖσαν ἐν Αἰγύπτῳ διὰ τὴν χρείαν τῆς κατὰ τὴν χώραν διαιρέσεως τῷ τοὺς φθάσαντας ὅρ· ους συγχεῖσθαι ὑπὸ τῆς τοῦ Νείλου ἀναβάσεως, τὴν δὲ γεωμετρίαν μὴ περὶ τὰς τούτων ἰδέας, ὡς οὖν ἐπὶ τῆς γεωδαισίας καὶ γεωμετρίας, οὕτως τις ἀξιώσει καί ἐπὶ ἰατρικῆς καὶ ἔσται τις ἰατρικὴ ἀνάλογος οὖσα τῇ γεωμετρίᾳ μεταξὺ ὑπάρχουσα, καὶ πάλιν ἄλλη ἰατρικὴ αἰσθητή, καὶ ἄλλη ἰατρικὴ νοητή. καίτοι πῶς τοῦτο δυνατὸν ὑπάρχειν; καὶ γὰρ ἡ ὑγεία ἐπὶ σωμάτων θεωρεῖται ἐχόντων συμμετρίαν καὶ σύνθεσιν τοιάνδε· οὐ δυνατὸν δὲ ταύτην θεωρεῖσθαι καὶ ἐπὶ διανοητῶν οὔτε ἐπὶ νοητῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. φαμὲν δὲ πρὸς αὐτὸν ὅτι ἔστι καὶ διανοητὴ ἰατρικὴ, αὐτὸς ὁ λόγος ὁ τῆς ἰατρικῆς ὑπάρχων ἐν τῇ ἡμετέρᾳ ψυχῇ, ἔστι δὲ καὶ νοητὴ ἰατρική, ὁ λόγος ὁ παρὰ τῷ δημιουρηῷ, φησί, καθ’ ὃν λόγον ἐστὶν ὁ κόσμος, ὥς φησιν, ἄνοσος καὶ ἀγήρως. ἅμα δὲ οὐδὲ τοῦτο ἀληθὲς ὑπάρχει, ὡς ὅτι ἡ γεωδαισία τῶν αἰσθητῶν ἐστι μεγε θῶν καὶ φθαρτῶν· ἐφθείρετο γὰρ ἄν φθειρομένων. πῶς δὲ οὐ φθείρεται, εἴρηται. p. 997b34 Ἀλλὰ μὴν οὐδὲ τῶν αἰσθητῶν ἂν εἴη μεγεθῶν. Ὅ λέγει τοῦτό ἐστιν, ὅτι οὐδὲ τῶν αἰσθητῶν μεγεθῶν ἐστιν ἡ γεωμετρία. εἰ γὰρ περὶ τὰ αἰσθητὰ μεγέθη κατεγίνετο, φανερὸν ὅτι οὐκ <ἂν> εἶχεν ἀκρίβειαν λέγουσα ὅτι εὐθεῖα κύκλου κατὰ ἓν σημεῖον ἅπτεται· αἰσθητῶς γὰρ οὐχ ἅπτεται κατὰ ἓν σημεῖον, ἀλλὰ κατὰ πλείονα. ὥστε ἐξ ἀφαιρέσεως τῶν αἰσθητῶν λαμβάνει τὰ εἴδη ἡ γεωμετρία, καὶ οὕτως αὐτὰ ἀκριβῶς πολυπραγμονεῖ. καὶ δῆλον ὅτι οὐκ ἔχει περὶ διανοητά, ὥς φασιν, ἀλλὰ περὶ τὰ ἐξ ἀφαιρέσεως. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν ὅτι ὡς ἔχει τὸ γνωστὸν πρὸς τὸ γνωστόν, οὕτως ἔχει καὶ ἡ γνῶσις πρὸς τὴν γνῶσιν. εἰ τοίνυν τὰ μὲν αἰσθητ· ὰ πρωτουργὰ ὑπάρχουσι, τὰ δὲ ἐξ ἀφαιρέσεως ἐκ τῶν αἰσθητῶν τὸ εἶναι ἔχουσι, κρεῖττον δὲ τὸ παράδειγμα τῆς εἰκόνος, φανερὸν ὅτι καὶ αἱ αἰσθήσεις ὡς πρωτουργοὶ κρείττονες ἔσονται τῶν ἐξ ἀφαιρέσεως· ὥστε καὶ ἡ γνῶσις κρείττων ἔσται ἡ καταγινομένη περὶ τὰ αἰσθητὰ τῆς καταγινομένης περὶ τὰ ἐξ ἀφαιρέσεως· καὶ οὕτως κρείττων ἔσται γεωδαισία γεωμετρίας, ὅπερ προφανῶς ἄτοπον. ὅτι γὰρ ἔχομεν τοὺς λόγους τῶν πραγμάτων ἐν ἑαυτοῖς καὶ οὐκ ἐκ τῶν αἰσθητῶν, δῆλον ἐκ τοῦ καταγινώσκειν ἡμᾶς πάντων τῶν αἰσθητῶν, καὶ τοῦ κύκλου τοῦ αἰσθητοῦ καὶ τῶν ἄλλων ὁμοίως ἁπάντων τῶν αἰσθητῶν· εἰ δὲ ἦσαν παραδείγματα τὰ αἰσθητά, οὐκ ἄν ποτε αὐτῶν κατέγνωμεν. ἐφεξῆς οὗν δείκνυσιν ὡς ὅτι οὐδὲ ἡ ἀστρολογία περὶ αἰσθητῶν λέγει, οἷον περὶ τοῦδε τοῦ οὐρανοῦ καὶ τῶνδε τῶν ἄστρων· ἀδύνατον γὰρ τὸν περὶ αἰσθητῶν διαλεγόμενον· ἀκριβῶς διαλεχθῆναι· ἀλλὰ δῆλον ὡς ὅτι ἐξ ἀφαιρέσεως. ὁμοίως δὲ καὶ ἐπὶ γραμμῶν· οὔτε γὰρ αἱ αἰσθηταὶ γραμμαὶ τοιαῦται ὑπάρχουσιν οἵας λέγει ὁ γεωμέτρης· οὐδὲν γὰρ εὐθὺ τῶν αἰσθητῶν οὕτως οὐδὲ στρογγύλον. ὁ γὰρ κύκλος ὁ αἰσθητὸς τοῦ κανόνος καὶ τοῦ αἰσθητοῦ ἐπιπέδου οὐ κατὰ στιγμὴν ἅπτεται, καθάπερ φησὶν ὁ γεωμέτρης, ἀλλ’ ὡς Πρωταγόρας ἔλεγεν ἐλέγχων τοὺς γεωμέτρας. ἔφερε γὰρ κανόνα καὶ προσῆπτε τῷ κύκλῳ καὶ ἐδείκνυεν ὅτι οὐ κατὰ ἓν σημεῖον γίνεται ἡ ἁφή, ἀγνοῶν καὶ αὐτὸς ὅτι μὴ περὶ τούτων ὁ λόγος αὐτοῖς, ἀλλὰ περὶ τῶν ἐξ ἀφαιρέσεως. ἀλλ’ οὐδὲ αὐτοῦ τοῦ οὐρανοῦ αἵ τε κύκλῳ γινόμεναι καὶ αἱ κατὰ ἕλικας τοιαῦται, ὁποίας λαμβάνει ὁ ἀστρολόγος ***καὶ τὴν ἕλικα καὶ τὸν κύκλον ἅ ἐστι μήκη ἀπλατῆ, καὶ ἐπὶ τούτων τὰς κινήσεις ὑποτίθεται· οὐδὲν δὲ ἔστιν ἐν τοῖς αἰσθητοῖς μῆκος ἄνευ πλάτους λαμβάνειν, 〈ἀλλὰ〉 δῆλον ὅτι ἐξ ἀφαιρέσεως λαμβάνει. καὶ πάλιν λαμβάνει σημεῖον ἀντὶ ἄστρου, λέγων ὅτι ἔστιν τὸ σημεῖον ἀστήρ, ὅπερ οὐκ ἔστιν· οὐχ ὅτι κἀκεῖνα ἔχουσι τὰ οὐράνια ἀλλ’ ὅτι αἰσθητῶς ἡμεῖς οὐ δυνάμεθα ἀυτὰ ἑρμηνεύσαι. p. 998a7 εἰσὶ δὲ τινες οἵ · φασιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε εἰδῶν καὶ τῶν αἰσθητῶν. Φησὶν ὅτι ὑπάρχουσί τινες οἵτινες ὑποτίθενται διανοητὰς οὐσίας, φασὶ δὲ αὐτὰς εἶναι ἐν τοῖς αἰσθητοῖς. ἐροῦμεν πρὸς αὐτοὺς ὅτι εἰ ἄρα τὰς διανοητὰς οὐσίας ἐναποτίθεσθε ἐν τοῖς αἰσθητοῖς, διὰ τί μὴ καὶ τὰς νοητάς; τί γάρ ἐστι τὸ κωλῦον; πρὸς τούτοις δὲ συμβήσεται πρᾶγμα ἀκίνητον καὶ στερεὸν εἶναι ἐν κινουμένῳ· καὶ οὕτως δύο σώματα ἔσονται ἅμα ἐν τῷ αὐτῷ τόπῳ, ὅπερ ἐστὶν ἀδύνατον, ὁ αἰσθητὸς οὐρανός, εἰ τύχοι, καὶ ὁ διανοητός. ὃ οὖν λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰσὶ δέ τινες οἵτινες λέγουσιν εἶναι μὲν τὰ μεταξὺ ταῦτα λεγόμενα τῶν τε αἰσθητῶν οὐσιῶν καὶ τῶν νοητῶν λέγει δὲ τὰς διανοητὰς οὐσίας), οὐ μὴν κεχωρισμένα ὑπάρχουσι τῶν αἰσθητῶν ἀλλ’ ἐν τούτοις εἰσίν. οἷς τὰ συμβαίνοντα ἄτοπα καὶ ἀδύνατα, πλείονος δὲ λόγου δεῖται καὶ οὐκ ἔστι τοῦ παρόντος καιροῦ· ἱκανὸν δὲ καὶ τὰ τοιαῦτα θεωρῆσαι καὶ εἰπεῖν. οὄτε γὰρ ἐπὶ τῶν διανοητῶν οὕτως ἔχειν εὔλογον μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν νοητῶν, ὡς ὅτι καὶ τὰ νοητὰ ἐν τοῖς αἰσθητοῖς ἔχουσι τὸ εἶναι. δεῖ γὰρ λόγου τινός, διότι ταῦτα μέν ἐστιν ἐν τοῖς αἰσθητοῖς, ἐκεῖνα δὲ οὐκέτι. συμβήσεται οὖν δύο στερεὰ ἐν τῷ αὐτῷ τόπῳ εἶναι, τό τε μαθηματικόν ἔστιν γὰρ καὶ μαθηματικὸν στερεόν, περὶ ὃ ἡ στερεομετρία) καὶ τὸ αἰσθητόν, <εἰ> ἐκεῖνο ἐν τούτῳ <ἔσται>. ἔσται γὰρ σῶμα διὰ σώματος οὕτως. ἔτι δὲ οὐδὲ ἀκίνητα ἔσται τὰ μαθηματικά, ὄντα ἐν τοῖς αἰσθητοῖς· κινουμένων γὰρ τούτων ἀνάγκη καὶ τὰ ἐν αὐτοῖς κινεῖσθαι, οὐχ ὡς τὰ συμβεβηκότα, ἀλλ’ ὡς καὶ αὐτὰ ὄντα ἐν τόπῳ, εἴ γε καὶ αὐτὰ μεγέθη καὶ ἐν διαστάσει· καὶ ἔσται κινούμενα ὁμοίως τοῖς τῶν σωμάτων βίᾳ καὶ ὑπό τινος κινουμένοις, οὐ κατὰ τὴν ἑαυτῶν ῥοπήν. καθόλου δὲ τίνος χάριν δεῖ λέγειν μὲν αὐτὰ εἶναι, <εἶναι> δὲ ἐν τοῖς αἰσθητοῖς; οὐδὲ μίαν γὰρ φαίνεται αὐτοῖς χρείαν παρεχόμενα, ὄντα γε μὴ καθ’ αὑτὰ ἀλλ’ ἐν τούτοις. πρὸς γὰρ τούτοις τοῖς προειρημένοις ἀτόποις καὶ ὅσα εἵπετο τοῖς κεχωρισμένα ποιοῦσιν αὐτά, καὶ τοῦτο ἀκολουθήσει· ἔσται γάρ τις οὐρανὸς καὶ ἄλλος καὶ κατὰ τούτους παρὰ τὸν αἰσθητὸν οὐρανόν, ὁμοίως καὶ ἥλιος καὶ τῶν ἄστρων ἕκαστον, πλὴν ὅτι οὐ καθ’ αὑτοὺς ὄντες ἀλλ’ ἐν τούτοις, ἥλιος ἐν ἡλίῳ καὶ σελήνη ἐν σελήνῃ καὶ οὐρανὸς ἐν οὐρανῷ, πρὸς ἐκείνῳ τῷ ἀτόπῳ καὶ τοῦτο προσειληφότα τὸ δύο σώματα ἐν τῷ αὐτῷ τόπῳ εἶναι. p. 998a20 Περί τε τούτων οὖν ἀπορία πολλὴ πῶς δεῖ θέμενον τυχεῖν τῆς ἀληθείας. Ἐξ ἀρχῆς προέθετο εἰπεῖν περὶ πλειόνων προβλημάτων τοῦ προκειμένου βιβλίου, ἅτινα καὶ ἐξέθετο· καὶ ἐνταῦθα μὲν ἐφ’ ἑκάτερα ἐπιχειρεῖ, τὰς δὲ λύσεις ἐν τῷ Γ ἐπιφέρει. ἦσαν οὖν τῶν προβλημάτων τῶν ἐκτεθέντων ὑπ’ αὐτοῦ καὶ ἡ περὶ ταὐτοῦ ζήτησις καὶ ὁμοίου καὶ ἀνομοίου, παρέλιπε δὲ τὸν περὶ αὐτῶν λόγον ἐνταῦθα· λέγει δὲ ἀκριβῶς περὶ αὐτῶν ἐν τῷ Γ στοιχείῳ καὶ ἐν τῷ I. πρόκειται τοίνυν αὐτῷ ἐνταῦθα ζητῆσαι περὶ τῶν ἀρχῶν· καί φησιν ὅτι ἄξιον ἀπορίας, ποῖαι ἄρα μᾶλλον ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι, πότερον τὰ στοιχεῖα ἢ τὰ γένη. καὶ ἐπιχειρεῖ κατ’ ἀμφοτέρους τοὺς λόγους. εἰδέναι μέντοι γε χρὴ ὅτι καὶ τὰ στοιχεῖα καὶ τὰ γένη δύνανται εἶναι ἀρχαὶ τῶν ὄντων· ἀλλὰ τὰ μὲν στοιχεῖα ὡς ὑλικὰ αἴτια, οἷον τὰ τέσσαρα στοιχεῖα ἀρχαὶ ὑπάρχουσι τῶν σωμάτων ὡς ὑλικὰ αἴτια, τὰ μέντοι γε γένη τὰ πρώτιστα οἱ λόγοι οἱ παρὰ τῷ δημιουργῷ ποιητικοὶ. ὑπάρχουσι καὶ παρακτικοὶ πάντων τῶν ὄντων. ἔχει δὲ καὶ ἡ ψυχὴ τούτους τοὺς λόγους, ἀλλὰ γνωστικῶς μόνον, οὐκέτι καὶ δημιουργικῶς. πάλιν ζητεῖ ὅτι εἰ ἄρα τὰ γένη ὑπάρχουσι στοιχεῖα τῶν ὄντων, πότερον τὰ καθόλου ἢ τὰ προσεχῆ. χρὴ μέντοι γε γινώσκειν ὅτι εἰ τὰ ἐπὶ τοῖς πολλοῖς λαμβάνομεν καὶ ὑστερογενῆ, τουτέστι τὰ ἐν τῇ φαντασία, μᾶλλον τὰ προσεχῆ ὑπάρχουσιν ὡς γὰρ εἴρηται ἐν Κατηγορίαις, μᾶλλον ἔστιν ἑλεῖν τὸν Σωκράτη ἐκ τοῦ εἰπεῖν ὅτι ἄνθρωπος ἡ ἐκ τοῦ εἰπεῖν ὅτι ζῷον· δύναται γὰρ καὶ ὁ ἵππος ζῷον εἶναι), εἰ δὲ τὰ πρὸ τῶν πολλῶν, δῆλον ὅτι καὶ ὁ ἀληθὴς λόγος ἔχει οὕτως, ὅτι δεῖ λαβεῖν τοὺς λόγους τοὺς δημιουργικούς, οἷον, εἰ τύχοι, τὸν λόγον τοῦ ζῴου, καθ’ ὃν παράγονται πάντα τὰ ζῷ. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. p. 998a20 Περί τε τούτων οὖν ἀπορία πολλὴ πῶς θέμενον. Φησὶν ὅτι πολλή ἐστιν ἀπορία καὶ περὶ τῶν φθασάντων, εἴτε μόνη ἐστὶν αἰσθητὴ οὐσία εἴτε καὶ ἄλλη τις παρὰ ταύτην, καὶ εἰ ἔστιν ἄλλη, πολλή ἐστιν ἀπορία· ὁμοίως δὲ καὶ περὶ τῶν ἀρχῶν τῶν ὄντων, πότερον δεῖ ἡμᾶς ὑπολαμβάνειν ἀρχὰς καὶ στοιχεῖα τῶν ὄντων ὑπάρχειν τὰ γένη ἢ μᾶλλον ἐξ ὧν ἐνυπαρχόντων ἐστὶν ἕκαστον πρῶτον, τουτέστιν ἢ μᾶλλον δοκοῦσιν εἶναι ταῦτα ἐξ ὧν σύγκεινται αἱ πᾶσαι πρώτων, τουτέστι τὰ δ στοιχεῖα, ἀλλ’ οὐ τὸ κοινὸν ἡ φωνή ἐστιν ἀρχή· τουτέστιν οὐκ ἔστιν ἡ ἁπλῶς φωνὴ κατηγορουμένη κατὰ πάντων τῶν ζῴων τῶν φωνούντων ἀρχή. καὶ πάλιν τῶν διαγραμμάτων τουτέστι τῶν θεωρημάτων τῶν ἐν γεωμετρίᾳ, ταῦτα στοιχεῖα λέγομεν, ὧν αἱ ἀποδείξεις ἐνυπάρχουσιν ἐν ταῖς τῶν ἄλλων ἀποδείξεσιν ἢ πάντων ἢ πλείστων. τὸ γὰρ θεώρημα τὸ λέγον ὅτι τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσιν ἀποδείκνυται ἐκ τοῦ πρὸ αὐτοῦ, ὥστε στοιχεῖον ἐστι τὸ πρὸ αὐτοῦ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. καινῶς δὲ προσέθηκε τὸ ἢ πάντων ἢ πλειόνων, ὅτι τὸ μέρος τοῦτο τοῦ θεωρήματος τὸ λέγον ὅτι τῶν ἰσοσκελῶν τριγώνων αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσι, πρὸς μεγάλα ἡμῖν συμβάλλεται, πρὸς πάντα σχεδὸν εἰπεῖν· τὸ δὲ ἕτερον αὐτοῦ μέρος τὸ λέγον ῾καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσι’ πρὸς ἕν τι συμβάλλεται. χρὴ γὰρ εἰδέναι ὅτι ἔδειξεν ὁ γεωμέτρης ἐπὶ τοῦ θεωρήματος τοῦ λέγοντος ‘ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι οὐ συσταθήσονται ἐπὶ τὰ αὐτὰ σημεῖα’. καὶ ἔδειξε τοῦτο ὁ Εὐκλείδης ἐκτὸς πιπτουσῶν τῶν εὐθειῶν. ἐὰν οὖν τις ἀπορήσῃ λέγων ὅτι πόθεν δῆλον μὴ ἐντὸς πίπτουσιν, ἔστι τοῦτο δεῖξαι διὰ τοῦ μέρους τοῦ θεωρήματος τοῦ λέγοντος ῾καὶ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι ἀλλήλαις ὑπάρχουσι.’ διὰ τοῦτο τοίνυν καὶ στοιχεῖα ταῦτα λέγονται ἐξ ὧν ταῦτα ἀποδείκνυνται. p. 998a28 ἔτι δὲ τῶν 〈σωμάτων〉 καὶ οἱ πλείω λέγοντες στοιχεῖα. Ὄτι ἀρχαὶ τῶν ὄντων τὰ στοιχεῖα ὑπάρχουσι, κέχρηται μάρτυρι ’Εμπεδοκλεῖ εἰρηκότι τὰ τέσσαρα στοιχεῖα καὶ τοῖς ἄλλοις φυσιολόγοις τοῖς εἰρηκόσιν ἓν εἶναι στοιχεῖον ἀρχὰς τῶν ὄντων, οἷον ῾Ηρακλείτῳ ἢ ’Αναξιμένει καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι πρὸς τούτοις δὲ τῶν σωμάτων καὶ οἱ οἱ πλείω πλείω λέγοντες εἶναι στοιχεῖα καὶ οἱ ἕν, ἐξ ὧν σύγκειται ται καὶ ἐξ ὧν συνέστηκεν ἀρχὰς λέγουσιν εἶναι, οἷον ’Εμπεδοκλῆς πῦρ καὶ ὕδωρ καὶ τὰ μετὰ τούτων στοιχεῖα, τουτέστιν ἀέρα καὶ γῆν, ἐξ ὧν ἐστι τὰ ὄντα ἐνυπαρχόντων· οὔτε γὰρ ὡς γένη τῶν ὄντων ὑποτίθεται αὐτά, ἀλλ’ ὡς στοιχεῖα. πρὸς δὲ τούτοις καὶ τῶν ἄλλων εἴ τις ἐθέλει τὴν φύσιν σκοπεῖν, εὑρήσει ὡς ὅτι ἀρχὰς τῶν ὄντων στοιχεῖα ὑποτίθενται, οἷον κλίνης ἀρχὰς †ὅ ἐστι δίποδας καὶ ὅσα ἄλλα τοιαῦτα· ταῦτα δὲ στοιχεῖα ὑπάρχουσιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. ὥστε ἐκ τούτων τῶν λόγων οὐκ ἂν εἴησαν ἀρχαὶ τὰ γένη τῶν ὄντων. καὶ ἀπὸ τῶν οὖν τεχνητῶν τοῦτο δείκνυσιν, ὡς εἴρηται· καὶ γὰρ κλίνης καὶ ἑκάστου τῶν τοιούτων τοῖς βουλομένοις τίς ἡ φύσις ἑκάστου αὐτῶν σκοπῆσαι ἡ γνῶσις ἐξ ὧν συνέστηκε μορίων. ἀρχαὶ γὰρ ἑκάστου αὐτῶν τὰ ἐξ ὧν συνέστηκεν· ἐκ μὲν γὰρ τοῦ γνωρίσαι τἀς ἀρχὰς γνώριμον καὶ τὸ ἐκ τῶν ἀρχῶν γίνεται· τούτων δὲ ἕκαστον γυωρίζεται, ὅταν τὰ ἐξ ὧν σύγκειται καὶ ὁ τρόπος τῆς συνθέσεως γνώριμος · γένηται. p. 998b4 Εἰ δὲ ἕκαστον μὲν γνωρίζομεν διὰ τῶν ὁρισμῶν. Δείξας ὅτι ἀρχαὶ τῶν ὄντων τὰ στοιχεῖα, ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι μᾶλλον τὰ γένη ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων. εἰ γάρ, τῇσί, τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοὶ τὸ εἶναι ἔχουσιν ἐκ γενῶν καὶ διαφορῶν, δῆλον ὅτι τὰ γένη ἀρχαὶ εἶεν ἂν τῶν ὄντων. χρὴ μέντοι γε γινώσκειν ὅτι εἰ μὲν τὰ πορρωτέρω γένη λέγει, τῷ ὄντι ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν, ὡς ἐδείξαμεν ἐν τῇ θεωρίᾳ, οἱ λόγοι οἱ δημιουργικοὶ οἱ ἐξῃρημένοι· ἐπεὶ δυνατὸν εἰπεῖν ὅτι καὶ τὸ γένος καὶ ἡ διαφορὰ στοιχεῖα τοῦ ὁρισμοῦ ὑπάρχουσιν, ἐπειδή ἐξ αὐτῶν σύγκειται ὁ ὁρισμός. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ τὰ πράγματα γινώσκονται ἐκ τῶν ὁρισμῶν αὐτῶν, ἀρχαὶ δὲ τὰ γένη τῶν ὁρισμῶν ὑπάρχουσιν, ἀνάγκη πᾶσα καὶ τῶν ὁριστῶν ἀρχὰς εἶναι τὰ γένη· ἕκαστον γὰρ γνωρίζομεν διὰ τῶν ὁρισμῶν. ἡ οὖν ἐπιχείρησις. δυνάμει τοιαύτη ἐστίν. εἰ ἐξ ὧν ἕκαστον γνωρίζομεν, ταῦτα ἐκείνου ἀρχή κεῖται γὰρ ὅτι ἐκ τοῦ τὰ αἴτια καὶ τὰ στοιχεῖά τινων εἰδέναι καὶ τὰς ἀρχὰς γίνεται τὸ καὶ αὐτὰ εἰδέναι) ἐκ δὲ τῶν ὁρισμῶν γινώσκομεν ἕκαστον τῶν ὄντων, οἱ ὁρισμοὶ ἄρα ἀρχαί. ἀλλὰ μὴν πάλιν αὐτῶν τῶν ὁρισμῶν τὰ γένη ἀρχαί· ἀρχὴ γὰρ τῶν ὁρισμῶν ἡ τοῦ γένους λῆψις. ὥστε καὶ τῶν ὁριστῶν ἀρχαὶ τὰ γένη ὑπάρχουσι. p. 998b6 Κἂν εἰ ἔστι τὴν τῶν ὄντων λαβεῖν ἐπιστήμην. Ἐπιστήμονες γινόμεθα τῶν πραγμάτων τὰ εἴδη θηρῶντες· ἕκαστον γὰρ τῶν ὄντων κατὰ τὸ εἶδος τὸ ἑαυτοῦ χαρακτηρίζεται, τὸ δὲ εἶδος οὐκ ἔστιν ἑλεῖν ἄνευ τοῦ γένους, ὡς εἴρηται ἐν τῇ εἰσαγωγῇ Πορφυρίου, εἴ γε τῶν πρός τι ὑπάρχουσιν· ὥστε καὶ ἐντεῦθεν ἔστιν ἑλεῖν ὅτι τὰ γένη ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τότε γινώσκομεν τὰ ὄντα, ὅταν λάβωμεν τὴν τῶν εἰδῶν ἐπιστήμην, ἐπειδὴ κατὰ τὰ εἴδη τὰ πράγματα χαρακτηρίζονται, τῶν δὲ εἰδῶν ἀρχαὶ τὰ γένη εἰσίν· ὥστε τῶν ὄντων ἀρχὶ τὰ γένη ὑπάρχουσι. καὶ γὰρ οἱ ὁρισμοὶ αὐτῶν κατὰ τὰ εἴδη· τῶν γὰρ καθ’ ἕκαστα οὐκ ἔστι κυρίως ὁρισμός, ἀλλὰ ὑπογραφή. εἰ οὖν ἐκ τῆς τούτων γνώσεως ἡ τῶν ὄντων γνῶσις ἤρτηται, εἴδη ἄν εἶεν ἀρχαὶ τῶν καθ’ ἕκαστα, καθ’ ἃ εἴδη εἰσίν. ἀλλὰ μὴν ἀρχαὶ τῶν εἰδῶν τὰ γένη· ἐκ γὰρ τῆς τούτων διαιρέσεως τὰ εἴδη, καὶ οἱ τῶν εἰδῶν ὁρισμοὶ διὰ τῶν γενῶν. καὶ τῶν ὄντων ἄρα ἀρχαὶ πάντων τὰ γένη. p. 998b9 Φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα. Ὅτι γένη ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων, μάρτυρα παράγει Πλάτωνα καὶ τοὺς Πυθαγορείους. φησὶ γὰρ ὅτι ἀρχὰς τῶν ὄντων ἔλεγον ἐκεῖνοι τὸ ἓν τὸ ὂν καὶ τὴν δυάδα, καὶ γένη ταῦτα ὑπετίθεντο. δῆλον δὲ ὅτι συμβολικῶς τὸ μὲν ἓν ὡς προακτικὸν τῶν πάντων, τὸ δὲ ὂν ὡς αἴτιον τῆς τῶν πάντων ὑποστάσεως, τὴν δὲ δυάδα ὡς αἰτίαν τῆς προόδου. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι φαίνονται δέ τινες καὶ τῶν λεγόντων στοιχεῖα τῶν ὄντων τὸ ἓν ἢ τὸ ὂν ἢ τὸ μέγα καὶ μικρὸν ὡς γένεσιν αὐτοῖς χρῆσθαι. κατὰ πάντων γὰρ τῶν ὄντων κατηγορεῖ ὁ Πλατῶν τὸ ἓν καὶ τὴν δυάδα καὶ τὸ ὄν. καθ’ ὅσον μὲν γὰρ τόδε τί ἐστιν ἕκαστον τῶν ὄντων τοιοῦτον δὲ κατὰ τὸ εἶδος), τὸ ἓν αὐτοῦ καὶ τὸ ὃν κατηγορεῖ· καθ’ ὅσον δὲ ἐν ῥύσει συνεχεῖ καὶ μεταβολῇ παρὰ τοῦ ὑποκειμένου ἐστί, παρὰ τοῦτο τὸ μέγα καὶ τὸ μικρὸν αὐτοῦ κατηγορεῖ. p. 998b11 Ἀλλὰ μὴν οὐδὲ ἀμφοτέρως οἷόν τε λέγειν ἀρχάς. Ἀδύνατον διχῶς ὑποτίθεσθαι ἀρχάς καὶ λέγειν ὅτι καὶ γένη καὶ στοιχεῖα· ἡ γὰρ ἀρχὴ ἕν τι πρᾶγμά ἐστιν, οὐ δυνατὸν δὲ ἑνὸς πράγματος δύο ὁρισμοὺς ἀποδοῦναι. ὁ γὰρ κυρίως ὁρισμός, ὡς εἴρηται ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς, εἷς ἐστι. λέγομεν δὲ ἡμεῖς ὅτι τῷ ὄντι κατὰ ταὐτὸν οὐ δυνατὸν πράγματος εἶναι δύο ὁρισμούς, κατ’ ἄλλο μέντοι γε ᾇ ἄλλο οὐδέν ἐστιν ἄτοπον· ἑτέρα γάρ ἐστιν ἡ ὑλικὴ ἀρχὴ καὶ ἕτερος ὁ ὁρισμὸς ὅτι ἐκ ξύλων καὶ λίθων, καὶ ἕτερος πάλιν ὁρισμὸς ὁ ἐκ τοῦ εἴδους, τὸ σκέπασμα κωλυτικὸν ὄμβρου καὶ φθορᾶς. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι οὐ δυνατόν ἐστι διχῶς ὑποτίθεσθαι τὰς ἀρχάς. ὁ μὲν γὰρ λόγος τῆς οὐσίας τοῦ πράγματος εἷς ἐστιν, ἕτερος δέ ἐστιν ὁ ὁρισμὸς ὁ διὰ τῶν γενῶν καὶ ὁ λέγων ἐξ ὧν ἐστιν ἐνυπαρχόντων, τουτέστι καὶ ἕτερος ὁ τῶν στοιχείων ὡς αρχων· ὥστε ἔσονται του αὐτοῦ πράγματος ουο ὁρισμοὶ, ὅπερ ἐστὶν ἀδύνατον. p. 998b14 Πρὸς δὲ τούτοις εἰ καὶ ὅτι μάλιστα. Κἂν ὑποθώμεθα τὰ γένη ἀρχὰς εἶναι τῶν ὄντων, πάλιν ἔτι ἄπορος τὰ πρῶτα καὶ ἐξῃρημένα, ἤγουν τὰ ἔσχατα καὶ προσεχῶς κατηγορούμενα τῶν ἀτόμων. καὶ δῆλον ὅτι κυρίως τὰ πρῶτα, τουτέστι τοὺς λόγους τοὺς δημιουργικούς, τὸ ἀπλῶς ζῷον. ἄξιον οὖν ζητήσεως πότερον τὰ ἀνωτάτω γένη χρὴ τίθεσθαι ἀρχὰς καὶ τὰ κοινότατα, ἢ τὰ ἔσχατα καὶ τὰ προσεχῆ τοῖς καθ’ ἕκαστα, ἅπερ ἄτομα εἴδη καλεῖται. γένη γὰρ καὶ τὰ εἴδη νῦν λέγει. p. 998b17 Εἰ μὲν γὰρ ὅτι τὰ καθόλου μᾶλλον ἀρχαί. Φησὶν ὅτι ἐὰν ὑποθώμεθα ἀρχὰς εἶναι τῶν ὄντων τὰ καθόλου, δῆλον ὡς ὅτι τὰ ἀνωτάτω λαμβάνομεν τῶν γενῶν· ταῦτα γὰρ λέγεται κατὰ πάντων, καὶ ἐφ’ ὅσων λέγονται τὰ προσεχῆ, λέγονται καὶ ταῦτα, ἐφ’ ὅσων δὲ ταῦτα, οὐ λέγονται τὰ προσεχῆ· ὥστε μᾶλλον ταῦτα γένη ὑπάρχουσι τὰ πορρωτάτω. τοσαῦταί ἄρα ἔσονται ἀρχαί, ὅσα καὶ γένη πρῶτα· οἷον εἰ δέκα γένη τῶν κατηγοριῶν, φανερὸν ὅτι καὶ δέκα ἀρχαὶ ἔσονται τῶν ὄντων. ὥστε ἔσται τε ὂν καὶ τὸ ἓν ἀρχὴ καὶ οὐσία· ταῦτα γὰρ κατὰ πάντων μάλιστα λέγεται τῶν ὄντων, ὡς ἐδείξαμεν. εί γὰρ εἴη ταῦτα πάντων τῶν ὄντων κατηγορούμενα ὡς γένη. ταῦτα ἄν εἶεν ἀρχαὶ καὶ αἴτια τῶν ὄντων. p. 998b22 οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε ἓν οὔτε τὸ ὄν. Ἐζήτῃσεν ἄρα πόσα δεῖ καλεῖν ἀρχὰς τῶν ὄντων, πότερον τὰ γένη ἢ τὰ στοιχεῖα· καὶ ἐπεχείρησεν ἐφ’ ἑκάτερα δεικνὺς ὅτι οὔτε τὰ γένη οὔτε δὲ τὰ στοιχεῖ, γυμναστικῶς προσάγων τὸν λόγον. ἐντεῦθεν οὖν πάλιν ζητεῖ, εἰ ἄρα τὰ γένη ὑποθώμεθα ἀρχὰς τῶν ὄντων, πότερον τὰ πορρωτάτων γένη δεῖ ἡμᾶς ὑποτίθεσθαι ἢ τὰ προσεχῆ. καὶ πρότερον γυμναστικῶς προιὼν ἐπιχειρεῖ δεικνύναι ὅτι οὐ δυνατὸν τὰ πόρρω, ἔπειτα δὲ ἀναιρεῖ κ· αὶ τὰ προσεχῆ. καὶ ὕστερον αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος δείκνυσιν ὅτι μᾶλλον τὰ πορρωτάτω ὑπάρχουσιν ἀρχαὶ τῶν ὄντων· τέως δ’ οὖν ὅτι οὔκ εἰσιν ἐπιχειρεῖ δεῖξαι. καὶ προάγει τὸν λόγον τοῦτον τὸν τρόπον. φησὶν ὅτι εἰ ὑποθώμεθα τὰ πορρωτάτω γένη ἀρχὰς εἶναι τῶν ὄντων, πᾶσά ἐστιν ἀνάγκη, ὅσα τὰ γένη ὑπάρχουσι, τοσαῦται καὶ αἱ ἀρχαί· εἰ δέκα τὰ γένη, καθάπερ αὐτός φησι, δέκα καὶ αἱ ἀρχαί. ποῖα οὖν μᾶλλον δοκεῖ γένη εἶναι τῶν ὄντων. ,φανερὸν ὅτι τὸ ἓν καὶ τὸ ὄν, ἐπειδὴ ταῦτα διὰ πάντων τῶν ὄντων πεφοιτήκασι· πάντα γὰρ τὰ ὄντα μετέχει καὶ τῆς ἑνάδος, ὡς ἐκεῖθεν προελθόντα, καὶ τοῦ ὄντος, εἴ γε τὸ μὴ ὃν οὐδὲ ἔστι. δείκνυσιν οὖν ὅτι οὐ γένη ταῦτα δύνανται εἶναι καὶ διὰ τοῦτο οὐδὲ ἀρχαί. καὶ τί λέγω περὶ τούτων; προιὼν γὰρ καὶ περὶ τῶν ὁμολογουμένως γενῶν δείκνυσιν ὅτι οὐκ ἔστι γένη γυμναστικῶς. τί οὖν φησιν; ὅτι οὐδέποτε οὔτε τὰ εἴδη τῶν διαφορῶν κατηγοροῦντι, οὔτε δὲ τὰ γένη αὐτῶν καθ’ αὑτῶν τῶν διαφορῶν, δῆλον· οὐδεὶς γὰρ κατηγορεῖ τὸν ἄνθρωπον τοῦ λογικοῦ, οὔτε δὲ τὸ ζῷον κατηγορεῖται τῆς λογικότητος, ἀλλ’ εἰ ἄρα, τοῦ λογικοῦ τοῦ ἐν ὑποκειμένῳ θεωρουμένου. εἰ τοίνυν τὸ ὂν καὶ τὸ ἓν κατηγοροῦνται καὶ τῶν διαφορῶν αὐτῶν καθ’ αὑτῶν, τουτέστι τῆς λογικότητος, φανερὸν ὅτι οὐχ ὑπάρχουσι γένη. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφος πρὸς αὐτόν, ὅτι ἡ λογικότης αὐτὴ καθ’ αὑτὴν ἀνυπόστατος ὑπάρχει· ἀμέλει τοι καὶ ὁ λόγος ὁ παρὰ τῷ δημιουργῷ οὐκ ἔστι τῆς λογικότητος ἀλλὰ τοῦ λογικοῦ. αὐταὶ γὰρ καθ’ αὑτὰς αἱ διαφοραὶ ἀνύπαρκτοι καὶ ἀνυπόστατοι ὑπάρχουσιν, ὥστε οὐδὲ τὸ ὂν οὐδὲ τὸ ἓν τῆς λογικότητος κατηγοροῦνται τῆς μὴ οὔσης, ἀλλὰ σὺν τῷ μετέχοντι, τουτέστι τῷ λογικῷ, ὥσπερ καὶ τὸ ζῷον. ὥστε γένη ὑπάρχουσι τὸ ὃν καὶ τὸ ἕν, καὶ διὰ τοῦτο καὶ ἀρχαί. πάλιν τοίνυν φησὶν ὁ Ἀριστοτέλης ὅτι ἔνθα τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστι, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. διὰ τοῦτο γάρ φαμεν τὴν ψυχὴν μὴ εἶναι γένος τῶν κατὰ μέρος ψυχῶν, ἐπειδὴ ἡ φυσικὴ προτέρα ἐστὶν ὡς συναναιροῦσα, μὴ συναναιρουμένη δὲ· τὸ γὰρ συναναιροῦν μέν, μὴ συναναιρούμενον δὲ φύσει πρότερον ὑπάρχει. εἰ τοίνυν καὶ ἐπὶ τῶν ὄντων φύσει προτέρα ὑπάρχει ἡ οὐσία ὡς συναναιροῦσα, μὴ συναναιρουμένη δὲ τοῖς συμβεβηκόσι, δῆλον ὡς ὅτι τὸ ὂν καὶ τὸ ἓν οὐκ ἔστι γένος, ἐπειδὴ θεωρεῖται ἐπ’ αὐτῶν τὸ πρότερον καὶ τὸ ὕστερον δυνατὸν γάρ ἐστιν εἶναι οὐσίαν καὶ ποσὸν ἄνευ τῶν ἄλλων συμβεβηκότων) καὶ ὅτι ἐν τῇ οὐσίᾳ ἔχουσι τὸ εἶναι τὰ συμβεβηκότα. εἰ οὖν μή ἐστι γένος, δῆλον ὡς ὅτι οὐδὲ ἀρχαί. ἰστέον οὖν ὅτι οἱ ἐκ τοῦ Περιπάτου οὐ πάνυ διήρθρωσαν τὴν περὶ τῶν διαφορῶν θεωρίαν· δυνάμει γὰρ λέγουσιν εἶναι τὰς διαφορὰς ἐν τοῖς γένεσι. διὰ τοῦτο γὰρ καὶ ὁ Πορφύριός φησιν ὅτι “ἀλλ᾿ ὡς ἀξιοῦσιν” ὡς μὴ δεχόμενος τὰ παρ’ αὐτῶν. ἐνεργείᾳ γὰρ ὑπάρχουσιν αἱ διαφοραί, καὶ οὐδὲν ἄτοπον· οὔτε γὰρ τόπος ἐστὶν ἐκεῖσε οὔτε μόριον, οὔτε δὲ ἐναντία ὑπάρχουσι. τί οὖν ἄτοπον τὸ θεωρεῖσθαι τὰς διαφορὰς ἐν τοῖς γένεσιν; ὡς γὰρ εἴρηται, οὔκ εἰσιν αὐταὶ καθ’ αὑτὰς αἱ διαφοραί. φαμὲν οὖν ἡμεῖς πρὸς αὐτὸν ὅτι τῷ ὄντι ἐπὶ τῶν κατατεταγμένων γενῶν ἔρρωται ὁ λόγος, καὶ ἔνθα τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ἐπεὶ ἐν τῇ ὕλῃ θεωροῦνται καὶ ὑπάρχουσιν ἐννοηματικά· · διὸ ἐπὶ τῶν ὑστερογενῶν καὶ ἐννοηματικῶν κρείττονα τὰ αἰσθητὰ καὶ τὰ ἄτομα τῶν γενῶν, ὡς ἐν Κατηγορίαις ἐλέγετο. ἐπὶ μέντοι γε τῶν ἐξῃρηοὔτε μένων οὐδέν ἐστιν ἄτοπον τὸ ὂν καὶ τὸ ἓν γένη ὑποτίθεσθαι· τὰ γὰρ ἐξῃρημένα γένη ὑπὸ περιουσίας δυνάμεως προίσχουσιν ἅμα πάσας τὰς διαφοράς, αἵτινες διαφοραὶ παρακτικαὶ γίνονται τῶν τῇδε. καὶ τῷ ὄντι γένος ἐστὶ τό τε ὂν καὶ τὸ ἓν ὡς παρακτικὸν πάντων ὑπάρχον ἀθρόως. ἀμέλει τοι καὶ ἐν τοῖς ζῴοις θεωρεῖται τὸ πρότερον ὂν καὶ τὸ ὕστερον· πρότερα γάρ, εἰ τύχοι, ὑπάρχει τὰ οὐράνια ζῷα, ἥλιόν φημι καὶ σελήνην καὶ τὰ ἄλλα οὐράνια, ἔπειτα τὰ χερσαῖα καὶ τὰ ἄλλα. καὶ ἐν αὐτοῖς δὲ τοῖς χθονίοις ζῴοις πλείστη ὅση ἐστὶ διαφορά· λέγεται γὰρ ζῷον καὶ ὁ ἄνθρωπος καὶ ὁ μύρμηξ, καὶ πρότερόν ἐστιν ὁ ἄνθρωπος ὡς τίμιος. ὅμως λέγεται εἶναι γένος τὸ ζῷον τὸ ἐξῃρημένον, ἐπειδή, ὡς εἴρηται, ἐκ περιουσίας δυνάμεως προάγει ἀθρόως ἐκ τούτου τὰς διαφοράς, αἵτινες ἀπογεννῶσι τὰ ἄλλα πάντα. ὥστε ἐπὶ τῶν ἐξῃρημένων γενῶν χώραν ἔχει λέγειν τὰ τοιαῦτα πάντα γένη· οὐκέτι μέντοι γε ἐπὶ τῶν κατατεταγμένων καὶ ἐν τῇ ὕλῃ θεωρουμένων. ἐντεῦθεν ἐπιλυόμεθα καὶ τὸ ἐν Κατηγορίαις περὶ τῆς οὐσίας, ὅτι εἰ θεωρεῖται ἐπ’ αὐτῆς τὸ πρότερον καὶ τὸ ὕστερον, ὥς φησιν Ἀριστοτέλης προτέραν λέγων οὐσίαν τὴν ἄτομον, πῶς τὸ κοινῶς κατηγορούμενον, τουτέστιν ἡ οὐσία, γένος ὑπάρχει; p. 998b22 οὐχ οἷόν τε δὲ τῶν ὄντων ἓν εἶναι γένος οὔτε τὸ ἓν ουτε το ὂν. Oὐκ ἐκ παραλλήλου λέγει τὸ ἕν, ἀλλὰ δεῖ προσυπακούειν τὸ κοινόν· οὐ δυνατόν, φησί, τῶν ὄντων ἓν κοινὸν γένος εἶναι τὸ ὂν καὶ τὸ ἕν, καθάπερ καὶ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. ἀνάγκη μὲν γὰρ τὰς διαφορὰς ἑκάστου γένους καὶ εἶναι καὶ μίαν εἶναι ἑκάστην· πᾶσα γὰρ διαφορὰ γένους διαιρετικὴ καὶ ὂν καὶ ἕν · ἐστιν, ὥστε καὶ αἱ τοῦ ἑνὸς καὶ αἱ τοῦ ὄντος διαφοραί, εἰ γένη ταῦτα τό τε ὂν καὶ τὸ ἕν, ταῦτα] καὶ ἑκάστη αὐτῶν ἔσται ἓν καὶ ὄν. ἀλλ’ εἰ ὂν καὶ ἓν ἑκάστη τοῦ ὄντος διαφορά, γένους ὄντος τοῦ ὄντος καὶ τοῦ ἑνὸς κατηγοροῖτο ἄν τῶν οἰκείων διαφορῶν τὰ γένη αὐτῶν καθ’ αὑτῶν. τοῦτο δὲ ἀδύνατόν φησιν εἶναι. καθόλου δὲ οὔτε τὸ εἶδος τὸ ὡς γένους ὃν εἶδος πολλαχῶς γὰρ τὸ εἶδος) τῆς οἰκείας κατηγορεῖται διαφορᾶς, εἰ καθ’ αὑτὴν ἡ διαφορὰ λαμβάνοιτο· ἡ γὰρ διαφορὰ ἐπὶ πλέον κατηγορεῖται τοῦ εἴδους, ὥσπερ τὸ λογικὸν τοῦ ἀνθρώπου, τὸ δὲ ἐπ’ ἔλαττον λεγόμενον τοὐ ἐπὶ πλέον λεγομένου οὐχ οἷόν τε ἀληθῶς κατηγορεῖσθαι. διὰ τοῦτο γὰρ εἶπε τῶν οἰκείων διαφορῶν, ἴσον λέγων τῷ ὑφ’ ὧν εἰδοποιεῖται. ἔτι τὸ μὲν εἶδος συναμφότερον, ἡ δὲ διαφορὰ μέρος τοῦ συναμφοτέρου. ἔτι μόριον ἡ διαφορὰ τοῦ εἴδους, καθ’ ὅσον τῶν ἐν τῷ ὁριστικῷ λόγῳ παραλαμβανομένων ἕκαστον μόριόν ἐστιν ἐκείνου οὗ συμπληροῖ τὴν οὐσίαν, καὶ μόριον ἀνομοιομερές· οὐ γὰρ ταὐτὸν τὸ γένος σημαίνει ἐν τῷ ὁρισμῷ καὶ ἑκάστη τῶν διαφορῶν· τὸ δὲ τοιοῦτον ὅλον οὐ κατηγορεῖται τῶν αὐτοῦ μερῶν. διὰ ταῦτα γὰρ οὐδὲ τοῦ γένους τὸ εἶδος κατηγορεῖται. ἀλλ’ οὐδὲ τὰ γένη κατηγορεῖται τῶν οἰκείων διαφορῶν, ὅταν αἱ διαφοραὶ χωρὶς τῶν εἰδῶν λαμβάνωνται, καὶ μὴ ἐν αὐταῖς τὰ εἴδη περιέχωσι. τὸ γὰρ ζῷον ὅταν λογικοῦ κατηγορῆται, τοῦ ζῴου λογικοῦ κατηγορεῖται τοῦτο γὰρ ἐξακούεται τότε ἐκ τοῦ λογικοῦ), ἐπεὶ αὐτῆς τε καθ’ αὑτὴν τῆς διαφορᾶς ἄνευ τοῦ εἴδους λαμβανομένης κατηγορεῖται, οἷον τῆς λογικότητος· ποιότητες γάρ τινες αἱ διαφοραί, καθ’ ὧν πῶς οἷόν τε τὸ ζῷον οὐσίαν συναμφότερον σημαῖνον κατηγορεῖν; οὔτε ἄρα τὰ εἴδη οὔτε τὰ γένη τῶν διαφορῶν κατηγορεῖται. p. 998b26 Ὥστε εἴπερ τὸ ὂν γένος. Φησὶν ὅτι εἰ ὑποθώμεθα τὸ ὃν ἢ τὸ ἓν γένος, οὐδεμία διαφορὰ οὔτε τὸ] ὂν οὔτε τὸ] ἓν ἔσται, ἐπεὶ συμβήσεται εἶναι αὐτὰς καθ’ αὑτάς, τουτέστι τὴν λογικότητα καὶ τὰς ἄλλας διαφοράς, ὅπερ ἐστὶν ἀδύνατον· καθ’ αὑτὰς γὰρ αἱ διαφοραὶ οὖσαι ἀνύπαρκτοί εἰσιν. εἰ οὖν ταῦτα ὑποθώμεθα γένη, οὐκ ἔσονται διαφοραί. αἱ οὖν τοῦ ὄντος καὶ ἑνὸς διαφοραί, εἰ γένη ταῦτα, οὔτε ὄνια οὔτε ἑκάστη αὐτῶν ἓν ἔσται, τουτέστιν οὐδὲ μία διαφορὰ οὔτε ὃν οὔτε ἓν ἔσται (πᾶσαι ὄντος ἔσονται), ὅπερ ἄτοπον. εἰ οὖν μὴ ἀνῄρηνται αἱ διαφοραί, οὐ γένη ταῦτα ὑπάρχουσιν. p. 998b27 Ἀλλὰ μὴν εἰ μὴ γένη, οὐδὲ ἀρχαὶ ἔσονται. Ἐντεῦθεν δείκνυσι συλλογιζόμενος ἐν δευτέρῳ σχήματι ὅτι εἰ μὴ γένη ταῦτα, οὐδὲ ἀρχαὶ ὑπάρχουσιν· αἱ ἀρχαὶ γένη, τὸ ὂν καὶ τὸ ἓν οὐ γένη, οὐκ ἄρα ἀρχαὶ τὸ ὂν καὶ τὸ ἕν. λέγομεν οὖν ὅτι ἡμάρτηται ἡ καταφατικὴ πρότασις ἡ λέγουσα ὅτι αἱ ἀρχαὶ γένη. τὶς γὰρ ἀρχή ἐστι γένος· οὔτε γὰρ πᾶσαι ἀρχαὶ γένη· οὐδέπω γὰρ καὶ ἡ ὑλικὴ ἀρχὴ γένος ὑπάρχει. p. 998b28 Ἔτι καὶ τὰ μεταξὺ συλλαμβανόμενα. Ἀσθενὴς ἡ ἐπιχείρησις ἡ δεικνύουσα νῦν ὅτι οὐ γένη τό τε ἓν καὶ τὸ ὄν. τὸν δὲ λόγον οὕτως προφέρει. φησὶ γὰρ ὅτι τὰ μεταξὺ συλλαμβανόμενα γένη ὑπάρχουσιν, οἷον τὸ ζῷον πτηνὸν καὶ τὸ πεζὸν δίπουν· ὥστε εἰ ὑποθώμεθα γένος τὸ ὂν καὶ τὸ ἕν, ἔσονται καὶ αἱ διαφοραὶ αὐτῶν γένος μετ’ αὐτῶν μέχρι τῶν ἀτόμων, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ὁρῶμεν τὸ τοιοῦτο γινόμενον· νῦν δὲ τὰ μὲν δοκεῖ ἐν τούτοις ἔχειν, τὰ δὲ οὐ δοκεῖ. οὐδὲ γὰρ καὶ ἐπὶ τῶν στερήσεων, οἷον τὸ δίπουν ζῷόν ἐστι γένος, οὐδέπω δὲ καὶ τὸ ἄπουν ζῷον· στέρησις γάρ ἐστι τὸ ἄπουν. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι οὐκ ἄτοπον καὶ τὰς διαφορὰς συμπλεκομένας μετὰ τῶν γενῶν λέγεσθαι γένη, οἷον τὸ ζῷον πτηνόν, ἐπειδὴ οὐκ ἴσχυσεν ἡ συνήθεια ἑνὶ ὀνόματι ἀμφότερα προσαγορεῦσαι. ὥστε καλῶς ἐλέγετο ὡς ὅτι λογικωτέρα ἐστὶν ἡ ἐπιχείρησις. p. 998b30 Πρὸς δὲ τούτοις ἔτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ἢ τὰ γένη. Πάλιν ἑτέρα κατασκευὴ ὅτι μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ὑπάρχουσιν ἤπερ τὰ γένη. αἱ γὰρ διαφοραί, φησίν, εἴδει ἀναλογοῦσι, τουτέστι τὸ λογικόν, τὸ δὲ γένος ὕλῃ ἀναλογεῖ, ὡς εἴρηται ἐν̣ τῇ εἰσαγωγῇ Πορφυρίου· μᾶλλον δὲ τὸ εἶδος ἀρχὴ ἤπερ ἡ ὕλη, ὥστε μᾶλλον αἱ διαφοραὶ ἀρχαὶ ὑπάρχουσιν ἤπερ τὰ γένη. εἰ δὲ ὑποθώμεθα ἀρχὰς εἶναι τὰς διαφοράς, ἄπειροι ἔσονται αἱ ἀρχαί· ἄπειροι γάρ εἰσιν αἱ διαφοραί, ἄλλως τε κἄν τις ἀρχὴν ὑποθῆται εἶναι τὴν πρώτην, τουτέστι τὸ ὂν ἤγουν τὸ ἕν. οὕτως γὰρ ἄπειροι τῷ ὄντι ἔσονται ἀρχαί, ἐάν τις ὑποθῆται διαφορὰς πάντων τῶν ἐμψύχων, τουτέστι βοτανῶν μυρίαι ὅσαι ὑπάρχουσι, καὶ ἀψύχων πάλιν ὁμοίως. φαμὲν οὖν ἡμεῖς πρὸς τοῦτο, ὅτι τὸ γένος τὸ ἐξῃρημένον ἕν ἐστι καὶ οὐκ ἄπειρον, ἐξ οὗ τὰ ἄλλα πάντα προέρχονται· λοιπὸν ἐκεῖθεν προερχόμενα ἄπειρα γίνονται, καὶ ἔστι θαυμάσαι τὴν ἀέναον πηγὴν ἐκείνην τὴν ἀεὶ μὲν χορηγοῦσαν καὶ μηδέποτε ἐπιλείπουσαν· τοῦτο δὲ αὐτῇ προσγίνεται ἐκ περιουσίας δυνάμεως. καλῶς δὲ προστέθεικεν ὁ Ἀριστοτέλης εἰπὼν ἄλλως τε κἄν τις πρῶτον γένος ἀρχὴν τιθῇ. ἐὰν γὰρ λάβωμεν προσεχὲς γένος, οὐ γίνονται ἄπειροι αἱ διαφοραί, οἷον τὸ προσεχὲς τὸ ζῷον· ὀλίγαι γάρ εἰσιν ὑπ’ αὐτὸ διαφοραί· ὁ δὲ Ἀριστοτέλης ὡς πρὸς τὸ ὂν τὴν ἐπιχείρησιν ἐποίησεν. εἴρηται δὲ ὅτι καὶ τὸ γένος, ὅπερ ἐστὶν ἀρχή, τὸ ἐξῃρημένον ἕν ἐστι· λοιπὸν ἐξ αὐτοῦ προιᾶσιν αἱ διαφοραὶ ἄπειροι οὖσαι. ὥστε οὐκ ἄπειροι αἱ ἀρχαί, ἐπεὶ τῷ ὄντι οὕτως οὐκέτι ἔσονται ἀρχαί. p. 999a1 Ἀλλὰ μὴν καὶ εἰ μᾶλλόν γε ἀρχοειδὲς τὸ ἕν. Ἑτέρα ἐπιχείρησις, καί φησιν ὅτι μᾶλλον ἀρχοειδές ἐστι τὸ ἕν, ἓν δὲ κυρίως ἐστὶ τὸ ἀδιαίρετον· μᾶλλον οὖν τὸ εἶδος ἀρχὴ ὡς ἀδιαίρετον ἤπερ τὸ γένος· ὁ γὰρ ἄνθρωπος οὐ διαιρεῖται ὥσπερ τὸ ζῷον εἰς τὰς οἰκείας διαφοράς. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι καὶ κατὰ τοῦτο ἔστι θεάσασθαι τὴν δύναμιν τοῦ γένους καὶ τὴν ὑπερβολὴν τῆς δυνάμεως τῆς οὐσίας, ἐπειδὴ οὐ δαπανᾶταί τι ἐξ αὐτοῦ τοσούτων ἀπογεννωμένων καὶ προεχρομένων ἐξ αὐτοῦ. ἐξ οὗ δέ τι ἀπογεννᾶται καὶ προέρχεται, ἐκεῖνο μᾶλλον γένος θετέον ἤπερ τὸ μηδὲν ἀπογεννῶν. ἅπαν οὖν, φησί, τὸ ἀδιαίρετον ἢ κατὰ ποσόν ἐστιν ἢ κατ’ εἶδος. πρότερον δέ ἐστι τὸ κατ’ εἶδος, ἐπεὶ ἡ κατ’ εἶδος διαίρεσις ἐν πάσαις ταῖς κατηγορίαις θεωρεῖται, ἡ δὲ κατὰ ποσὸν ἐν μόνῳ τῷ ποσῷ· ὥστε εἰκότως προτέραν φησὶν ὁ Ἀριστοτέλης τὴν κατ’ εἶδος διαίρεσιν. τὰ δὲ γένη διαιρετά ἐστιν εἰς εἴδη. ὥστε μᾶλλον ἕν ἐστι τὸ ἔσχατον κατηγορούμενον· οὐ γάρ ἐστι γένος ἄνθρωπος τῶν τινῶν ἀνθρώπων, ἵνα καὶ διαιρεθῇ εἰς αὐτούς. p. 999a6 Ἔτι ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερόν ἐστιν, οὐχ οἷοντε. Ὅπερ εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. τοῦτο οὖν λέγει ὁ Ἀριστοτέλης, ὅτι ἐν οἷς τοπρότερον καὶ τὸ ὕστερον κατηγορεῖται, οὐχ οἷόν τε τὸ ἐπὶ τούτων εἶναί τι παρὰ ταῦτα, τουτέστι τὸ κοινῶς κατηγορούμενον τούτων οὐκ ἔστιν γένος. οἷον ἐπειδὴ ἡ δυὰς πρώτη ἐστὶ τῶν ἀριθμῶν, καὶ ἡ τριὰς καὶ ἐφεξῆς, οὐκ ἔστι τις ἀριθμὸς παρὰ τὰ εἴδη τῶν ἀριθμῶν, <ὃς> γένος ὑπάρχει τῶν ἀριθμῶν, 〈ἐπεὶ〉 τὸ πρότερον καὶ τὸ ὕστερον θεωρεῖται ἐν τοῖς ἀριθμοῖς. ὁμοίως δὲ οὐδὲ σχῆμά ἐστι παρὰ τὰ εἴδη τῶν σχημάτων, ἐπειδὴ καὶ ἐν αὐτοῖς θεωρεῖται τὸ πρότερον καὶ τὸ ὕστερον· φαμὲν γάρ, εἰ τύχοι, πρότερον εἶναι τὸ τρίγωνον, εἶτα τὸ τετράγωνον καὶ ἐφεξῆς. εἰ τοίνυν ἐπὶ τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, σχολῇ γε ἐπὶ τῶν ἄλλων, τουτέστιν οὐδαμῶς ἐπὶ τῶν ἄλλων, τὸ κοινῶς κατηγορούμενον γένος ἐπεὶ ἐπεὶ τούτων μᾶλλον δοκοῦσιν εἶναι γένη, τουτέστι τῶν σχημάτων καὶ τῶν ἀριθμῶν. ἐν δὲ τοῖς ἀτόμοις οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον· οὔτε γὰρ ἵππον πρότερόν φαμεν ἀνθρώπου ἢ ἄνθρωπον ἵππου· καὶ διὰ τοῦτο τὸ κοινῶς κατηγορούμενον γένος ἐστί, τουτέστι τὸ ζῷον. p. 999a13 Ἔτι τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, ἀεὶ τὸ βέλτιον πρότερον. Ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι οὐδὲ τὰ κυρίως νομιζόμενα γένη ὑπάρχουσι, τουτέστι τὸ ζῷον ἤ τι τοιοῦτο. ὅπου μὲν γὰρ θεωρεῖται τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον, αὐτὸ τὸ βέλτιον πρότερον, ὥστε πρότερος ὁ ἄνθρωπος τοῦ ἵππου· ἐν οἷς δὲ τὸ πρότερον καὶ ὕστερον θεωρεῖται, τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ὥστε οὐδὲ τοῦτο ἂν εἴη γένος. οὐκ ἄρα ἔστι δὲ] γένος τὸ ζῷον τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου· ἔστι γὰρ προτέρου τρόπος καὶ τὸ βέλτιον, <ὡς> ἐν τῇ τοῦ προτέρου διαιρέσει ἐν Κατηγορίαις ἐδείχθη· ἐν πᾶσι δὲ τοῖς γένεσιν ἔστι τὸ μὲν βέλτιον, τὸ δὲ χεῖρον τῶν εἰδῶν. ὥστε οὐδὲν τῶν γενῶν ἀρχή, ἀλλὰ μᾶλλον τὰ ἄτομα <εἴδη>, ἐπειδὴ τῶν ὑπ’ αὐτὰ ἀτόμων οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. p. 999a14 Ἐκ μὲν οὖν τούτων μᾶλλον φαίνεται τὰ ἐπὶ τῶν ατομων. Ἐκ τῶν εἰρημένων λόγων μᾶλλον φαίη ἄν τις τὰ ἐπὶ τῶν ἀτόμων τᾶι ἐν τοῖς ὑπ’ αὐτὰ ἀτόμοις τὸ πρότερον καὶ τὸ ὕστερον. p. 999a16 Πάλιν δὲ πῶς αὖ δεῖ ταύτας ὑπολαβεῖν ἀρχάς, οὐ ῥᾴδιον. Ἐντεῦθεν αὐτοφυῶς καὶ τῇ φύσει τῶν πραγμάτων ἑπόμενος δείκνυσιν ὅτι μᾶλλον τὰ γένη ἀρχαὶ τῶν ὄντων ὑπάρχουσι, τὰ ἐξῃρημένα δῆλον· καὶ τοῦτο σαφῶς ἐνδείκνυται. τί γάρ; φησὶν ὅτι δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν εἶναι κεχωρισμένην παρὰ τὰ πράγματα, ὧν ἐστιν ἀρχή, καὶ δύνασθαι χωριζομένην εἶναι αὐτῶν· τοῦτο δέ ἐστι τὸ παρὰ τὰ καθ’ ἕκαστα ὑπάρχον, τουτέστι τὸ καθόλου. καὶ δεῖ σημειώσασθαι ὅτι φησὶ ῾δεῖ τὴν ἀρχὴν τὴν παρακτικὴν κεχωρίσθαι τῶν πραγμάτων, ὧν ἐστιν ἀρχή᾿· ὥστε οἶδε καὶ αὐτὸς τὰς ἰδέας καὶ τοὺς λόγους τοὺς δημιουργικοὺς τῶν πραγμάτων ἐξῃρημένους καὶ χωριστοὺς ὄντας. τί γάρ; φησὶν ὅτι δεῖ εἶναι τὴν ἀρχὴν καθόλου καὶ κεχωρίσθαι τῶν αἰσθητῶν· εἰ δὲ τοῦτο, τί ἄν τις ὑπολάβοι πλὴν ὅτι καθόλου κατηγορεῖται καὶ κατὰ πάντων; ἀλλὰ μὴν εἰ διὰ τοῦτό ἐστιν ἀρχή, διὰ τὸ καθόλου κατηγορεῖσθαι καὶ κατὰ πάντων τὸ εἶδος, τὰ μᾶλλον καθόλου καὶ προσεχῆ ὄντα τῇ μιᾷ τῶν πάντων ἀρχῇ μᾶλλον θετέον ἀρχάς· ὥστε κυρίως ἀρχαὶ τὰ πρῶτα ἂν εἴησαν γένη ὡς κατὰ πλειόνων κατηγορούμενα μᾶλλον καὶ προακτικὰ τῶν πάντων καὶ προσεχῆ τῇ μιᾷ τῶν πάντων ἀρχῇ. εἰ μὲν οὖν μηδὲν εἴη παρὰ τὰ καθ’ ἕκαστα, ἀναιρεθήσεται ἐπιστήμη· τὰ μὲν γὰρ καθ’ ἕκαστα ἄπειρα, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενόν ἐστιν ἡ γνῶσις, ὅπερ καθόλου εἰ μὴ εἴη, οὐδ’ ἄν γνῶσις αὐτῶν δύναται γενέσθαι. εἰ δὲ ἡ ἐπιστήμη καὶ γνῶσις, ὅλως ἀκολουθήσει τὸ καὶ παρὰ τὰ καθ’ ἕκαστα εἶναι τὸ κοινόν, καθ’ ὃ ἡ γνῶσις καὶ ἡ ἐπιστήμη συστήσονται. τοῦτο δέ ἐστι τὸ γένος ἢ τὸ ἔσχατον, ὃ κυρίως εἶδος καλεῖται, ἡ τὸ πρῶτον, ὃ γένος ἐστίν.] ἐντεῦθεν, ὡς εἴρηται, ἐπιχειρεῖ λέγων ὅτι οὐδὲ τὰ ἄτομα δύνανται εἶναι ἀρχαί. ἡ δὲ ἐπιχείρησίς ἐστι τοιαύτη. δεῖ τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τινὸς εἶναι παρὰ τὸ πρᾶγμα τὸ οὗ ἀρχὴ καὶ αἰτία ἐστί, καὶ δύνασθαι χωρὶς εἶναι ἐκείνου, οὗ ἐστιν αἰτία. οὐδὲν δὲ δυνατὸν εἶναι καθ’ αὑτὸ καχωρισμένον, ὃ μή ἐστι καθ’ ἕκαστα. εἰ γάρ τις τὰ εἴδη λέγοι εἶναι, ὅτι καθόλου πάντων τῶν ὑφ’ αὑτὰ καὶ τῶν καθ’ ἕκαστα κατηγορεῖται, καὶ ἔστιν ἄλλο ἑκάστου αὐτῶν, καὶ διὰ τοῦτο ἀρχὰς αὐτὰ λέγοι, τούτῳ τῷ λόγῳ τὰ ἐπαναβεβηκότα γένη μᾶλλον ἀρχαὶ τῶν εἰδῶν ἔσονται· μᾶλλον γὰρ ἐκεῖνα κοινὰ καὶ πλειόνων κατηγορεῖται. p. 999a24 Ἔστι δὲ ἐχομένη τούτων ἀπορία καὶ πασῶν χαλεπωτάτη. Ἐντεῦθεν πειρᾶται δεῖξαι ὅτι οὐχ ὑπάρχουσι μόνα τὰ αἰσθητὰ πράγματα. εἰ γὰρ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητὰ ἐν τοῖς οὖσιν, ἐπειδὴ ἄπειρα ταῦτα ὑπάρχουσι, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις, φανερὸν ὡς ὅτι ἀναιρεθήσεται γνῶσις καὶ ἐπιστήμη, εἰ μή τις κατὰ τὸν Πρωταγόραν εἰς τὸ αὐτὸ περιαγάγοι τὴν αἴσθησιν καὶ τὴν ἐπιστήμην. τῶν γὰρ καθόλου ἐστὶν ἡ γνῶσις καὶ ἡ ἐπιστήμη καὶ οἱ ὁρισμοί, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ· τὰ δὲ καθόλου οὐκ ἔστιν αἰσθητὰ ἀλλὰ μᾶλλον νοητά. ὥστε εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, ἀναιρεῖται γνῶσις καὶ ἐπιστήμη, ὡς εἴρηται. πρὸς τούτοις δὲ καὶ μάτην ἔσται ὁ νοῦς, εἴ γε ὁ νοῦς τῶν καθόλου ἀντιλαμβανεται. ὥστε ἀναγκαῖον εἶναί τι παρὰ τὰ καθ᾿ ἕκαστα τὰ γένη ἤτοι τὰ ἔσχατα ἢ τὰ πρῶτα. τοῦτο δέ, φησί, ὅτι ἀδύνατον εἶναι ἄρτι διηπορήσαμεν. καὶ καλῶς προσέθηκε τὸ διηπορήσαμεν· τῷ ὄντι γὰρ ἠπόρησε μέν, οὐκ ἤλεγξε δέ· τὸ γὰρ ἀληθὲς οὐδέποτε ἐλέγχεται. p. 999a24 Ἔτι δὲ ἐχομένη τούτων ἀπορία. Ἐμνήσθη καὶ ταύτης τῆς ἀπορίας ἀνωτέρω· οὐκ ἐφεξῆς δὲ αὐτῶν μνησθεὶς ἐνταῦθα συνέταξεν αὐτὰς εἰκότως, ὡς ἔχονται ἀλλήλων, ὥς φησιν αὐτός· μετὰ γὰρ τὸ διαπορῆσαι περὶ τῶν γενῶν τῶν πόρρω καὶ τῶν ἐσχάτων, ἐφεξῆς ἀπορεῖ καὶ περὶ τῶν αἰσθητῶν. ἡ οὖν ἐχομένη, φησί, τούτων ἀπορία πασῶν χαλεπωτάτη καὶ ἀναγκαιοτάτη εἰς τὸ θεωρῆσαι, περὶ ἧς ὁ λόγος τῆς προσεχῶς εἰρημένης, ὅτι κυρίως γένη τὰ πόρρω ὑπάρχουσιν. εἰ γὰρ μηδὲν ὑποθώμεθα εἶναι παρὰ τὰ καθ᾿ ἕκαστα, ταῦτα δὲ ἄπειρα ὑπάρχουσιν, ἀναιρεθήσεται ἐπιστήμη, ἐπειδὴ τὰ καθ᾿ ἕκαστα, ὡς εἴρηται, ἄπειρα ὑπάρχουσι, τῶν δὲ ἀπείρων οὐκ ἔστι γνῶσις. καθὸ γὰρ ἕν τι καὶ ταὐτὸν ὑπάρχει, καὶ ᾗ καθόλου ὄντα τὰ πράγματα, οὕτως αὐτὰ γνωρίζομεν, οἷον τὸν καθόλου ἄνθρωπον ὡς ἕν τι γνωρίζομεν, καὶ τὸν καθόλου ἵππον πάλιν ὡς ἕν τι γνωρίζομεν. ὡς γὰρ εἴρηται, ἡ ἐπιστήμη τῶν καθόλου ὑπάρχει, καὶ καθὸ ἕν τί ἐστι τὰ πράγματα, οὕτως αὐτὰ γνωρίζομεν. ἡ οὖν γνῶσις καὶ ἡ ἐπιστήμη τῶν καθ᾿ ἕκαστα γίνεσθαι δοκεῖ, καθὸ ἕν τι καὶ ταὐτό ἐστι πᾶσιν αὐτοῖς· κατὰ γὰρ τὸ καθόλου κοινῶς αὐτῶν κατηγορούμενον· ὃ εἰ μὴ εἴη, οὐδ᾿ ἄν γνῶσις αὐτῶν δύναται γενέσθαι. εἰ δὲ εἴη ἐπιστήμη, δῆλον ὡς ὅτι καὶ τὰ καθόλου ὑπάρχουσιν. εἰ οὖν τοῦτο ἀναγκαῖόν ἐστι καὶ δεῖ τι εἶναι παρὰ τὰ καθ᾿ ἕκαστα, ἀναγκαῖον ἄν εἴη τὰ γένη εἶναι παρὰ τὰ καθ’ ἕκαστα· ταῦτα γάρ ἐστι τὰ καθόλου· καὶ φανερὸν ὡς ὅτι ἤτοι τὰ ἔσχατα ἢ τὰ πρῶτα. τοῦτο ὅτι ἀδύνατον εἶναι ἄρτι διηπορήσαμεν. καλῶς δὲ εἶπε τὸ διηπορήσαμεν, ἐπειδὴ τὸ ἀληθὲς ὑπ’ οὐδενὸς ἐλέγχεται· ἠπόρησε γὰρ μόνον ὅτι οὔκ εἰσιν, οὐ μὴν ἤλεγξεν. p. 999a32 Ἔτι εἰ ὅτι μάλιστα ἔστι τι παρὰ τὸ σύνολον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης. Ὅπερ ἀπορεῖ διὰ τῶν ἐνταῦθα λεγομένων, τοιοῦτόν ἐστιν, ὅτι εἰ ὑποθέμεθα εἷναι χωριστὸν εἶδος αὐτὸ καθ’ αὑτὸ χωρὶς τοῦ συνθέτου, πᾶσά ἐστιν ἀνάγκη ἢ πάντων εἶναι χωριστὰ ειοη τί) γενητῶν, καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν καὶ τῶν κακῶν ἀπλῶς, ἤγουν τινῶν, ἢ τινῶν μὲν τινῶν δὲ οὔ. καὶ ο. ὐκ ἔστι παρὰ ταῦτα, καὶ τῷ ὄντι ἐστὶν ἄφυκτος ἡ διαίρεσις. φαμὲν τοίνυν ἡμεῖς ὅτι μόνων τῶν κατὰ φύσιν ὑπετίθεντο εἶναι ἰδέας. ὡς γὰρ εἴρηται ἐν τῷ μείζονι Α, οὔτε τῶν κακῶν λόγους ὑπετίθεντο οὔτε δὲ τῶν παρὰ φύσιν οὔτε τῶν τεχνητῶν. οὐ γὰρ ἔλεγον εἶναι εἶδος κλίνης αὐτὸ καθ’ αὑτὸ παρὰ τῷ δημιουργῷ· τοῦτο γὰρ καταγέλαστον ὑπάρχει. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ἔστι τι παρὰ τὸ σύνολον, τουτέστιν τὸ σύνθετον, εἶδος αὐτὸ καθ’ αὑτὸ κεχωρισμένον, ὅταν κατηγορηθῇ τι τῆς ὕλης, τουτέστιν ὅπερ ὡς χωριστὸν ὑπάρχον κατηγορεῖται τῆς ὕλης, πότερον, εἰ ἔστιν εἶδος κεχωρισμένον, ἄρα πάντων τῶν πραγμάτων ἐστὶν ἢ τινῶν, ἤγουν τινῶν μέν ἐστι τινῶν δὲ οὐκ ἔστιν, ἢ οὐδενός ἐστιν. εἰ μὲν οὖν μηδέν ἐστι παρὰ τὰ καθ’ ἕκαστα, οὐδὲν ἄν εἴη νοητόν, ἀλλὰ πάντα αἰσθητά, καὶ οὕτως οὐδενὸς ἔσται ἐπιστήμη· ἀναιρεῖται γάρ, εἰ μή τις ὑποθῆται τὴν αἴσθησιν εἶναι ἐπιστήμην, καθάπερ ἔλεγε Πρωταγόρας. p. 999b3 Ἔτι οὐδὲ ἀίδιον οὐδὲν οὐδὲ ἀκίνητον. Φησὶν ὅτι εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, οὐδὲν ἔσται ἀίδιον οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται, ἅτε δὴ ἐν κινήσει ὑπάρχει· πᾶσα δὲ κίνησις καὶ πέρας ἔχει, ὥστε καὶ φθοράν. καὶ δοκεῖ ἐνταῦθα ἑαυτῷ πως ἐναντιοῦσθαι ὁ Ἀριστοτέλης· εἰ γὰρ πάντα τὰ αἰσθητὰ φθείροντι, φανερὸν ὡς ὅτι καὶ ὁ οὐρανὸς φιεὀρεται· αἰσθητὸς γὰρ ὑπάρχει. πῶς οὖν ἐν ἄλλοις αὐτὸς ἡμᾶς ἐδίδαξεν ὅτι ἄφθαρτός ἐστι καὶ ἀίδιος ὁ οὐρανός; τί οὖν ἐνταῦθα ἑαυτῷ ἐναντιοῦται; καί φασιν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, ἀλλὰ καὶ ἐνταῦθα ἀκολουθεῖ τοῖς εἰρημένοις ἐν τῷ Τιμαίῳ. κατ’ οὐσίαν μὲν γὰρ φθαρτός ἐστιν ὁ οὐρανός· διό φησιν ἐν ἐκείνοις ὁ Πλατῶν ὡς ἀπὸ τοῦ θεοῦ λέγοντος πρὸς τὰ οὐράνια, ὅτι ἀθάνατα μὲν οὐκ ἐστέ, ἐπεὶ ὅλως ἐγένεσθε, ἔσεσθε δὲ ἄφθαρτα καὶ ἀγήρω ἐμοῦ γε ἐθέλοντος. ὥστε κατ’ οὐσίαν μὲν φθαρτός ἐστιν ὁ οὐρανός, διαρκεῖ δέ, φησίν, ἐπιναίμενος ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς, μέχρις ὅτε ἐπινάεται, ὡς εἴρηται αὐτῷ ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Φυσικῆς πραγματείας. διὸ καὶ ὁ Πλατῶν ἔλεγεν ὅτι γίνεται μὲν ἀεὶ ὁ οὐρανός καθ’ ἕκαστον γὰρ νῦν φησιν αὐτὸν παράγεσθαι ὑπὸ τοῦ θεοῦ), ἄλλως τε δὴ τὴν ἐνέργειαν τῶν οὐρανῶν φησι φθείρεσθαι, διότι ἐν κινήσει ἐστί· -av γὰρ τὸ ἐν κινήσει ὑπάρχον φθείρεται κατὰ τὴν ἐνέργειαν. ἡνίκα γὰρ γίνεται ὁ ἥλιος <ἐν> ταύρῳ, φανερὸν ὡς ὅτι ἐφθάρη ἡ ἐνέργεια αὐτοῦ καθ’ ἣν ὑπάρχει ἐν τῷ κριῷ, γέγονε δὲ ἐν ταύρῳ· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων οὐρανίων σωμάτων· ὥστε ἔχουσι τὴν κατὰ κίνησιν φθορὰν καὶ γένεσιν. τὰ μέντοι γε νοητὰ καὶ ἐξῃρημένα παντελῶς τῆς ὕλης οὐδεμίαν ἔχουσι μεταβολήν· διὸ οὔτε κατ’ οὐσίαν οὔτε κατὰ τὴν ἐνέργειαν δυνατόν ἐστιν ὑποτίθεσθαι αὐτὰ φθαρτά· αἱ γὰρ ἐνέργειαι αὐτῶν οὐσίαι ὑπάρχουσι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ ὑποθώμεθα μόνα εἶναι τὰ αἰσθητά, οὐδὲν ἔσται ἀίδιον, οἷον τὰ οὐράνια, οὐδὲ ἀκίνητον· τὰ γὰρ αἰσθητὰ πάντα φθείρεται καὶ ἐν κινήσει ἐστίν. ἀλλὰ μὴν εἰ ὑποθώμεθα μηδὲν εἶναι ἀίδιον, οὐδὲ γένεσιν εἶναι δυνατόν· τὰ γὰρ γινόμενα ἐξ ἀιδίου τινὸς γίνεται. οὐ γὰρ δυνατόν, φησί, τὶ γενέσθαι ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος, ἐπεὶ εἰ τοῦτο ὑποθώμεθα, πρῶτον μὲν ὑπόστασιν καὶ ὕπαρξιν παρέξομεν τῷ μὴ ὄντι, ὅπερ οὐχ οἷόν τε, καὶ κρεῖττον ποιήσομεν τὸ μὴ ὂν τοὐ ὄντος. πρὸς ἐπὶ τούτοις δὲ εἶχε δύναμιν τοῦ γενέσθαι, φησίν, ἢ οὐκ εἶχεν. εἰ μὲν οὖν μὴ εἶχεν, οὐδὲ ἐγίνετο· τὸ γὰρ μὴ ἔχον δύναμιν, φησί, τοῦ γενέσθαι οὐδέποτε γίνεται ὁ γὰρ λίθος οὐχὶ γίνεται γράμμα, ἐπειδὴ οὐδὲ δύναμιν ἔχει τοιαύτην)· εἰ δ’ εἶχε δύναμιν, δῆλον ὡς ὅτι ὕλη ὑπῆρχεν. ὥστε πᾶσά ἐστιν ἀνάγκη ἀγένητον ὑποθέσθαι, φησί, τὴν ὕλην κατὰ χρόνον, οὐ μέντοι γε κατ’ αἰτίαν, ἐπειδὴ πᾶν τὸ ἔχον ἀρχὴν χρονικὴν πάντως καὶ πέρας σχήσει χρονικόν· εἰ δὲ ἔχει πέρας ἡ ὕλη, ἐπειδὴ πᾶν τὸ φθειρόμενον εἰς ὕλην καὶ εἶδος φθείρεται, δῆλον ὡς ὅτι καὶ ὕλη φθειρομένη εἰς ὕλην φθαρήσεται· ὥστε ἔσται ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς, ὅπερ ἐστὶν ἀδύνατον. ὅτι δὲ τὸ ἔχον χρονικὴν ἀρχὴν καὶ πέρας ἔχει, μανθάνομεν ἐντεῦθεν. ἰστέον ὅτι τὸ γινόμενον οἷον τὸ σπέρμα δύναμιν ἔχει τοῦ γενέσθαι ἄνθρωπος. ὅταν οὖν ἐστι σπέρμα, τὴν μὲν δύναμιν ἔχει ἐν ὑποστάσει τοῦ εἶναι σπέρμα, τὴν δὲ ἐνέργειαν τοῦ γενέσθαι ἄνθρωπος ἐν στερήσει. ἡνίκα οὖν γένηται ἄνθρωπος, τὴν μὲν ἐνέργειαν ἔχει ἐν ὑποστάσει ὑπάρχει γὰρ · ἄνθρωπος), τὴν δὲ δύναμιν ἐν στερήσει τοῦ φθαρῆναι. εἰ οὖν μὴ μάτην ἔχει τὴν δύναμιν, δῆλον ὡς ὅτι ἥξει καὶ ἡ δύναμις εἰς ὑπόστασιν, ὥσπερ ἦλθε καὶ ἡ ἐνέργεια· ὥστε πάντῃ πάντως καὶ πέρας ἕξει τὸ ἐσχηκὸς ἀρχὴν χρονικήν. εἰ δέ τις εἴποι περὶ τῶν ἀριθμῶν ὅτι ἀρχὴν μὲν ἔχουσι, πέρας δὲ οὐκ ἔχουσιν, ἐροῦμεν πρὸς αὐτόν, ὅτι ἡμῖν ὁ λόγος ἐστὶ περὶ τῶν γινομένων, οἱ δὲ ἀριθμοί, φησίν, οὐ γίνονται ἀλλὰ ὑπάρχουσιν. p. 999b5 Ἀλλὰ μὴν εἴγε γε ἀίδιον μή ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν. Εἰ μόνα τὰ αἰσθητὰ ὑπάρχουσιν, οὐδὲν ἔσεται ἀίδιον, ἐπειδὴ πάντα τὰ αἰσθητὰ ἐν φθορᾷ ὑπάρχουσιν. εἰ δὲ μηδέν ἐστιν ἀίδιον, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γινόμενον ἕτερόν τι πρὸ τῆς γενέσεως αὐτοῦ, οἷον σπέρμα πρὸ τοῦ ἀνθρώπου ἐπειδὴ γάρ, φησίν, οὐδὲν γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος), καὶ ἐξ οὗ γίνεται, τουτέστι τὸ ὑλικὸν αἴτιον. ἔδειξε δὲ ὁ λόγος, πῶς πᾶσά ἐστιν ἀνάγκη προϋφίστασθαι τὸ ὑλικὸν αἴτιον· διό φησι καὶ τούτων τῶν γινομένων τὸ ἔσχατον, τουτέστι τὸ ὑλικὸν αἴτιον, πᾶσά ἐστιν ἀνάγκη εἶναι ἀεί, εἴπερ ἵστανταί τε καὶ οὐκ ἐπ’ ἄπειρον ὑπάρχουσιν αἱ ἀρχαὶ οὔτε ἐπὶ τὰ κάτω οὔτε δὲ ἐπὶ τὰ ἄνω, ὡς ἔδειξεν ἐν τῷ ἐλάττονι Α, καὶ ὅτι οὐδέν ἐστι δυνατὸν γενέσθαι ἐκ τοὐ μηδαμῇ μηδαμῶς ὄντος, ὡς ὁ λόγος ἀνωτέρω ἀπέδειξεν. ἔτι δὲ γενέσεως οὔσης πᾶσά ἐστιν ἀνάγκη καὶ πέρας εἶναι, ἐπειδὴ ἡ γένεσις οὐκ ἄνευ κενήσεως δέδεικται ἐν τοῖς τελευταίοις λόγοις τῆς Φυσικῆς ἀκροάσεως, οὐκ ἔστι δὲ ἄπειρος οὐδὲ μία κίνησις ἀλλὰ πάσης ἐστὶ τέλος. εἰ γὰρ μὴ ἔχει τέλος, πᾶσά ἐστιν ἀνάγκη ἄσκοπον αὐτὴν εἶναι, οὕτως δὲ μάτην ἔσται· οὐδὲν δὲ μάτην οὕτε ὁ θεὸς οὔτε δὲ ἡ φύσις ποιεῖ ὄργανον οὖσα θεοῦ. ἔστιν οὖν αὐτὸ καὶ συλλογίσασθαι τοῦτον τὸν τρόπον. ἡ πεπερασμένη κίνησις δύναται γενέσθαι· πᾶν τὸ δυνάμενον γενέσθαι μόνον γίνεται· ἡ πεπερασμένη ἄρα κίνησις μόνη γίνεται, καὶ οὐχ ἡ ἄπειρος. δῆλον δὲ ὅτι καὶ ἡ οὐρανία κίνησις πεπερασμένη ἐστίν· ἀεὶ γάρ ἐστιν ἐν πέρατι καὶ ἐν τέλει, καὶ πᾶν ὃ ἂν λάβοις αὐτῆς καὶ πέρας ἐστὶ καὶ ἀρχή· ἐπὶ γὰρ τοῦ κύκλου <οὐ> δυνατόν διακρῖναι τὸ πέρας τῆς ἀρχῆς, εἰ μήτι γε ἄρα θέσει. ὥστε οὐκ ἔστιν ἄπειρος οὐδεμία κίνησις διὰ τοὺς εἰρημένους λόγους, ἀλλὰ πάσης ἐστὶ τέλος διὰ τὸ ἔχειν σκοπὸν <τοῦ> γενέσθαι. δυνατὸν οὖν ἐστι τὸ δυνάμένον γενέσθαι, τὸ δὲ γεγονὸς ἀνάγκη εἶναι, ὅτε πρῶτον γέγονεν· ὅτε γὰρ γέγονεν ὁ Σωκράτης, δῆλον ὡς ὅτι ὑπῆρχε. φησὶν οὖν ὁ Ἀλέξανδρος ὅτι ἡνίκα φησὶ πάντα τὰ αἰσθητὰ φθαρτὰ εἶναι, κατὰ τὸ ἔνδοξον ἐπιχειρῶν ταῦτα λέγει, καθ’ οὗς ἐδόκει πάντα τὰ αἰσθητὰ γενητὰ εἶναι καὶ φθαρτά. μάλιστα δὲ τοῦτο ἐδόκει Πλάτωνι· καὶ γάρ, φησίν, εἰ ὑπετίθετο τὸν κόσμον μὴ φθαρήσεσθαι, ἀλλὰ τῇ γε αὐτοῦ φύσει φθαρτὸν αὐτὸν ἔλεγεν εἶναι· ἐπεὶ τῷ Ἀριστοτέλει κινεῖσθαι μὲν δοκεῖ πάντα τὰ αἰσθητά, οὐ μὴν καὶ φθαρτὰ εἶναι· τὸ γὰρ κυκλοφορητικὸν σῶμα ἀγέννητόν τε καὶ ἄφθαρτον ἡγεῖται. ἀλλὰ νῦν, φησίν, κατὰ τὸ ἔνδοξον ἐπιχειρεῖ. οἷς γὰρ δοκεῖ πάντα τὰ αἰσθητὰ ἔνυλά τε εἶναι καὶ ἐν ῥύσει συνεχεῖ, τούτοις τὸ καὶ φθαρτὰ αὐτὰ εἶναι δοκεῖ. λαβὼν δὲ τὸ μηδὲν ἔσεσθαι ἀίδιον, εἰ μὴ εἴη τι παρὰ τὰ αἰσθητά, ἐπιφέρει τούτῳ ὡς ἀκόλοθον ἀλλὰ μὴν εἴ γε ἀίδιον οὐδέν ἐστιν, οὐδὲ γένεσιν εἶναι δυνατόν· ἀνάγκη γὰρ εἶναί τι τὸ γινόμενον καὶ ἐξ οὗ γίνεται, καὶ τούτων τὸ ἔσχατον ἀγένητον, εἴπερ ἵσταταί τε καὶ ἐκ μὴ ὄντος, φησί, γενέσθαι ἀδύνταον· δεικνὺς ὅτι εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, εἰ δὲ μὴ γένεσις, οὐδὲ τὰ γενητὰ εἴδη, εἰ δὲ μὴ τὰ γενητά, οὐδὲ τὰ αἰσθητά, εἴ γε τὰ αἰσθητὰ γενητά. ᾧ ἀκολουθεῖ τὸ εἰ μόνα τὰ αἰσθητά ἐστι, μηδὲ τὰ αἰσθητὰ ἔσεσθαι. ὅτι δὲ εἰ μή ἐστί τι ἀίδιον, οὐδὲ γένεσις ἔσται, οὕτως ἔδειξεν. εἰ γίνεταί τι, ἀνάγκη εἶναί τι τό τε γινόμενον, τουτέστιν ὃ γίνεται τὸ γινόμενον, καὶ ἄλλο τούτου τὸ ἐξ οὗ γίνεται· οἷον εἰ ἄνθρωπος γίνεται, δεῖ εἶναί γε καὶ δύνασθαι εἶναι καὶ τοῦτο ὃ γίνεται, τὸν ἄνθρωπον· ἀνυπάρκτου γὰρ ὄντος τοῦ ἀνθρώπου οὐδ’ ἄν γίνοιτο ἄνθρωπος. καὶ τὸ ἐξ οὗ γίνεται, φησί· πᾶν γὰρ τὸ γινόμενον ἔκ τινος γίνεται ἄλλου ὄντος παρὰ τὸ γινόμενον ἐξ αὐτοῦ, τοῦτο δέ ἐστι τὸ ὑποκείμενον καὶ ἡ ὕλη. πλείω γὰρ τὰ προσεχῆ ὑποκείμενα· ἄλλῳ γὰρ ἄλλο τῶν ὑποκειμένων τὸ προσεχῶς ὑποκείμενον. τούτων δὲ τῶν ὑποκειμένων ἀνάγκη τὸ ἔσχατον ὑποκείμενον ἀίδιον ἀνάγκη], φησίν, εἶναι. ἔσχατον δὲ ὑποκείμενον, φησίν, ἐστὶν ἡ πρώτη ὕλη. ἀναλύοντες γὰρ τὰ προσεχῆ ὑποκείμενα ἐν ἐκείνῃ ἐσχάτῃ παυόμεθα. ὅτι οὖν ἀίδιος, φησίν, ἐστὶ δείκνυσιν ἐκ τοῦ εἰ μή ἐστί τι ἔσχατον ὑποκείμενον ἀίδιον, ἐξ οὗ ἡ γένεσις, ἀκολουθήσει ἢ ἐπ’ ἄπειρον γίνεσθαι ἄλλο ἐξ ἄλλου ἢ ἐκ τοῦ μὴ ὄντος, φησί, γίνεσθαι· ἀμφότερα δὲ ἀδύνατα, ὡς ἐδείξαμεν, φησίν. εἶτά φησιν ὅτι πάσης κινήσεως τέλος ἐστιν, εἴ γε πᾶσα κίνησίς ποθέν ποι. τό τε γὰρ αὐξόμενον πέρας ἔχει τῆς αὐξήσεως, ὁμοίως δὲ καὶ τὸ αλλοιούμενον καὶ τὸ φθειρόμενον. ὥσπερ γὰρ πάσης κινήσεως ἐστι πέρας, οὕτω δὲ καὶ γενέσεως. ὃ γὰρ οὐχ οἷόν τε γενέσθαι, οὐδέποτε γίνεται ἡ γὰρ διάμετρος οὐδέποτε γίνεται σύμμετρος τῇ πλευρᾷ), ἀδύνατον δὲ γενέσθαι τὸ πέρας μὴ ἔχον τῆς γενέσεως ἀλλὰ γινόμενον ἐπ’ ἄπειρον, ὥστε οὐδὲ τὴν ἀρχὴν γίνεται. πᾶν ἄρα τὸ γινόμενον γενέσθαι δύναται, τὸ δὲ δυνάμενον γενέσθαι κἀν γένοιτο. ἀλλὰ μὴν <τὸ> γεγονὸς ἀνάγκη εἶναι, ὅτε πρῶτον γέγονε· τὸ γὰρ ὂν ὅτε ἔστι πέπαυται γινόμενον· δέδεικται γὰρ τοῦτο ἐν τῷ Z τῆς Φυσικῆς. εἰ δὲ ἔστι τὸ πρῶτον γεγονός, ἔστι πάντως πέρας του γινομένου· p. 999b12 Ἔτι δὲ εἴπερ ἡ ὕλη ἐστὶ διὰ τὸ ἀγένητος εἶναι, πολὺ ἔτι μᾶλλον εὔλογον εἶναι τὴν οὐσίαν. Δείξας, φησί, διὰ τῶν φθασάντων ὅτι ἀίδιός ἐστιν ἡ ὕλη, φησὶν ὅτι εἰ ἐδείχθη ἀίδιος οὖσα ἡ ὕλη, πολλῷ μᾶλλον ἔδει καὶ τὸ εἶδος τὸ κοσμοῦν τὴν ὕλην ἀίδιον ὑπάρχειν, ὅπερ εἶδός ποτε ἐκείνη ἡ ὕλη γίνεται κοσμουμένη ἐξ αὐτοῦ. εἰ γὰρ μήτε τὸ εἶδός ἐστι μήτε δὲ ἡ ὕλη, οὐδὲν ἔσται τὸ παράπαν, εἴ γε πᾶν τὸ γινόμενον ἐξ ὕλης καὶ εἴδους τὴν γένεσιν ἔχει. εἰ δὲ τοῦτό ἐστιν ἀδύνατον τὸ μὴ δύνασθαι εἶναι τὰ σύνθετα ἄνευ τοὐ προυφεστάναι τὰ ἁπλᾶ, ἀνάγκη τι εἶναι παρὰ τὸ σύνολον, τουτέστι παρὰ τὸ σύνθετον, τὸ κεχωρισμένον εἶδος. εἰ δὲ πάλιν τι ὑποθῆται εἶναι αὐτὸ κεχωρισμένον εἶδος παρὰ τὸ σύνθετον, πάλιν ἑτέρα ἀπορία ἀναφύεται ἡ ζητοῦσα ἐπὶ ποίων μὲν πραγμάτων ὑποθῆται χωριστὰ εἴδη, καὶ ἐπὶ τίνων μὴ ὑποθῆται. ὅτι μὲν οὖν ἐπὶ πάντων οὐ δυνατόν ἐστιν ὑποθέσθαι εἴδη χωριστὰ προφανές· οὐ γὰρ ἄν θείημεν εἶδος οἰκίας παρὰ τὰς κατὰ μέρος οἰκίας. ἡμεῖς δὲ εἰρήκαμεν ὅτι οὐδὲ ἐκεῖνοι πάντων ὑπετίθεντο εἶναι ἰδέας ἀλλὰ τῶν κατὰ φύσιν καὶ φυσικῶν πραγμάτων· τῶν γὰρ τεχνητῶν οὐδὲ ἐκεῖνοι ὑπετίθεντο εἶναι ἰδέας οὔτε δὲ τῶν κακῶν· ἄτοπον γὰρ τὸ λέγειν τὸ ὑπὸ τοῦ τεχνίτου εἶδος ἐγγενόμενον προυπάρχειν τε καὶ ἀίδιον εἶναι. p. 999b20 Πρὸς δὲ τούτοις πότερον ἡ οὐσία μία πάντων ἔσται. Ὅ ζητεῖ διὰ τῶν τῶν ἐνταῦθα τοιοῦτόν ἐστι. φησὶν ὅτι εἰ ὑποτιθέμεθα εἴδη χωριστά, ἆρά γε ἑκάστου εἴδους μία ἐστὶν οὐσία ἢ διάφορος; οἷον ἀνθρώπων μία οὐσία καὶ πάλιν ἐστὶν ἵππων μία οὐσία, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ἢ διάφορος; εἰ μὲν γὰρ ὑποθώμεθα μίαν εἶναι οὐσίαν, πόθεν ἡ διαφορὰ τοῖς ἐνταῦθα ἐφήκει; ἔδει γὰρ πάντας ἀνθρώπους ὁμοίους εἶναι ἀλλήλοις κατὰ μηδὲν διαφέροντας. εἰ δὲ πάλιν ὑποθώμεθα διάφορον εἶναι τὴν οὐσίαν ἐκείνην, καὶ οὕτως πάλιν ἄτοπόν τι ἕψεται τῷ λόγῳ· ἡ γὰρ διαφορὰ τοῖς πράγμασιν ἐκ τῆς ὕλης βλαστάνει· τὰ γὰρ νοητὰ πάντα ἀδιάφορα ἀλλήλοις ὑπάρχουσι. καὶ οὕτως μὲν προέρχεται ἡ ἀπορία· ἡμεῖς δέ φαμεν ὅτι πρῶτον μέν, καθὸ ἄνθρωποι, οὐδὲν ἀλλήλων διαφέρουσι· πρὸς δὲ τούτοις τὸ κατατεταγμένον εἶδος τὸ κατ’ ἀριθμὸν ὑπάρχον διάφορόν ἐστιν. ἄλλο γὰρ εἶδος τοῦ Σωκράτους καὶ ἄλλο τοῦ Πλάτωνος), τὸ δὲ ἀκατάτακτον ὡς ἐξῃρημένον ἕν ἐστι καὶ μονοειδές, καὶ διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν, κἂν· μονοειδὲς ὑπάρχει, διάφορα καὶ πολλὰ ἀπογεννᾷ. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πότερον ἡ οὐσία μία πάντων ἐστίν, οἷον ἀνθρώ πων; ἀλλὰ τοῦτο ἄτοπον· οὐ γὰρ ἓν ἅπανατα ὑπάρχουσιν, ὧν ἐστιν ἡ οὐσία μία. ἀλλὰ πολλὰ καὶ διάφορα; διαφέρουσι γὰρ ἀλλήλων οἱ ἄνθρωποι. ἀλλὰ καὶ τοῦτο ἄλογον τὸ ὑποτίθεσθαι διαφορὰν ἐν τῷ νοητῷ· ἡ γὰρ διαφορὰ ἐκ τῆς ὕλης βλαστάνει. τὴν δὲ λύσιν ἡμεῖς εἰρήκαμεν. p. 999b23 Ἅμα δὲ καὶ πῶς γίνεται ἡ ὕλη τούτων ἕκαστον. Πάνυ δριμυτάτην ἀπορίαν κινεῖ ἐνταῦθα ὁ Ἀριστοτέλης, ἥντινα ἐζήτησε καὶ ὁ Πλάτων καὶ ἐν τῷ Φαίδωνι καὶ ἐν τῷ Παρμενίδῃ. καί φησιν ὅτι πῶς τὸ εἶδος θεωρεῖται ἐν τῇ ὕλῃ; πῶς λέγεται ἕκαστον τέλειον εἶδος ἔχειν, ὅλον δὲ πάλιν οὐ δυνατόν, διότι ἐν διαφόροις ὑποκειμένοις ὑπάρχει; πῶς δὲ ἐν ἑνὶ δυνατὸν ὅλον εἶναι τὸ ὑπάρχον ἐν διαφόροις ὑποκειμένοις; φαμὲν οὖν ἡμεῖς, ὃ λέγεται καὶ ἐν τῷ Φαίδωνι, ὅτι οὔτε ὡς μόριον θενρεῖται, οὔτε δὲ ὡς ὅλον ἐν ἡμῖν τὸ κεχωρισμένον εἶδος, ἀλλὰ μόνον καταλάμπει τὴν ὕλην· ὥσπερ γὰρ ὁ ἥλιος ἀπείρους ὀφθαλμοὺς καταλάμπων οὐ λέγεται εἶναι ἐν τοῖς ὀφθαλμοῖς οὔτε μόριον αὐτοῦ οὔτε ὅλον ἄλλους καταλάμπων, οὕτως φημὶ καὶ ἐπὶ τῶν εἰδῶν γίνεσθαι. τοῦτο οὖν ζητεῖ Ἀριστοτέλης ὅτι πῶς γίνεται ἡ ὕλη εκαστον τῶν εἰδῶν καὶ ἔστι τὸ σύνθετον ἄμφω ταῦτα τό τε εἶδος καὶ ἡ ὕλη. p. 999b24 ἔτι δὲ καὶ περὶ τῶν αρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις. Πάλιν ἑτέραν ἐκτίθεται ἀπορίαν, ἣν ἀνωτέρω ἠπόρησε· φησὶ γὰρ ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι περὶ τῶν ἀρχῶν, πότερον εἴδει ὑπάρχουσιν ἓν ἢ ἀριθμῷ. ἀμφοτέρως γὰρ ἄτοπα ἕπεται τῷ ὄντι, εἰ ὑποθώμεθα τὴν πρώτην ἀρχὴν ἢ εἴδει μίαν εἶναι ἢ ἀριθμῷ. εἰ μὲν γὰρ εἴδει μία ἐστί, συμβήσεται καὶ τὰ ἐκ τῆς ἀρχῆς γινόμενα εἴδει ἔχειν τὸ ἓν καὶ οὐκέτι ἀριθμῷ, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἕκαστον γὰρ τῶν ὄντων ἀριθμῷ ἔχει τὸ ἕν, οἷον Σωκράτης Πλάτων, Βαλίος Ξάνθος, καὶ ὅσα ἄλλα τοιαῦτα ὑπάρχουσιν αἰσθητά. πρὸς τούτοις δὲ οὐκ ἔσται οὐδεμία ἀρχή· τὸ γὰρ εἶδος πολλὰ ἔχει ἐν ἑαυτῷ καὶ οὐχ ὥσπερ τὸ ἀριθμῷ ἓν αὐτὸ τοῦτο ἕν ἐστιν, οὕτως καὶ τὸ ἓν τῷ εἴδει ἕν ἐστιν, ἀλλὰ πολλά. συμβήσεται δὲ ἀναιρεῖσθαι καὶ τὴν ἐπιστήμην. ἡ γὰρ ἐπιστήμη θεωρεῖται ἐπὶ τῶν κατὰ πλειόνων λεγομένων, τουτέστι τῶν καθόλου· τῶν οὖν ἀτόμων μὴ ὄντων οὐκέτι ἔσται τὸ κατὰ πλειόνων κατηγορούμενον· κατὰ τίνος γὰρ ἔχει κατηγορηθῆναι; ὥστε καὶ ἐπιστήμη ἀναιρεῖται, εἰ ὑποθώμεθα τὴν ἀρχὴν τῷ εἴδει ἔχειν τὸ ἕν. πάλιν δὲ εἰ ὑποθώμεθα τὴν ἀρχὴν τῷ ἀριθμῷ ἔχειν τὸ ἕν, καὶ οὕτως πολλὰ ἔσεται ἄτοπα· συμβήσεται γὰρ μὴ θεωρεῖσθαι διαφορὰν ἐν τοῖς πράγμασιν, ὅπερ πάλιν ἐστὶ παρὰ τὴν ἐνάργειαν, ὡς δείξει προϊὼν ὁ λόγος. οἷον γινέσθω ἡμῖν τὸ παράδειγμα ὡς ἐπὶ τῶν κδ στοιχείων. ἐὰν γὰρ ὑποθώμεθα τὰ ἐν διαφόροις συλλαβαῖς ἄλφα βα γὰ δα καὶ ὅσα ἄλλα τοιαῦτα, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων ἀριθμῷ τὰ αὐτὰ ὑπάρχειν καὶ μὴ εἴδει, δῆλον ὡς ὅτι τοσαῦτα ἔσονται τὰ γράμματα, ὅσα καὶ τὰ σοιχεῖα, εἴτε ἐφεξῆς λαμβάνεται τὰ κδ στοιχεῖα εἴτε καὶ διαφόρως· ὥστε μία ἔσται σύνθεσις καὶ τὸ ἄλφα ἅπαξ συντίθεται, εἴ γε τὰ διάφορα τὰ αὐτὰ ὑπάρχουσι τῷ ἀριθμῷ. ὁ γὰρ Πλατῶν πολυειδῶς θεωρεῖσθαι οὐ δύναται, ἐπειδὴ ἄτομόν τι ὑπάρχει, ὁ δὲ ἄνθρωπος, ἐπειδὴ εἶδος θεωρεῖται ἐν πλείοσιν ἀνθρώποις. οὕτως οὖν φημι καὶ ἐπὶ τῶν ἀρχῶν, ὅτι εἰ ὑποθώμεθα τὴν ἀρχὴν ἓν εἶναι κατ’ ἀριθμόν, δῆλον ὡς ὅτι οὐκ ἔσεται διάφορος ἡ σύνθεσις τῶν πραγμάτων ἡ ἐξ αὐτῆς προερχομένη, ἀλλὰ μία ἔσται σύνθεσις ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ὁρῶμεν γὰρ διαφόρους συνθέσεις ἵππου, ἀνθρώπου, κυνὸς καὶ ἄλλων πλείστων. οὕτως τοίνυν ἐφ’ ἑκάτερα ἐπιχειρῶν δείκνυσιν ὅτι οὔτε εἴδει ἓν δύναται εἶναι ἡ ἀρχὴ οὔτε δὲ ἀριθμῷ. φαμὲν δὲ ἡμεῖς ὅτι τῷ ὄντι οὔτε ἀριθμῷ ἐστιν οὔτε δὲ εἴδει· ὑπὲρ γὰρ ἀριθμόν ἐστι καὶ ὑπὲρ εἶδος ἡ πρώτη ἀρχή. τὸ γὰρ ἀριθμῷ ἓν ἔνυλον ὑπάρχει· ὑπὸ γὰρ τῆς ὕλης τεμαχιζόμενα τὰ ἄτομα οὕτως διαιροῦνται ἐν διαφόροις ὑποκειμένοις καὶ λέγονται ἀριθμῷ ἔχειν τὸ ἓν· ἡ δὲ πρωτίστη ἀρχὴ ἄυλός ἐστιν. οὔτε δὲ πάλιν δυνατὸν αὐτὴν ὑποτίθεσθαι εἴδει ἔχειν τὸ ἕν, εἴ γε ὑπὲρ πᾶν εἶδός ἐστιν, ἐπεὶ καὶ παρακτική ἐστι πάντων τῶν εἰδῶν. p. 999b24 ἔτι δὲ περὶ τῶν ἀρχῶν καὶ τόδε ἀπορήσειεν ἄν τις. Φησὶν ὅτι ἄξιόν ἐστιν ἀπορῆσαι περὶ τῶν ἀρχῶν. εἰ μὲν γὰρ εἴδει ὑπάρχουσιν ἕν, δῆλον ὡς ὅτι καὶ τὰ ἐξ αὐτῶν γινόμενα εἴδει ἔσονται ἕν, καὶ οὕτως οὐδὲν ἔσεται ἀριθμῷ ἕν, οὔτε δὲ λοιπὸν ἔσται ἡ φύσις τοῦ ἑνὸς καὶ τοὺ ὄντος, ἐπεὶ κυρίως τὸ ἓν ἐπὶ ἀριθμοῦ λέγεται. ἄλλως τε δή, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἀναιρεθήσεται καὶ ἡ ἐπιστήμη, εἰ μή τι ἔσται ἓν κατὰ πλειόνων κατηγορούμενον, περὶ ὃ ἔχουσι τὸ εἶναι αἱ ἐπιστῆμαι. τῶν δὲ ἀριθμῷ ἓν ἀναιρεθησομένων οὐκέτι ἔσται τὸ κατὰ πλειόνων κατηγορούμενον· οὕτε γὰρ ὑπάρχουσιν ἐκεῖνα ὧν κατηγοροῦνται. καθάπερ οὖν εἴρηται, ὃ ἀπορεῖ περὶ τῶν ἀρχῶν, τοῦτό ἐστι, πότερον ἑκάστη αὐτῶν, εἴτε μίαν τις εἴτε πλείους ὑποτίθεται τὰς ἀρχάς, κατὰ τὸ εἶδος τὸ ἓν ἔχουσιν ἢ κατ’ ἀριθμόν, οἷον εἰ ἡ ὕλη μία, ἀριθμῷ μία ἢ εἴδει, καὶ <εἰ> εἶδος ἕν, ἀριθμῷ εἴτ’ οὖν εἴδει. εἰ μὲν γὰρ εἴδει μία ἑκάστη τῶν ἀρχῶν, ἀριθμῷ δὲ πολλαί, οὐδὲν ἔσται, φησίν, ἐν ταῖς τῶν γινομένων ἀρχαῖς ἓν κατ’ ἀριθμόν· εἰ δὲ μηδεμία τῶν ἀρχῶν ἓν κατ’ ἀριθμὸν ἔσται, οὐδ’ ἂν τῶν ἐκ τῶν ἀρχῶν συγκειμένων ἕν τι εἴη κατ’ ἀριθμόν· τὰ γὰρ ἐξ ἑνὸς οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει συγκείμενα ἓν τῷ εἴδει, οὐ τῷ ἀριθμῷ. εἰ γὰρ τὰ ἐξ ἑνὸς κατ’ ἀριθμὸν συγκείμενα ἓν τῷ ἀριθμῷ, φανερὸν ὡς τὰ ἐξ ἑνὸς τῷ εἴδει τὸ εἶναι ἔχοντα ὁμοίως ἐκείνοις ἕξει τὸ ἐν. ᾦ ἄτοπον ἑπόμενον ἐπήνεγκε τὸ μηδὲ τὸ αύτοὲν καὶ αὐτοὸν ἓν κατ’ ἀριθμὸν ἔσεσθαι, ἃ καὶ αὐτὰ ἐν ταῖς ἀρχαῖς ἐτίθεντο <οἱ> τὰς ἰδέας ἀρχὰς εἶναι λέγοντες. ἀλλὰ μὴν εἰ μή ἐστι τὸ αὐτοὲν ἓν κατ’ ἀριθμόν, τούτου δὲ μετουσίᾳ πᾶν ἐστιν ἕν, οὐδ’ ἄν τῶν ἄλλων τι ἓν κὰτ ἀριθμὸν εἴη τῶν πρὸς ἐκεῖνο τὸ εἶναι ἐχόντων· πρὸς γὰρ ἓν τῷ εἴδει ὁμοιούμενα ὁμοίως ἂν ἐκείνῳ καὶ αὐτὰ τὸ ἓν ἔχοι. οὐδὲν ἄρα ἔσται ἓν κατ᾿ ἀριθμόν, εἰ μήτε τῶν γινομένων πρός τι ἓν κατ᾿ ἀριθμόν ἐστι, μήτε τὸ αὐτοέν ἡ ἀρχή, ἀλλὰ μηδὲ ἄλλη τις τῶν ἀρχῶν <ὧν> εἶπεν. ὥστε οὐδὲ ἐπιστήμη ἔσται. αἱ γὰρ ἐπιστῆμαι τὸ εἶναι ἔχουσιν ἐν τοῖς κατὰ πλειόνων κατηγορουμένοις· τῶν τοίνυν καθ᾿ ἕκαστα μὴ ὄντων οὐκέτι κτὰ πολλῶν κατηγοροῦνται τὰ κατηγορούμενα, ὥστε καὶ ἐπιστήμη ἀναιρεθήσεται. p. 999b27 Ἀλλὰ μὴν εἰ ἀριθμῷ πάντα ἓν καὶ μία ἑκάστη τῶν ἀρχῶν. Δείξας τί ἄτοπον ἑπόμενον, εἰ λέγοιντο αἱ ἀρχαὶ τῷ εἴδει μία, μὴ τῷ ἀριθμῷ, νῦν πάλιν ἐπιχειρεῖ πρὸς τὸ μηδὲ κατ᾿ ἀριθμὸν δύνασθαι τὸ ἓν ἔχειν τὰς ἀρχάς. ἀπάγει δὲ πάλιν τὸν λόγον ἐπὶ τὰς ἀρχὰς τὰς ὡς στοιχεῖα λεγομένας, ἐξ ὧν κατὰ σύνθεσιν γίνεται τὸ ἐξ αὐτῶν <ὡς> ἐπὶ τῶν στοιχείων, καὶ δείκνυσιν ἐπὶ τῶν οὕτως λεγομένων ἀρχῶν, εἰ ἑκάστη αὐτῶν μία κατ᾿ ἀριθμὸν εἴη, ὅτι οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσονται. ὡς γὰρ [αἱ] κατὰ τὸ εἶδος ἀλλήλαις αἱ αὐταὶ συλλαβαί, κατὰ δὲ τὸν ἀριθμὸν οὔ, τῷ τὰ στοιχεῖα ἐξ ὧν συντίθενται [αἱ] κατὰ τὸν ἀριθμὸν ἄπειρα δύνασθαι λαμβάνεσθαι κατ᾿ εἶδος ὄντα τὰ αὐτά, γίνονται, οὕτως, εἰ μὴ εἴη κατ᾿ ἀριθμὸν τὰ στοιχεῖα πολλά, ἀλλ᾿ ἓν εἴη κατ᾿ ἀριθμὸν β καὶ ἁ ἕν, ἀνάγκη καὶ συλλαβὴν ἐξ αὐτῶν τούτων συντιθεμένων γίνεσθαι μίαν, οὐδὲ ἔσται πλείω λαβεῖν συλλαβὰς ἐχούσας τὸ β, εἰ ἕν ἐστιν ἀριθμῷ τὸ β, ἀλλὰ μόνη ἔσται ἡ βα συλλαβὴ ἔχουσα τὸ β, οὔτε δὲ ἡ βݲεݲ οὔτε ἡ βݲηݲ ὅλως γὰρ ἐν οὐδενὶ ἄλλῳ β ἔτι ἐνυπάρξει, <εἰ> ἓν ὄν ἐστιν ἐν τῇ βݲαݲ συλλαβῇ. ὡς οὖν ἐπὶ τῶν συλλαβῶν καὶ τῶν στοιχείων ἔχει, εἰ ἓν κατ᾿ ἀριθμὸν τὰ στοιχεῖα (οὐ πλείω ἔσται ἐν ταῖς συλλαβαῖς, ἀλλὰ τοσαῦτα ὅσα ἐστὶν αὐτά), οὕτως καὶ ἐπὶ τῶν ὄντων φησὶν ἕξειν, εἰ ἓν αὐτῶν αἱ ἀρχαὶ κατ᾿ ἀριθμὸν ἑκάστη μία. ἐξηγήσατο δὲ καὶ τὸ ἀριθμῷ ἓν τί ἐστιν, ὅτι τὸ καθ᾿ ἕκαστον, καὶ τί τὸ καθόλου, ὅτι τὸ ἐπὶ τοῖς καθ᾿ ἕκαστον κοινὸν λαμβανόμενον· τοῦτο δέ ἐστιν εἶδός τε καὶ γένος. εἰπὼν δὲ τὸ ὥσπερ οὖν εἰ τὰ τῆς φωνῆς ἀριθμῷ ἦν στοιχεῖα ὡρισμένα, ἦν ἂν καὶ τὰ γράμματα τοσαῦτα τὰ γραφόμενα ὅσα αὐτῶν καὶ τὰ στοιχεῖα, οὐκέτι ἀνταποδέδωκε τὸ οὕτως δὲ καὶ ἐπὶ τῶν ὄντων, καὶ τὸν ἀριθμὸν τὸν τούτων ἕξει· οὐδὲν γὰρ ἄλλο παρὰ τὰ στοιχεῖα ἔστι, τουτέστιν οὐ πλείω τὰ ὄντα τῶν στοιχείων ἔσται· ἀλλ᾿ ὡς γνωρίμου τῆς ἀκολουθίας οὔσης παρέλιπεν αὐτὴν ἐπενεγκεῖν. εἰ γάρ ἐστιν ἀριθμῷ μία γῆ καὶ ἕκαστον τῶν τεσσάρων, ταῦτα δὲ εἴη ἐν τῷδέ τινι τῷ σώματι, δῆλον ὅτι ἀδύνατον ἐξ αὐτῶν ἄλλο τι σῶμα εἷναι. σφόδρα δὲ διαλεκτικῶς καὶ λογικῶς ἡ ἐπιχείρησις ἔχει. πολυτρόπως γὰρ συντιθεμένων τῶν τεσσάρων στοιχείων οὕτως γίνεται τὰ ἡμέτερα σώματα, ἅπερ ἐστὶν ἓν τῷ ἀριθμῷ ἕκαστον αὐτῶν· τὸ γὰρ μέρος τοῦ ἀέρος ἀήρ ἐστιν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων στοιχείων. εἰ τοίνυν, φησίν, ἀριθμῷ ἕν ἐστιν ἡ ἀρχὴ καὶ μία ἐστὶν ἑκάστη τῶν ἀρχῶν τῷ ἀριθμῷ, καὶ μὴ ὥσπερ ἐπὶ τῶν αἰσθητῶν ἄλλαι ἄλλων, οἷον τῆσδε τῆς συλλαβῆς τῆς βα εἴδει τῆς αὐτῆς οὔσης τῇ γݲαݲ ἀμφότεραι γὰρ ἔχουσι διάφορα ἄλφα, εἴδει τὰ αὐτὰ ὑπάρχοντα) καὶ αἱ ἀρχαὶ εἴδει αἱ αὐταὶ ὑπάρχουσι· καὶ γὰρ αὐταὶ αἱ ἀρχαὶ ἀριθμῷ ἕτεραι ὑπάρχουσιν· εἰ δὲ μὴ τοῦτο ὑποθώμεθα, ἀλλ’ αἱ τῶν ὄντων ἀρχαὶ ἀριθμῷ ὑπάρχουσιν αἱ αὐταί, οὐκ ἔσται παρὰ τὰ στοιχεῖα οὐδὲν ἕτερον, ἀλλ’ ὅσα στοιχεῖα, ὥς φησιν αὐτός, τοσαῦτα καὶ γράμματα, ἐπειδὴ οὐ δύναται δὶς λαμβάνεσθαι. τὸ γὰρ ἀριθμῷ ὑπάρχον ἓν δὶς λαμβάνεσθαι οὐ δύναται· τὸ γὰρ ἀριθμῷ ἓν ταὐτόν ἐστι τοῖς καθ’ ἕκαστα, οἷον Σωκράτει, Πλάτωνι, τὰ δὲ καθ’ ἕκαστα κατὰ πλειόνων οὐ δυνατόν ἐστι λαμβάνεσθαι· καθόλου δέ ἐστι τὸ κατηγορούμενον τῶν καθ’ ἕκαστα. ὥσπερ οὖν ἐπὶ τῶν φωνῶν εἰ ἔλεγον τὰ στοιχεῖα ἓν εἶναι τῷ ἀριθμῷ ὡρισμένα, ἀναγκαῖον ὑπῆρχε τοσαῦτα εἶναι γράμματα ὅσα καὶ στοιχεῖα, ἐπειδὴ οὐ δυνατὸν ἦν αὐτὰ δὶς λαμβάνεσθαι διὰ τὸ ὑποκεῖσθαι ἓν εἷναι τῷ ἀριθμῷ, μὴ ὄντων γε δύο τῶν αὐτῶν μηδὲ πλειόνων αὐτῶν, οὕτως καὶ ἐπὶ τῶν ἀρχῶν, εἰ ὑπάρχει ἡ ἀρχὴ μία τῷ ἀριθμῷ, πᾶσα ἦν ἀνάγκη μίαν σύνθεσιν γίνεσθαι καὶ οὐ δύο· τὸ γὰρ ἀριθμῷ ἓν κατὰ πλειόνων φέρεσθαι οὐ, δύναται. p. 1000a5 οὐθενὸς δὲ ἐλάττων ἀπορία παραλέλειπται καὶ τοῖς νῦν καὶ τοῖς πρότερον. Ἣν ἀναγκαίαν φησὶν οὖσαν ἀπορίαν κατευθυνθῆναι, ἐπειδὴ πάντες οἱ πρὸ αὐτοῦ παραλελοίπασί τι εἰπεῖν περὶ αὐτῆς. εἴρηται μὲν οὖν καὶ αὕτη <ἡ> ἀπορία κατ’ ἀρχὰς τοῦ βιβλίου, ὥσπερ οὗν καὶ αἱ ἄλλαι πᾶσαι. πάνυ δέ ἐστιν ἀξιόλογος ἡ παροῦσα ἀπορία καὶ ἀξία οὖσα ζητήσεως. ζητεῖ γὰρ πότερον αἱ αὐταὶ ὑπάρχουσιν ἀρχαὶ τῶν τε φθαρτῶν καὶ ἀφθάρτων, ἢ ἄλλαι μὲν τῶν φθαρτῶν ἄλλαι δὲ τῶν ἀφθάρτων. εἰ μὲν γὰρ ὑποθώμεθα τὰς αὐτὰς εἶναι ἀρχὰς τῶν τε φθαρτῶν καὶ τῶν ἀφθάρτων, τῷ ὄντι ἄπορος ὑπάρχει ὁ λόγος· δι’ ἣν γὰρ αἰτίαν αἱ αὐταὶ οὖσαι καὶ ἄφθαρτοι τὰ μὲν ἄφθαρτα παράγουσι τὰ δὲ φθαρτά. εἰ δὲ ὑποθώμεθα ἑτέρας εἶναι ἀρχὰς τὰς παραγούσας τὰ φθαρτὰ καὶ ἑτέρας τὰ ἄφθαρτα, πάλιν ἐρωτῶμεν αὐτούς, πότερον αἱ παράγουσαι τὰ φθαρτὰ ἄφθαρτοι ὑπάρχουσιν ἢ φθαρταί. εἰ μὲν γὰρ ἄφθαρτοι, διὰ τί μή, ὥσπερ αἱ ἄλλαι ἄφθαρτοι ἄφθαρτα παράγουσι, καὶ αὐταὶ οὖσι ἄφθαρτοι παράγουσιν ἄφθαρτα; εἰ δὲ φθαρταὶ εἶεν αἱ ἀρχαὶ αἱ παράγουσαι τὰ φθαρτά, φανερὸν ὅτι φθείρονται καὶ ἀναλύονται εἰς ἐκεῖνα ἐξ ὧν καὶ συνετέθησαν. οὐδὲν γάρ, φησίν, εἰς τὸ μηδαμῇ μηδαμῶς ὂν χωρεῖ, οὔτε δὲ γίνεται ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος. διὰ τοῦτο γὰρ καὶ τὰ αἴτια τὰ πρῶτα ἄφθαρτα λέγομεν, ἐπειδὴ πάντα τὰ φθειρόμενα εἴς τι ἀναλύεται· τοῦτο δὲ εἰς τί ἔχει ἀναλυθῆναι, εἴ γε μηδὲν ἔχει ἄλλο πρὸ αὐτοῦ; φθειρομένων οὖν τῶν ἀρχῶν οὐκέτι οὐδὲν γίνεται. ὥστε πανταχόθεν ἄπορος ὁ λόγος. καὶ οὕτως μὲν προφέρει τὴν ἀπορίαν ὁ Ἀριστοτέλης γυμνάζων ἡμᾶς· ἡμεῖς δέ φαμεν ὅτι τῷ ὄντι πάντα καὶ τὰ φθαρτὰ καὶ τὰ ἄφθαρτα παράγονται ὑπὸ τῆς μιᾶς τῶν πάντων ἀρχῆς. διὰ γὰρ περιουσίαν δυνάμεως παράγει πάντα μέχρι αὐτῆς τῆς ὕλης, εἴ γε καὶ αὐτὴν τὴν ὕλην παράγει, καὶ οὐ ποτὲ μὲν τὴν φαινομένην παράγει ποτὲ δὲ οὔ, ἀλλὰ καθ’ ἕκαστον νῦν παράγει τὰ πάντα. τοῦ τοίνυν ἀεὶ εἶναι τὴν γένεσιν αἴτιος, φησίν, ἐστὶν ὁ θεός, τῆς δὲ φθορᾶς καὶ τῆς γενέσεως αἴτια τὰ οὐράνια, τῶν δὲ καθ’ ἕκαστα Σωκράτους καὶ Ἀλκιβιάδου οἱ γονεῖς ὡς ἀτόμων. λέγομεν οὖν ὅτι τὰ ἀίδια προσεχῶς γίνονται ὑπὸ τῆς ἀκινήτου οὐσίας καὶ ἀεὶ ὡσαύτως ἐχούσης καὶ ἀτρέπτου καὶ ἀναλλοιώτου καὶ οὗ ἡ ἐνέργεια σύνδρομός ἐστι τῇ οὐσίᾳ· τὰ δὲ φθαρτὰ γίνονται καὶ αὐτά, φησίν, ὑπὸ ἀιδίου ἀρχῆς τοῦ πρώτου, ἀλλ’ οὐ προσεχῶς, ἀλλὰ διὰ μέσων τῶν οὐρανίων, ἅτινα, φησί, καὶ αὐτὰ ἀίδια ὑπάρχουσιν, ἀλλ’ οὐκέτι ἔχουσι τοιαύτην ἀιδιότητα. κατὰ μὲν γὰρ τὴν οὐσίαν, φησίν, ἀίδια τὰ οὐράνια, κατὰ δὲ τὴν ἐνέργειαν οὐκέτι ἀίδια, εἴ γε φθείρονται αἱ ἐνέργειαι, ἅτε δὴ ἐν κινήσει ὑπάρχουσαι· ἡνίκα γὰρ γίνεται ὁ ἥλιος ἐν ταύρῳ, ἡ ἐνέργεια αὐτοῦ, καθ’ ἣν ὑπάρχει ἐν κριῷ, ἔφθαρται. ὥστε, φησί, τὰ μὲν ὑπὸ ἀκινήτου οὐσίας καὶ ἀιδίου γινόμενα ἄφθαρτα ὑπάρχουσι, τὰ δὲ ὑπὸ ἀιδίου καὶ κινουμένου φθαρτά, ἐπειδὴ ἐνέργειαν, φησίν, ἔχει φθαρτήν. καὶ οὕτως μὲν ἐπιλυόμεθα τὴν ἀπορίαν· ἰστέον δὲ ὅτι ὡς τοῦ διδασκαλείου ὢν τοῦ Πλατωνικοῦ φησιν ὅτι οὐδεὶς οὐδὲν εἶπε περὶ τῆς τοιαύτης ἀπορίας· ἄντικρυς γὰρ φαίνεται ὁ Πλατῶν διαλεγόμενος περὶ αὐτῆς ἐν Τιμαίῳ. μετὰ γάρ, φησί, τὸ ποιῆσαι τὰ οὐράνια εἶπε πρὸς αὐτὰ ῾θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός, ἄλυτα μὲν πάμπαν οὐκ ἔσεσθε, ἐπειδὴ ὅλως ἐγένεσθε, τυχόντες δὲ τῆς ἐμῆς βουλήσεως κρείττονος οὔσης μυρίων δεσμῶν ἔσεσθε ἀγήρω καὶ ἀθάνατα᾿. καὶ διὰ τούτου, φησίν, ἐνδείκνυται τὴν ἐπιτηδειότητα τοῦ οὐρανοῦ, καθ’ ἣν δυνατὸν δέχεσθαι τὴν τοῦ θεοῦ ἔλλαμψιν, καὶ ἀεί φησιν διαμένειν· διὰ δὲ πάλιν τοῦ εἰπεῖν ῾πάμπαν ἄλυτα οὐκ ἔσεσθε᾿ ἐδήλωσεν ὅτι ὡς σύνθετα κατ’ ἐπίνοιαν φθείρονται· τὰ γὰρ ἄυλα οὐδὲ κατ’ ἐπίνοιαν φθαρτὰ ὑπάρχουσιν. εἰπεῖν οὖν φαμεν πρὸς αὐτὰ ῾ἐπειδὴ ἐξ ἐμοῦ ἐγένεσθε, ἀίδιά ἐπὶ τὴν τῶν θνητῶν γένεσιν’, διὰ τὸ ἔχειν τάξιν καὶ πρῶτα, φησί, καὶ μέσα καὶ ἔσχατα. ὥστε καὶ πρὸ αὐτοῦ ὁ Πλατῶν τοῦτο αὐτὸ ἐζήτησε καὶ ἀπεφήνατο. εἶτα λοιπὸν ἐφεξῆς μνημονεύει Ἡσιόδου τε καὶ τῶν ἄλλων θεολόγων. φησὶν οὖν ὅτι πάντες οἱ πρῴην θεόλογοι τοῦ πιθανοῦ μόνου ἐφρόντισαν, τοῦ δόξαντος αὐτοῖς πιθανοῦ εἶναι, ἡμῶν δὲ καὶ τοῦ ἡμᾶς διδάξαι καὶ πεῖσαι ὠλιγώρησαν. ὑποθέμενοί τε γὰρ τὰς ἀρχὰς θεούς τε καὶ ἀιδίους εἶναι καὶ πάντα ἐξ ἐκείνων τὰ ὄντα εἶναι καὶ γεγονέναι, φασὶν ὅτι τὰ γευσάμενα τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἀίδιά τε ὑπάρχουσι καὶ ἀθάνατα, καὶ τὰ ἀψευδῆ, τὰ δὲ μετέχοντα ψεύδους καὶ μήτε γευσάμενα τῆς ἀμβροσίας μήτε δὲ τοῦ νέκταρος ταῦτα φθαρτὰ ὑπάρχουσι· πρῶτον μὲν οὖν τὴν ἀμβροσίαν καὶ τὸ νέκταρ τὰ θεοποιὰ ὀνόματα αὐτοῖς ἴσως γνώριμα λέγρντες· οὐ γὰρ δή γε ἡμῖν, τουτέστι τῶν ἄλλων οὐθενί. δεύτερον δὲ καὶ περὶ αὐτῆς τῆς προφορᾶς τούτων ἁπλῶς εἶπον καὶ οὑδαμῶς γνώριμον. τίνος γὰρ χάριν ἦλθον ἐπὶ τὸ γεύσασθαι τούτων ἅπερ αἴτια αὐτοῖς τῆς ἀθανασίας; εἰ μὲν γὰρ ἡδονῆς χάριν αὐτῶν γεύονται, οὐδὲν εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ τὸ νέκταρ καὶ ἡ ἀμβροσία οὔτε γὰρ τὰ εἴδεα πάντως σώζουσιν), ὥστε οὐ διὰ τὸ γεύσασθαι ἀθάνατα· εἰ δὲ εἰς τὸ εἶναι ἡ τούτων γεῦσις αὐτοῖς συντελεῖ, δῆλον ὡς τροφή ἐστιν αὐτοῖς· τὰ δὲ τρεφόμενα καὶ μὴ μένοντα, εἰ μὴ τρέφοιτο, πῶς οἷόν τε λέγειν ἀίδια, φησίν, εἶναι ; τοσαῦτα δὲ Ἡσιόδου τε καὶ τῶν ἄλλων, φησί, θεολόγων μνησθεὶς τὸ μὲν τὰς τούτων δόξας μετὰ σπουδῆς ἐξετάζειν μύθους λεγόντων καὶ διὰ μύθων τὰ ψευδῆ συναγόντων τε καὶ συνιστάντων παραιτεῖται· τὸ γὰρ μυθικῶς σοφιζομένων ἴσον τῷ διὰ μύθων παρακρουόντων τἀληθές. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι εἰκότως θεὸν εἴποι τὴν ἀρχήν· ἡ γὰρ κυρίως ἀρχὴ πάντων τῶν ὄντων θεός ἐστιν ὁ καὶ τὰ πάντα παράγων. ἐπεὶ οὖν οὐ σκοπὸν εἶχον οἱ περὶ τὸν Ἡσίοδον διδασκαλίαν ἡμῖν παραδοῦναι ἐν τῇ θεογονίᾳ, ἀλλὰ μαινομένῳ στόματι, φησί, θεολογῆσαι, ἐσπούδασαν δὲ καὶ μαθεῖν τὰ παρ’ αὐτῶν τὰς τῶν πολλῶν φαντασίας, τούτου χάριν ἀσαφῶς ἡρμήνευσαν. ἰστέον οὖν ὅτι ἄλλα τινὰ ἐδήλουν διὰ τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας. αἱ ἡμέτεραι γὰρ ψυχαὶ ἡνίκα τελ̣ειοῦσιν ἑαυτάς, οὐ δύνανται φροντίζειν τῶν αἰσθητῶν πραγμάτων· πάλιν δὲ ἡνίκα περὶ τὰ αἰσθητὰ καταγίνονται, οὐ δύνανται ἐπιμελεῖσθαι τῆς ἑαυτῶν τελειότητος. ὁ δὲ θεὸς καὶ τὴν τελειότητα ἔχων ἐν ἑαυτῷ, οὐδὲν ἧττον φροντίζει τῶν καταδεεστέρων πάντων καὶ ἁπλῶς εἰπεῖν τῶν ὄντων ἁπάντων, ὥσπερ καὶ ὁ ἥλιος μὴ χωριζόμενος τοῦ ούρανοῦ καταλάμπει πάντα τὰ τῇδε. ἐπεὶ τοίνυν δύο τελειότητες θεωροῦνται περὶ τὸ θεῖον, ἡ μὲν περὶ τὴν οὐσίαν αὐτοῦ, ἡ δὲ περὶ τὴν πρόοδον καὶ τὴν ἐνέργειαν, διὰ μὲν τῆς ἀμβροσίας ἐδήλουν τὴν τελειότητα αὐτοῦ τὴν περὶ ἑαυτον καὶ τὴν ούσίαν αὐτοῦ θεωρουμένην, ἥτις τῷ ὄντι ἐστὶ τελειοτάτη, ἐπεὶ καὶ ἡ τοιαύτη τροφὴ στερεὰ ὑπάρχει διὰ τοῦτο γὰρ καὶ λέγεται ἀμβροσία παρὰ τὸ ἐστερῆσθαι βροτοῦ καὶ φθορᾶς καὶ θνητῆς πάσης δυσχερείας)· διὰ δὲ τοῦ νέκταρος ἐδήλουν τὴν κατὰ τὴν πρόοδον τελειότητα, ἐπειδὴ τὸ νέκταρ ὡς ῥευστὸν ῥεῖ, τοιαύτη δὲ καὶ ἡ πρόοδος προερχομένη μέχρι καὶ τῆς ὕλης αὐτῆς. τούτου χάριν διὰ τοῦ νέκταρος τὴν κατὰ τὴν πρόοδον τοῦ θεοῦ ἐνέργειαν ἐδήλουν διὰ τοῦ νݲηݲ τοῦ στερητικοῦ καὶ τοῦ κτείνειν ἄνευ τοῦ κτείνειν), εἴ γε ζωοποιός ἐστιν ἡ τοῦ θεοῦ ἐνέργεια. p. 1000a5 οὐθενὸς δὲ ἐλάττων ἀπορία παραλέλειπται. Φησὶν 〈ὅτι〉 οὐδενός ἐστιν ἐλάττων ἡ ἀπορία ἡ νῦν λεγομένη παραβαλλομένη πρὸς τὰς ἄλλας ἀπορίας, ἥτις ἀπορία παραλέλειπται καὶ τοῖς νῦν οὖσι καὶ τοῖς προτέροις, πότερον αἰ αὐταὶ ἀρχαὶ ὑπάρχουσι τῶν τε φθαρτῶν καὶ ἀφθάρτων, ἢ ἕτεραι μὲν ἀρχαί εἰσι τῶν φθαρτῶν ἕτεραι δὲ τῶν ἀφθάρτων. εἰ μὲν γὰρ αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι, διὰ τί τὰ μὲν ἄφθαρτα παράγουσι, τὰ δὲ φθαρτά, καὶ διὰ ποίαν αἰτίαν ταῦθ’ οὕτως ἔχει; οἱ μὲν οὖν περὶ ‘Hσίοδον καὶ ἄλλοι θεόλογοι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, ἐφρόντισαν τοῦ πιθανοῦ τοῦ πρὸς αὐτούς, τουτέστι τὰ δόξαντα αὐτοῖς εἰρήκασι, περὶ δὲ τοῦ διδάξαι ἡ· μᾶς οὐδὲν ἐφρόντισαν· θεοὺς γὰρ ὑπετίθεντο εἶναι τὰς ἀρχὰς καὶ ἐκ θεῶν γεγονέναι, καὶ τὰ μὴ γευσάμενα τοῦ νέκταρος καὶ τῆς ἀμβροσίας φασὶ θνητὰ γενέσθαι, διὰ τὸ μὴ προσεχῶς ἀπολαύειν τῆς τοῦ θεοῦ ἐλλάμψεως ἀλλὰ διὰ μέσων τῶν οὐρανίων. ταῦτα δὲ τὰ ὀνόματα ἴσως αὐτοῖς θεμένοις γνώριμα ὑπάρχουσιν, ἡμῖν δὲ ἄγνωστα. καὶ περὶ αὐτῆς δὲ προφορᾶς τῶν ὀνομάτων ὑπὲρ ἡμᾶς εἰρήκασιν· εἰ μὲν γὰρ ἡδύτητα αὐτοῖς προσάπτει ἡ ἀμβροσία καὶ τὸ νέκταρ καὶ ἡδονήν, οὔκ εἰσιν αἴτια τοῦ εἶναι· οὐδὲ γὰρ ἡ ἡδονὴ αἰτία τοῦ εἶναι τοῖς ἐνταῦθα, ἀλλὰ καὶ πολλάκις βλάπτει· εἰ δὲ τοῦ ἁπλῶς εἶναι αὐτοῖς αἰτία ἐστὶν ἡ ἀμβροσία καὶ τὸ νέκταρ, τουτέστιν ἡ τροφή, πῶς δυνατὸν αὐτοὺς εἶναι ἀιδίους τοὺς δεομένους τροφῆς πρὸς τὸ σώζεσθαι; εἰ γὰρ ἐλλείψοιεν τροφαί, ἀπόλλυνται, φησίν. οὐ δεῖ οὖν τὰ μυθικῶς λεγόμενα μετὰ σπουδῆς ἐξετάζειν, τουτέστι τὰ παρ’ ἐκείνων μυθάρια, δεῖ δὲ ἐκείνους πολυπραγμονεῖν καὶ ἐρωτᾶν τοὺς σπουδάζοντας μετὰ ἀποδείξεως λέγειν ἅπερ λέγουσι, διὰ ποίαν αἰτίαν ἐκ τῶν αὐτῶν ὄντα ἀρχῶν πάντα τὰ μὲν τῶν γινομένων ἀίδια ὑπάρχουσι τὰ δὲ φθαρτά, ἐπειδὴ οὔτε αἰτίαν περὶ τούτου λέγουσιν οὔτε δὲ εὔλογον οὕτως ἔχειν· ὥστε οὐδὲ αἱ αὐταὶ ἀρχαὶ καὶ αἰτίαι πάντων εἶεν τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων, ἀλλὰ ἕτεραι μὲν τῶν φθαρτῶν, ἕτεραι δὲ τῶν ἀφθάρτων. εἰ οὖν, φησί, μήτε αἰτίαν τινὰ τούτου λέγουσι μήτε ἄλλως εὔλογόν τι ἔχει ἡ δόξα, φανερὸν ὡς οὐκ ἂν εἶεν αἱ αὐταὶ πάντων ἀρχαί. p. 1000a24 Καὶ γὰρ ὅνπερ οἰηθείη λέγειν ἄν τις μάλιστα ὁμολογουμένως. Μετὰ τὸ. ἐλέγξαι τὸν Ἡσίοδον μετέρχεται ἐπὶ τὸν Ἐμπεδοκλέα. ἀκόλουθα μὲν ἑαυτῷ λέγει καὶ αὐτός οὐ συμφωνεῖ δὲ τῇ φύσει τῶν πραγμάτων. ἀκόλουθα μὲν γὰρ ἑαυτῷ λέγει, διότι ἐξ ἀφθάρτων ἀρχῶν τοῦ νείκους καὶ τῆς φιλίας φησὶ γεννᾶσθαι πάντα φθαρτά, καὶ οὐ τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα· οὐχ ἕπεται δὲ τῇ φύσει τῶν πραγμάτων, ἐπειδὴ ὑποτίθεται φθορᾶς μὲν αἴτιον τὸ νεῖκος, γενέσεως δὲ τὴν φιλίαν· ἑκάτερον δὲ αὐτῶν ἐστιν ὤτιον καὶ φθορᾶς καὶ γενέσεως, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· τὸ γὰρ νεῖκος φθείρει μὲν τὸν σφαῖρον, γεννᾷ δὲ τὸν αἰσθητὸν κόσμον, καὶ πάλιν ἡ φιλία φθείρει μὲν τὸν αἰσθητὸν κόσμον, γεννᾷ δὲ τὸν σφαῖρον. ἄλλως τε δή, φησίν, ἐπειδὴ πρὸ τῆς δυάδος εἶναι τὴν μονάδα ὁ· ὁ ὔ ὁ Ἐμπεδοκλῆς, τί ἐστιν αἴτιον τῆς ἁπλῶς κινήσεως; οὐ γὰρ δεῖ λέγειν ἁπλῶς ὅτι οὕτως πέφυκεν, ἐπεὶ οὕτω πάντα ῥᾷστα ἐπιλύεσθαι. λέγομεν οὖν ὃ πολλάκις εἴρηται, ὅτι πάντα ταῦτα συμβολικῶς ἔλεγεν ὁ Ἐμπεδοκλῆς· οὔτε γὰρ τὸν σφαῖρον ὑπετίθετο φθείρεσθαι, ρεσθαι, ὥς φησιν, οὔτε δὲ τὸν αἰσθητὸν κόσμον, ἀλλὰ διὰ τούτων ἐδήλου τὴν ἄνοδον καὶ τὴν κάθοδον τῆς ψυχῆς. διὸ ἔλεγεν “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκει αἰθομένῳ πίσυνος’’. ἔστι γὰρ καὶ ἐν τῷ σφαίρῳ διάκρισις, εἴ γε πολλὰ νοητά, ἀλλὰ καλύπτεται ὑπὸ τῆς ἀφράστου ἑνώσεως. καὶ ἐν τῷ αἰσθητῷ δέ ἐστιν ἕνωσις, ἀλλὰ μᾶλλον ἐπικρατεῖ ἡ διάκρισις. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι ἐκεῖνος, ὃν μάλιστα ὑπολάβοι τις σύμφωνα ἑαυτῷ λέγειν, τουτέστιν ὁ Ἐμπεδοκλῆς, καὶ οὗτος τὸ αὐτὸ πέπονθε. τῆς φθορᾶς γὰρ αἴτιόν φησιν εἷναι τὸ νεῖκος, ὡς δόκει τὰ παρ’ αὐτοῦ λεγόμενα ἔχειν· οὐ μὴν ἀλλὰ φαίνεταί γε καὶ γενέσεως τὸ νεῖκος αὐτῷ ἐν πολλοῖς τὴν αἰτίαν ἔχειν. τοῦ δὲ εἶναι καὶ τῆς γενέσεως αἴτιον [οὐ] λέγει τὴν φιλίαν· καὶ αὐτὴ δὲ αἰτία ἐστὶ φθορᾶς. ὅτι γὰρ γενέσεως ὑποτίθεται αἴτιον τὸ νεῖκος, φανερὸν ἐντεῦθεν· πάντα γὰρ ἐκ τούτου ἀπογεννᾷ πλὴν τῆς φιλίας ἣν καλεῖ θεόν. φησὶν οὖν ὅτι πάντα καὶ τὰ γενόμενα καὶ τὰ μέλλοντα γίνεσθαι ἐξ αὐτοῦ ἐβλάστησαν. φησὶ γὰρ οὕτως ὅτι “δένδρεά τ’ ἐβλάστησαν καὶ ἀνέρες ἠδὲ γυναῖκες, θῆρές τ' οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς, καί· τε θεοὶ δολιχαίωνες”. καὶ χωρὶς δὲ τῶν ἐπῶν φανερὸν ὡς ὅτι γενέσεως ἐστιν αἴτιον τὸ νεῖκος· εἰ γὰρ μὴ ἦν διάκρισις τοῖς πράγμασιν, ἔμελλε πάντα ἓν εἶναι. διό φησιν, ὅταν γὰρ συνέλθῃ τὸ πᾶν, τότε “ἐξ ἔσχατον ἵστατο νεῖκος’’ κρατούσης τῆς φιλίας. ἄφθαρτα οὖν ὑποτίθεται τὰ στοιχεῖα, τὰ δὲ ἐξ αὐτῶν πάντα φθαρτά· καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν ἄφθαρτα λέγει. καὶ ταύτῃ μὲν δοκεῖ τοὺ φθείρεσθαι τὰ φθειρόμενα αἴτια νυνὶ ἀπολείπειν καὶ ὁμολογούμενα λέγειν ἑαυτῷ, ἄλλην μὲν γενέσεως ἄλλην δὲ φθορᾶς ἀποδιδοὺς αἰτίαν· καθὸ δὲ ἀμφότερα καὶ γεννῶσι καὶ φθείρουσιν, οὐ σύμφωνα λέγει. p. 1000b3 Διὸ καὶ συμβαίνει τὸν εὐδαιμονέστατον θεόν. Ὅπερ εἷπεν ἐν τῇ Περὶ ψυχῆς, τοῦτο λέγει καὶ ἐνταῦθα, ὅτι συμβαίνει κατ’ αὐτὸν τὸν εὐδαίμονα θεόν, τουτέστι τὴν φιλίαν, ἧττον εἶναι φρόνιμον τῶν ἄλλων· οὔτε γὰρ γνωρίζει πάντα τὰ στοιχεῖα, ἐπεὶ μήτε ἔχει τὸ νεῖκος ἐν ἑαυτῷ ,ἡ δὲ γνῶσις τοῦ ὁμοίου τῷ ὁμοίῳ· “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον”. φαμὲν οὖν ὅτι ἐκεῖνος ὡς ἐξῃρημένα οὐ δεῖται ταῦτα ἔχειν, ἵνα οὕτως αὐτὰ γνῷ, ἀλλ’ ὡς παρακτικά· οὕτως αὐτὰ γινώσκει, οὐχ ὡς ὅμοια. p. 1000b9 Ἀλλ’ ὅθεν γε ὁ λόγος, τοῦτό γε φανερόν. Ὁ λόγος ἦν αὐτῷ ,διὰ τί τῶν γινομένων τὰ μὲν φθαρτὰ ὑπάρχουσι, τὰ δὲ ἄφθαρτα, εἰ ὑπὸ ἀφθάρτου αἰτίας γίνονται· εἶτα ἐξετράπη ἐντεῦθεν ἐπὶ τὸν Ἐμπεδοκλέα. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανατρέχει καί φησιν ἀλλ’ ὅθεν γε ὁ λόγος, τοῦτο φανερόν, ὅτι συμβαίνει αὐτῷ τὸ ωεῖκος ὥσπερ τῆς φθορᾶς, οὕτω καὶ τῆς γενέσεως αἴτιον. εἴ γε πάντα τὰ αἰσθητὰ ἀπογεννᾷ. ὁμοίως δὲ καὶ ἡ φιλία· συνάγουσα γὰρ εἰς τὸ ἓν πάντα φθείρει τὰ αἰσθητά. πρὸς τούτοις δὲ τῆς ἁπλῶς μεταβολῆς οὐ λέγει τί ἐστι τὸ αἴτιον ἀλλ’ ὅτι οὕτως πέφυκεν, ὅπερ εὐχερές, φησίν, ἐπὶ πάντων λέγειν. p. 1000b14 Ἀλλ’ ὅτε δὴ μέγα νεῖκος ἐνὶ μελέεσσιν ἐθρέρθη. Πάλιν ἔπη παρατίθεται Ἐμπεδοκλέους. ἰστέον οὖν ὅτι ἡ μονὰς αἰτία ἐστὶ τῆς ἑνώσεως καὶ συνεχείας τῶν πραγμάτων, ἡ δὲ δυάς τῆς προόδου· τό οὖν ἁπλῶς αἴτιον τῆς ἑνώσεως καὶ τῆς προόδου τὸ ἔχον ἀμφότερα Πυθαγόρας καὶ Παρμενίδης καὶ Ἐμπεδοκλῆς ὡς Πυθαγόρειοι χρόνον ἐκάλουν, ἐπειδὴ ὥσπερ ὁ χρόνος μετρητικὸς καὶ περιοριστικὸς ὑπάρχει τῶν ὑπὸ τὸν χρόνον, οὕτως καὶ τὸ πρῶτον μετρητικὸν καὶ περιοριστικὸν τῶν πάντων ὑπάρχει. ἔλεγε δὲ α̣ὐτὸν καὶ ὅρκον ὡς περατοῦντα καὶ συνέχοντα πάντα. τοῦτο οὖν φησιν ὁ Ἐμπεδοκλῆς, ὅτι 'ἡνίκα τὸ νεῖκος ἐπεκράτησε καὶ ὥρμησεν εἰς τιμὰς προελθὸν ἐκ τοῦ χρόνου, ὅς σφιν ἀμοιβαῖος πλατέος παρελήλατο ὅρκου’ · καὶ πλατὺν αὐτὸν ἐκάλεσεν ὡς πάλιν χορηἐξ γοῦντα τὰ πάντα, ἀμοιβαῖον δέ φησιν οὐχ ὅτι ἐκ διαδοχῆς μετὰ τὴν φιλίαν τὸ νεῖκος, ἀλλ’ ὥσπερ λέγομεν ἐν τῇ συνηθείᾳ ὅτι ἀμείψασθαι αὐτὸν βούλομαι, τουτέστιν εὐεργετῆσαι ὡς εὐεργετήσαντα, καὶ ἀμοιβαῖον λέγει τὴν ἐπιτηδειότητα, ἣν ἔχει ἡ δυὰς πρὸς τὸ δέξασθαι τὴν ἔλλαμψιν τοῦ χρόνου, φημὶ δὴ τῆς ἑνάδος, καὶ παρ· απέμψαι τοῖς τῇδε. ταῦτα οὖν φησιν ὁ Ἐμπεδοκλῆς, ὡς δέον ἐξ ἀνάγκης μεταβάλλειν ἐκ τοῦ σφαίρου εἰς τὸν αἰσθητὸν κόσμον, αἰτίαν δὲ τῆς ἀνάγκης οὐδὲ μίαν δηλοῖ. ἀλλ’ ὅμως κατὰ τοῦτο ἀκόλουθα ἑαυτῷ λέγει· οὐ γὰρ τὰ μὲν φθαρτὰ ποιεῖ τὰ δὲ ἄφθαρτα τῶν ὄντων, ἀλλὰ πάντα φθαρτὰ πλὴν τῶν στοιχείων. ἡ δὲ νῦν ἀπορία ἐστὶ διότι τὰ μὲν φθαρτὰ ὑπάρχουσι τῶν γινομένων, τὰ δὲ ἄφθαρτα, εἴπερ πάντα ἐκ τῶν αὐτῶν ὑπάρχουσιν. p. 1000b21 Ὅτι μὲν οὖν οὐκ ἂν εἴησαν αἱ αὐταὶ ἀρχαί. Συμπεραίνεται τὰ εἰρημένα λέγων οὕτως. ὅτι μὲν οὗν οὐχ ὑπάρχουσιν αἱ αὐταὶ ἀρχαὶ τῶν φθαρτῶν καὶ ἀφθάρτων, τοσαῦτα ἡμῖν εἰρήσθω. εἰ δὲ πάλιν ὑποθώμεθα ἑτέρας ἀρχάς, πάλιν · ἀναφύεται ἀπορία, πότερον ἄφθαρτοι καὶ αὐταὶ ἔσονται ἢ φθαρταί. εἰ μὲν γὰρ φθαρταί, φανερὸν ὡς ἀναγκαῖον καὶ τὰς ἀρχὰς ἐξ ἄλλων εἶναι ἀρχῶν, ἐπειδὴ πάντα τὰ φθειρόμενα εἰς ἐκεῖνα φθείρονται ἐξ ὧν καὶ συνεστήκασιν, ὥσπερ τὰ ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα· ὥστε εἰ φθαρταὶ ὑπάρχουσιν, ἔσονται καὶ αὐτῶν ἀρχαί, ὥστε συμβαίνει τῶν ἀρχῶν ἑτέρας ἀρχὰς εἶναι προτέρας. τοῦτο δὲ ἀδύνατον ὑπάρχει, καὶ εἰ ὑποθώμεθα ἵστασθαι τὰς ἀρχὰς καὶ εἰ εἰς ἄπειρον βαδίζειν. τὸ μὲν γὰρ ἄπειρον κατ’ ἐνέργειαν εἶναι οὐ δυνατόν· πάλιν δὲ ἀρχῆς ἀρχὴν εἶναι ἀδύνατον, εἰ ἄρα ἔστιν ἀρχή, ὥσπερ ἐπὶ τῆς ὕλης ἐλέγομεν, ἐπεὶ φθείρεται καὶ οὕτως ἔσται ἐφθαρμένη πρὸ τῆς φθορᾶς ἑαυτῆς, ὡς δέδεικται ἐν τῷ πρώτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε δὴ τῶν ἀρχῶν φθαρτῶν οὐσῶν καὶ φθειρομένων πῶς ἔσονται τὰ φθαρτά; τί οὖν ἐστιν αἴτιον ἀεὶ εἶναι τὰ φθαρτά; εἰ δὲ πάλιν ἀφθάρτους ὑποθώμεθα τὰς ἀρχάς, διὰ τί ἐκ μὲν τούτων ἀφθάρτων οὐσῶν φθαρτὰ ὑπάρχουσι τὰ γινόμενα ἐξ αὐτῶν, ἐκ δὲ τῶν ἀφθάρτων τῶν ἄλλων ἄφθαρτα; τοῦτο γὰρ οὐκ εὔλογον, μᾶλλον δὲ ἀδύνατον ἢ πολλοῦ λόγου δεῖται εἰς τὸ δεῖξαι τοῦτο. καλῶς εἶπεν ὅτι ὁ λόγος δεῖται ὡς εἰδὼς ὅτι <οὐκ> ἀδύνατόν ἐστι τούτου ἀποδοῦναι αἰτίαν, ἣν ἡμεῖς φθάσαντες ἀνωτέρω εἰρήκαμεν, ὅτι τὰ ὑπὸ ἀκινήτου οὐσίας γινόμενα καὶ ἀφθάρτου ἀίδια, τὰ δὲ ὑπὸ κινουμένου καὶ ἀφθάρτου φθαρτά, ἐπειδὴ φθαρτὰς ἔχει τὰς ἐνεργείας. πρὸς τούτοις δέ φησιν ὅτι οὐδὲ ἐπεχείρησεν οὐδεὶς ἑτέρας λέγειν ἀρχάς, ἀλλὰ τὰς αὐτὰς πάντων εἶναι τῶν φθαρτῶν καὶ τῶν ἀφθάρτων· καὶ λοιπὸν τὸ πρῶτον ἀπορηθὲν ἀποτρώγουσιν, ὥσπερ οἱ μύες οἱ ἐσθίοντες ἄρτον καὶ φθείροντες δέει τοῦ ἁλῶναι πρὶν ἢ ὅλον καταφάδέον] γωσιν. οὕτως οὗν καὶ οἱ πρὸ ἡμῶν ἀδιαρθρώτως, φησίν, εἰρήκασι περὶ αὐτῶν καὶ ἀτελῶς, ὥσπερ τοῦτο μικρον τι λαμβάνοντες τὸ ἀδιαρθρώτως παραδοῦναι. ὑποθέμενοι οὖν τὸ πρῶτον ἀπορηθέν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν τὰ μὲν φθαρτὰ τὰ δὲ ἄφθαρτα γίνεται, παραπέμπονται καὶ ἀφαιροῦσι· τοῦτο γὰρ ἄν σημαίνοι τὸ ἀποτρώγουσιν, ὡς δῆλον καὶ ἐξ οὗ ἐπήνεγκεν, ὅ ἐστιν ὥσπερ τοῦτο μικρόν τι λαμβάνοντες. ὡς γὰρ μικρόν τι καὶ οὐκ ἔχον ἀπορίαν ὑποτιθέμενοι τὸ τὰς αὐτὰς ἀρχὰς πάντων εἶναι οὐδένα λόγον ἐποιοῦντο τῆς ἀπορίας. ἢ τὸ ἀποτρώγουσιν εἴρηκεν ἀντὶ τοῦ διά τινων πιθανῶν αὐτοῖς δοκούντων παραμυθεῖσθαι πειρῶνταί, ὡς εἶπε περὶ ‘Hσιόδου καὶ ὧν φησι θεολόγων τῶν ἀρχαίων, ἔτι δὲ περὶ Εμπεοοκλεους, ὃς ἐκ τῶν αὐτῶν ποιῶν πάντα τὸ μέν τι αἴτιον γενέσεως ἐφίστη τὸ δὲ φθορᾶς, ὡς οὐ μέγα καὶ δύσλυτόν τι ὑποτιθέμενοι. κατὰ μέντοι αὐτὸν οὔτε αἱ αὐταὶ ἀρχαὶ τῶν ἀιδίων τε καὶ τῶν φθαρτῶν, ἔν τε τοῖς φθαρτοῖς οὔτε πᾶσαι αἰ ἀρχαὶ ἀίδιοι τὸ γὰρ εἶδος, φησίν, οὐκ ἀίδιον), ἥ τε ὕλη ἀίδιος μὲν ἀλλ’ οὐκ ἀπαθής, ἀλλὰ παθητή τε καὶ ἀλλοιωτή· καλῶς δὲ εἴρηται ὅτι ἀδύνατον, φησί, τῶν ἀρχῶν ἀρχὰς εἶναι. 〈οὐ γὰρ〉 γίνονται ἐκ τῶν ἀρχῶν ἀρχαί, εἴτε ἵσταιντο ἐπί τινος εἴτε εἰς ἄπειρον προχωροῖεν. εἰ μὲν γὰρ ἵσταιντο, ἐκεῖναί τε εἶεν ἀρχαὶ τῶν ὑποτεθεισῶν ἀρχῶν, ἐν αἷς ἵστατο ἡ φθορά· εἰ δὲ εἰς ἄπειρον προίοιεν, ἀεὶ τῆς φθειρομένης ἀρχῆς ἐκείνη εἰς ἣν φθείρεται ἔσται ἀρχή. οὐ δυνατὸν οε ουοεποτε ἀρχὴν ἀρχῆς εἶναι, ὡς δέδεικται ἐν τῷ πρὸ τούτου βιβλίωί εἰ γε οὐκ ἄπειροι αἱ ἀρχαί. ***φησὶν ὁ Ἀλέξανδρος ὅτι κατὰ Ἀριστοτέλην ὁ πρῶτος νοῦς ἑαυτὸν μόνον νοεῖ καί φησιν ὅτι ἄμεινον ἔνια μὴ νοεῖν, οἷον τὰ κακά. p. 1001 a4 Πάντων δὲ καὶ θεωρῆσαι χαλεπώτατον καὶ πρὸς τὸ γνῶναι τἀληθὲς ἀναγκαιότατον. Ἐντεῦθεν ζητεῖ περὶ τοῦ ὄντος καὶ τοῦ ἑνός, εἴτε αὐτὰ καθ’ αὑτὰ ὑφίστανται εἴτε γὰρ αὐτό ἐστιν ὃν καὶ αὐτοέν) εἴτε ἐν ὑποκειμένοις τὸ εἶναι ἔχουσιν. ἐπιχειρεῖ δὲ ὥσπερ καὶ ἐν τοῖς ἄλλοις κατ’ ἀμφότερα, καί φησιν ὅτι ἡ περὶ τούτου ζήτησις χαλεπωτάτη ἐστί, καὶ πρὸς τὸ γνῶναι τὴν περὶ τούτου ἀλήθειαν ἀναγκαιότατόν ἐστι πρᾶγμα. ζητεῖ οὖν, ὡς εἴρηται, εἴ γε αὐτὸ καθ’ αὑτό ἐστι τὸ ἓν καὶ τὸ ὂν αὐτοὲν καὶ αὐτοόν, εἴτε ἐν ἄλλῳ ὑποκειμένῳ ἔχουσι τὸ εἶναι οὐχ] ἕτερα ὄντα, ὥσπερ ἐπὶ τοῦ Σωκράτους φαμέν· ὁ γὰρ Σωκράτης ἕτερόν τι ὄν ἐστι ζῷον· οὐ γὰρ ᾗ Σωκράτης ὑπάρχει ζῷον, ἐπεὶ οὕτως ἔδει τὸν Σωκράτη μόνον εἶναι ζῷον. οὐχ ᾗ οὖν Σωκράτης ἐστὶ ζῷον, ἀλλ’ ἕτερόν τι ὂν ὑπάρχει ζῷον· κατηγορεῖται γὰρ αὐτοῦ τὸ ζῷον, τὸ δὲ κατηγορούμενον οὐκ ἔστι ταὐτὸν ᾧ κατηγορεῖται. οὐκ έστιν οὖν ὁ Σωκράτης αὐτοζῷον ἤγουν αὐτοάνθρωπος, ἀλλ’ ἕτερόν τί ἐστιν. οἱ τοίνυν Πυθαγόρειοι καὶ ὁ Πλατῶν αὐτὸ. ἔλεγον εἶναι τὸ ὃν καὶ αὐτοὲν καὶ οὐχ ἕτερόν τι ὄν· οὔτε γὰρ ἐν ὑποκειμένῳ ἔλεγον εἶναι τὸ ὂν ᾔτουν τὸ ἕν, ἀλλὰ αὐτὰ καθ’ αὑτὰ ὄντα ἐν οἰκείᾳ περιγραφῇ καὶ ὅρῳ. καὶ τὸ μὲν ἓν κατηγόρουν τοῦ ὄντος, τοῦ δὲ ἑνὸς οὐ κατηγόρουν τὸ ὄν· τὴν γὰρ ἑνάδα ἔλεγον εἶναι καὶ ὑπὲρ αὐτὸ τὸ ὄν, εἴ γε τὸ ὂν εἶδός ἐστιν, ὑπὲρ πᾶν δὲ εἶδος ἔλεγον εἶναι τὴν ἑνάδα ὡς καὶ πάντων προακτικὴν καὶ αὐτῶν τῶν εἰδῶν, καὶ πάντα καταλάμπουσαν. ἐφεξῆς τοίνυν ὑπερηγορεῖ τοῖς Πυθαγορείοις καὶ τῷ Πλάτωνι, ταὐτὸ δὲ εἰπεῖν τῷ ἀληθεῖ λόγῳ. εἰ γὰρ ὑποθώμεθα μὴ εἶναι αὐτὸ καθ’ αὑτὸ τὸ ὂν καὶ τὸ ἕν, ἀλλ’ ἐν ὑποκειμένῳ ἑτέρῳ ἔχειν τὸ εἶναι, ἐπειδὴ τὰ καθόλου αὐτὰ καθ’ αὑτὰ ὑπάρχουσι, πάντων δὲ καθολικώτερα τὸ ὂν καὶ τὸ ἕν, εἴ γε πάντα τὰ ἄλλα τὸ εἶναι ἐξ αὐτῶν ἔχουσι, συμβαίνει οὕτως ἀναιρεῖσθαι πάντα τὰ καθόλου· τῶν δὲ καθόλου ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ καθ’ ἕκαστα καὶ οὕτως οὐδὲν ἔσται πάντων ἀναιρουμένων, ὅπερ οὐδὲ θέμις λέγειν. πρὸς ἐπὶ τούτοις δὲ ἀναιρεῖται καὶ ὁ ἀριθμός. εἰ γὰρ ὁ ἀριθμὸς ἐξ ἑνάδων σύγκειται οὐδὲν γὰρ ἄλλο ἐστὶν ἀριθμὸς ἢ πλῆθος ἐξ ἑνάδων συγκείμενον), φανερὸν ὡς ὅτι ἀναιρεθήσεται καὶ ὁ ἀριθμός. καὶ ταῦτα μέν φησιν ὁ Ἀριστοτέλης ὑπερηγορῶν τῇ Πλατωνικῆ δόξῃ. ὁ δὲ τρόπος ὁ ἐλεγκτικὸς ὁ περὶ τοῦ ἀριθμοῦ οὐκ ἔχει ὑγιῶς· οὔτε γὰρ ἡ ἑνὰς ἐκείνη ἐν σχέσει θεωρεῖται, ἀλλὰ ἄσχετος ὑπάρχει προάγουσα τὸν νοητὸν ἀριθμόν. οὐχ ὥσπερ γὰρ ἐνταῦθα ἐκ τῶν ἑνάδων σύγκειται τὸ πλῆθος τοῦ ἀριθμοῦ, οὕτως καὶ ἐπὶ τῆς πρώτης ἑνάδος· ὡς γὰρ εἴρηται, ἄσχετός ἐστιν ἐκείνη ἡ ἑνὰς καὶ προακτική τῶν πάντων. οὐκ ἄρα δεῖ λέγειν ἐξ ἐκείνης συντίθεσθαι τὸν ἀριθμόν, ἀλλὰ μᾶλλον προάγεσθαι· ὥστε ὅσον ἐπὶ τούτοις δεῖ εἶναι αὐτὸ τὸ ὂν καὶ τὸ ἓν κεχωρισμένα παντελῶς καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα. οἱ μέντοι γε περὶ Ἐμπεδοκλέα καὶ οἱ φυσικοὶ πάντες οἱ ἐκ τοῦ Ἰωνίου διδασκαλείου ἑτέρᾳ ὑποκειμένῃ φύσει ἔλεγον εἶναι τὸ ὂν καὶ τὸ ἕν. τῷ γὰρ ὄντι εἰ ὑποθώμεθα αὐτὸ εἶναι τὸ ὂν καθ’ αὑτὸ καὶ τὸ ἕν, συμβήσεται ἀληθεύειν τὸν Παρμενίδειον λόγον τὸν λέγοντα τὸ παρὰ τὸ <ὂν> οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· ὥστε ἀναιρεῖται τὸ πλῆθος ἐκ τῶν ὄντων, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. εἰ γὰρ τῷ ὄντι ὑποθώμεθα, φησίν, αὐτὸ καθ’ αὑτὸ εἶναι τὸ ὂν καὶ τὸ ἕν, φανερὸν ὡς ὅτι τὸ ἐξ αὐτοῦ. προαγόμενον ἓν ἔστι καὶ οὐδὲν διοίσει τοῦ ἐξ οὗ προήχθη· ὥστε οὐδὲν ἔσται παρὰ τὸ ὄν, καὶ οὕτως ἀναιρεῖται τὸ πλῆθος ἐκ τῶν ὄντων. καὶ οὕτως μὲν ἐπρέσβευον οἱ φυσικοί, οἱ μὲν πῦρ ὑποτιθέμενοι, οἱ δὲ ἀέρα ἤ τι ἄλλο τοιοῦτο· ὁμοίως δὲ καὶ ὁ Ἐμπεδοκλῆς λέγων τὴν φιλίαν. φαμὲν οὖν ὅτι ὁ ἐμπεδοκλῆς ὡς Πυθαγόρειος συμβολικῶς ταῦτα ὑπετίθετο. ἔλεγε γὰρ ἐκεῖνος ὅτι τὸ ὃν ἕν ἐστιν, ἔλεγε δὲ ἓν τὴν φιλίαν, ἥτις δεύᾦ] τέρα μέτρα ἔχει ἀπὸ τῆς ἑνάδος. καὶ διὰ μὲν τῆς φιλίας ἐδήλου τὴν μονάδα, ἥτις αἰτία ἐστὶ τῆς ἑνώσεως τοῖς. οὖσιν· οὐδὲν γάρ ἐστιν ὃ οὐ μετέχει τῆς ἑνάδος. εἰ μὴ γὰρ τοῦτο ὑποθώμεθα, συμβήσεται πολλαπλασιασθῆναι τὸ ἄπειρον. τὸ γὰρ μέρος ἐν ἐστιν ἢ πολλά· εἰ μὲν οὖν ὅν, ἔχω τὸ ζητούμενον, εἰ δὲ πολλά, πάλιν καὶ περὶ ἐκείνου ὁ αὐτὸς λόγος, τουτέστι τῶν μερῶν ἐκείνου, καὶ τοῦτο εἰς ἄπειρον· ὥστε πολλαπλασιασθήσεται τὸ ἄπειρον. πᾶσα οὖν ἐστιν ἀνάγκη ἐν ἅπασι θεωρεῖσθαι τοῖς οὖσι τὴν μονάδα. διὰ μέντοι γε τοῦ νείκους τὴν δυάδα ἐδήλου, τουτέστι τὴν πρόοδον τῶν πραγμάτων· πρώτη γὰρ ἡ δυὰς ἔχει τὸ ποθέν ποι. πᾶσα ἄρα ἀνάγκη αὐτὸ τὸ ὂν καὶ τὸ ἓν κεχωρίσθαι καὶ μὴ ἐν ὑποκειμένῳ ἔχειν τὸ εἶναι· ἡ γὰρ ἑνὰς διὰ τὴν γόνιμον αὐτῆς δύναμιν μένουσα ὅπερ ἐστὶ καὶ μὴ ἐλαττουμένη πάντα παράγει. ὁ γὰρ Παρμενίδης ἔλεγε τὸ παρὰ τὸ ὂν οὐκ ὂν ὡς νοητόν· τῷ ὄντι γὰρ τὰ αἰσθητὰ ὡς νοητὰ οὐκ ὄντα ὑπάρχουυυσιν, ὡς καὶ ὁ Πλάτων φησὶ “τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε”. ὅτι γὰρ οἴεται ὁ Παρμενίδης πλῆθος ἐν τοῖς οὖσι, φανερὸν ἐντεῦθεν. τί γάρ; φησὶν “οὐ γὰρ ἔην, οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον ”. εἰ οὖν πᾶν λέγει, δῆλον ὡς ὅτι οἶδε τό γε πλῆθος. καὶ πάλιν ἀλλαχοῦ “μεσσόθεν ἰσοπαλές”. εἴ γε μέσα ἔχει, φανερὸ· ν ὅτι καὶ ἄκρα· ὥστε οἶδε τὸ πλῆθος. ἡ οὖν ἑνὰς γόνιμος οὖσα, ὡς εἰρήκαμεν, πάντα παράγει Λαὶ οὐ διὰ τοῦτο μειοῦταί τι αὐτῆς, ὥσπερ τὸ εἰρήκαρεν, τουτέστιν ὁ Σωκράτης, οὐδὲν μειοῦται μυρίων εἰκόνων γινομένων ἐξ αὐτοῦ. προέρχεται οὗν ἐκ τῆς ἑνάδος ἐκείνης ὁ νοητὸς ἀριθμός, τουτέστιν ἡ μονὰς καὶ ἡ δυάς, εἶτα κατὰ τάξιν ἐκεῖθεν ἡ ἐνταῦθα μονάς, ἥτις ἐστὶν ἡ φύσις, καὶ ἡ δυάς, ἥτις ἐστὶν ἡ ὕλη, καὶ οὕτως γίνεται ἐντεῦθεν τὰ σύνθετα πράγματα· ἐν γὰρ τῷ σπέρματι ὑπάρχουσιν οἱ λόγοι οἱ δημιουργικοί, ἐν παντὶ μέρει τοῦ σπέρματος, καὶ οὕτως ἡ ὕλη δεχομένη διαιρεῖ αὐτούς. ὅτι γὰρ πρὸ πάντων ἐστὶν ἡ ἑνάς, δῆλον ἐντεῦθεν. ἡ γὰρ ζωὴ ὑπὲρ τὸν νοῦν ἐστι· πᾶν γὰρ τὸ μετέχον νοῦ καὶ ζωῆς μετέχει, τὸ δὲ ζωῆς μετέχον οὐ μετέχει νοῦ. πάντως πάλιν τὸ ὂν ὑπὲρ τὴν ζωήν ἐστι· τὸ γὰρ μετέχον ζωῆς καὶ τοῦ ὄντος μετέχει, τὸ δὲ τοῦ ὄντος μετέχον ζωῆς οὐ πάντως μετέχει. ἡ μέντοι γε ἑνὰς καὶ ὑπὲρ τὸ ὄν ἐστιν, εἰ γε ὕπερ υπαρςιν εστι. p. 1001a4 Πάντων δὲ θεωρῆσαι χαλεπώτατον. Ἡ ἀπορία ἣν χαλεπωτάτην ὥς] φησὶν εἶναι καὶ πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἀναγκαιοτάτην, τοιαύτη ἐστίν. ἆρά γε, φησί, τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄντων ὑπάρχουσι, τουτέστιν ἀρχαὶ τῶν ὄντων, αὐτὸ τουτο ἓν καὶ τὸ] ὂν κεχωρισμένα καὶ αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα καὶ μὴ δεόμενα ἑτέρου πρὸς τὸ εἶναι, τουτέστιν οὐκ ἄλλῳ τινὶ ὄντι ὑπάρχουσαι καὶ ταύτην τὴν φύσιν δηλοῦσαι καὶ ἐν ἐκείνοις ὧν κατηγοροῦνται, ἢ ἔστιν ἄλλη τις φύσις ὑποκειμένη τούτοις, ἥτις ἐστὶν ἀρχὴ καὶ οὐσία τῶν ὄντων, ἣν δεῖ ζητεῖν τίς ἐστι, πότερον πῦρ ἢ ἀὴρ ἢ ἄλλο τι ἢ καὶ πλείω. ὅτι δὲ ἀναγκαία ἐστὶν ἡ ζήτησις, δῆλον καὶ ἐκ τοῦ πολλοὺς διαφωνῆσαι περὶ αὐτῆς, καὶ τοὺς μὲν ἐκείνως τοὺς δὲ τοιώσδε ἀποφήνασθαι, καὶ ἐξ ὧν δὲ ἀπορήσει προιών, καὶ ὅτι ἐν τῇ περὶ τῆς ἀληθείας θεωρίᾳ ἡ περὶ τοῦ ὄντος ζήτησις κυριωτάτη, καὶ ὅτι ἐκ τούτου ἤρτηται τὸ τοὺς ἀριθμοὺς δύνασθαι τῶν ὄντων ἀρχὰς καὶ στοιχεῖα λέγεσθαι. ἀναγκαιοτάτη οὗν πρὸς τὴν τῆς ἀληθείας γνῶσιν ἡ περὶ τούτων ζήτησις, ἀλλὰ καὶ χαλεπωτάτη ἡ περὶ αὐτῶν διάκρισις· ἡ γὰρ τῶν νοητῶν καὶ τῶν πρώτων αἰτίων τε καὶ ὄντων γνῶσις χαλεπωτάτη. ἐξηγήσατο δὲ αὐτὸς τὸ πότερόν ποτε τὸ ὂν και τὸ ἓν οὐσία τῶν ὄντων εἰσί, διὰ τοῦ ἑκάτερον αὐτῶν οὐχ ἕτερόν τι ὂν τὸ μὲν ὂν καὶ τὸ ἓν τῶν ὄντων] ἐστὶ τὸ δὲ ἕν. ἴσον γὰρ τὸ εἰρημένον τῷ ἐπεὶ τὸ ὂν καὶ τὸ ἓν τῶν ὄντων ἐστί, πότερον ὡς οὐσίαι ὄντα ἐστὶν ἢ ὡς συμβεβηκότα τῇ οὐσίᾳ. ὁ γὰρ Σωκράτης ἕτερόν τι ὄν ἐστι ζῷον· οὔτε γάρ ἐστιν αὐτοζῷον ὄν, ἐπεί, εἰ καθὸ Σωκράτης ἦν ζῷον, ἔδει αὐτὸν μόνον εἶναι ζῶον. ταῦτα δὲ αὐτοόν ἐστι καὶ αὐτοὲν καὶ οὐχ ἕτερα ὄντα, καθάπερ καὶ ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. ὥσπερ οὖν καὶ περὶ τοῦ ἀπείρου διαφερόντως ἔδειξεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως, οὕτως καὶ ἐνταῦθα· οἱ μὲν γὰρ αὐτῶν φύσιν τινὰ τοῦ ἀπείρου ἐποίουν, τουτέστιν οἱ Πυθαγόρειοι τὸν ἄρτιον ἀριθμόν, οἱ δὲ συμβεβηκέναι τινὶ τὸ ἄπειρον ἔλεγον. τὸ δὲ ὡς οὕσης τῆς οὐσίας ταὐτοῦ ἑνὶ εἶναι <καὶ> ὄντι, ἴσον ἄν εἴη τῷ ὡς τῆς ταὐτῆς οὔσης οὐσίας τοῦ ἑνός τε καὶ τοὐ ὄντος καὶ ταὐτοῦ ὄντος ἑνί τε καὶ ὄντι εἶναι. p. 1001a5 Πότερόν ποτε τὸ ὂν. ’́Eδει ἡμᾶς ζητῆσαι πότερον τὸ ὂν καὶ τὸ ἓν οὐσίαι τῶν ὄνΤων καὶ ἀρχαὶ ὑπάρχουσιν αὐτοὸν ὄντα καὶ αὐτοέν, καὶ οὐχ ἕτερόν τι ὂν τὸ μέν ἐστιν ὄν, τὸ δὲ ἕν, καθάπερ ἐπὶ τοῦ Σωκράτους εἰρήκαμεν, ὅτι οὐχ ᾗ Σωκράτης ἐστὶ ζῷον, ἀλλὰ καθ’ ἕτερόν τι, καθὸ οὐσία ἔμψυχος αὐσθητική. οὕτως ἔδει ζητεῖν καὶ ἐπὶ τοῦ ὄντος καὶ τοῦ ἑνὸς †ὅτι ἕτερα ὄντα οὕτως εἰσὶν ὂν καὶ ἕν, ἤγουν αὐτοόν ἐστι καὶ αὐτοέν ,ἢ πάλιν δεῖ ἡμᾶς ζητεῖν τί ποτέ ἐστι τὸ ὂν καὶ τὸ ἓν ὡς ὑποκειμένης ἄλλης φύσεως, ὄντι ἐχόντων τὸ εἶναι. οἱ μὲν γὰρ ὑπολαμβάνουσιν αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι οἱ δὲ ἐν ἄλλοις ἔχειν τὸ εἶναι. Πλατῶν μὲν οὖν καὶ οἱ Πυθαγόρειοι οὐχ ἕτερόν τί φασι τὸ ὂν οὐδὲ τὸ ὅν, ἀλλὰ τοῦτο αὐτῶν τὴν φύσιν εἶναι, τὸ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι, ὡς οὔσης τῆς οὐσίας τοῦτο αὐτὸ ἑνὶ εἶναι καίοντι, τουτέστιν αὐτοὸν καὶ αὐτοέν, καὶ οὐχ ἕτερα ὄντα οὕτως εἶναι ὃν καὶ ὅν, ἀλλ’ αὐτοὲν καὶ αὐτοὸν ἐν ἰδίᾳ ὑποστάσει καὶ μὴ δεῖσθαι ἄλλου, τὰ δὲ ἄλλα πάντα ἐξ αὐτῶν παράγεσθαι. οἱ δὲ φυσιολογοῖ οἷον ὁ Ἐμπεδοκλῆς ὡς εἰς γνωριμώτερον ἀνάγων τὸν λόγον τὴν φιλίαν ὑποτιθεὶς τὸ ὂν ταύτης κατηγόρει τὸ ἕν, ὡς τῆς φιλίας αἰτίας οὔσης πᾶσιν ἑνώσεως. τὴν δὲ δόξαν τοῦ ἀνδρὸς ἀνεπτύξαμεν ἐν τῇ θεωρίᾳ. αἰτία οὖν κατ’ αὐτὸν πᾶσιν ἡ φιλία συνάγουσα καὶ συγκρίνουσα αὐτὰ ἀλλήλοις. ἄλλοι δὲ τῶν φυσικῶν πῦρ ὑπέβαλλον τῷ ἑνὶ καὶ τῷ ὄντι ὡς Ἡράκλειτος, οἱ δὲ ἀέρα ὡς Ἀναξιμένης, οἱ δὲ ἄλλο τι· ὃ γὰρ ἕκαστος αὐτῶν ἀρχὴν τῶν ὄντων καὶ αἰτίαν ὑπετίθετο, ταύτης καὶ τὸ ἓν καὶ τὸ ὂν κατηγόρει. ἀλλὰ καὶ καθ’ οὓς τὰ στοιχεῖα πλείω τῶν ὄντων ἦν, · καὶ κατὰ τούτους ἕκαστον ἕν τε ἦν καὶ ὄν. p. 1001a19 Συμβαίνει δὲ εἰ μέν τις μὴ θήσεται εἶναί τινα οὐσίαν. Ἐντεῦθεν ὑπερηγορεῖ τῆς Πλάτωνος δόξης δεικνὺς ὅτι πάντῃ πάντως δεῖ εἶναι. αὐτοὲν καὶ αὐτοὸν αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα καὶ μὴ δεόμενα ἑτέρου πρὸς ὕπαρξιν. εἰ τοίνυν, φησί, μὴ λέγοι τις τὸ ὂν καὶ τὸ ἓν οὐσίας εἶναι καὶ αὐτὰς καθ' αὐτὰς ὑπάρχειν καὶ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, συμβήσεται μηδὲ ἄλλο τι τῶν κοινῶν καὶ καθόλου οὐσίαν λέγειν. μάλιστα γὰρ πάντων καθόλου τε καὶ κατὰ πάντων κατηγορεῖται τὸ ὂν καὶ τὸ ἕν· ἄνθρωπος γὰρ κατὰ ἀνθρώπου μόνον, ὁμοίως δὲ καὶ ζῷον, τὸ δὲ ὂν καὶ τὸ ἓν κατὰ πάντων· πάντα γὰρ μετέχει τοῦ ὄντος καὶ τοῦ ἑνός, ὡς ἐν τῇ θεωρίᾳ ἐδείξαμεν. εἰ τοίνυν τὰ μάλιστα καθόλου μὴ ὑπάρχουσι, πολλῷ μᾶλλον οὐδὲ τὰ ἄλλα, ὥστε οὐδὲ τὰ καθ’ ἕκαστα· καὶ οὕτως συμβήσεται πάντα ἀναιρεῖσθαι. p. 1001a24 Ἔτι δὲ μὴ ὄντος τοῦ ἑνὸς οὐσίας. Φησὶν ὅτι εἰ μὴ ὑποθώμεθα τὸ ἓν οὐσίαν εἶναι καὶ ἀρχὴν αὐτὴν καθ’ αὑτὴν οὖσαν, οὐδὲ ἀριθμὸς ἔσται αὐτὸς καθ’ αὑτὸν ὡς κεχωρισμένος καὶ καθ’ αὑτὸ ὑπάρχων, ὡς ἐδόκει τοῖς Πυθαγορείοις τε καὶ Πλάτωνι, εἰ μὴ εἴη τὸ ἓν οὐσία τις. καὶ λέγει τὴν αἰτίαν· ὁ γὰρ ἀριθμός, φησί, μονάδων ἐστὶ σύνθεσις, ἡ δὲ μονὰς ταὐτὸν καὶ τὸ ἕν· ὥστε εἰ μὴ τὸ ἓν οὐσία, οὐδὲ αἱ μονάδες· εἰ μὴ αἱ μονάδες, οὐδὲ ὁ ἀριθμός. συμβεβηκὸς ἄρα ὁ ἀριθμὸς ἔσται ἀλλ’ οὐκ οὐσία, εἴ γε καὶ τὸ ἓν μὴ οὐσία τις ἀλλὰ ἄλλῳ τινὶ συμβεβηκός. τὸ δὲ ἡ δὲ μονὰς ὅπερ ἓν τί ἐστιν ἀντὶ τοῦ κυρίως ἓν τί ἐστιν. εἰ τοίνυν ἐστί τι αὐτὸ ἓν καὶ <ὄν>, ἀνάγκη πᾶσα οὐσίαν αὐτῶν εἶναι τὸ ὂν καὶ τὸ ἕν· οὐ γὰρ ἕτερόν τι καθόλου κατηγορεῖται τοῦ ἑνὸς καὶ τοὐ ὄντος, ὥσπερ τοῦ Σωκράτους τὸ ζῶον, ἀλλὰ ταῦτα αὐτά. ταὐτόν γάρ ἐστιν ὄντι εἶναι καὶ οὐσία εἶναι, ὁμοίως δὲ καὶ ἑνὶ εἶναι καὶ οὐσίᾳ εἶναι· οὐδέτερον γὰρ <ἕτερόν> τι ὂν ἕν ἐστιν ἢ ὄν, ἀλλὰ τὴν ὑπόστασιν ἔχει ἐν τῷ ὄντι καὶ ἐν τῷ ἑνί· ὂν <γὰρ> ὑπάρχει καὶ ἕν· ὥστε αὐτὰ καθ’ αὑτὰ ὑπάρχουσιν. p. 1001a29 Ἀλλὰ μὴν εἴ γε ἐστὶ τὸ αὐτοὸν καὶ αὐτοέν, πολλὴ ἀπορία· Δείξας διὰ τῶν προλαβόντων ὅτι τὸ ὂν καὶ τὸ ἓν αὐτοὸν ὑπάρχει καὶ αὐτοὲν καὶ οὐ θεωροῦνται ἐν ἄλλῳ ὄντι, ἐντεῦθεν εἰς τὸ ἐναντίον ἐπιχειρεῖ δεικνὺς ὅτι ἐν ἑτέρῳ δεῖ ἔχειν αὐτὰ τὸ εἶναι. τί γάρ; φησὶν ὅτι εἰ ὑποθώμεθα αὐτοὸν εἶναι καὶ αὐτοέν, πάλιν μεγίστη ἡμῖν ἀπορία ἀναφύεται, λέγω δὴ πῶς ἔσται πλείω ἑνὸς τὰ ὄντα. τὸ γὰρ ἕτερον τοῦ ὄντος οὐκ ἔστι· τὸ μὲν γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, ὡς Παρμενίδης ἔλεγε, τοῦτο δὲ τὸ ὂν ὑπῆρχε τὸ ἐν· ὥστε ὅπερ ἂν παρὰ τὸ ἓν ὑπῆρχε, τοῦτο οὐκ ἔστι. τὸ γὰρ αὐτὸ γίνεται καὶ παρὰ τὸ ὄν, εἴπερ καὶ παρὰ τὸ ἕν, τοῦτο δὲ ὡς τοῦ αὐτοῦ ὄντος καὶ τοῦ ἑνὸς καὶ τοῦ ὄντος. ὥστε οὐκ ἔσται πολλά· τὰ γὰρ πολλὰ παρὰ τὸ ἕν, τὰ δὲ παρὰ <τὸ> ἓν παρὰ τὸ ὂν ἦν, τὰ δὲ παρὰ τὸ ὂν οὐκ ἔστι. τοῦτο γὰρ συμβαίνει, εἰ τὸ ὂν καὶ τὸ ἓν οὐσίαι εἰσὶ καὶ μὴ ὁμωνύμως λέγεται. ἔσται δή, καθάπερ Παρμενίδης ἔλεγεν, ἓν ἅπαντα τὰ ὄντα, καὶ τοῦτο μόνον ἔσται τὸ ὄν. p. 1001b1 Ἀμφοτέρως δὲ δύσκολον· ἄν τε γὰρ μὴ ᾖ τὸ εν οὐσια. Φησὶν ὅτι ἀμφότεροι οἱ λόγοι δυσχερεῖς ὑπάρχουσι· κἀν γὰρ ὑποθώμεθα τὸ ἓν καὶ τὸ ὂν οὐσίαν εἶναι αὐτὴν καθ’ αὑτὴν καὶ αὐτοέν, κἄν τε δὲ μὴ ὑποθώμεθα αὐτὴν καθ’ αὑτὴν· ἀλλὰ συμβαίνειν ἅτε δὴ ἐν ἄλλῳ ὄντι ἔχουσαν τὸ εἶναι, ἀδύνατον τὸν ἀριθμὸν εἶναι οὐσίαν. ἐὰν μὲν οὖν μὴ ὑπάρχῃ τὸ ἓν οὐσία καὶ αὐτοέν, δῆλον ὡς ὅτι οὐδὲ ὁ ἀριθμὸς ἔσται οὐσία· ἐκ μονάδων γὰρ σύγκειται ὁ ἀριθμός, ὡς ἐλέγομεν· ἐὰν δὲ ὑπάρχῃ τὸ ἓν οὐσία καὶ αὐτοέν, ἡ αὐτὴ πάλιν ἀπορία ἀναφύεται καὶ περὶ τοῦ ὄντος, τουτέστι τὸ αὐτὸ ἀπορηθήσεται ἐπὶ τοῦ ἑνός, ὅ καὶ περὶ τοῦ ὄντος· ὡς γὰρ παρὰ τὸ ὂν οὐκ ὄν, οὕτως καὶ τὸ παρὰ τὸ ἓν οὐχ έν, οὗτινος δηλωτικόν ἐστι τὸ ἐκ τίνος γὰρ παρὰ τὸ ἓν ἔσται αὐτὸ ἄλλο έν; ἀνάγκη γὰρ μὴ εἶναι παρὰ τὸ ἓν ἄλλο ἐξ οὗ ἔσται τὸ ἄλλο ἕν. ὡς γὰρ οὔσης οὐσίας τοῦ ὄντος οὐδεμία ἄλλη οὐσία ἐγίνετο, τῷ τὸ παρὰ τὴν οὐσίαν μὴ οὐσίαν εἶναι, οὕτως εἰ καὶ ἔστιν ἓν τὸ ὄν, τὸ παρ’ ἐκείνων πᾶν οὔτε ὂν οὕτε ἓν ἔσται. εἰ δὲ οὕτως, οὐδὲ πολλά· τῶν γὰρ πολλῶν ἕκαστον ἕν ἐστιν· ἐξ ἑνάδων γὰρ τὰ πολλὰ καὶ ὁ ἀριθμὸς ἀεί. εἰ γάρ ἐστιν αὐτοεν, οὐκ ἔσται ἀριθμός· . δεῖ γὰρ καὶ ἄλλο ἓν προάγεσθαι, εἰ μέλλοι ἀριθμὸς ἔσεσθαι· τοῦτο δὲ τὸ γινόμενον ἓν ἀνάγκη μὴ ὂν ἓν γίνεσθαι ἕν· ἐκ μὴ ἑνὸς οὗν ἔσται. τί οὗν ἔσται τοῦτο τὸ μὴ ἕν; εἰ γὰρ πάντα τὰ ὄντα ἢ ἓν ἢ πολλά, τὰ δὲ πολλὰ ἐξ ἑνάδων ἐστίν, ἐξ ὧν οὐ γίνεται ἕν, οὐδὲν ἂν εἴη, ἐξ οὗ τὸ ἓν γίνεται. τὸ δὲ ἀληθὲς ἐν τῇ θεωρίᾳ εἴρηται. πῶς οὖν δυνατὸν παρὰ τὸ ἓν ἄλλο εἶναι ἕν; τὸ γὰρ παρὰ τὸ ἓν οὐδέν ἐστιν, εἴ γε τὸ ἓν ὄν ἐστι, τὸ δὲ παρὰ τὸ ὂν οὐκ ὄν· ἅπαντα δὲ τὰ ὄντα ἢ ἓν ἢ πολλὰ ὑπάρχουσιν, ὧν ἓν ἕκαστόν ἐστι· καὶ τὸ πλῆθος γὰρ ἐκ μονάδων σύγκειται. εἰ τοίνυν μηδέν ἐστι τὸ παρὰ τὸ ἕν ἕν, φανερὸν ὅτι οὐδὲ πλῆθος ἔσται οὐδὲ ἀριθμός· ὥστε ἀναιρεῖται ὁ ἀριθμός, κἄν ὑποθώμεθα εἶναι αὐτὸ ἓν καὶ ὄν. εἴρηται δὲ ἐν τῇ θεωρίᾳ ὅτι οὐκ ἀναιρεῖται. διὰ γὰρ τὴν γόνιμον αὐτοῦ δύναμιν πάντα προάγων οὐκ ἐλαττοῦται, ὥσπερ ἐπὶ τοὐ Σωκράτους εἰρήκαμεν καὶ τῆς εἰκόνος. p. 1001b7 Ἔτι εἰ ἀδιαίρετον αὐτὸ τὸ ἕν. Φησὶν ὅτι εἰ ὑποθώμεθα τὸ ἓν αὐτοὲν εἶναι καὶ ἀδιαίρετον, οὐδέν ἐστι, καθάπερ Ζήνων ἐδόκει λέγειν. σπουδάζει γὰρ ἀναιρεῖν τὰ ἀδιαίρετα κεχρημένος λόγῳ τοιούτῳ. ὅπερ μήτε προστιθέμενον μήτε δὲ ἀφαιρούμενον μεῖζον ἢ ἔλαττον ποιεῖ, τοῦτο οὐκ ἔστιν. εἰ τοίνυν τὸ σημεῖον τοιοῦτο, δῆλον ὡς ὅτι οὐκ ἔστι, καὶ ἔτι πᾶν ἀδιαίρετον. πάλιν τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν πῇ μὲν ὄντα ἔλεγε πῇ δὲ οὐκ ὄντα. ἡ μὲν γὰρ γραμμὴ κατὰ μῆκος προστιθεμένη ποιεῖ αὔξησιν καὶ μείωσιν, κατὰ δὲ πλάτος οὐκέτι. ὁμοίως δὲ ἡ ἐπιφάνεια κατὰ πλάτος προστιθεμένη καὶ ἀφαιρουμένη ποιεῖ αὔξησιν καὶ μείωσιν, κατὰ δὲ βάθος οὐκέτι. τὸ μέντοι γε σῶμα κατὰ πάσας διασιάσεις καὶ αὔξησιν καὶ μείωσιν ὑπομένει. διὰ ταῦτα. τοίνυν τὴν μὲν ἐπιφάνειαν καὶ τὴν γραμμὴν ἔλεγε τῆι μὲν εἶναι ὄντα τῆι δὲ οὐκ ὄνια. ὁ τοίνυν Ἀριστοτέλης φορτικὴν ἀποκαλεῖ τὴν ἀπορίαν αὐτοῦ. ὅσον γὰρ ἐπὶ τούτῳ, ἀναιροῦνται πάντα τὰ ἀσώματα, ἐπειδὴ οὗτε μεῖζον ποιοῦσιν ᾧ προστίθενται οὔτε δὲ ἔλαττον ἀφαιρούμενα. τὸ οὖν σημεῖον αὐτὸ καθ’ αὑτὸ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν τῇ γραμμῇ τὸ εἶναι ἔχει. ἄλλως τε δή, φησίν, ἡ ἑνὰς μέγεθος μὲν οὐ ποιεῖ προστιθέμενον, αὔξει δὲ τὸ πλῆθος. τοῦτο οὖν ἐστιν ὃ λέγει· τὸ ἓν τοῦτο ὡς ἀσώματον καὶ αὐτοὲν εἰ ἀδιαίρετον ὑπάρχει, κατὰ μὲν τὸν Ζήνωνος λόγον οὐκ ἔσται· ὃ γὰρ μήτε προστιθέμενον μήτε ἀφαιρούμενον ποιεῖ μεῖζον ἢ ἔλαττον, οὐ λέγει τὸ τοιοῦτον εἶναι τῶν ὄντων, ὡς ἐντεῦθεν δεικνὺς ὅτι τὸ ὂν μέγεθός ἐστι, τὸ δὲ ἀσώματον οὐκ ἔστι, καὶ μέγεθος σωματικόν, ἐπεὶ ἡ γραμμὴ καὶ ἡ ἐπιφάνεια μεγέθη μὲν ὑπάρχουσιν, οὐ σώματα δὲ καὶ ἔχουσι βάθη. κυρίως γὰρ ὂν ἐλέγετο τὸ τριχῇ διαστατόν· τὰ δὲ ἄλλα ποτὲ μὲν προστιθέμενα αὔξουσι ποτὲ δὲ οὔ, οἷον ἡ ἐπιφάνεια καὶ ἡ γραμμή· ἡ δὲ στιγμὴ καὶ ἡ μονὰς οὐδαμῶς ὑπάρχουσιν, ἐπειδὴ πάντῃ ἀδιαίρετοί εἰσιν. ἐπειδή, φησίν, οὕτως φορτικῶς διαλέγεται Ζήνων, καὶ ἐνδέχεται εἶναι ἀδιαίρετόν τι ὥσπερ τὸ ἀσώματον· ὅμως καὶ εἰ ὑποθώμεθα ἀληθῆ τὰ παρ’ αὐτοῦ, καὶ οὕτως δυνατόν ἐστιν ἀπολογίας εὐπορῆσαι· ἡ γὰρ μονὰς προστιθεμένη μεῖζον μὲν οὐ ποιεῖ, πλέον δὲ ποιεῖ. ἀλλὰ πῶς γίνεται μέγεθος ἐκ μιᾶς μονάδος ἤγουν πλειόνων ; τοῦτό ἐστιν ἄπορον· ὅμοιον γὰρ τοῦτο λέγειν καὶ τὴν γραμμὴν λέγειν συντίθεσθαι ἐκ σημείων, ὅπερ ἐστὶν ἀδύνατον· δέδεικται γὰρ ὅτι ἀδύνατον. πῶς οὖν ἐκ τῆς μονάδος καὶ τοῦ αὐτοῦ ἑνὸς παράγονται τὰ μεγέθη; λέγομεν δὲ ὅτι προσεχῶς μὲν παράγει κατὰ τὴν γόνιμον αὐτοῦ δύναμιν τοὺς νοητοὺς ἀριθμούς, εἶτα ἐκεῖνοι τὴν φύσιν καὶ τὴν ὕλην, καὶ ἐκεῖνα τὰ τῇδε, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται. p. 1001b19 Ἀλλὰ μὴν καὶ 〈εἴ〉τινες οὕτως ὑπολαμβάνουσι. Κἂν ὑποθώμεθά τινα οὕτως ὑπολαμβάνειν ὥστε γίνεσθαι, καθάπαρ τινές φασιν, ἐκ τοῦ ἑνὸς αὐτοῦ, τουτέστιν ἐκ τῆς μονάδος, καὶ τῆς δυάδος, τουτέστιν ἐκ· τῆς φύσεως καὶ τῆς ὕλης. τὴν γὰρ ὕλην δυάδα καλεῖ διὰ τὸ διῃρημένον αὐτῆς· ὥσπερ γὰρ ἡ δυὰς πρώτη ἔσχε τὸ ποθέν ποι, οὕτως καὶ ἡ ὕλη τοὺς δημιουργικοὺς λόγους ἡνωμένους μερίζει πανταχοῦ· ἡ δὲ μονὰς ἡ φύσις ὡς ἓν οὖσα καὶ προάγουσα. ὃ οὖν λέγει τοῦτό ἐστιν, ὅτι εἰ καὶ ὑποθώμεθα γίνεσθαι τὸν ἀριθμὸν ἐκ τῆς μονάδος καὶ τῆς δυάδος, οὐδὲν ἧττον ἄξιόν ἐστιν ἀπορῆσαι, διὰ τί ποτὲ μὲν ἀριθμὸς γίνεται ἐντεῦθεν, ποτὲ δὲ μέγεθος, εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης ἐστὶ καὶ ἀεὶ ἡ αὐτὴ φύσις ἐστίν· οὔτε γὰρ πῶς ἐκ τῆς μονάδος καὶ ταύτης τῆς δυάδος, οὔτε πάλιν πῶς ἐξ ἀριθμοῦ τινος καὶ ταύτης τῆς δυάδος γίνονται τὰ μεγέθη, φανερὸν ὑπάρχει. ἐκεῖνο οὖν ἄξιον ἀπορῆσαι, πῶς ἐκ τοῦ τοιούτου ἑνὸς ἢ πλειόνων τοιούτων γίνεται μέγεθος· ὅμοιον γὰρ τοῦτο τῷ τὴν γραμμὴν ἐκ στιγμῶν λέγειν συγκεῖσθαι. ταῦτα δὲ λέγει πρὸς τοὺς ἀρχὰς καὶ στοιχεῖα πάντων τοὺς ἀριθμοὺς ὑποτιθεμένους· ἐγίνοντο γὰρ καὶ τῶν μεγεθῶν ἀρχαί. οὗτοι δὲ ἦσαν οἱ Πυθαγόρειοι. ἑξῆς δὲ προσαπορεῖ τῇ Πλάτωνος δόξῃ, ὃς ἀρχὰς ὑπετίθετο τοῦ ἀριθμοῦ τε καὶ τῶν ἄλλων τὸ ἓν καὶ ἄλλο τι οὐχ ἕν, φημὶ δὴ ἀριθμόν τινα· τούτου γὰρ δηλωτικὸν τὸ καὶ ἄλλου μὴ ἑνός· τοῦτο δὲ ἦν ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυάς, ὃ μέγα καὶ μικρὸν ἔλεγεν · ἐξ ὧν ἔλεγε πρῶτον μὲν τὸν ἀριθμὸν γεννᾶσθαι, ὁριζομένης τῆς ἀορίστου δυάδος ὑπὸ τοῦ ἑνὸς καὶ γινομένης δυάδος, ἔπειτα τὰ ἄλλα. ἀπορεῖ δὲ πῶς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος συνελθόντων ποτὲ μὲν ἀριθμὸς γίνεται ποτὲ δὲ μέγεθος· οὐ γὰρ οἱ ἀριθμοὶ μόνοι ἀλλὰ καὶ ***ἡ ἀνισότης καὶ ἡ ἀόριστος δυὰς ἡ αὐτὴ φύσις οὖσα ἀρχὴ καὶ ἀριθμῶν καὶ μεγεθῶν ἐστι. πῶς οὖν ἐξ ἑνὸς καὶ ταύτης συντιθεμένων οἷόν τε μέγεθος γενέσθαι; ἀριθμῶν γὰρ ταῦτα γεννητικά. ἢ εἰ πρῶτόν τις λέγοι τὸν ἀριθμὸν ἐκ τούτων γίνεσθαι, εἶθ’ οὕτως ἐκ τοῦ ἀριθμοῦ τὰ μεγέθη, πῶς ἐξ ἀριθμῶν ἤγουν ἐξ ἀριθμοῦ καὶ τῆς ἀνισότητος οἷόν τε μέγεθος συντεθέντων γενέσθαι; ἄπορον γὰρ πῶς τὰ ἀμερῆ μεγέθους οἷόν τε εἶναι ποιητικά. τὸ δὲ εἴπερ τὸ μὴ ἓν ἡ ἀνισότης, καὶ ἡ αὐτὴ φύσις ἦν ἴσον ἐστὶ τῷ εἴπερ τὸ μὴ ἓν κατ’ αὐτὸν ἡ ἀνισότης, καὶ αὕτη ἡ αὐτὴ φύσις οὖσα καὶ ἀριθμῶν καὶ μεγεθῶν ἦν ἀρχὴ κατ’ αὐτόν, πῶς ἐκ τῶν αὐτῶν ἀρχῶν οἷόν τε καὶ μεγέθη καὶ ἀριθμοὺς γεννᾶσθαι; φαμὲν οὖν ὅτι συμβολικῶς ταῦτα ὁ Πλατῶν ἔλεγε. διὰ μὲν γὰρ τῆς μονάδος ἐδήλου τὴν φύσιν, ἥτις ἐστὶν αἰτία τῆς προόδου, διὰ δὲ τῆς δυάδος, ὡς πολλάκις εἴρηται, τὴν ὕλην, ἐπειδὴ ἐν αὐτῇ μερίζονται τὰ εἴδη καὶ διίστανται αὐτὰ καθ’ αὑτὰ ἀδιάστατα ὑπάρχοντα· τὴν δὲ ἑνάδα τὸ πρῶτον αἴτιον, ἐξ οὗ πάντα βλαστάνειν διὰ τὴν γόνιμον αὐτοῦ δύναμιν. p. 1001b26 τούτων δὲ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώuατα καὶ τὰ ἐπίπεδα. Καὶ ταύτην τὴν ἀπορίαν ἐξέθετο κατ’ ἀρχὰς τοῦ παρόντος βιβλίου· ζητεῖ γὰρ εἰ ὄρα τὰ σημεῖα καὶ αἱ γραμμαὶ καὶ αἱ ἐπιφάνειαι οὐσίαι ὑπάρχουσιν, εἴτε οὐχ ὑπάρχουσιν, ἐπεὶ οὐδέποτε αὐτὰ καθ’ αὐτὰ ὑφίστανται. οὐ δυνατὸν γάρ ἐστιν εὑρεῖν ἕν τι τούτων αὐτὸ καθ’ αὑτὸ ὑφιστάμενον, ἀλλ’ ἐν ἑτέροις τὸ εἶναι ἔχουσι, τουτέστιν ἐν τοῖς σώμασιν· ὥστε οὐχ ὑπάρχουσιν οὐσίαι. αἱ γὰρ οὐσίαι θέλουσιν αὐθυπόστατοι εἶναι καὶ μὴ δεῖσθαι ἑτέρου πρὸς ὕπαρξιν, ὡς μεμαθήκαμεν ἐν Κατηγορίαις· ὥστε οὐχ ὑπάρχουσιν οὐσίαι. εἰ τοίνυν μὴ ὑπάρχουσιν αὗται οὐσίαι, φανερὸν ὡς ὅτι πᾶσα οὐσία ἀναιρεθήσεται, καὶ ἁπλῶς οὐδὲν ἔσται ἐν τοῖς οὖσιν, εἴ γε ταύτα μὴ ὑπάρχουσιν, ἅτινα μᾶλλον δοκοῦσιν εἶναι οὐσίαι. ὅτι γὰρ μᾶλλον τῶν σωμάτων δοκοῦσιν εἶναι οὐσίαι, φανερὸν ἐντεῦθεν, εἴ γε τὰ σώματα ὁρίζουσι καὶ περατοῦσι καὶ συνέχουσι; τὰ δὲ ὁρίζοντα ἇι περατοῦντα εἴτοῦ δοὺς λόγον ἐπέχουσι, τὰ δὲ ὁριζόμενα καὶ περατούμενα ὕλης λόγον ἐπέχει· εἰ τοίνυν τ. ὸ εἶδος μᾶλλον οὐσία τῆς ὕλης, εἴ γε κατὰ τὰ εἴδη χαρακτηρίζονται [ἢ] τὰ πράγματα κατὰ γὰρ τὴν ὕλην οὐδὲν ἀλλήλων διαφέρουσι), φανερὸν ὡς ὅτι μᾶλλον ὑπάρχουσιν οὐσίαι γραμμαὶ καὶ στιγμαὶ καὶ ἐπιφάνειαι ἤπερ τὰ σώματα. εἰ τοίνυν τὰ μᾶλλον ὑπάρχοντα οὔκ εἰσι, δῆλον ὡς ὅτι οὐδὲ τὰ σώματα ὑπάρχουσι, καὶ οὕτως οὐδὲν ἔσται ἐν τοῖς οὖσιν. ἄλλως τε δὴ καὶ φύσει πρότεραι αἱ ἐπιφάνειαι καὶ αἱ γραμμαὶ τῶν σωμάτων, εἴ γε συναναιροῦσι μέν, μὴ συναναιροῦνται δέ, ὥσπερ καὶ ἐπὶ τῶν γενῶν ἐλέγομεν καὶ τῶν διαφορῶν ὅτι φύσει πρότερα ὑπάρχουσι τὰ γένη τῶν διαφορῶν· ὅπου γὰρ διαφορά, ἐκεῖσε πάντως καὶ γένος, οὐχ ὅπου δὲ γένος, καὶ διαφορά· ἔστι γὰρ ζῷον αὐτὸ καθ’ αὑτό, τὸ μέντοι γε λογικὸν πάντως καὶ ζῷον ὑπάρχον. οὕτως οὖν φημι καὶ ἐνταῦθα ὅτι ὅπου σῶμα, πάντως ἐκεῖσε καὶ ἐπιφάνεια ὑπάρχει καὶ γραμμὴ καὶ στιγμή· ἀδύνατον γάρ ἐστιν εἶναι σῶμα ἄνευ ἐπιφανείας, ὅθεν καὶ ἐν τῷ τοῦ σώματος λόγῳ παραλαμβάνεται ἡ ἐπιφάνεια· σῶμα γὰρ ὃ ἔχει τρεῖς διαστάσεις, ὥστε παραλαμβάνεται καὶ τὸ ἐπίπεδον. ἐπὶ μέντοι γε τοῦ ὅρου τῆς ἐπιφανείας ἤγουν τῆς γραμμῆς οὐ παραλαμβάνεται τὸ σῶμα· φαμὲν γὰρ οὕτως ὃ μῆκος καὶ πλάτος μόνον ἔχει, μηδὲν δεηθέντες τοῦ σώματος· ὥστε φύσει προτέρα ὑπάρχει ἡ ἐπιφάνεια τοῦ σώματος. εἰ τοίνυν προτέρα ὑπάρχει φύσει, οὐκ ἔστι <δὲ> οὐσία, φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστιν οὐσία· ὥστε ἀναιρεθήσεται ἡ φύσις τῶν οὐσιῶν ἐκ τῶν ὄντων. ὅτι γὰρ οὐκ ἔστιν ἐν υποστάσει ἡ ἐπιφάνεια ἤγουν οὐσία, δῆλον ἐντεῦθεν. τὸ γὰρ δεόμενον τοῦ ὑποκειμένου πρὸς τὸ εἶναι οὐκ ἔστιν ἀρχή· ἣ κυρίως ἀρχὴ ἔξωθεν οὖσα τοῦ πράγματος θέλει παράγειν ἐκεῖνα ὧν ἐστιν ἀρχή, καθάπερ ὁρῶμεν ἐπὶ τοῦ τέκτονος καὶ τοῦ ἀβακίου· ἔξωθεν γάρ ἐστιν ὁ τέκτων τοῦ ξύλου. εἰ τοίνυν ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης μή εἰσιν οὐσίαι ἀλλὰ συμβεβηκότα, εἴ γε ἐν τῷ τριχῇ διαστατῷ ἔχουσι τὸ εἶναι, μήτε δὲ τὸ τριχῇ διαστατόν, τὰ †δύο ὑποκείμενα, ἐστὶν οὐσία (ἡ γὰρ ὕλη οὐκ ἔστιν οὐσία, ἀλλὰ μᾶλλον τὸ εἶδος, καθάπερ μεμαθήκαμεν ἐν τῇ Φυσικῇ ἀκροάσει), φανερὸν ὡς ὅτι ἀνῄρηται ἡ οὐσία ἐκ τῶν ὄντων. καὶ οὕτως μὲν ἀπορεῖ, φησίν, ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτὸν ὅτι τῷ ὄντι ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ αὐταὶ καθ’ αὑτὰς ἀνυπόστατοι ὑπάρχουσι καὶ διὰ τοῦτο οὐχ ὑπάρχουσι κυρίως οὐσίαι, οἱ μέντοι γε λόγοι αὐτῶν οἱ ἐξῃρημένοι, ἐξ ὧν ταῦτα τὸ εἶναι ἔχουσι, καὶ δι’ ἃ ἐπιγίνονται τῇ ὕλῃ καὶ κοσμοῦσιν αὐτήν, αὐθυπόστατοι ὑπάρχουσι. καὶ πρῶτόν γε θεωροῦνται ἐν τῇ φαντασίᾳ, εἶτα ἐν τῇ δόξῃ καὶ ἐν τῷ νῷ καὶ παρὰ τῷ δημιουργῷ. οὕτως φαμὲν καὶ ἐπὶ τῆς φύσεως ὅτι ἡ ὁλικὴ φύσις καὶ ὁ λόγος αὐτῆς, καθ’ ὃν τὸ εἶναι ὑπάρχει, αὐθυπόστατός ἐστιν, ὅς ἐστιν αἴτιος τοῦ εἶναι καὶ τῇ φύσει καὶ τοῖς σώμασιν. οὗτος οὖν ὁ λογος συντιθεὶς τὰ εἴδη τῇ ὕλῃ ἀποτελεῖ ἐξ ἀμφοτέρων τὴν οὐσίαν. p. 1001b26 τούτων δὲ ἐχομένη ἀπορία, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα. Δειξας, φησί, δι' ὧν ων ἠπόρησεν, ὅτι οἱ ἀριθμοὶ οὐκ οὐσίαι ἐφεξῆς ἀπορεῖ τοῖς προηπορημένοις, πότερον οἱ ἀριθμοὶ καὶ τὰ σώματα καὶ αἱ στιγμαί, δηλονότι καὶ #<αἱ> ἐπιφάνειαι καὶ αἱ γραμμαί, οὐσίαι ὑπάρχουσιν ἢ οὐχ ὑπάρχουσιν· εἰ γὰρ μὴ ταῦτα ὑπάρχουσιν οὐσίαι, οὐδ’ ἂν ὅλως εἴη τις οὐσία· διό φησι διαφεύγει τί τὸ ὄν. τίνες γὰρ ἔσονται οὐσίαι τῶν ὄντων; τὰ γὰρ ἄλλα πάθη οὐσίας ἐστὶ καὶ οὐκ οὐσία, οἷον λευκότης λεύκανσις, ἡ τοιάδε σχέσις καὶ οἱ ὁρισμοὶ τούτων· ταῦτα γὰρ πάντα ἐν οὐσίᾳ τὸ εἶναι ἔχουσιν, οὐκ οὐσίαι ὑπάρχουσιν. αἱ οὖν ποιότητες ταῦτα γὰρ λέγει 〈τὰ〉πάθη καὶ τὰς κινήσεις) καὶ τὰ πρός τι καὶ αἱδιαθέσεις, ἃ καὶ αὐτὰ ποιότητες, καὶ οἱ λόγοι λόγους δὲ τοὺς ὁρισμοὺς καλεῖ) ἐν οὐσίᾳ. ὡς εἴρηται, θεωροῦνται, ἀλλ’ οὐκ αὐτὰ οὐσίαι ὑπάρχουσι. τὸ δὲ οὐθενὸς δοκοῦσιν οὐσίαν σημαίνειν εἶπεν ὡς ἴσον τῷ οὔκ εἰσν οὐσίαι. ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα τὰ ὑπὸ τὰς ἐννέα κατηγορίας οὐκ οὐσία· πάντα γὰρ καθ’ ὑποκειμένου τινὸς λέγεται, τουτέστιν ἐν ὑποκειμένῳ τινί ἐστι καὶ ὑποκείμενόν τι ἄλλο ἔχει καὶ οὐκ αὐτὰ ὑπόκειται, οὐδὲ ἔστι τι αὐτῶν ὑπὸ δεῖξιν πῖπτον ὡς ὑποκείμενον καθ’ αὑτὸ ὄν. ἃ δὲ μάλιστα δοκοῦσι δηλοῦν οὐσίαν, ταῦτά ἐστιν ὕδωρ καὶ πῦρ καὶ γῆ καὶ ἀήρ, ἐξ ὧν τὰ σύνθετα σώματα συνεστήκασι. τούτων οὖν θερμότης μὲν καὶ ψυχρότης καὶ ξηρότης καὶ ὑγρότης καὶ τὰ τοιαῦτα πάθη, οὐκ οὐσίαι ὑπάρχουσιν, ἅ γε ἐν ἄλλοις ὑποκειμένοις ἔχουσι τὸ εἶναι · τὸ δὲ σῶμα, τουτέστι τὸ τριχῇ διαστατὸν τὸ δεχόμενον ταῦτα μόνον ὑπομένει ὡς ὄν τι καὶ οὐσία τις οὖσα, διότι, φησί, αὐιὸ καθ’ αὑτὸ ὑφέστηκεν. ἀλλὰ πάλιν τὸ σῶμα ἧττόν ἐστιν οὐσία τῆς ἐπιφανείας, ἐπειδὴ ἡ μὲν περατοῖ, τὸ δὲ περατοῦται, τὸ δὲ περατοῦν εἴδους λόγον ἐπέχει, τὸ δὲ περατούμενον ὕλης, τὸ δὲ εἶδος μᾶλλόν ἐστιν οὐσία τῆς ὕλης· ὥστε μᾶλλον οὐσία ἡ ἐπιφάνεια τοῦ σώματος. εἰ τοίνυν μᾶλλον οὖσα οὐσία οὐκ ἔστι. φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστι, καὶ οὔτως ἀναιρεθήσονται αἱ οὐσίαι ἐκ τῶν πραγμάτων. καὶ τὰ μὲν ἄνευ σώματος δυνατὸν εἶναι, καθάπερ ἐν τῇ θεωρίᾳ εἰρήκαμεν, τὸ δὲ σῶμα ἄνευ τούτων εἶναι οὐ δυνατόν· ὥστε μᾶλλον ταῦτα οὐσία. εἰ δὲ τὸ μᾶλλον οὐσία ὑπάρχον οὐκ ἔστι, φανερὸν ὡς ὅτι οὐδὲ τὸ σῶμά ἐστι τὸ ἧττον ὑπάρχον οὐσία. διὰ τοῦτο τοίνυν οἱ πολλοὶ καὶ οἱ παλαιοὶ τὴν οὐσίαν καὶ τὸ ὂν ὑπελάμβανον εἶναι σῶμα ὡς αὐθυπόστατον ὑπάρχον, τὰ δὲ ἄλλα τὰ ἐν αὐτῷ θεωρούμενα ποιότητας αὐτοῦ· ὅθεν καὶ τὰς ἀρχὰς τῶν σωμάτων οἱ πάντα σώματα λέγοντες ἀρχὰς τῶν ὄντων πάντων ἔλεγον εἶναι, οἷον πῦρ ἀέρα ὔδωρ γῆν. οἱ δὲ ὕστεροι καὶ σοφώτεροι τούτων εἶναι δόξαντες τοὺς ἀριθμοὺς ἔλεγον ἀρχὰς τῶν ὄντων· λέγει δὲ τοὺς Πυθαγορείους καὶ Πλάτωνα, σοφωτέρους δέ φησιν αὐτούς, ἐπειδὴ ἀνήγαγον ἑαυτοὺς ἀπὸ τῆς ὕλης ἐπὶ ἀσωμάτους δυνάμεις. καθάπερ οὖν εἰρήκαμεν, εἰ μὴ ἔστιν οὐσία ταῦτα, ἐπιφάνεια γραμμή, ὅλως οὐδὲ μία ἐστὶν οὐσία <οὐδὲ ὂν> οὐδέν· οὐ γὰρ δίκαιον τὰ συμβεβηκότα τούτοις, τουτέστι τὰς ποιότητας οὐσίας καλεῖν, ἐπειδὴ οὐδὲ αὐθυπόστατα ὑπάρχουσιν. ἀλλὰ μὴν εἰ τοῦτο δέδεικται. ὅτι μᾶλλον οὐσία τὰ μήκη τῶν σωμάτων καὶ αἱ στιγμαί, ταῦτα δὲ οὐχ ὁρῶμεν ἐν ὑποστάσει ὄντα, ποίων ἂν εἶεν σωμάτων; ἐν γὰρ τοῖς αἰσθητοῖς εἶναι αὐτὰ ἀδύνατον ὄντα αὐθυπόστατα, τουτέστι τοῖς λόγοις αὐτῶν, εἴ γε ἐξῃρημένα ὑπάρχουσιν, ὡς ἐν τῇ θεωρίᾳ εἰρήκαμεν. δείκνυσιν οὖν ὅτι τὸ· σῶμα τοῦτο ἧττόν ἐστιν οὐσία κατά τι τῶν οἰκείων περάτων· μᾶλλον γὰρ ὂν καὶ μᾶλλον οὐσία ἐπιφάνεια μὲν σώματος, ἐπιφανείας δὲ γραμμή, γραμμῆς δὲ στιγμή. ὁ οὖν ἀναιρῶν ταύτας οὐσίας εἶναι συναναιρήσει καὶ τὸ σῶμα οὐσίαν εἶναι τῷ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον χρησάμενος τόπῳ. εἰ γὰρ αἱ μᾶλλον οὐσίαι μὴ οὐσίαι, οὐδὲ αἱ ἧττον ἐκείνων οὐσίαι οὐσίαι ἄν εἶεν. ὅτι οὖν κρείττων ἡ τῆς επιφανειας πρῶτον μὲν δείκνυσιν οὕτως. οἷς ὁρίζεταί τι καὶ εἰδοποιεῖται, ἐκεῖνα τοῦ ὁριζομένου ὑπ’ αὐτῶν οὐσία· τὰ γὰρ ὁρίζοντά τι μᾶλλον ὄντα καὶ μᾶλλον οὐσία τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου· διὰ τοῦτο γοῦν καὶ εἶδος μᾶλλον τῆς ὕλης οὐσί. ὑπὸ δὲ ἐπιφανείας καὶ γραμμῆς καὶ στιγμῆς ὁρίζεται τὸ σῶμα· ταῦτα ἄρ μᾶλλον οὐσίαι τοῦ σώματος. δευτέρα δὲ τοιαύτη. ὧν τὸ μὲν ἄνευ θατέρου δύναται εἶναι, τὸ δὲ μὴ δύναται χωρὶς τοῦ ἑτέρου, τὸ καθ’ αὑτὸ δυνάμενον εἶναι μᾶλλον οὐσία· τῶν δὲ περάτων τοῦ σώματος καὶ τοῦ σώματος τὰ μὲν πέρατα χωρὶς τοὐ σώματος εἶναι δύναται, τὸ δὲ σῶμα χωρὶς τῶν περάτων οὐ δύναται· οὐ γὰρ ἄπειρον τὸ σῶμα ***τὸ δὲ ἐνδέχεσθαι δοκεῖ εἶναι πάνυ καλῶς προστέθεικε· τῇ μὲν γὰρ ὑποστάσει οὐδὲν τούτων χωρὶς σώματος οἷόν τε εἶναι, ὥσπερ οὐδὲ τὸ σῶμα ἄνευ τούτων, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ οἷόν τε· σῶμα μὲν γὰρ ἄνευ ἐπιφανείας οὐχ οἷόν τε νοηθῆναι, οὐδ’ αὖ ἐπιφάνειαν ἄνευ γραμμῆς, οὐδὲ ταύτην χωρὶς σημείου. ἐν γοῦν τοῖς ὁρισμοῖς αὐτῶν συμπαραλαμβάνεται κἀκεῖνα. σῶμα μὲν γὰρ λέγεται εἶναι τὸ μῆκος πλάτος καὶ βάθος ἔχον, ἐπιφάνεια δὲ ὅ μῆκος καὶ πλάτος <ἔχει>, γραμμὴ δὲ μῆκος ἀπλατές, ἦς πέρατα σημεῖα. σημεῖον δὲ νοεῖται χερὶς γραμμῆς, καὶ γραμμὴ χωρὶς ἐπιπέδου. καὶ ἐπίπεδον χωρὶς σώματος. προστίθησιν οὖν τούτοις εἰς πίστιν τοῦ ταῦτα μᾶλλον οὐδίας εἶνα τοῦ σὠματος καὶ τὰς τῶν πρὸ αὐτοῦ δόξας, ὦν οἱ μὲν ἀρχαιότεροι καὶ μηδέπω μετ’ἐπιτάσεως περὶ τῶν ὄντων λέγοντες τὰς οὑσίας τῶν ὄντων καὶ τὰς ἀρχὰς σωματικὰς ὑπετίθεντο, οἱ δὲ μετ’ ἐκείνους γενόμενοι καὶ σοφώτεροι δοκοῦντες ἤδη εἶναι τοὺς ἀριθμοὺς ἀρχὰς ἔλεγον, ὡς οἱ Πυθαγόρειοι καὶ Πλάτων, ὡς τούτων μᾶλλον οὑσιῶν ὄντων ἤ τῶν σωμάτων. p. 1002 α 18 Ἔτι φαίνεται ταῦτα παντα διαιρέσεις ὄντα τοῦ σώματος. Πάλιν ἕτερον λόγον ἐπάγει κατασκευαστικὸν τοῦ ὅτι οὐχ ὑπάρχουσιν οὐσίαι γραμμὴ καὶ ἐπιφάνεια καὶ σημεῖον, εἴ γε οὐδὲ ὑφίστανται αὐτὰ καθ’ αὑτά. τί γὰρ; φηςὶν ὅτι διαιρέσεις αὖται ὑπάρχουσι τοῦ σώματος, αἱ δὲ διαιρέσεις τὸ εἶναι ἔχουσιν ἐν ἐκείνοις, ὦν ὑπάρχουσι διαιρέσεις. διαιρέσεις οὖν ὑπάρσχουσιν εἰς βάθος μὲν ἡ ἐπιφάνεια, εἰς πλάτος δὲ ἡγραμμή, εἰς μῆκος δὲ τὸ σημεῖον. πρὸς δὲ τούτοις ὁμοίως ἐστὶν ἐν τῷ στερεῷ ἕν ἔκαστον σχῆμα. δυνάμει γάρ ἐστιν ὁ χαλκὸς ἀνδριὰς καὶ πρόβατον καὶ ἵππος, μέχρις ὅτε γένηται. ἡνίκα δὲ γὲνηται, τότε λοιπὸν ἐνεργείᾳ ἐστίν. οὕτως οὖν, φησί, καὶ ἐπιφάνεια δυνάμει ἐστὶν ἐν τῷ κύβῳ ***ἡνίκα τμηθῇ δίχα ὁ κύβος. εἰ μὴ γὰρ ἦν δυνάμει, ἔδει αὐτὴν φαίνεσθαι καὶ πρὸ τῆς τομῆς. φαμὲν οὖν ὅτι καὶ δυνάμει ἐστὶν ἡ τμηθεῖσα, ἔστι δὲ καὶ ἡ ἔξω ἐπιφάνεια πάντων, εἴπερ δέδεικται μὴ ὂν ἄπειρον σῶμα. ὥστε ἐξ ἀνάγκης ἐστὶ καὶ ἐπιφάνεια ἐνεργείᾳ καὶ γραμμὴ καὶ σημεῖον. φηςὶν ολὖν ὁ Ἀριστοτέλης ὄτι ὁ αὐτὸς λόγος ἐπὶ γραμμῆς καὶ μονάδος. ὥστε εἰ μάλιστα μὲν οὐσία τὸ σῶμα ὑπάρχει, τούτου δὲ μᾶλλον ταῦτα, μήὑπάρχουσι δὲ ταῦτα οὐσίαι, ἐκπεφεύγασι τῶν ὄντων αἱ οὐσίαι. Ἀλλὰ μὴν οὑδὲν τούτων ἐστὶν ἐν τοῖς αὐσθητοῖς. ὁ Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον. οὐδέν, φησίν, ἔστι λαβεῖν <ἐν> αἰσθητῷ σώματι μῆκος παντάπασι κεχωρισμένον πλάτους, ὁμοίως δὲ οὑδὲ ἐπιφάνειαν χωρὶς βάθους. εἰ δὴ ὄντα μὲν οὑσίαι, ἦν ἄν ἐν τοῖς σώμασι τοῖς αὐσθητοῖς. ταῦτα γὰρ ἐν ὑποστάσει μόνα· εἰ δὲ μὴ ἔστι, οὐδ’ ἄν οὐσίαι εἶεν. δείκνυσι δὲ μὴ ὄντα αὐτὰ ἐν ὑποστάσει καὶ ἐκ τοῦ πάθη ταῦτα καὶ διαιρέσεις εἶναι τῶν σωμάτων, τουτέστι καιὰ ταῦτα τὰς τῶν σωμάτων γίνεσθαι διαιρέσεις. αἱ δὲ διαιρέσεις τοῦ σώματος οὐχ ὑποκείμενα οὐδὲ ὄντα τινὰ ἐπ’ οἰκείας φύσεως· πάθη γάρ, τὰ δὲ πάθη οὐκ οὐσίαι. κατὰ μὲν γὰρ πλά. τος ὑπὸ γραμμῆς τέμνεται, κατὰ δὲ βάθος ὑπὸ ἐπιφανείας, κατὰ δὲ μῆκος ὑπὸ ὑπὸ στιγμῆς. ἐπὶ τούτοις ὅτι μὴ ἔστιν ἐν τοῖς σώμασι ταῦτα, ἥ τε ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖον, οὕτως δείκνυσιν. ἐπεὶ τῇ ἐπινοίᾳ ταῦτα ἐν τοῖς σώμασι λέγεται εἶναι οὐ. γὰρ δή γε τῇ ὑποστάσει καὶ τῷ χωρίζεσθαι δύνασθαι), τούτῳ συγχρώμενος λέγει, ὅτι ἐν τῷ σώματι ἔστιν ὁποιονοῦν σχῆμα καὶ ὁποιανοῦν ἐπιφάνειαν ὁμοίως ὄντα λαβεῖν. τὴν γὰρ ἐπίνοιαν ἐν τῷ λίθῳ τῷ ἀργῷ καὶ τὸ τοῦ Ἑρμοῦ καὶ τὸ τοῦ Ἀπόλλωνος καὶ ἄλλου τινὸς ὁμοίως ἔστι λαβεῖν σχῆμα· ἀλλὰ καὶ ἐν τῷ κύβῳ τὸ ἥμισυ τοῦ κύβου τῇ ἐπινοίᾳ ἐστί, καὶ ἡ ἐπιφάνεια ἡ διαιροῦσα αὐτὸ εἰς δύο ἡ ἐν τῷ βάθει ληφθῆναι δυναμένη· ὁμοίως καἲ ἐπὶ τῶν ἄλλων. εἰ οὖν πάντα μὲν ὁμοίως τὰ σχήματα καὶ αἱ ἐπιφάνειαι ἐν τῷ σώματι τῇ γὰρ ἐπινοίᾳ), μὴ ἔστι δὲ ἐν αὐτῷ ταῦτα τῷ δύνασθαι γενέσθαι ἐν αὐτῷ ἐπινοίᾳ λαμβανόμενα, οὐδ’ ἂν ἄλλο τι εἴη· ὥστε εἰ μὴ τὸ τοῦ Ἑρμοῦ σχῆμα ἐν τῷ λίθῳ, οὐδ’ ὃ δοκεῖ ἔχειν, <καὶ> εἰ μὴ ἐν τῷ κύβῳ ἡ διαιροῦσα δίχα ἐπιφάνεια, οὐδὲ ἣν δοκεῖ ἔχειν. ἡ δὲ τοὐ λόγου παραγωγὴ τὸ ὁμοίως λαβεῖν εἶναι πάντα τὰ σχήματα ἐν τῷ ὑποκειμένῳ τά τε δυνάμει καὶ τὰ ἐνεργείᾳ. τούτου δὲ τὸ πιθανὸν ἐκ τοῦ ἐπινοίᾳ καὶ τὰ ἐνεργείᾳ ὄντα δοκεῖν εἶναι ἐν τῷ ὑποκειμένῳ ὡς καὶ τὰ δυνάμει· τοῦτο δέ ,ἐπεὶ μή ἐστι χωριστά. ὡς δὲ ἐπὶ τῆς ἐπιφανείας, οὕτως καὶ ἐπὶ γραμμῆς καὶ ἐπὶ στιγμῆς καὶ μονάδος· καὶ γὰρ ἡ μονὰς στιγμή τίς ἐστιν· ἔνεστι γὰρ καὶ ἐπὶ τούτων ὁμοίως τῇ ἐπινοίᾳ ἐν τῷ ὑποκειμένῳ σώματι λέγειν ὁποιανοῦν [λέγειν] εἶναι, καὶ λαμβάνοντάς τινα τῶν δυνάμει καὶ δεικνύντας ὅτι μὴ ἔστιν ἐν αὐτῷ τὸ γὰρ δυνάμει ὂν ἔν τινι οὐδέπω ἐστὶν ἐν αὐτῷ) ὅτι μηδὲ τὰ ἐνεργείᾳ δοκοῦντα εἶναι ἐν αὐτῷ ἔστι δεικνύναι. δείξας δὲ διὰ τούτων ὅτι μὴ οὐσίαι αἱ ἐπιφάνειαι καὶ αἱ γραμμαὶ καὶ αἱ στιγμαὶ καὶ μονάδες, ὡς ἀκόλουθον τοῖς δεδειγμένοις λαμβάνει τὸ μηδὲ τὸ σῶμα ἔσεσθαι οὐσίαν τὸ ὑπὸ τούτων ὁριζόμενον. ἔδειξε δὲ ταῦτα οὐ μόνον οὐκ οὐσίας ὄντα ἀλλὰ τὴν ἀρχὴν οὐδὲ ὄντα. p. 1002a28 Πρὸς γὰρ τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθοράν. Ἰστέον ὅτι πᾶσα οὐσία τῶν ἐν γενέσει καὶ φθορᾷ διὰ γενέσεως ἔρχεται ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν καὶ διὰ φθορᾶς ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὅν. ἐὰν οὖν, φησί, ταῦτα ὑποθώμεθα εἶναι οὐσίας, συμβήσεταί τινα οὐσίαν ἔρχεσθαι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν οὐ διὰ γενέσεως καὶ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν οὐ διὰ φθορᾶς, ὅπερ ἐστὶν ἀδύνατον. οἷον ἐὰν γάρ τις λάβῃ εὐθεῖαν καὶ τέμῃ αὐτὴν καυληδόν, ἔσονται δύο στιγμαὶ ἀχρόνως γενόμεναι, ὥστε οὐ διὰ γενέσεως γέγονεν ἡ οὐσία, τουτέστιν ἡ στιγμή· οὔτε γὰρ δυνατόν ἐστιν εἰπεῖν ὅτι ἡ ἀδιαίρετος στιγμὴ διαιρέσεις ἐποίησε τὰς δύο. καὶ πάλιν συνερχομένων τῶν εὐθειῶν χωρεῖ ἐκ τοῦ ὄντος εἰς τὸ μὴ ὂν οὐ διὰ φθορᾶς. ὥστε εἰ μὴ δυνατὰ ταῦτα, οὐχ ὑπάρχουσιν οὐσίαι τὰ τοιαῦτα. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι πρὸς τοῖς εἰρημένοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἔσονται ἄλογα. δοκεῖ μὲν γάρ, ἐπὰν ἡ οὐσία μὴ οὖσα πρότερον γένηται, ἢ πρότερον οὖσα ὕστερον μηκέτι ἔσται, διὰ γενέσεως καὶ φθορᾶς ταῦτα ὑπομένειν ἤγουν πάσχειν· τὰς δὲ στιγμὰς καὶ τὰς γραμμὰς καὶ τὰς ἐπιφανείας οὐκ ἐνδέχεται οὔτε γίνεσθαι οὔτε φθείρεσθαι, ὁτὲ μὲν οὔσας ὁτὲ δὲ οὐκ οὔσας. ὅταν γὰρ ἅπτηται ἤγουν διαιρῆται τὰ σώματα, ἅμα ὁτὲ μὲν μέα γίνεται στιγμὴ ἁπτομένων τῶν εὐθειῶν ἀλλήλων, ὁτὲ δὲ δύο στιγμαὶ γίνονται διαιρομένων τῶν εὐθειῶν· ὥστε οὔτε συντιθεμένων τῶν εὐθειῶν εἰσιν αἱ δύο στιγμαί, ἀλλ’ ἔφθαρται ἡ μία οὐ διὰ φθορᾶς, διαιρεθεισῶν δὲ πάλιν τῶν εὐθειῶν εἰσιν αἱ στιγμαὶ αἱ πρότερον μὴ ὑπάρχουσαι οὔτε γὰρ δυνατόν ἐστιν εἰπεῖν ὅτι αὕτη ἡ ἀδιαίρετος στιγμὴ διῃρέθη εἰς δύο στιγμάς· εἰ γὰρ ἀδιαίρετός ἐστι, δῆλον ὡς ὅτι οὐ διαιρεῖται. ἄλλως τε δή, εἰ γίνονται καὶ φθείρονται, χρείαν ἔχουσι καὶ ὕλης, περὶ ἣν ὄντα γίνονται καὶ φθείρονται· ποίαν δὲ δυνατόν ἐστιν ὕλην ὑποθέσθαι ἐπὶ τοῦ σημείου ; ὁμοίως δὲ ἔχει καὶ περὶ τὸ νῦν τὸ ἐν τῷ χρόνῳ, καθάπερ ἐλέγομεν ἐν τῷ τετάρτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. ἔτι καὶ τῷ μὲν ὑποκειμένῳ τὰ αὐτὰ ὑπάρχουσι, τῇ δὲ σχέσει διαφέρουσι. μεταβάλλουσι γὰρ ἀπὸ τοῦ ὄντος εἰς τὸ μὴ ὂν ἄνευ φθορᾶς καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἄνευ γενέσεως· οὔτε γάρ ἐστιν ὕλη ἐπ’ αὐτῶν, ἵνα καὶ γίνωνται καὶ φθείρωνται· πρὸς ἐπὶ τούτοις δὲ καὶ ἀχρόνως γίνονται. ὅμως ἕτερόν τι δοκεῖ εἶναι, ὡς οὐκ οὐσία τις οὖσα. ὁμο· ίως δὲ ἔχει καὶ περὶ τὰς στιγμὰς καὶ γραμμὰς καὶ τὰ ἐπίπεδα, <ἃ> οὔτε γίνονται οὔτε φθείρονται· ὁ γὰρ αὐτὸς λόγος· ἅπαντα γὰρ ὁμοίως ἢ πέρατα ὑπάρχουσιν ἢ διαιρέσεις εἰσίν, ὥστε οὐκ οὐσία ὑπάρχουσι. p. 1002a28 Πρὸς γὰρ τοῖς εἰρημένοοις καὶ τὰ περὶ τὴν γένεσιν καὶ τὴν φθοράν. O Ἀλέξανδρος οὕτως ἐξηγεῖται τὸ χωρίον, ὅτι καὶ αὕτη ἡ ἐπιχείρησις αὐτῷ δείκνυσιν ὅτι μὴ οὐσία τὰ πέραια τοῦ σώματος, ἃ μᾶλλον οὐσίας ἔδειξε τοῦ σώματος. αἱ μὲν γὰρ μὴ οὖσαι πρότερον, εἶτα ὕσιερον οὖσαι διὰ γενέσεως εἰς τὸ εἶναι προΐασιν, ὁμοίως δὲ καὶ αἱ πρότερον οὖσαι, εἶτα μὴ οὖσαι 〈εἰς τὸ μὴ εἶναι〉 διὰ φθορᾶς. ὥστε τῶν μὲν οὐσιῶν τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις καὶ φθορὰ προηγεῖται· ταύτα δὲ [τὰ] ἄνευ γενέσεως καὶ φθορᾶς ὁτὲ μέν ἐστιν ὁτὲ δὲ οὐκ ἔστιν, ὥστε οὐκ οὐσίαι. τὸ γὰρ κωρὶς μὲν μία ἁπτομένων ὁτὲ δὲ δύο διαιρουμένων γίνονται τοῦ χωρὶς γενέσεως ἐστι δηλωτικόν· ἁπτομένων μὲν γὰρ εὐθὺς ἅμα ἐστὶ μία, διαιρουμένων δὲ πάλιν ἢ καὶ χωριζομένων εὐθὺς καὶ ἅμα δύο, οὐδεμιᾶς γενέσεως προηγησαμένης. ὅτι δὲ ὁτὲ μέν εἰσιν ὁτὲ δὲ οὔκ εἰσι χωρὶς γενέσεως καὶ φθορᾶς, δείκνυσιν οὕτως. ὅταν ἅπτηται τὰ σώματα ἀλλήλων καὶ πάλιν ὅταν διιστῆται, ποτὲ μὲν μία ἡ ἐπιφάνεια καὶ ἡ γραμμὴ καὶ τὸ σημεῖόν ἐστιν ἀθρόως· ὅταν γὰρ ἅπτωνται, ἓν τὰ ἀμφοτέρων πέρατα τῷ ἐφαρμόζειν· ὅταν δὲ αὖ πάλιν χωρισθῇ, αἱ δύο πάλιν ἀθρόως· ὥστε ποτὲ μέν ἐστιν ἡ ἐπιφάνεια καὶ τὰ ἄλλα, ὅτε μ· ὴ ἅπτεται τὰ σώματα ἀλλήλων, ποτὲ δὲ οὐκ ἔστιν, ὅταν ἅπτηται, κἄ ταῦτα χωρὶς γενέσεως καὶ φθορᾶς. οὐ γὰρ δὴ ἡ στιγμὴ ἡ ἀδιαίρετος τῇ αὑτῆς φύσει διῃρέθη εἰς δύο, ὥστε εἶναι ταύτην τὴν διαίρεσιν γένεσιν τῆς ἑτέρας στιγμῆς, ἀλλὰ πρότερον οὐκ οὖσα ὕστερον ἔστι χωρὶς γενέσεως. ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ γραμμῆς καὶ ἐπιφανείας· οὔτε γὰρ τὴν γραμμὴν οἷόν τε διαιρεῖσθαι κατὰ πλάτος, ὡς οὕτως γίνεσθαι τὴν μίαν δύο, ἀπολυομενας τῆς ἁφῆς, οὔτε τὴν ἐπιφάνειαν κατὰ βάθος. προστίθησι δὲ τούτοις ὅτι πᾶν μὲν τὸ γινόμενον ἐκ τινος ὑποκειμένου γίνεται· ταύτα οε ἐκ τινος ἔρει τις ὐποκειμένου γίνεσθαι; οὐκ ἔστιν· ὥστε εἰ ἅπαν μὲν τὸ γινόμενον ἐξ ὑποκειμένου τινὸς γίνεται καὶ ὕλης, τούτοις δὲ, οὐδὲν ὑπόκειται, οὐ γίνεται ταῦτα. εἰ δὲ χωρὶς τοῦ γίνεσθαι ποτὲ μέν ἐστι ποτὲ δὲ οὐκ ἔστιν, οὐκ οὐσί διὰ τὰ προκείμενα. ἔτι ὡς ἐπὶ τοῦ νῦν πέρατος ὄντος τοῦ χρόνου ἔχει, οὕτως ἕξει καὶ ἐπὶ τῆς στιγμῆς καὶ γραμμῆς καὶ ἐπιφανείας· ἅπαντα γὰρ ὁμοίως ταῦτα ἢ πέρατά ἐστι, τὸ μὲν σώματος τὸ δὲ ἐπιφανείας, τὸ δὲ γραμμῆς, τὸ δὲ χρόνου, ἢ διαίρεσις· κατὰ γὰρ ταῦτα αἱ διαιρέσεις τῶν προκειμένων. εἰ τοίνυν ὁμοίως ἔχειν ἀνάγκη ἐν πᾶσι τούτοις τὸ ποτὲ μὲν εἶναι ποτὲ δὲ μή, τῆς αὐτῆς γε <οὖσιν> οὐσίας ἢ φύσεως, τὸ δὲ νῦν ποτὲ μέν ἐστι ποτὲ δὲ οὐκ ἔστι, καὶ ἄλλοτε ἄλλο ἐστὶ χωρὶς γενέσεως καὶ φθορᾶς (πᾶσα γάρ, φησί, γένεσις ἐν χρόνῳ, ὁμοίως δὲ καὶ φθορά· ὥστε καὶ τὸ νῦν εἰ ἐγίνετο, ἐν χρόνῳ ἂν ἐγίνετο, γινόμενον δὲ ἐν χρόνῳ ἦν ἄν καὶ μεριστὸν καὶ ἐν διαστήματι τινι· του γὰρ ἐν χρόνῳ γινομένου τὸ μὲν τι γέγονε, τὸ δέ τι γίνεται· κατὰ γὰρ τὰ τοῦ χρόνου μόρια 〈καὶ τοῦ γινομένου τὰ μόρια〉 γίνεται· ἔτι πᾶν τὸ γινόμενον ὑποκείμενόν τι ἔχει, ὡς προείρηκε, τῷ δὲ νῦν οὐδὲν ὑπόκειται)· ὥστε εἰ τοῦτο χωρὶς γενέσεως ποτὲ μέν ἐστι ποτὲ δὲ οὐκ ἔστιν, οὕτως ἕξει καὶ τὰ προειρημένα· εἰ δὲ τοῦτο, οὐκ οὐσίαι ταῦτα. p. 1002b12 Ὅλως δὲ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλα ἄττα παρὰ τὰ αἰσθητὰ καὶ μεταξύ. Καὶ ταύτην τὴν ἀπορίαν ἐξέθετο ἐν τοῖς προλαβοῦσιν. ὃ δὲ λέγει τοῦτό ἐστι. τὴν αἰτίαν πειρᾶται ἀποδοῦναι δι’ ἣν οἱ περὶ Πλάτωνα ἐπρέσβευσαν τὰς ἰδέας. καὶ 〈φησὶν ὅτι〉 βουλόμενοι ἑαυτοὺς ἀναγαγεῖν ἐκ τοῦ πλήθους ἐπὶ τὰς μονάδας, ἐπειδὴ καὶ τὰ αἰσθητὰ πολλὰ ὑπάρχουσιν, ἄνθρωπος, ἵππος καὶ ἄλλα μυρία, ὁμοίως δὲ καὶ τὰ μαθηματικὰ πολλὰ ὑπάρχουσιν· εἰ γὰρ καὶ δοκοῦσ· ι διαφέρειν τῶν αἰσθητῶν τῇ τε ἀυλίᾳ καὶ τῇ ἀκριβείᾳ, ἀλλ’ οὖν γε πολλὰ ὑπάρχουσι. φησὶ γοῦν ὁ γεωμέτρης, 'ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς δυσὶν πλευραῖς ἴσας ἔχῃ’, καὶ λαμβάνει πλῆθος. ὥστε βουλόμενοι ἑαυτοὺς ἀναγαγεῖν ἐκ τοῦ πλήθους εἰς μονάδα ἐπρέσβευσαν τὰς ἰδέας. χρὴ μέντοι γε γινώσκειν ὅτι οὐ διὰ τοῦτο μόνον, ἀλλ’ ἐπειδὴ ἡ μονάς ἐστι τῶν πάντων προακτική, μᾶλλον δὲ ἡ ἑνάς, τούτου χάριν ἀνήγαγον ἑαυτοὺς ἐπὶ τὰς ἰδέας, τουτέστι τοὺς δημιουργικοὺς λόγους, καθ’ οὓς πάντα τὰ ὄντα παράγονται· οὐ γὰρ ἀλόγως παράγονται τὰ παραγόμενα ὑπὸ θεοῦ παραγόμενα. εἶτα λοιπὸν ἀντιλέγει πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης φάσκων οὕτως ὅτι τὰ εἴδη ταῦτα ἢ ἀριθμῷ ἔχουσι τὸ <ἓν> εἶναι ἢ εἴδει. ἀλλ’ εἰ μὲν οὖν εἴδει τὰ αὐτὰ ὑποθώμεθα αὐτὰ εἶναι, συμβήσεται πάντα τὰ ἐνταῦθα ὁμοειδῆ εἶναι, εἴ γε καὶ τὰ παράγοντα τὸ αὐτὸ εἶδος ἔχουσιν, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἄλλο γὰρ εἶδος ἀνθρώπου καὶ ἄλλο ἵππου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων· εἰ δὲ πάλιν ἀριθμῷ αὐτὰ ὑποθώμεθα, ἔσονται ἄτομα, οὕτως δὲ ἔνυλα ἔσονται· τὸ γὰρ ἄτομον τέμνεται καὶ μερίζεται ὑπὸ τῆς ὕλης. ἔπειτα δὲ συνέβαινε καὶ ἓν ἀριθμῷ εἶναι πάντα τὰ ὄντα· τὰ γὰρ ὑπὸ ἑνὸς ἀριθμῷ παραγόμενα ἓν ἐστι καὶ αὐτό. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· φαμὲν δὲ ἡμεῖς πρὸς αὐτόν, ὅτι ταῦτα ἐπὶ τῶν ἐνταῦθα γινομένων χώραν ἔχουσι· τὰ γὰρ ἐξ ὁμοειδῶν ἐνταῦθα γινόμενα ὁμοειδῆ ὑπάρχουσι, καὶ τὰ ἐξ ἑνὸς ἀριθμῷ ἓν τῷ ἀριθμῷ· ἐκεῖνο δὲ καὶ ὑπὲρ εἶδός ἐστιν, εἴ γε · καὶ τῶν εἰδῶν ἐστιν προακτικὸν καὶ μένον καὶ μὴ μεταδιδὸν ἑαυτὸ οὕτως παράγει τὰ τῇδε διὰ τὴν γόνιμον. αὐτοῦ δύναμιν, οὔτε δὲ <ἓν> ἀριθμῷ, εἴ γε ἄυλόν ἐστι καὶ προακτικὸν τῆς ὕλης· διὸ καὶ ὡς παραγαγὼν αὐτὴν κοσμεῖ αὐτήν. εἶτα πάλιν ἐπιφέρει ἑτέραν ἀπορίαν τοιαύτην περὶ τῶν ἀρχῶν, φάσκων οὕτως, ὅτι πότερον δυνάμει ὑπάρχουσιν αἱ ἀρχαὶ ἢ ἐνεργείᾳ; καὶ βουλόμενος κρύψαι τὸν παραλογισμὸν ἐσιώπησε τὸ ἐνεργείᾳ, καὶ ἐντεῦθεν ἐλέγχει ὃ καί φησιν ἤ τινα ἕτερον τρόπον. εἰ μὲν γὰρ ἐνεργείᾳ ὑπάρχουσιν αἱ ἀρχαί, ἔσονται ἕτεραι ἀρχαὶ τῶν ἀρχῶν, ἐπειδὴ τὸ δυνάμει πρότερόν ἐστι τοῦ ἐνεργείᾳ· εἰ δὲ πάλιν δυνάμει ὑποθώμεθα εἶναι τὰς ἀρχάς, ἰστέον ὅτι οὔτε τὸ ἐνεργείᾳ γίνεται γέγονε γάρ) οὔτε δὲ τὸ ἀδύνατον γενέσθαι, ὡς ἐπὶ ἀνθρώπου **ἀλλ’ ἐκεῖνο γίνεται τὸ δυνάμενον γενέσθαι. <τὸ> τοίνυν δυνάμει δύναται γενέσθαι, τὸ δὲ δυνάμενον γενέσθαι μέλλει γίνεσθαι, τὸ δὲ μέλλον γίνεσθαι πολλάκις οὔ γίνεται. εἰ οὖν ἐστι δυνάμει τὰ στοιχεῖα, ἐνδέχεται μηδὲν εἶναι τῶν ὄντων· δυνατὸν γάρ ἐστι καὶ μὴ γενέσθαι αὐτά· τῶν δὲ ἀρχῶν μὴ γενομένων οὐδὲ τὰ ἐξ αὐτῶν γίνονται. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. φαμὲν δὲ ἡμεῖς πρὸς τὸ πρῶτον ὅτι ἐνεργείᾳ ὑπάρχουσιν αἱ ἀρχαὶ καὶ οὐκ ἤδη διὰ τοῦτο ἄλλαι αὐτῶν ἔσονται πρότεραι ἀρχαί. τὰ γὰρ ἐνεργείᾳ ἐν τοῖς καθόλου, ὡς αὐτὸς ἔλεγεν ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, πρότ· ερα ὑπάρχουσιν, ***ὅλως δὲ οὐδὲ ἐν τῷ ἑνί· δεῖ γὰρ τὸ τέλειον προϋάρχειν τοῦ ἀτελοῦς. ἄλλως τε δὴ οὐδὲ πᾶν τὸ δυνάμει γίνεται· ἡ γὰρ διαίρεσις τῶν μεγεθῶν καὶ ἡ αὔξησις οὐ γίνεται. αἱ μέντοι γε οὐράνιοι κινήσεις γίνονται· δυνάμει γὰρ ὑπάρχει ὁ ἥλιος ἐν κριῷ, γινόμενος πάντως, φησίν, ἐν αὐτῷ ἐνεργείᾳ. ἐφεξῆς τοίνυν τούτοις ζητεῖ, ὅπερ καὶ ἀνωτέρω ἐζήτησεν, ἀλλὰ ἐνταῦθα τὸ ὄνομα ἤμειψε· καθόλου γὰρ λέγει ἐνταῦθα, ἅπερ ἀνωτέρω ἀρχὰς ἐκάλεσε. καί φησιν οὕτως, ἀρά γε τὰ καθόλου ὑπάρχουσιν ἀρχαὶ ἤγουν τὰ καθ’ ἕκαστα; εἰ μὲν γὰρ τὰ καθόλου ὑποθώμεθα, οὐκ ἔσονται οὐσίαι αἱ ἀρχαί· οὐδὲν γὰρ τῶν καθόλου οὐσίαν δηλοῖ, ἀλλ’ ὥς φησιν ἐν Κατηγορίαις, περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει (ποιότητες γὰρ ὑπάρχουσιν), ἡ δὲ οὐσία τὸ μερικόν ἐστιν. ἄλλως τε δὴ εἰ δῶμεν αὐτὰς εἶναι οὐσίας, ἐπειδὴ ὁ Σωκράτης καὶ ἄνθρωπός ἐστι καὶ ζῷον, φαμὲν δὲ τὰ καθόλου οὐσίας εἶναι ,κατὰ δὲ τὰ καθόλου ἔχει ταῦτα ,συμβήσεται τὸν Σωκράτη τρεῖς ἔχειν οὐσίας, ὅπερ ἐστὶν ἄτοπον. ὥστε ἀδύνατον τὰ καθόλου εἶναι ἀρχάς. ἀλλ’ οὐδὲ τὰ καθ’ ἕκαστα, ἐπεὶ οὕτως ἀναιρεθήσεται ἐπιστήμε· τῶν γὰρ καθόλου ὑπάρχουσιν αἱ ἐπιστῆμαι. ὥστε ἄνευ ἐπιστήμης οὐ δυνατόν ἐστι γινώσκεσθαι τὰς ἀρχάς· τῶν δὲ ἀρχῶν ἀγνοουμένων ἐξ ἀνάγκης ἀγνοηθήσονται καὶ τὰ ἐκ τῶν ἀρχῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοἀριθμῷ τέλης· ὁ δὲ ἡμέτερος φιλόσοφός <φησι> πρὸς αὐτὸν ὅτι τὰ καθόλου τὰ ἐν τῇ φαντασίᾳ τῷ ὄντι οὐχ ὑπάρχουσιν οὐσίαι, οὐδὲ τὰ ἐν τῇ ψυχῇ· γνωστικὰ γὰρ ταῦτα μόνα ὑπάρχουσι· τὰ μέντοι γε καθόλου τὰ π. αρὰ τῷ δημιουργῷ ταῦτα οὐσίαι ὑπάρχουσιν, ἐπειδὴ καὶ γνωστικά εἰσι καὶ δημιουργικὰ καὶ τῶν τῇδε προακτικά. ὁ οὖν Σωκράτης κατὰ μέθεξιν ἐκείνου ἐστὶ ζῷον· οὔτε γὰρ αὐτὴ ἡ οὐσία τοῦ λογικοῦ θεωρεῖται ἐν αὐτῷ, ἀλλὰ ἡ ἔλλαμψις ὡς ἐπὶ τοῦ ἡλίου. τὴν τοίνυν ιݲςݲ ἀπορίαν, φησι, παραλέλοιπεν ὡς σαφεστάτην, ἡνίκα ἔλεγεν ὅτι τῶν ἀρχῶν αἱ μὲν ἀκίνητοι ὑπάρχουσιν αἱ δὲ κινούμεναι. ἰστέον οὖν ὅτι αἱ μὲν ὑπὸ ἀκινήτων ἀρχῶν γινόμεναι ἀίδιοι ὑπάρχουσιν, αἱ δὲ ὑπὸ κινουμένων φθαρταὶ προσεχῶς· διὸ τὰ ἐνταῦθα πάντα · φθαρτὰ ὡς γινόμενα ὑπὸ τῆς οὐρανίας κινήσεως. p. 1002b 12 Ὅλως δ’ ἀπορήσειεν ἄν τις διὰ τί καὶ δεῖ ζητεῖν ἄλλα ἄττα. Ἄξιόν ἐστιν ἀπορίας, δι’ ἣν αἰτίαν ζητοῦμεν ἄλλα τινὰ παρὰ ταῦτα τὰ αἰσθητὰ καὶ τὰ μεταξύ, τουτέστι τὰ μαθηματικά, οἷον τὰ εἴδη. εἰ γὰρ διὰ τοῦτο, ὅτι τὰ μὲν μαθηματικὰ τῶν δεῦρο, φημὶ δὴ τῶν ἐνταῦθα, ἄλλῳ μέν τινι διαφέρει, τουτέστι τῇ ἀυλίᾳ καὶ τῇ ἀκριβείᾳ, ὡς καὶ ἀνωτέρω εἴρηκε διὸ καὶ ἡ παροιμία 'γραμμικαῖς ἀνάγκαις’), κατὰ δὲ τὸ εἶναι πολλὰ καὶ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ οὐδὲν ἀλλήλων διαφέρουσιν· ὥστε εἰ πλῆθος θεωρεῖται ἐν αὐτοῖς, οὐχ ὑπάρχουσιν αὐτῶν αἱ ἀρχαὶ κατ’ ἀριθμὸν ἀφωρισμέναι, τουτέστιν ὡρισμέναι, εἴγε πλῆθος ὑπόκειται, ὥσπερ οὐδὲ τῶν ἐνταῦθα γραμμάτων, τουτέστι τῶν κδ στοιχείων, ἀριθμῷ μὲν πάντων οὔκ εἰσιν αἱ ἀρχαὶ ὡρισμέναι, εἴδει δὲ ὡρισμέναι ὐπάρχουσιν, 〈ἐὰν〉 μὴ ὑποθώεθα τὸ ἁ τὸ κατὰ μόνην τηνδὶ συλλαβήν, τουτέστι τὴν βα· τότε γὰρ ἀριθμῷ ἕν ἐστι τὸ α· εἰ δὲ καὶ ἐπὶ ἄλλων λέξεων θεωρήσομεν τὸ ἁ, τότε οὐκ ἀριθμῷ ἕν ἐστιν ἀλλὰ εἴδει· οὔτε γὰρ τὸ αὐτὸ ἁ ἐστὶ κατ’ ἀριθμὸν ἐν τῇ βα συλλαβῇ καὶ τῇ γݲαݲ, εἴ γε καὶ τὸ σημαινόμενον διάφορον ὑπάρχει. διό φησιν τούτων δὲ ἔσονται καὶ ἀριθμῷ ἀρχαὶ ὡρισμέναι, τουτέστι τῆς βα μόνης συλλαβῆς αὐτῆς καθ’ αὑτήν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μαθημάτων· ἄπειρα γὰρ καὶ ἐν αὐτοῖς ὑπάρχουσι τὰ ὁμοειδῆ. εἰ τοίνυν μὴ ἔστι παρὰ τὰ αἰσθητὰ καὶ τὰ μαθηματικὰ ἔτερά τινα ἓν ὑπάρχοντα τῷ ἀριθμῷ, οἶά περ τὰ εἴδη, οὐκέτι ἔσται μία οὐσία τῷ ἀριθμῷ καὶ τῷ εἴδει, οὐδὲ ἀρχαὶ τῶν ὄντων ἀριθμῷ ἔσονται ποσαί τινες ἀλλὰ εἴδει. εἰ τοίνυν ἀναγκαῖον εἶναι εἴδει <καὶ> ἀριθμῷ μίαν ἀρχήν, εἴ γε τὰ πάντα ἐκ μονάδων προέρχεται, ἀναγκαῖον διὰ τοῦτο καὶ τὰ εἴδη εἷναι. παριστάμενος οὖν τῇ δόξῃ ταύτῃ φησὶ τὰ γὰρ μαθηματικὰ εἰ καὶ κατὰ <τὰ> ἄλλα διαφέρει τῶν αἰσθητῶν, τῷ ἀίδια εἶναι καὶ τῷ ἀκίνητα, ἀλλὰ κατὰ τὸ πλῆθος οὐδὲν διαφέρει τῶν αἰσθητῶν· οὐ γὰρ ἓν κατ’ ἀριθμὸν οὐδὲ τούτων ἕκαστον, ἀλλ’ ἔστιν ἕκαστον αὐτῶν εἴδει μὲν ἕν, ἀριθμῷ δὲ πολλά. εἰ δὲ πάντα τὰ τοιαῦτα καθ’ ἕκαστα ὅμοια ἀλλήλοις, οὐδὲν ἂν αὐτῶν, φησίν, οὐσία καὶ στοιχεῖον τῶν ἄλλων εἴη. ὥστε εἰ μήτε τούτων μήτε τῶν αἰσθητῶν ἀριθμῷ αἱ ἀρχαὶ ἀφωρισμέναι, οὐκ ἔσονται τῶν ὄντων αἱ ἀρχαὶ ἀριθμῷ ὡρισμέναι, οὐδὲ ἔσται τις ἀριθμῷ οὐσία μία ἐν ταῖς ἀρχαῖς καὶ ὡρισμένη, εἰ μὴ ἄλλαι τινὲς εἶεν οὐσίαι παρά τε τἀς αἰσθητὰς καὶ τὰς μαθηματικάς, ὁποίας τὰς ἰδέας λέγουσιν· οὐδὲ μία γὰρ ἔσται τῶν ἀρχῶν μία ἀριθμῷ οὐσία, εἰ αἱ μὲν αἰσθηταὶ καὶ αἱ μαθηματικαὶ [καὶ] τῷ εἴδει μία, ἄλλη δὲ μὴ ἔστι παρὰ ταύτας οὐσία. ἔτι οὐδὲ οὐσίαι ἔσονται αἱ ἀρχαὶ τῶν ὄντων, εἰ μὴ ἑκάστη αὐτῶν ἀριθμῷ μία· τοῖς γὰρ καθόλου κτὰ συμβεβηκὸς τὸ εἶναι, ὡς προελθὼν ἐρεῖ. παρέθετο δὲ τὰ στοιχεῖα τῶν συλλαβῶν δεικνὺς ἐπὶ τούτων πῶς αἱ ἀρχαὶ καὶ τὰ κατηγορούμενα κοινῶς τινων οὐκ ἔστιν ἀριθμῷ ὡρισμένα ἀλλὰ εἴδει· τῶν γὰρ καθ’ ἕκαστα ἄλφα τὸ κοινὸν ἄλφα ἀρχή, εἴδει ὂν ἕν, οὐκ ἀριθμῷ· ὁμοίως δὲ καὶ τῶν ἄλλων στοιχείων. ὡς δὲ ἐπὶ τῶν οὕτως στοιχείων, οὕτως καὶ τῶν καθ’ ἕκαστα ἀνθρώπων ὁ ἄνθρωπος, καὶ τῶν ἄλλων αἰσθητῶν ὁμοίως. εἰπὼν δὲ τῶν ἐνταῦθα γραμμάτων αἱ ἀρχαὶ ἀριθμῷ μὲν οὔκ ὡρισμέναι, εἴδει δέ, ἐπεὶ ἐπὶ τῶν ἀφωρισμένων <οἶον> συλλαβῆς τῆσδέ τινος ἔστιν εἰπεῖν τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς ταύτης τῆς συλλαβῆς ἀφωρισμένας εἶναι (τῆσδε γὰρ τῆς βα συλλαβῆς τόδε τὸ β καὶ τόδε τὸ ἁ ἀρχαὶ καὶ στοιχεῖα ἀφωρισμένα κατ’ ἀριθμόν·) ,παρέθετο καὶ τοῦτο, καὶ ἔδειξεν ὅτι ἐπὶ μὲν τῶν οὕτως λαμβανομένων συλλαβῶν καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων συνθέτων ἀφωρισμένας ἀριθμῷ τὰς ἀρχὰς ἔστι λαβεῖν, ἀλλ’ αὐτῶν πάλιν τούτων τὰ κοινὰ ἀρχαί· τὸ γὰρ ἐν τῇδε τῇ συλλαβῇ ἁ καὶ τὸ ἐν τῇδε τό κοινὸν κατηγορούμενον ἁ ἀρχὴν ἔχουσιν. ὁμοίως οὖν ἐστι καὶ ἐπὶ τῶν μαθηματικῶν. ἀναγκαῖον οὖν εἶναι τὰς ἰδέας· διὰ τὸ ἐν ἐκείναις γίνεσθαι ἓν τῷ ἀριθμῷ. καὶ γὰρ εἰ μὴ καλῶς διαρθροῦσι λέγοντες, ἐπειδὴ συμβολικῶς λέγουσιν, ἀλλ' ἔστι γε τοῦτο ὅπερ βούλονται δηλῶσαι, ἓν τῷ ἀριθμῷ τὴν ἀρχήν· ἐπ’ αὐτῶν δὲ μόνων, φησίν, συνᾴδει ὁ λόγος· καὶ ἀνάγκη ταῦτα λέγειν αὐτούς, ὅτι τῶν εἰδῶν οὐσία τις ἕκαστον καὶ οὐχ ἓν κατὰ συμβεβηκὸς ἐκεῖσε. καὶ πάνυ καλῶς τοῦτο λέγει ὁ Ἀριστοτέλης· εἰ γὰρ συμβεβηκός ἐστιν ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς, ἐκεῖσε δὲ οὐδὲν ἀπογίνεται, δῆλον ὡς ὅτι οὐκ ἔστι συμβεβηκός. ἀναγκαῖον οὖν ἔδοξε πολλάς τινας οὐσίας θέσθαι, ὧν ἑκάστη κυρίως ἔσται οὐσία οὐ κατὰ μετουσίαν τινὸς οὐδὲ κτὰ συμβεβηκὸς τὸ εἶναί τε καὶ τὸ ἓν ἔχουσα· κατὰ συμβεβηκὸς γὰρ ἐν τῷ εἴδει τὸ ἓν ἀλλ’ οὐ κυρίως. ἀλλὰ πάλιν, φησίν, εἰ ὑποθώμεθα τὰ εἴδη ἀριθμῷ ἔχειν τὸ ἕν, τουτέστι τὰς ἀρχάς, καὶ μὴ εἴδει, πολλὰ συμβέβηκε τὰ ἀδύνατα, καθάπερ καὶ ἀνωτέρω εἰρήκαμεν καὶ ἐν τῇ θεωρίᾳ, ὅτι ἔσται ἔνυλος ἡ ἀρχὴ καὶ ἓν τὸ γινό- μένον, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. p. 1002b32 Σύνεγγυς δὲ τούτων ἐστὶ τὸ διαπορῆσαι. Ἡ ἀπορία πάνυ ἐστὶ λογική· ζητεῖ δὲ πότερον τὰ στοιχεῖα δυνάμει ὑπάρχουσιν ἢ ἐνεργείᾳ· διὰ γὰρ τοῦ εἰπεῖν ἤ τινα ἕτερον τρόπον τὸ ἐνεργείᾳ ἐδήλωσεν. εἰ μὲν γὰρ ἄλλως πως, τουτέστιν εἰ ὑποθώμεθα τὰς ἀρχὰς ἐνεργείᾳ εἶναι, ἔσται τῶν ἀρχῶν ἄλλο τι πρότερον· πρότερον γὰρ τὸ δυνάμει τοῦ ἐνεργείᾳ· ὥστε ἡ τῆς κατ’ ἐνέργειαν αἰτίας καὶ ἀρχῆς δύναμις προτέρα ἔσται, τῆς ἀρχῆς οὔσης γε κατ’ ἐνέργειαν. τὸ γὰρ δυνατὸν οὐκ ἀναγκαῖον ἤδη καὶ ἐνεργ. εία εἶναι· ὥστε εἰ μὴ ἀντιστρέφει, ἀλλὰ τοῦ μὲν ἐνεργείᾳ ὄντος προηγεῖται, φησίν, ἡ δύναμις καὶ παντὶ ἐνυπάρχει, οὐκ ἐν παντὶ δὲ τῷ δυνατῷ ἤδη ἐνέργεια, προτέρα ἡ δύναμις ἔσται. πάνυ δὲ βραχέως ἠρμήνεθσε συνάψας τῷ πρότερον γὰρ ἡ δύναμις ἐκείνης τῆς αἰτίας δὲ δυνατὸν οὐκ ἀναγκαῖον ἐκεινως πᾶν ἔχειν, τουτέστιν ἐνεργείᾳ εἶναι. τὸ δὲ ἐκείνης τῆς αἰτίας εἶπεν ἀντὶ τοῦ ἐκείνης τῆς ἀρχῆς, τοῦ ἐνεργείᾳ. εἰ δέ τις ὑποθοῖτο τὰ στοιχεῖα δυνάμει εἶναι καὶ μὴ ἐνεργείᾳ, τούτῳ ἀκολουθήσει τὸ ἐνδέχεσθαι μηδὲν ὅλως [δυνατὸν] εἶναι· δύναται γὰρ εἶναι καὶ τὸ μηδέπω ὄν, ὥστε αἱ ἀρχὶ εἰ δυνάμει ὑπάρχουσι, δύνανται μὴ εἶναι· εἰ δὲ αὗται μὴ εἶεν, οὐδὲ τὰ ἐξ αὐτῶν. ὅτι δὲ δυνατὸν εἶναι καὶ τὸ μὴ ὄν, οὕτως ἔδειξεν· εἰ τὸ γινόμενον οὐκ ἔστι τοῦτο γὰρ εἶπε διὰ τοῦ γίνεται μὲν γὰρ τὸ μὴ ὄν), τὸ δὲ δυνατὸν γίνεται, τὸ δὲ] δυνατὸν οὐκ ἔστιν. ἔλαβε δὲ τὴν δευτέραν πρότασιν διὰ τοῦ οὐθὲν δὲ γίνεται τῶν εἶναι ἀδυνάτων. p. 1003a5 ταύτας τε οὖν τὰς ἀπορίας ἀναγκαῖον ἀπορῆσαι περὶ τῶν ἀρχῶν. Πάλιν μέμνηται τῆς πρόσθεν ἤδη ῥηθείσης ἀπορίας, πότερον τὰ στοιχεῖα καὶ αἱ ἀρχαὶ τῶν ὄντων καθόλου εἰσὶ καὶ κοινά τινα, ἤγουν τὰ καθ’ ἕκαστα. καὶ προστίθησιν ἄλλην ἀπορίαν παρὰ τὴν ῥηθεῖσαν. εἰ μὲν γάρ, φησί, καθόλου ὑπάρχουσιν αἱ ἀρχαί, οὐκ ἔσονται οὐσίαι· ἡ μὲν γὰρ οὐσία ὑποκείμενον καὶ τόδε τι, οὐδὲν δὲ τῶν κοινῶν ὑποκείμενόν ἐστι καὶ τόδε τι ἀλλὰ τοιόνδε· οὐδὲ γὰρ τὰ τῶν οὐσιῶν γένη καὶ εἴδη τόδε τι σημαίνει, ἀλλὰ περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει, ὡς εἴρηται ἐν Κατηγορίαις. ὅτι γὰρ μὴ τόδε τι δηλοῖ τὸ κοινόν, οὕτως δείκνυσιν. εἴ τις λέγοι, φησί, τὸ κοινὸν τόδε τι καὶ ὑπὸ ἔκθεσιν καὶ δεῖξιν πίπτειν, ὁ Σωκράτης ἡ ἄτομος οὐσία πολλὰ ἔσται ζῷα ἅμα κατ’ ἀριθμόν καὶ γὰρ αὐτὸς Σωκράτης ζῷον ὤν καὶ ἄνθρωπος), εἴ γε καὶ ὁ ἄνθρωπος ζῷόν τε καὶ τόδε τι καὶ καθ’ αὑτὸ ὂν καὶ ὑπὸ δεῖξίν τε καὶ ἔκθεσιν πῖπτον. ἔστι γὰρ ὁ Σωκράτης καὶ ἄνθρωπος, καὶ οὐ ταὐτόν ἐστι τὸ Σωκράτει καὶ ἀνθρώπῳ εἶναι. ἀλλὰ καὶ ζῷον· καὶ γὰρ ζῷον ὁ Σωκράτης, ὃ καὶ αὐτὸ ὑπέκειτο· ὥστε ὁ Σωκράτης τοεῖς ἔχει οὐσίας. διό, φησί, πολλὰ ἔσται ζῷα ὁ Σωκράτης, αὐτός τε καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον, εἴπερ σημαίνει ἕκαστον αὐτῶν τόδε <τι> ὂν καὶ ἕν. εἰ μὲν οὖν τις ὑποθοῖτο καθόλου εἶναι τὰς ἀρχὰς ταῦτα συμβαίνει ἄτοπα. εἰ δὲ πάλιν τὰ καθ’ ἕκαστα ὑποθοῖτο ἀρχάς, ἀναιρεθήσεται ἐπιστήμη· τῶν γὰρ καθόλου καὶ ἀεὶ ὡσαύτως ἐχόντων ἡ ἐπιστήμη. πόθεν οὖν ἔσονται γνωσταὶ αἱ ἀρχαί; οὐκοῦν οὐδὲ τὰ ἐκ τῶν ἀρχῶν. ὥστε πάντων δεῖ ἀρχὰς εἶναι προτέρας καθόλου τούτων τῶν ἀρχῶν, ἐάν περ μέλλῃ ἔσεσθαι ἐπιστήμη τῶν ἀρχῶν. ἰστέον οὖν ὅτι τὰ πλεῖστα ἐξ ἐνδόξων ἔχουσί τὰς ἐπιχειρήσεις καὶ κατὰ τὸ πιθανόν· οὔτε δὲ οἷόν τε ἦν εἰς τὰ ἀντικείμενα ἐπιχειρῆσαι μὴ λογικαῖς ἐπιχειρήσεσι χρησάμενον, οὔτε δὲ λύεσθαι δυνατὸν ἦν αὐτάς, εἰ ἦσαν ἀληθεῖς.