Ancient Greek
ΣΧΟΛΙΑ ΕΙΣ TO MEIZON Α ΤΗΣ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΤΕΛΟΥΣ ΓΕΝΟΜΕΝΑ ΥΠΟ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ
Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΣΧΟΛΙΑ ΕΙΣ TO MEIZON Α ΤΗΣ META TA ΦΥΣΙΚΑ ΑΡΙΣΤΤΕΛΟΥΣ ΓΕΝΟΜΕΝΑ ΥΠΟ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ.1
Not analysed yet
p. 980 a 22 Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δὲ ἡ τῶν αἰσθήσεων ἀγάπησις. Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν τὸν σκοπόν, τὴν τάξιν,. τὴν αἰτίαν τῆς ἐπιγραφῆς. σκοπὸς μὲν οὖν ἐστι τῆς παρούσης πραγματείας τὸ θεολογῆσαι· θεολογεῖ γὰρ ἐν αὐτῇ Ἀριστοτέλης. ἡ δὲ τάξις, ὅτι ἐκ τῶν φύσει ὑστέρων ἡμεῖς τὰς ἀρχὰς ποιούμεθα, ἐπειδὴ ταῦτα μᾶλλον συνεγνωσμένα ἡμῖν ὑπάρχουσι. διὰ τοῦτο τοίνυν ὁ Ἀριστοτέλης πρότερον διελέχθη ἡμῖν περὶ τῶν φυσικῶν πραγμάτων· ταῦτα γὰρ τῇ φύσει ὕστερα ὑπάρχουσιν, ἡμῖν δὲ πρότερα. ἡ δὲ παροῦσα πραγματεία τῇ μὲν φύσει προτέρα ὧς τὸ τέλειον ἔχουσα, ἡμῖν δὲ ὑστέρα· πρότερα γὰρ τὰ ἄφθαρτα τῶν φθαρτῶν καὶ τὰ ἀγένητα τῶν γινομένων. διὰ τοῦτο τοίνυν ὁ Ἀριστοτέλης πρότερον διελέχθη ἡμῖν περὶ τῶν ἀτάκτως κινουμένων ἐν τοῖς Μετεώροις, καὶ πάλιν περὶ τῶν τεταγμένως κινουμένων ἐν τῇ Περὶ οὐρανοῦ, φημὶ δὴ περὶ ἀστέρων καὶ σφαιρῶν· καὶ λοιπὸν ἐν ταύτῃ τῇ πραγματείᾳ διαλέγεται ἡμῖν περὶ τῶν πάντῃ ἀκινήτων. τοῦτο δέ ἐστι θεολογία · τοῖς γὰρ θείοις ἁρμόττει τὸ τοιοῦτο. διὰ τοίνυν ταύτην τὴν αἰτίαν καὶ ἐπιγέγραπται Μετὰ τὰ φυσικά, ἐπειδὴ πρότερον διελέχθη ἡμῖν περὶ τῶν φυσιχῶν πραγμάτων, εἶθ’ οὕτως περὶ ταύτης. μετὰ γοῦν τὰς φυσικὰς πραγματείας δεῖ ταύτην ἀναγινώσκειν, ὡς δηλοῖ καὶ ἡ ἐπιγραφή. καὶ ἐν ταῖς φυσικαῖς δὲ αὐτοῦ πραγματείαις καὶ μάλιστα πρὸς τοῖς πέρασι θεολογεῖ καὶ ἀνάγει ἑαυτόν. φησὶ γὰρ πρὸς τῷ τέλει τῆς Περὶ γενέσεως καὶ φθορᾶς “τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσε τὸ ὅλον ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσι”. ὁμοίως δὲ καὶ ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως καὶ ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ καὶ ἐν πάσαις αὐτοῦ ταῖς φυσικαῖς πραγματείαις τοῦτο πεποίηκε. p. 980 a 22 ἄνθρωποι ἄνθρωποι τοῦ εἰδέναι ὀρέγοντι φύσει. Δεῖ ἡμᾶς ἀρχομένους τῆς παρούσης πραγματείας εἰπεῖν τὸν σκοπόν, τὸ χρήσιμον, τὴν τάξιν, τὴν αἰτίαν τῶν ἐπιγραφῶν πολλαὶ γὰρ ἐπιγραφαὶ φέρονται, αἷς δείκνυμεν τὸν τρόπον τοῦ συγγράμματος ὅλου) καὶ περὶ τοῦ μεγάλου ἄλφα καὶ τοῦ μικροῦ ἄλφα. καὶ πόθεν ὥρμησεν εἰς ἔννοιαν τῆς πρώτης φιλοσοφίας Ἀριστοτέλης. ὁ μὲν οὖν σκοπὸς τοὶ παρόντος συγμράμματος εἰπεῖν περὶ τῶν ὄντων καὶ ᾗ ὄντα ἐστί, καὶ περὶ πάντων ἀπλῶς τῶν ὄντων διαλεχθῆναι, καθὸ ὄντα ἐστί. διὸ καὶ τὸν ὅρον τῆς φιλοσοφίας οὕτως ἐλέγομεν ‘γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν’. οὔτε γὰρ περὶ τῶν μερικῶν διαλέγεται ἐνταῦθα, οἷον περὶ κομητῶν, καθάπερ ἐν τοῖς Μετεώροις, οὔτε περὶ τῶν καθόλου, καθάπερ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ, ἀλλὰ καθόλου περὶ πάντων τῶν ὄντων· θεολογῆσαι γὰρ αὐτῷ πρόκειται ἐν τῷ παρόντι συγγράμματι. ἀμέλει τοι καὶ περὶ στοιχείων διαλέγεται καὶ περὶ ἀρχῶν· μόνης γάρ ἐστιν ἔργον τῆς πρώτης φιλοσοφίας ἀποδεῖξαι τὰς ἀρχὰς πασῶν τῶν ἐπιστημῶν. αἱ μὲν γὰρ ἄλλαι ἐπιστῆμαι οὐκ ἀποδεικνύουσι τὰς οἰκείας ἀρχάς, ἀλλὰ μόνη ἡ πρώτη φιλοσοφία ἀποδείκνυσι πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχάς. καὶ ταῦτα μὲν περὶ τοῦ σκοποῦ. ἐφεξῆς δὲ δεῖ εἰπεῖν περὶ τοῦ μεγίστου ἀγαθοῦ, λέγω δὴ τοῦ χρησίμου. χρήσιμος γάρ ἐστιν ἡ παροῦσα πραγματεία· συμβάλλεται γὰρ τῷ νῷ, οὐ τῷ πρακτικῷ ἀλλὰ τῷ θεωρητικῷ, διδάσκουσα αὐτὸν περὶ τῶν θείων, τουτέστι διακρίνειν ἁλή- θείαν ἀπὸ ψεύδους. μέγιστον γὰρ ἀγαθόν ἐστι τῶν ἐν ἀνθρώποις ὁ θεωρητικὸς νοῦς. ἕκαστον γὰρ κατ’ ἐκεῖνο χαρακτηρίζεται, καθ’ ὃ τῶν ἄλλων διαφέρει, οἷον ἵππῳ μὲν καθὸ ἵππος, κυνὶ δὲ καθὸ κύων. αἴτιον γάρ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, τὸ ὁμολογεῖσθαι μὲν τὴν οἰκείαν ἐν ἑκάστῳ τελειότητα καθ’ ἣν φύσιν ἐστὶν ἕκαστον ὅ ποτε ἔστιν, οἰκειότατόν τε εἶναι καὶ μέγιστον ἀγαθὸν ἑκάστῳ. ἡ γὰρ τελειότης τε καὶ ἡ ἀκρότης τῆς φύσεως ἑκάστου τὸ τελειότατον τῶν ἀγαθῶν ἑκάστῳ, ἵππῳ μέν, ὡς εἴρηται, καθὸ ἵππος, κυνὶ δὲ καθὸ κύων, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἐμψύχων τε καὶ ἀψύχων, καὶ ἀνθρώπῳ δὲ καθὸ ἄνθρωπος. ἀλλὰ μὴν ὁμολογεῖται καὶ τοῦτο ἑκάστῳ τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος εἶναι τὸ εἶναι. εἶδος δὲ οἰκεῖον ἑκάστῳ, καθ’ ὃ τῶν ἄλλων ἁπάντων διαφέρει. ἆρ’ οὖν οὐχ ὁμολογεῖται ὑπὸ πάντων ὁ ἄνθρωπος τῶν ἄλλων διαφέρειν κατὰ τὸν θεωρητικὸν νοῦν; τοῦ μὲν γὰρ πρακτικοῦ τε καὶ τεχνικοῦ μετέχουσί πως καὶ τὰ ἄλλα ζῷ, τοῦ ἴχνους αὐτοῦ τοῦ πρακτικοῦ νοῦ. πολλὰ γὰρ ἕκαστον τῶν ζῴων μηχανᾶται πρὸς τὴν οἰκείαν σωτηρίαν, οἷον μύρμηξ θησαυρίζει αὑτῷ τροφὰς ἐν χειμῶνι, καὶ χελιδὼν ποιεῖ νεοττιὰν διὰ τὴν διαδοχήν, ὁμοίως δὲ καὶ ἡ μέλιττα συνάγουσα θησαυρίζει τροφάς. τοῦτο δὲ τὸ δῶρον ὑπὸ τῆς φύσεως διὰ τοῦ θεοῦ ἔλαχον ,ὅπως διασώζωνται. πάλιν δὲ ὥπλισεν ἡ φύσις τὰ ζῷα πρὸς τὰς ἐπιβουλὰς τῶν ἐπερχομένων. ταῦτα δὲ πάντα οὐκ ἔξω λογικῆς συνέσεως ὑπάρχουσιν. ἐπιστήμης δὲ καὶ θεωρίας πρὸς τὴν τῶν ἀληθῶν τε καὶ ψευδῶν διάκρισιν καὶ τῆς λογικῆς δυνάμεως παντάπασιν ἄμοιρα τὰ ἄλλα ζῷα. εἰ τοίνυν διὰ τῆς παρούσης πραγματείας ὁ θεωρητικὸς νοῦς ἐνεργεῖ περὶ τὰ θεῖα καὶ κυρίως ὄντα, εἴγε τῆς πρώτης ἐστὶ φιλοσοφίας τὸ ἀποδεικνύναι καὶ τὰς ἀρχὰς τῶν ἄλλων ἐπιστημῶν, καὶ ἔστιν αὕτη ἡ ἐπιστήμη ἀναπόδεικτος, δῆλον ὅτι πάνυ χρησιμωτάτη ἐστὶν ἡ παροῦσα πραγματεία. ἐπειδὴ οὖν τὴν πρώτην ἐπιστήμην παραδίδωσιν ἐν τῇ πραγματείᾳ ταύτῃ, εἴη ἄν οἰκειοτάτη τῷ ἀνθρώπῳ. τὰ μὲν γὰρ ἄλλα ζῷα ἔλαχον τὴν φρόνησιν ταύτην πρὸς τὰς βιωτικὰς διαγωγάς, ἵνα σώζωνται καὶ τρέφωνται, οἱ δὲ ἄνθρωποι καὶ πρὸς τὰς βιωτικὰς διαγωγὰς ἔσχον τὰς μαθήσεις καὶ πρὸς τὸ νοερὸν αὐτό. ἐὰν γὰρ γνῶμεν ὅτι τοιόνδε σχῆμα φυλάττει οὗτος ἡ ἀστὴρ πρὸς τοῦτον τὸν ἀστέρα πως, οὐδὲν ἡμῖν συμβάλλεται πρὸς τὰς βιωτικὰς ἀγωγάς· ὁμοίως καὶ ἐπὶ ἄλλων πλείστων. καὶ ταῦτα μὲν ὅτι χρήσιμος ἡ παροῦσα πραγματεία. Ἡ δὲ τάξις προφανὴς ἐκ τῶν τῇ προτεραίᾳ ῥηθέντων. ἐπεὶ γὰρ ἡ μὲν φύσις ἄρχεται ἀπὸ τῶν τελειοτέρων, ἡμῖν δὲ διὰ τὴν ἡμετέραν ἀσθένειαν ἀσύμμετρόν ἐστι τὸ εὐθέως τοῖς τελειοτέροις προσβάλλειν, ἀγαπῶμεν πρότερον ἀπὸ τῶν τῇ φύσει ὑστέρων καὶ τῶν ἀτελῶν ἄρξασθαι καὶ οὕτως δραμεῖν ἐπὶ τὰ τέλεια. ἐπεὶ οὖν ἐν τοῖς Φυσικοῖς περὶ τῶν ἀτελῶν διελέχθη, ἐνταῦθα δὲ περὶ τῶν τελείων, εἰκότως ὡς πρὸς ἡμᾶς τελευταία ἐστὶν ἡ παροῦσα πραγματεία. ἰστέον δὲ ὅτι ἐπιγράφεται καὶ Σοφία καὶ Φιλοσοφία καὶ Πρώτη φιλοσοφία καὶ Μετὰ τὰ φυσικά, ἐπειδὴ πρότερον διαλεχθεὶς περὶ τῶν φυσικῶν ἐν ταύτῃ τῇ πραγματείᾳ διαλέγεται περὶ τῶν θείων· διὰ τὴν τάξιν οὖν ἔλαχε τὴν προσηγορίαν. Σοφία δὲ οἱονεὶ σάφειά τις οὖσα· τὰ γὰρ θεῖα σαφῆ καὶ φανερώτατα· περὶ γὰρ θείων διαλέγεται. τούτου χάριν εἶπε Σοφίαν. ἀμέλει τοι καὶ ἐν τῇ Ἀποδεικτικῇ φησιν ὡς εἴρηταί μοι ἐν τοῖς περὶ σοφίας λόγοις· ᾿ἡ γὰρ ἀναποδείκτοις ἀρχαῖς χρω- μένη ἐπιστήμη σοφία ἐστί. Πρώτην δὲ φιλοσοφίαν, ἐπεὶ περὶ τῶν πρώτων αἰτιῶν καὶ ἀρχῶν ἀναποδείκτων διαλέγεται. Φιλοσοφία δὲ διότι κυριωτάτη καὶ μάλιστα φιλοσοφία ἡ ἐν θεωρίᾳ τε καὶ τῇ τῶν ὄντων γνώσει, εἴγε ἡ μὲν φιλοσοφία κυρίως περὶ τὰ δι’ ἑαυτὰ αἱρετὰ καὶ οὐ δι’ ἄλλα, μόνη δὲ ἡ τῶν ἀρίστων θεωρία δι’ ἑαυτὴν αἱρετή. καὶ Θεολογίαν δὲ καλοῦσιν αὐτήν, ἐπεὶ αἱ τῶν ὄντων ἀρχαὶ καὶ τὰ τῶν ὄντων αἴτια τὰ πρῶτα καὶ τελειότατα μάλιστά τε ὄντα θεῖα, περὶ ὧν ἐνταῦθα θεωρεῖ. Ὁ δὲ τρόπος τῆς συντάξεως, ὅτι ἔστιν ἡ παροῦσα πραγματεία οὐχ ὁμοίως ταῖς ἄλλαις ταῖς τοῦ Ἀριστοτέλους συγκεκροτημένη, οὐδὲ τὸ εὔ- τακτόν τε καὶ συνεχὲς ἔχειν δοκοῦσα, ἀλλὰ τινὰ μὲν λείπειν ὡς πρὸς τὸ συνεχὲς τῆς λέξεως, τὰ δὲ ἐξ ἄλλων πραγματειῶν ὁλόκληρα μετενηνέχθαι καὶ πολλάκις τὰ αὐτὰ λέγειν. ἀπολογοῦνται δὲ ὑπὲρ τούτου καὶ καλῶς ἀπολογοῦνται, ὅτι γράψας τὴν παροῦσαν πραγματείαν ἔπεμψεν αὐτὴν Εὐδήμῳ τῷ ἑταίρῳ αὐτοῦ τῷ ‘Pοδίῳ, εἶτα ἐκεῖνος ἐνόμισε μὴ εἶναι καλόν, ὡς ἔτυχεν, ἐκδοθῆναι εἰς πολλοὺς τηλικαύτην πραγματείαν. ἐν τῷ οὖν μέσῳ χρόνῳ ἐτελεύτησε καὶ διεφθάρησάν τινα τοῦ βιβλίου· μὴ τολμῶντες δὲ προσθεῖναι οἴκοθεν οἱ μεταγενέστεροι διὰ τὸ πολὺ πάνυ λείπεσθαι τῆς τοῦ ἀνδρὸς ἐννοίας μετήγαγον ἐκ τῶν ἄλλων αὐτοῦ πραγματειῶν τὰ λείποντα ἁρμόσαντες, ὡς ἦν δυνατόν. οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις σωζομένην εὕροι ἄν τις τὴν τῶν λεγομένων ἀκολουθίαν. Εἶτα λοιπὸν δεῖ εἰπεῖν καὶ περὶ τοῦ μεγάλου ἄλφα καὶ περὶ τοῦ μι- κροῦ ἄλφα. εἰδέναι τοίνυν χρὴ ὅτι δεκατέσσαρα βιβλία ἔγραψεν ὁ Ἀριστο- τέλης ἐν τῇ παρούσῃ πραγματείᾳ· μέχρι γὰρ τοὐ ν στοιχείου ἔγραψε καὶ αὐτοῦ. τινὲς δὲ εἰρήκασιν ὅτι δεκατρία· τὸ γὰρ μεῖζον ἄλφα περὶ οὗ νῦν πρώτως διαλέγεται, οὔ φασιν εἶναι αὐτοῦ, ἀλλὰ Πασικλέους, τοῦ υἱοῦ Βοή- θου τοῦ ἀδελφοῦ Εὐδήμου τοῦ ἑταίρου αὐτοῦ. οὐκ ἔστι δὲ ἀληθές· σώ- ζεται γὰρ ἡ τοῦ Ἀριστοτέλους δεινότης καὶ ἐκ τῆς λέξεως καὶ ἐκ τῆς θεωρίας· καὶ πολὺ πλέον, ὅτι μέμνηται αὐτοῦ ἐν τῷ ἐλάττονι ἄλφα. ἐν γοῦν τῷ μείζονι ἄλφα διαλέγεται περὶ τῆς ἐννοίας τῆς φιλοσοφίας καὶ δείκνυσιν ὅτι οὐκ ἔστι τὰ ὑλικὰ αἴτια κυρίως ἀρχαί, ὥσπερ καὶ Πλατῶν φησί. διὸ καὶ ἀποδέχεται τὸν Ἀναξαγόραν· τῶν γὰρ ἄλλων, φησί, καθευδόντων ὥσπερ ἀπὸ κάρου ἀναστὰς Ἀναξαγόρας μόνος ἐπέστησε νοῦν βασιλεύειν τοῦ παντός. οὔτε δέ τὰς ἰδέας φησὶν εἶναι τὰς πρώτας ἀρχάς, καθώς τινες ἐκλαμβάνουσιν, ἀλλὰ τοὺς λόγους. ἐν δὲ τῷ ἐλάττονι ἄλφα διαλέγεται περὶ τῶν φανοτάτων, τουτέστι τῶν πρώτων αἰτίων, ἅτινα φανότατα ὑπάρχει τῇ ἑαυτῶν φύσει, ἀλλ’ ἡμεῖς διὰ τὴν πολλὴν ἀσθένειαν οὐ δυνάμεθα προσβάλλειν αὐτοῖς, ὥσπερ καὶ τὸν ἥλιον φανότατον ὑπάρχοντα οὐ φέρουσιν αἱ νυκτερίδες διὰ τὸ ἀσθενὲς τῆς φύσεως. Ἐπειδὴ τοίνυν περὶ τῆς ἐννοίας τῆς φιλοσοφίας εἰρήκαμεν, ἄξιον μαθεῖν θεῖν πόθεν ἦλθεν εἰς ἔννοιαν τῆς φιλοσοφίας ὁ Ἀριστοτέλης. ἵνα οὖν τοῦτο γνῶμεν, δεῖ ἡμᾶς εἰπεῖν οὕτως, ὅτι ἔχουσι τὰ ζῷα τὰς γνωστικὰς δυνάμεις· αἱ γὰρ αἰσθητικαὶ δυνάμεις γνωστικαὶ ὑπάρχουσι. καὶ τούτων τῶν ἐχόντων μνήμην καὶ αἴσθησιν τὰ μὲν ὑπάρχουσι μαθηματικά, τὰ δὲ φρόνιμα. καὶ μαθηματικὰ λέγει τὰ αἰσθανόμενα τῶν ψόφων καὶ γινώσκοντα ποῖαι μὲν φωναὶ ἀπειλητικαὶ ὑπάρχουσι, ποῖαι δ’ οὔ. τοιαῦτα δὲ ὑπάρχει κύων, ἵππος, οἱ ὄνοι τῶν Ἀλεξανδρέων, ὥς φησιν ὁ φιλόσοφος, καὶ τὰ ἄλλα τὰ τοιαῦτα· ψιττακὸς δὲ αἰσθάνεται καὶ μανθάνει. φρόνιμα δὲ ὑπάρχει οἷον τὰ περὶ τὰς πράξεις τὰς βιωτικὰς εὐπερίστροφα, χελιδών, μέλιττα, μύρμηξ. πάλιν τὰ ἔχοντα μνήμην ζῷα πάντως καὶ αἴσθησιν ἔχουσιν, οὐ πάντα δὲ τὰ ἔχοντα αἴσθησιν πάντως καὶ μνήμην ἔχουσι. καὶ ὅτι ἡ αἴσθησις δεῖται τῶν ἔξωθεν πρὸς τὸ ἐνεργεῖν, ἡ δὲ μνήμη οὐ δεῖται τῶν ἐκτὸς πρὸς τὸ ἐνεργεῖν. καὶ ὅτι ἡ πεῖρα μερικωτέρα ἐστὶ τῆς μνήμης· ἀπὸ γὰρ τῆς πείρας λαμβάνομεν καὶ ὕστερον μνημονεύομεν. καὶ ὅτι ἡ ἐμπειρία καθο- λικωτέρα ὑπάρχει τῆς μνήμης. διό φησιν ὁ Πλατῶν ‘‘ἐμπειρία μὲν γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην’’. πολλαὶ γὰρ πεῖραι ὑπάρχει ἡ ἐμπειρία καὶ μνῆμαι, δύναται δὲ ὁ πειραθεὶς πολλάκις ἀναδραμεῖν ἐπὶ τὸ καθόλου. καὶ ἡ μὲν μνήμη θεωρεῖται καὶ ἐπὶ τῶν οὐσιῶν καὶ ἐπὶ τῶν πράξεων λέγομεν γὰρ ὅτι ἔχω μνήμην τοῦ πατρὸς ἡ τοῦδε τοῦ φίλου καὶ ὅτι μέμνημαι πράξας τόδε), ἡ μέντοι γε πεῖρα ἐπὶ μόνης τῆς πράξεως λέγεται· οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν· οὐδεὶς γὰρ λέ- γει ὅτι πεῖραν ἔχω τοῦ πατρός, πεῖραν δὲ ἔχω τοῦ πράγματος· οὐ γὰρ τῆς οὐσίας ἀλλὰ τῆς πράξεως τῆς γενομένης ἐκ τῆς οὐσίας. ἡ δὲ τέχνη κρείττων ἐστὶ τῆς ἐμπειρίας· ἔχει γὰρ καὶ τὸ διότι. διό φησιν ὁ θεσπέ- σιος Πλατῶν ‘‘τέχνην γὰρ οὐ καλῶ ὃ ἄν ᾖ ἄλογον πρᾶγμα’’. ἐν δὲ ταῖς πράξεσι κρείττων ἡ πεῖρα τῆς τέχνης, ἐπεὶ ἡ μὲν τέχνη τὰ καθόλου οἶδεν, ἡ δὲ πεῖρα τὰ μερικά· αἱ δὲ πράξεις περὶ τὰ μερικὰ καταγίνονται. πάλιν ἡ ἀρχιτεκτονικὴ ἐπαναβέβηκε τὴν τέχνην· ἐπιτάττει γὰρ ὁ ἀρχιτέκτων τοῖς καθ’ ἕκαστα τεχνίταις ὥσπερ ὁ ἰατρὸς τοῖς καθ’ ἕκαστα. αἱ δὲ ἐπιστῆμαι περὶ τὰ ἄυλα. αὖθις δὲ τὰς κατὰ μέρος ἐπιστήμας ἐπαναβέβηκεν ἡ πρώτη φιλοσοφία, ἅτε δὴ τὰς ἀρχὰς αὐτῶν ἀποδεικνύουσα. ἐντεῦθεν κατὰ μέρος προερχόμενος ἦλθεν εἰς ἔννοιαν τῆς φιλοσοφίας, ἥτις ἐστίν ἐπιστήη ἐπιστημῶν ὡς ἀποδεικνύουσα αὐτάς. p. 980a22 Πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει. σημεῖον δέη τῶν αἰσθήσεων ἀγάπησις. Αὐτοφυῶς ὁρμῶσιν αἱ· ψυχαὶ ἐπὶ τὰς γνώσεις καὶ ἐφίενται τοῦ ἀγα- θοῦ· ἀγαθὸν δέ ἐστι τῆς ψυχῆς ἡ κυρίως γνῶσις. διότι γινώσκει τὰ θεῖα καὶ ἐνεργεῖ κατὰ τὸν θεωρητικὸν νοῦν· τὸ δὲ τοιοῦτο τελείωσίς ἐστι τῆς φυχῆς. διὸ παγκάλως φησὶν ὁ Ἀριστοτέλης πάντες ἄνθρωποι τοῦ εἰδέναι ὀρέγοντι φύσει, ἐπειδὴ ἡ γνῶσις τελειότης ἐστίν. ὅτι γὰρ πάντες ἄνθρωποι αὐτοφυῶς ἐρῶσι τῆς γνώσεως, σημεῖον μέγιστον ἡ τῶν αἰσθήσεων φιλία· χαίρομεν γὰρ ταῖς αἰσθήσεσιν, ἐπειδὴ δι’ αὐτῶν θηρῶμεν τὰ πράγματα. ἄλλως τε δὲ καὶ χωρὶς τοῦ ἐνεργεῖν τι ἢ πράττειν κατὰ τὰς αἰσθήσεις ἀγαπῶμεν αὐτάς, καὶ μάλιστα πλέον τῶν ἄλλων τὴν ὀπτικήν· καὶ χωρὶς γὰρ τοῦ πράττειν καὶ ἐνεργεῖν τὸ ὁρᾶν αἱρούμεθα ἀντὶ πάντων ὡς εἰπεῖν τῶν ἄλλων. τὸ δὲ αἴτιον, ἐπειδή, ὥς φησι <Πλάτων> ἐν τῷ Φαίδωνι, διὰ ταύτης τῆς αἰσθήσεως τὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένος. ἀτενίζοντες γὰρ εἰς τὸν οὐρανὸν καὶ θεωροῦντες τὴν τάξιν καὶ τὸ ἄφραστον κάλλος ἐρχόμεθα εἰς ἔννοιαν τοῦ δημιουργήσαντος. αὕτη οὗν ἡ ὀπτικὴ μάλιστα τῶν αἰσθήσεων ποιεῖ ἡμᾶς γνωρίζειν, οὐ λέγει ἀλ- λήλους ἀλλὰ τὰ θεῖα. οὔτε γὰρ δι’ ἄλλης αἰσθήσεως οὕτως συμπάσχομεν τοῖς πράγμασιν ὡς διὰ ταύτης. καὶ πολλάς, φησί, δηλοῖ διαφορὰς τὰ μεταξὺ τῶν ὁρατῶν αὐτῇ · μεταξὺ γὰρ τοῦ λευκοῦ καὶ τοῦ μέλανος πολλὰ ὑπάρχει χρώματα, οἷον εἰ τύχοι φαιόν, ξανθόν, πυρρόν ἐρυθρόν. μεταξὺ δὲ θερμοῦ καὶ ψυχροῦ οὐδὲν ὑπάρχει ἤγουν ξηροῦ καὶ ὑγροῦ. p. 980a28 Φύσει μὲν οὖν αἴσθησιν ἔχοντα γίνεται ζῷα. Ἐντεῦθεν ἀπὸ τῶν αἰσθήσεων ἀνέρχεται μέχρι τοῦ θεωρητικοῦ νοῦ· διὰ γὰρ τούτου τοὺς ὅρους γινώσκομεν, ὥστε θεῖον λέγει εἶναι τὸν θεωρη- τικὸν νοῦν εἴγε ἁπλαῖς ἐπιβολαῖς δι’ αὐτοῦ τὰ θεῖα λαμβάνομεν. ὁ δὲ θεωρητικὸς τοῦ πρακτικοῦ, ὥς φησιν ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ, τῷ τέλει καὶ μόνῳ διαφέρει. τοῦ μὲν γὰρ θεωρητικοῦ τέλος ἡ γνῶσις τῶν ὄντων καὶ ἡ τοῦ θείου κατάληψις, τοῦ δὲ πρακτικοῦ τὸ ἀγαθόν. εἶπεν οὖν ὅτι ὁ ἄνθρωπος καὶ τὰς αἰσθήσεις τοῦ εἰδέναι χάριν ἀγαπᾷ, οὐ τῆς χρείας μόνον, ἐπειδὴ καὶ ἡ αἴσθησις εἰς γνῶσιν αὐτῷ συμβάλλεται. φησὶν οὖν ὅτι οὐ μόνη ἡ αἴσθησις πρὸς γνῶσιν αὐτῷ συμβάλλεται, ἀλλὰ καὶ ὁ λόγος, καθ’ ὃν πλεονεκτεῖ τὰ ἄλλα ζῷα, καὶ ὅτι διὰ τούτου τελειότερος τῶν ἄλ· λων ζῴων ὁ ἄνθρωπος, καὶ ὅτι ἡ σοφία τῷ ἐν γνώσει εἶναι πᾶσι δοκεῖ τιμιωτάτη, διὰ τούτων ἡμᾶς διδάσκει. ἀλλὰ καὶ βεβαιοῖ τὸ προει- ρημένον τὸ τὰς αἰσθήσεις τοὺς ἀνθρώπους εὐλόγως ἀγαπᾶν. ἐκτίθεται δὲ καὶ τὴν τάξιν τῶν ἐπὶ ταῖς αἰσθήσεσι γινομένων δυνάμεων ταῖς ψυχαῖς. τείνει δὲ αὐτῷ ταῦτα πάντα εἰς τὸν περὶ σοφίας λόγον καὶ τὸ δεῖξαι τίς ἐστιν ὁ σοφός, ὁ ἀποδεικνύων τὰς ἀρχὰς πασῶν τῶν ἐπιστημῶν καὶ ὁ δια- λεγόμενος περὶ τῶν θείων καὶ τοῦ θεωρητικοῦ νοῦ. τοῦτο οὖν φησιν, ὅτι πάντα τὰ ζῷα αἰσθητικὰ γίνονται ὑπὸ φύσεως. p. 980a29 Ἐκ δὲ τῆς αἰσθήσεως τοῖς μὲν αὐτῶν οὐ γίνεται μνήμη, μνήμη, τοι δὲ γίνεται. Οὐκ ἔχουσι μνήμην σκώληκες, ἐμπίδες, τὰ δὲ ἄλλα ἔχουσιν, οἷον κύων, ψιττακός, μύρμηξ, χελιδὼν καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ διὰ ταύτην τὴν αἰτίαν τὰ μὲν φρόνιμα ὑπάρχουσι τὰ δὲ μαθηματικώτερα τῶν ζῴων τῶν μὴ δυναμένων ἔχειν μνήμην· τῶν γὰρ ἐχόντων μνήμην τὰ μὲν φρό- νιμα ὑπάρχει, τὰ δὲ μαθηματικώτερα. φρόνιμα τοίνυν ὑπάρχει ἄνευ τοῦ μανθάνειν ὅσα μὴ δύνανται διακρίνειν τοὺς ψόφους, περὶ δὲ τὸν βίον εἰσὶν εὐπερίστροφα, οἷον μέλιττα καὶ χελιδὼν καὶ μύρμηξ· προνοοῦνται γὰρ τοῦ ἑαυτῶν βίου. p. 980b25 25 Μανθάνει δὲ ὅσα πρὸς μνήμῃ καὶ ταύτην ἔχει τὴν αἴσθησιν. Οἶον κύων, ψιττακός, ἵππος, ὄνος καὶ ὅσα ἄλλα τοιαῦτα. p. 980b26 Τὰ μὲν οὖν ἄλλα ταῖς φαντασίαις ζῇ καὶ ταῖς μνήμαις. Τὰ ἄλλα ζῷ, φησί, τὸ κῦρος ἔχουσιν ἐν τῇ φαντασίᾳ καὶ τῇ μνήμῃ, καθάπερ ὁ κύων καὶ ὁ ἔλαφος καὶ τὰ ἄλλα ζῷα διακρίνουσι τὸ ἀλλότριον ἐκ τοῦ οἰκείου. ἀντιστρέφουσι δὲ ταῦτα πρὸς ἄλληλα. τὰ γὰρ ἔχοντα μνήμην πάντως καὶ φαντασίαν καὶ τὸ ἀνάπαλιν. p. 980b27 ἐμπειρίας δὲ μετέχει μικρόν. Μικρὸν λέγει ἢ οὐδὲ ὀλίγον, ὡς τὸ ‘ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γεί. νατο Τυδεύς’ ἀντὶ τοὐ οὐδ’ ὀλίγον, ἢ μικρόν φησιν ὀλίγον· ἔχουσι γὰρ τὰ ἄλλα ζῷα ὀλίγον ἐμπειρίας ἴχνος. διὸ ὁ κύων ἐὰν τυπτηθῇ διά τι πρᾶγμα, δέδιεν ἔστιν ὅτε πάλιν τὸ αὐτὸ ποιῆσαι· καὶ ἄλλα δὲ φανερὰ ζῷα. p. 980b28 Tὸ δὲ τῶν ἀνθρώπων γένος καὶ τέχνῃ καὶ λογισμοῖς. γίνεται δ᾿ ἐκ τῆς μνήμης ἐμπειρία τοῖς ἀνθρώποις· αἱ γὰρ πολλαὶ μνῆμαι τοῦ αὐτοῦ πράγματος μιᾶς ἐμπειρίας δύυαμιν ἀποτελοῦσιν. καὶ δοκεῖ σχεδὸν ἐπιστήμη τέχνη καὶ ἐμπειρία ὅμοιον εἶναι. Ωστερ γὰρ πράττει ὁ ἔμπειρος, οὕτως καὶ ὁ τεχνίτης πράττει· ὁμοίως οε καὶ ὁ γεωμέτρης πράττει καταγράφων ἢ ἄλλο τι τοιοῦτο ποιῶν. ἔχει δὲ διαφοράν, καθὸ τὰ μὲν μετὰ λόγου, τὰ δὲ ἄνευ λόγου. αἱ οὖν ἐπιστῆμαι καὶ τέχναι διὰ τῆς ἐμπειρίας, φησί, τοῖς ἀνθρώποις προσγίνονται. αἱ γὰρ πολλαὶ ἐμπειρίαι ποιοῦσι τὴν τέχνην, ὥς φησι Πῶλος ὁ παρὰ τῷ Πλάτωνι ‘‘ἐμπειρία γὰρ ποιεῖ τὸν αἰῶνα ἡμῶν πορεύεσθαι κατὰ τέχνην, ἀπειρία δὲ κατὰ τύχην.” p. 981a5 Γίνεται δὲ τέχνη, ἡνίκα ἐκ πολλῶν νοημάτων τῆς ἐμ. πειρίας περὶ τῶν ὁμοίων καθόλου μία ὑπόληψιςγένηται· τὸ μὲν γὰρ ἔχειν ὑπόληψιν Καλλίᾳ νοσοῦντι τήνδε τὴν νόσον τοδὶ συνήνεγκε καὶ Σωκράτει καὶ ἄλλοις πλείοσιν, ἐμπειρίας ὑπάρχει· τὸ δὲ καθόλου ὅτι τι πᾶσι τοῖς νοσήσασι τὴν τοιανδὶ νόσον συνήνεγκεν, οἷον τοῖς πυρέττουσι καύσῳ ἢ φλεγματώδεσιν ἢ μελαγχολικοῖς, τέχνης. Καθόλου γάρ ἐστι· πολλῶν γὰρ ἐμπειριῶν συγκεφαλαίωσίς ἐστιν ἡ τέχνη. ἐξ ἐμπειρίας μὲν γὰρ τὸ εἰδέναι ὅτι τοῖς τήνδε τὴν νόσον νοσοῦσι τόδε τὸ βοήθημα χρήσιμον· ἐκ τέχνης δὲ τὸ τοῖς τὴν τοιάνδε νόσον νο- σοῦσι τοιοῖσδε συμφέρειν χρῆσθαι. τέχνης γὰρ ἡ τοῦ ὁμοίου μετάβασις, ὡς καὶ αὐτὸς σαφῶς ἐκ τῶν παραδειγμάτων ἔδειξεν. p. 981a12 Πρὸς μὲν οὖν τὸ πράττειν ἐμπειρία τέχνης οὐδὲν δοκεῖ διαφέρειν. Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι πρὸς τὰς πράξεις οὐδὲν διαφέρουσιν αἰ τέχναι τῶν ἐμπειριῶν, ἀλλὰ καὶ μᾶλλον ἐπιτυγχάνουσιν οἱ ἔμπειροι τῶν μὴ ἐχόντων πεῖραν ἀλλὰ λόγον. καὶ εἰκότως· αἱ γὰρ πράξεις μερικαὶ ὑπάρχουσιν, ἡ δὲ τέχνη τὸ καθόλου ζητεῖ· οὐδὲν οὖν ἄτοπον εἰδότα τὸ καθόλου ἀγνοεῖν τὸ καθ’ ἕκαστον, ὥς φησιν ἐν τῇ Ἀποδεικτικῇ, ὅτι ὁ εἰδὼς ἐπιστήμων ὅτι οὐδεμία ἡμίονος τίκτει, ὕστερον θεασάμενος ἡμίονον ἐξωγκωμένην ἔχουσαν τὴν γαστέρα, ἠπατήθη καὶ ὑπέλαβεν αὐτὴν ἔγκυον εἶναι. ὥστε εἰκότως ὁ τὴν ἐμπειρίαν εἰδὼς μᾶλλον κατορθοῖ τοῦ ἔχοντος τὸν λόγον ἐν τοῖς ἔργοις, ἐπεὶ καὶ μερικαὶ αἱ πράξεις ὑπάρχουσιν. ὅτι γὰρ αἱ πράξεις καὶ αἱ γενέσεις περὶ τὰ καθ’ ἕκαστα ὑπάρχουσι, φανερὸν ἐν- τεῦθεν· ὁ γὰρ ἰατρεύων οὐκ ἄνθρωπον ὑγιάζει, ἀλλ’ ἢ κατὰ συμβεβηκός, ἀλλὰ Καλλίαν ἢ Σωκράτη, καὶ ἐπειδὴ συνέβη τῷ Καλλία τῷ ἰατρευομένῳ ἀνθρώπῳ εἶναι, λέγεται καὶ τὸν ἄνθρωπον ἰατρεύειν· ὥστε κατὰ συμβεβη- κὸς τὸν ἄνθρωπον, Καλλίαν δὲ καθ’ αὑτό· οὐχ ὅτι ὁ ἄνθρωπος κατὰ συμ- βεβηκὸς ὑπάρχει, ἀλλ’ ὅτι κατὰ συμβεβηκὸς ἰατρεύεται, ὥσπερ ἔλεγε καὶ ὲν ταῖς Κατηγορίαις ἐν τῷ λόγῳ τῶν πρός τι, ὅτι δεσπότης δούλου ἐστὶ δεσπότης, κατὰ συμβεβηκὸς δὲ ἀνθρώπου, ἐπειδὴ συνέβη τὸν δοῦλον εἶναι ἄνθρωπον. ὡς οὖν πρὸς τὰ πρός τι συμβεβηκός· οὐ γὰρ ὡς πρὸς τὴν φύσιν τῶν ἀνθρώπων. p. 981a21 ἐὰν οὖν ἄνευ τῆς ἐμπειρίας ἔχῃ τις λόγον καὶ τὸ μὲν καθόλου γνωρίζῃ, τὸ δὲ ἐν τούτῳ καθ’ ἕκαστον ἀγνοῇ, πολλάκις διαμαρτήσεται τῆς θεραπείας. Ὡς ἐπὶ τῆς ἡμιόνου εἰρήκαμεν· ἔστι γὰρ ὅτε ἀπατᾶται περὶ τὸ μερὶ. κόν· τὸ γὰρ μερικόν ἐστι τὸ θεραπευόμενον. p. 981a24 Tὸ δὲ εἰδέναι καὶ ἐπαίειν τῇ τέχνῃ τῆς ἐμπειρίας ὑπάρχειν οἰόμεθα μᾶλλον. Ἐπειδὴ ἔδοξεν ὥσπερ πλέον ἀποδέχεσθαι τοὺς ἐμπείρους τῶν τεχνι- τῶν, φησὶ τὸ δὲ εἰδέναι καὶ ἡ γνῶσις μᾶλλον ὑπάρχει τοῖς τεχνίταις τοῖς λόγον ἔχουσι τοῦ πράγματος, ἤπερ τοῖς ἐμπειρικοῖς. ἐπιτάττουσι γὰρ οἱ ἐπιστήμονες τοῖς ἐμπειρικοῖς, ὥσπερ καὶ ὁ ἀρχιτέκτων τῷ τέκτονι. ἐθαύμαζον γὰρ οἱ ἄνθρωποι τοὺς σοφοὺς καὶ διαφέροντας τῶν ἄλλων. ἅμα δὲ δι’ αὐτῶν δείκνυσιν τὴν ἐπὶ τὴν σοφίαν καὶ τελειοτάτην γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ τῶν τιμιωτάτων κτῆσις καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τε καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων. ὥστε σοφωτέρους τοὺς τεχνίτας τῶν ἐμπείρων πάντες ὑπολαμβάνομεν, ἐπειδὴ κατὰ τὸ εἰδέναι καὶ τὴν γνῶσιν πᾶσιν ἕπεται ἡ σοφία. οἱ μὲν γὰρ ἔμπειροι τὸ ὅτι ἴσασιν, οἱ δὲ τεχνῖται καὶ τὸ διότι· ὅπερ ἐστὶ σοφίας ἔργον, τὸ ἀποδιδόναι. τὰς αἰτίας τῶν πραγμάτων. ἀμέλει τοι καὶ τοὺς ἀρ- χιτέκτονας τιμιωτέρους νομίζομεν καὶ μᾶλλον ἐπίστασθαι τῶν χειροτεχνῶν, καὶ σοφωτέρους αὐτοὺς λέγομεν, ἐπειδὴ ἴσασι τὰς αἰτίας καὶ ἐπιτάττουσιν· ὁμοίως δὲ καὶ τοὺς· στρατηγούς. διό φησιν ‘oὐ γάρ πω σάφα ἴσμεν, οἷος νόος Ἀτρείδαο.’ ἐοίκασιν οὗν οἱ ἐμπειρικοὶ τοῖς ἀψύχοις· ὥσπερ γὰρ τὸ πῦρ καίει, οὐκ οἶδε δὲ διὰ τί καίει, καὶ ἡ χιὼν ψύχει, οὐκ οἶδε δὲ διὰ τί ψύχει, οὕτως καὶ οἱ ἐμπειρικοὶ ποιοῦσι μέν, οὐκ ἴσασι δὲ διὰ τί ποιοῦσιν. χρὴ μέντοι εἰδέναι, ὅτι διαφέρουσι τῶν ἀψύχων τὰ ἔμψυχα. τὰ μὲν γὰρ ἄψυχα ἀλόγως ποιοῦσιν ἃ ποιοῦσιν, οἷον, εἰ τύχοι, τὸ πῦρ ἀλόγως καίει· τὰ δὲ ἄλογα φυσικῶς, οἷον φυσικῶς ἡ χελιδὼν ποιεῖ τὴν νεοττιάν, καὶ ὁ μύρμηξ συνάγει καὶ θησαυρίζει· οἱ μέντοι γε ἐμπειρικοὶ μετὰ λόγου τινός, εἰ καὶ μὴ τελείου. διό φησι τοὺς δὲ χειροτέχνας δι’ ἔθος, οὐκ ὄντας σοφωτέρους κατὰ τὸ εἶναι πρακτικοὺς τῶν ἄλλων, ἀλλὰ κατὰ τό τινα λόγον ἔχειν αὐτοὺς καὶ τὰς αἰτίας γνωρίζειν, εἰ καὶ μὴ ὁμοίως τοῖς ἐπιστήμοσιν. σημεῖον δὲ μέγιστον τοῦ εἰδότος καὶ τοῦ μὴ εἰδότος τὸ δύνασθαι διδάσκειν ἐστίν. διὰ τοῦτο λέγουσι τὴν τέχνην μᾶλλον εἶναι ἐπιστήμην τῆς ἐμπειρίας, ἐπειδὴ ἡ μὲν διδάσκει, ἡ δὲ οὐ διδάσκει. διὸ καὶ ἔλεγεν ὁ Σωκράτης ἐν τῷ Ἀλκιβιάδῃ, ὅτι οὐκ ἔστιν ἐπιστήμων ὁ Περικλῆς· οὐδὲ γὰρ δύναται διδάσκειν· οὐδένα γὰρ ἐποίησε καλόν, οὔτε τοὺς παῖδας οὔτε ἄλλον τινά. p. 981b10 Tῶν δὲ αἰσθήσεων οὐδεμίαν ἡγούμεθα εἶναι σοφίαν· καίτοι τῶν καθ’ ἕκαστα γνώσεων κυριώτεραι αὗται ὑπάρχουσιν· ἀλλ’ οὐ λέγουσι τὸ διὰ τί περὶ οὐδενός, οἷον διατί θερμὸν λέγεται πῦρ, ἀλλ’ ὅτι μόνον θερμόν. Ἡ δὲ ἐπιστήμη λέγει καὶ τὸ διὰ τί, ἐπειδὴ καὶ καίει καὶ ξηραίνει. p. 981b13 Tὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην. Πρόκειται αὐτῷ ἐντεῦθεν εἰπεῖν τὸν χρόνον, καθ’ ὃν ἐφοίτησεν εἰς ἡμᾶς ἡ σοφία· οὐχ ὅτι φησὶν ἐν χρόνῳ ἐφοίτησεν, ἀλλ’ ὡς πρὸς τὴν ἡμετέραν περίοδον· ἦν γὰρ καὶ πρῴην. γίνονται γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀφανίζονται τὰ πράγματα καὶ πάλιν εὑρίσκονται, ὥς φησι καὶ αὐτὸς Ἀριστοτέλης ἐν τοῖς Μετεώροις περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενο- μένου ἐν τῇ Ἀχαΐᾳ, καὶ ὅτι ἐπὶ τοῦ Δευκαλίωνος, φησί, ἐγένετο μέγας κατακλυσμὸς καὶ πολλοὶ ἠφανίσθησαν τόποι, καὶ πᾶσαι αἱ πεδιάδες ἀπώλοντο, καὶ μόνοι ἠδυνήθησαν παρισωθῆναι οἱ ἐν ταῖς ἀκρωρείαις τῶν ὀρέων ὄντες, ὡς δηλοῖ καὶ ὁ ποιητὴς εἰρηκὼς ‘κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔπω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο, πόλις μερόπων ἀνθρώπων ἀλλ’ ἔθ’ ὑπω- ρείας ἔναιον πολυπίδακος Ἴδης.’ εἶτα λοιπὸν μετὰ τὸ παύσασθαι τὸν κατα- κλυσμὸν κατῆλθον οἱ περισωθέντες ἐν ταῖς πεδιάσι καὶ ἦσαν πατέρες μετὰ τέκνων, ὡς δεσπόται δούλοις κελεύοντες καὶ συμβουλεύοντες, καὶ οὐκ ἦν ἐν ἐκείνοις ἀδικία· διὸ καὶ τὸ συμβουλευτικὸν εἶδος πρότερόν ἐστιν. ὕστερον δὲ ἐφρόντιζον τῶν ἀναγκαίων μόνων, οἷον ἀρτοποιίας καὶ ὑφαντικῆς, ὧν ἄνευ οὐ δυνατὸν εἶναι ἡμᾶς. εἶτα λοιπὸν μετὰ τὸ περιγενέσθαι τούτων, ἐφρόντιζον καὶ τῶν πρὸς εὐκολίαν τοῦ βίου, οἷον τοῦ νομίσματος, ὥς φησι καὶ αὐτὸς ἐν τοῖς Ἠθικοῖς, ὅτι ἐγγυητοῦ τάξιν ἐπέχει τὰ νομίσματα, καὶ πολλὴ ῥᾳστώνη γίνεται ἐντεῦθεν τοῖς ἀνθρώποις. ἐπόρισε γὰρ λόγου χάριν ὁ ὑφάντης ἱμάτιον καὶ ἀπήρχετο εἰς τὴν ἀγορὰν ἄρτου δεόμενος, καὶ περι- έμενεν, ἕως ὅτε ἔλθῃ ὁ ἀρτοποιὸς ἐσθῆτος δεόμενος καὶ δοίη ἄρτους καὶ λάβοι ἐσθῆτα· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων συναλλαγμάτων. ἐπενοήθη οὖν τὸ ἀργύριον ὥσπερ ἐγγυώμενον ἕκαστον, καὶ διδόντες ἀπαλλάττοντι καὶ οὐκέτι ἀναμένει τις ἄλλον, ἐπειδὴ ἕκαστος δέχεται τὰ νομίσματα ἀντὶ ἐγγυητοῦ ἀσφαλοῦς· βούλεται γὰρ καὶ αὐτὸς δι’ αὐτοῦ ὠνεῖσθαι. εἶτα πάλιν ἐπενοήσαντο τὰ λουτρὰ δυνάμενα ἐπὶ πολὺ σώζειν τὰ τῶν ἀνθρώ- πων σώματα. καὶ ἔστι τὰ τοιαῦτα ἀντὶ ἐγγυητοῦ ἀναγκαίου. μετὰ τοίνυν τὸ εὑρεῖν τὰ ἀναγκαῖα καὶ τὰ ῥᾳστώνην ἐμποιοῦντα καὶ εὐκολίαν, ἤρξαντο καὶ ἐπὶ τὰ μείζονα ἀνιέναι, ἅτινα κρείττονα ὑπάρχει ἢ κατ’ αἴσθησιν. οὐδεὶς γὰρ θαυμάζεται ἔχων αἴσθησιν· φύσεως γὰρ δῶρόν ἐστι καὶ θεοῦ. τὸ οὖν ζητεῖν τὰ ὑπὲρ τὴν αἴσθησιν τῷ ὄντι λογικῆς ψυχῆς ἐστιν ἴδιον. καὶ πρῶτον μὲν τὰ ἐπιπολαιότερα ἐζήτησαν, οἷον, εἰ τύχοι, διὰ τί οὐκ αὔ- ξεται ἡ θάλαττα τοσούτων ποταμῶν εἰς αὐτὴν ἐμβαλλόντων. καὶ ἡ αἰτία τούτου εἴρηται ἐν τοῖς Μετεώροις· διὰ τὸ ἐξατμίζεσθαι πάλιν ἐξ αὐτῆς τὸ ὕδωρ ὑπὸ τοῦ ἡλίου καὶ καταφέρεσθαι καὶ ποιεῖν τοὺς ποταμούς. ἔπειτα καὶ βαθύτερα ἐζήτησαν, διὰ τί ἡ σελήνη τοιώσδε αὔξεται ἢ διὰ τί ἐκλιμ- πάνει συνοδεύουσα τῷ ἡλίῳ, καὶ περὶ τῶν ἄλλων κινήσεων τοῦ οὐρανοῦ, καὶ ἦλθον μέχρι τοῦ πρώτου αἰτίου· καὶ τότε πάλιν ἤρξαντο νοερῶς ἐνερ- γεῖν. οὕτως οὖν κατὰ μέρος ἦλθον εἰς ἔννοιαν τῆς σοφίας καὶ κατὰ νοῦν ἐνήργουν ἁπλαῖς ἐπιβολαῖς ἀναλαμβανόμενοι τῶν νοητῶν καὶ φανοτάτων δυνάμεων. p. 981b13 Tὸ μὲν οὗν πρῶτον εἰκός. Κτὰ κοινοῦ δεῖ ἀκούειν τὸ εἰκός· φησὶν οὗν ὅτι τὸ πρῶτον μετὰ τὸν κατακλυσμὸν τὸν εὑρηκότα τέχνην ὁποιανοῦν παρὰ τὰς κοινὰς αἰσθήσεις θαυμάζεσθαι ὑπὸ τῶν ἀνθρώπων, οὐ μόνον διὰ τὸ χρήσιμον, ἀλλὰ καὶ ὡς σοφὸν καὶ διαφέροντα τῶν ἄλλων τῶν κατ’ αἴσθησίν τι πραττόντων. τὸ δὲ παρὰ τὰς κοινὰς αἰσθήσεις οὐ λέγει καθὼς εἴρηται αὐτῷ ὲν τῇ Περὶ ψυχῆς πραγματείᾳ, ὅτι οὐκ ἔστιν ἑτέρα αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις, ἀλλ’ ὅτι τὸ εὑρεῖν δύνασθαι ἐνεργεῖν ἐστι κρειττόνως ἢ κατ’ αἴσθησιν, οἷον τὸ ζητεῖν αἰτίαν δι’ ἣν οὐκ αὔξεται ἡ θάλαττα τὸ. σούτων ποταμῶν εἰς αὐτὴν ἐμβαλλόντων. p. 981b17 Πλειόνων δὲ εὑρισκομένων τεχνῶν. Φησὶν ὅτι πολλαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εὑρίσκονται, καὶ αἱ μὲν πρὸς τὰ ἀναγκαῖα ἡμῖν συμβάλλονται, ὥσπερ ἀρτοποιία καὶ ὑφαντική, ἄλλαι δὲ πρὸς διαγωγὴν καὶ εὐκολίαν, ὡς ἐπὶ τοὐ ἀργυρίου εἰρήκαμεν καὶ τῶν βαλανείων. σοφωτέρους οὗν κρίνομεν τοὺς τοιούτους ἐκείνων, τουτέστι τοὺς τὴν εὐκολίαν εὑρηκότας, διὰ τὸ μὴ πρὸς χρῆσιν εἶναι τὰς ἐπιστήμας αὐτῶν. ὅθεν εὑρεθεισῶν πασῶν τῶν τεχνῶν τῶν συμβαλλομένων πρὸς τὰ ἀναγκαῖα καὶ τὴν εὐκολίαν εὑρέθησαν ὕστερον ἐπιστῆμαι, αἵτινες οὔτε πρὸς ἡδονὴν οὔτε πρὸς τὰ ἀναγκαῖα χρησιμεύουσιν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς γνῶσιν. λέγει δὲ τὰ μαθήματα, γεωμετρίαν, ἀριθμητικήν, μουσικήν, ἀστρο- νομίαν. ἐζήτησαν γὰρ διὰ τί ποτὲ μὲν γίνονται μεγάλαι αἱ ἡμέραι, ποτὲ δὲ μικραί, καὶ διὰ τί ποτὲ μὲν θέρος, ποτὲ δὲ χειμών, καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ μάλιστα τὰ τοιαῦτα κατωρθώθησαν ἐν τοῖς τόποις, ἐν οἷς ἐσχόλαζον τούτοις οἱ ἄνθρωποι. λέγει δὲ τὴν Αἴγυπτον· ἐκεῖσε γὰρ πρῶτον συνέστησαν· αἱ μαθηματικαὶ ἐπιστῆμαι, ἐπειδὴ οἱ ἱερεῖς τὰ ἀναγκαῖα εἶχον ἄλλοθεν αὐτοῖς παρεχόμενα καὶ ἐσχόλαζον μόνοις τοῖς μαθήμασιν· διὸ καὶ ἐν τοῖς ἱερογλυφικοῖς γράμμασι ταῦτα εἶχον γεγραμμένα. ὅτι δὲ καὶ ἁ μαθηματικαὶ ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο ,ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν ἐν Αἰγύπτῳ. ἐν γὰρ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γινομένων ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ ταῦτα ἐνέργεια σχολῆς δεῖται. p. 981b25 εἴρηται μὲν οὖν ἐν Ἠθικοῖς, τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης. Ἐντεῦθεν βούλεται ἡμῖν εἰπεῖν ἐκ τίνων ἡ γνῶσις τῆς ψυχῆς κατορθοῦται καὶ ἀναζωπυρεῖται, καὶ φησὶν ὅτι πέντε ταῦτα τὸν ἀριθμὸν ὑπάρχουσι, τέχνη, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. τῷ τῆς τέχνης οὖν ὀνό- ματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης περὶ τῆς διαφορᾶς αὐτῶν ἀνέ- πεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά. ἐν γὰρ τῷ Z τῶν Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται. ἐν οἷς πέντε εἶναι λέγει οἷς ἀληθεύει ἡ ψυχὴ <τὴν> ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ τὸ αἰσθάνεσθαι ἀληθεύειν θεύειν λέγεται. πέντε οὖν εἰσιν, ὡς εἰρήκαμεν, τέχνη, φρόνησις, ἐπιστήμη, σοφία, νοῦς. καὶ τέχνην μέν φησιν ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, φρόνησιν δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικήν. καὶ διαφέρει ἡ ποίησις τῆς πράξεως· ἐπὶ μὲν γὰρ τῆς ποιήσεως σώζεται τὸ ἀποτέλεσμα, ἐπὶ δὲ τῆς πράξεως οὐ σώζεται. οἷον τὴν οἰκοδομικήν, τὴν ναυπηγικὴν τέχνην φησίν· σώζεται γὰρ τούτων τὸ ἀποτέλεσμα· τὴν δὲ στρατηγικὴν φρόνησιν πρακτικήν· οὐ σώζεται γὰρ τὸ ἀποτέλεσμα. λέγεται οὖν ὁ στρατηγὸς φρόνιμος εἶναι, διότι πράττει τὰ δέοντα πρὸς τὴν μάχην. ἐπιστήμην δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ γνω- ριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ὅταν καὶ τὸ συμπέρασμα ᾖ ἀναγκαῖον καὶ αἱ προτάσεις, ἢ ὑπόληψιν περὶ τῶν καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν. φρόνησις δὲ ἕξις μετ’ ἀληθοῦς λόγου πρακτικὴ περὶ τὰ ἀνθρώπινα ἢ ἀγαθὰ ἢ κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἢ ἀρετὴ τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς. ἡ δὲ σοφία ἐστὶν ἡ ἔχουσα τὰς ἀρχὰς τῶν ἀποδείξεων, ὥς φησιν αὐτός, ᾗ τοὺς ὅρους γινώ- σκομεν, ὅτι ἡ δύναμις αὕτη τῆς ψυχῆς δύναται γινώσκειν τὰ φανότατα εἴδη τὰ τοῖς πολλοῖς ἄγνωστα διὰ τὴν ἀνθρωπίνην ἀσθένειαν. ἐκ γοῦν τῆς ἐμπειρίας ἔρχονται εἰς τὴν τέχνην, εἶτα εἰς τὴν φρόνησιν, εἰς τὴν ἐπιστήμην, εἰς τὴν σοφίαν καὶ τὸν νοῦν. εἴρηται οὖν, φησίν, ἐν τοῖς ’Hθικοῖς, τίς ἐστι διαφορὰ τέχνης καὶ ἐπιστήμης καὶ τῶν ἅλλων τῶν ὁμογενῶν. οὗ δὲ ἕνεκα τὸν λόγον ποιούμεθα, τοῦτ’ ἔστιν, ὅτι σοφίαν τὴν ὀνο- μαζομένην κοινῶς ἅπαντες ὐπολαμβάνουσι περὶ τὰ πρῶτα αἴτια καὶ τὰς ἀρχάς· αὕτη γάρ ἐστι κυρίως σοφία, ἥτις ἔχει ἀποδεικνύναι πα- σῶν τῶν ἐπιστημῶν τὰς ἀρχάς. ὥστε πρότερός ἐστιν ὁ ἔμπειρος καὶ σοφώ- τερος τῶν ὁποιανοῦν ἐχόντων αἴσθησιν, ἐπειδὴ ἀνάγει ἑαυτὸν ἐπὶ τὰ καθόλου τῶν αἰσθήσεων, αἳ περὶ τὰ μερικὰ διατρίβουσιν. ὁ δὲ τεχνίτης τοῦ ἐμπείρου σοφώτερος ὡς ἔχων τὴν ἀρχὴν τῆς αἰτίας, καὶ ὁ ἀρχιτέκτων τοῦ τεχνίτου· διὸ καὶ ἐπιτάττει αὐτῷ. αἱ δὲ θεωρητικαὶ κρείττονες τῶν πρακτικῶν. τὴν οὖν σοφίαν τῶν πρώτων ἄρχων ἐδειξαμεν εἶναι γνωστι- κήν· τὸ τῆς σοφίας γὰρ ὄνομα κατηγορεῖται κατὰ τῶν εἰδότων μᾶλλον. σοφωτέρα γὰρ τῆς μὲν αἰσθήσεως ἡ ἐμπειρία διὰ τὸ ἤδη λογική τις εἶναι γνῶσις λογικὴ γὰρ ἡ τοῦ καθόλου περίληψις), ἡ δὲ τέχνη τῆς ἐμπειρίας, ὅτι αὕτη ἤδη καὶ τῆς αἰτίας ἐστὶ γνωστική ἡ γὰρ τοῦ ὁμοίου θεωρία κατὰ τὴν τῆς αἰτίας γνῶσιν γίνεται), χειροτέχνου δὲ ἀρχιτέκτων ἀντὶ τοῦ ‘τοῦ δὲ τεχνίτου τοῦ ποιοῦντος ὁ ἀρχιτέκτων’, αἱ δὲ θεωρητικαὶ τῶν ποιητικῶν, ὅτι οὐ πρὸς χρῆσιν, ἀλλὰ πρὸς διαγωγὴν καὶ αὐτῆς χάριν τῆς γνώσεως. p. 982a1 Ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχὰς καὶ αἰτίας ἐστίν. Ὥσπερ ἐν τῷ περὶ τοῦ τόπου λόγῳ ἐποίησε πρότερον γὰρ ἔλαβε τὰ κατὰ τὴν κοινὴν ἔννοιαν τῷ τόπῳ ὑπάρχοντα, καὶ οὕτως ἐφήρμοσε τῷ ὁρισμῷ τοῦ τόπου καὶ ἀποδέδωκε τὸν ὁρισμὸν αὐτοῦ, ὁμοίως δὲ καὶ ἐν τῷ περὶ αὐξήσεως λόγῳ), οὕτως οὖν καὶ ἐνταῦθα πρότερον λέγει τὰ κατὰ <τὴν> κοινὴν ἔννοιαν ὑπάρχοντα τῷ σοφῷ καὶ τῇ σοφίᾳ, καὶ ὕστερον ἀποδίδωσιν αὐτῶν ὁρισμὸν ταῖς κοιναῖς ἐννοίαις ἁρμόζοντα. φησὶ γὰρ ὅτι σοφώτερον λέγομεν τὸν ἔχοντα πλείονα γνῶσιν τοῦ μὴ ἔχοντος, καὶ πάλιν σοφώτερον λέγομεν τὸν γινώσκοντα τὰ δυσχερέστερα τοῦ εἰδότος τὰ ἔπι· πολαιότερα, καὶ πάλιν σοφώτερον λέγομεν τὸν ἀκριβέστερον περὶ τὴν γνῶσιν καὶ τὸν δυνάμενον διδάσκειν τοῦ μὴ δυναμένου διδάσκειν. καὶ ταῦτα μὲν περὶ τοῦ σοφοῦ. πάλιν δὲ σοφία ἐστὶν ἡ δι’ ἑαυτὴν αἱρετὴ οὖσα καὶ μὴ δι’ ἄλλο τι, ὥσπερ τὰ βρώματα αἱρετά ἐστιν ἕνεκεν γαστρὸς οὐ· λομένης. ἡ οὖν σοφία δι’ ἑαυτὴν αἱρετή ἐστιν· γνῶσις γάρ ἐστι θειο- τάτη, τοῦτο δὲ δι’ αὑτὸ αἱρετόν ἐστι καὶ οὐ δι’ ἄλλο. πάλιν δὲ σοφία ἐστὶν ἡ ἄρχουσα πασῶν τῶν ἐπιστημῶν καὶ ἔχουσα τὰς ἀρχὰς πασῶν καὶ ἀποδεικνύουσα. φανερὸν οὖν ὅτι σοφώτερός ἐστιν ὁ ἔχων τὴν κυρίως ἐπι- στήμην, τουτέστι τὴν πρώτην φιλοσοφίαν, ἐν ἑαυτῷ· μᾶλλον γὰρ γινώσκει. ὁ γὰρ ἔχων τὴν καθόλου ἐπιστήμην οὗτος οἶδε καὶ τὰ ἄλλα πάντα. καὶ πάλιν οὗτος καὶ τὰ δυσχερέστερα γινώσκει, φημὶ δὴ τὰ φανότατα εἴδη. ἅτε γὰρ ἔχων τὴν κυρίως ἐπιστήμην τὴν ἀναπόδεικτον καὶ κατὰ νοῦν ἐνεργῶν δῆλον ὅτι τῶν φανοτάτων ἀντιλήψεται· ταῦτα δὲ τοῖς πολλοῖς ἄβατα καὶ χαλεπὰ διὰ τὴν ἀσθένειαν. ἀλλὰ καὶ ἀκριβέστερος, ὅσῳ καὶ ἀρχικώτερος, καὶ μᾶλλον διδάσκει, ἐπειδὴ τὰς ἀρχὰς ἔχει τῶν διδασκομένων, καὶ ἐκεῖνος διὰ τούτων δύναται διδάσκειν· οὗτοι γὰρ διδάσκουσιν οἱ τὰς αἰτίας λέγοντες περὶ ἑκάστου. πάλιν δὲ κυρίως σοφία αὕτη ἐστὶν ἡ δι’ ἑαυτὴν αἱ- ρετή, ἡ πρωτίστη· πᾶσαι γὰρ αἱ ἄλλαι διὰ ταύτην ἐπιτηδεύονται, αὕτη δὲ δι’ ἑαυτήν. ἅτε δὴ μέχρι τῆς κορυφῆς ἐλθοῦσα καὶ σύνδρομος οὖσα τοῦ νοῦ καὶ τοῦ ἀγαθοῦ, ὥς φησιν ἐκεῖνος ‘‘τἀγαθὸν οὗ πάντα ἐφίεται’’, ἔχει πασῶν τῶν ἐπιστημῶν τὰς ἀρχὰς ἐν ἑαυτῇ ,καὶ ὡς ἔχουσα ἀποδείκνυσιν δείκνυσιν αὕτη ἁπλαῖς ἐπιβολαῖς τῶν ὄντων ἀντιλαμβανομένη. p. 982a1 Ὅτι μὲν οὖν ἡ σοφία περί τινας ἀρχάς. Ὁ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὡμολόγηται ὅτι ἡ σοφία ἐπιστήμη ἐστὶ περί τινας ἀρχὰς καὶ αἰτίας, τουτέστιν ὅτι ἀρχῶν τε καὶ αἰτιῶν ἐστιν ἐπι- στήμων. p. 982a4 4 Ἐπειδὴ οὖν ταύτην τὴν ἐπιστήμην ζητοῦμεν, δεῖ ἡμᾶς γνῶναι περὶ ποίας ἀρχὰς αἰτίας ἐστὶν ἡ σοφία ἐπιστήμη. ’Ev πᾶσιν οὖν ἔθος τῷ Ἀριστοτέλει ταῖς κοιναῖς καὶ φυσικαῖς τῶν ἀνθρώπων προλήψεσιν ἀρχαῖς εἰς τὰ δεικνύμενα πρὸς αὐτοῦ χρῆσθαι, βε- βαιοῦντι καὶ διὰ τούτου τὸ εἶναι τὴν γνῶσιν καὶ τὴν τῆς ἐπιστήμης ὄρεξιν κατὰ φύσιν τοῖς ἀνθρώποις, καὶ διὰ τοῦ τὰς τῆς γνώσεως ἀρχὰς φύσει ἡμῖν δεδόσθαι· αὗται γάρ εἰσιν αἱ κοιναὶ ἔννοιαι. οὕτως καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκε περὶ τοῦ τόπου ζητῶν, ὁμοίως δὲ καὶ περὶ χρόνου, σχεδὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων προβλημάτων τῇ ὁδῷ ταύτῃ κέχρηται. τοῦτο οὖν καὶ νῦν ποιεῖ· ζητῶν γὰρ περὶ ποίας ἀρχάς ἐστιν ἡ σοφία, καὶ τί ἔργον τοῦ σοφοῦ καὶ τίς ὁ ὅλως σοφός, τὰς κοινὰς καὶ φυσικὰς ἐννοίας ἃς ἔχομεν περὶ τῶν σοφῶν ἐκτίθεται, ἵνα ταύταις τὰ ἀκό- λουθα συμφώνως ζητοῦντες λαμβάνωμέν τε καὶ τιθῶμεν· διό φησιν εἰ δὴ λάβοι τις τὰς ὑπολήψεις ἔχομεν περὶ τοῦ σοφοῦ, τάχ’ ἄν ἐκ τούτου φανερὸν γένοιτο μᾶλλον. ἔστι δὲ ἡ κοινὴ πρόληψις σοφῷ καὶ τῇ σοφίᾳ ὑπάρχουσα· αὕτη τίθησιν, ὥς φησι, τό τε πάντα ἐπίστα- σθαι κοινῶς καὶ καθόλου καὶ περὶ πάντων δύνασθαι διαλαμβάνειν περιληπτικῶς, καὶ μὴ ὡς ὁ καθ’ ἑκάστην ἐπιστήμην ἐπιστήμων· τοὺς γὰρ οὕτως εἰδότας οὐ σοφοὺς εἶναι, ἀλλὰ τεχνίτας ἐκείνου περὶ οὗ λέγουσι ***καλῶς δὲ προσέθηκα ἡ σχεδόν· τελείαν γὰρ γνῶσιν οὐδεὶς ἔχει εἰ μὴ μόνος ὁ θεός. ὠὰ καὶ τὸν περιττὰ καὶ χαλεπὰ καὶ μὴ ῥᾀδια γνωσθῆναι εἰδότα, καὶ τοῦτον σοφόν φασιν· τοὺς γὰρ τὰ κοινὰ καὶ ῥᾴδια εἰδότας οὔ φασι σοφούς. διὸ οὐδὲ τὴν αἴσθησιν σοφίαν λέγουσιν, οὐδὲ σοφοῦς τοὺς αἰσθανομένους καθὸ αἰσθάνονται· κοινὴ γὰρ καὶ ῥᾳδία ἡ αἰσθητικὴ γνῶσις. ἔτι τὸν ἀκριβέστερον περὶ ἕκαστον τῶν νοουμένων καὶ ἀναμάρτητον σοφὸν εἶναι λέγουσιν. ἀλλὰ τὸν διδασκαλικώτερον τῶν αἰτιῶν, τουτέστι τὸν τὴν διδασκαλίαν διὰ τῆς τῶν αἰτιῶν παραδόσεως ποιούμενον. μᾶλλον σφὸν λέγουσι τῶν μὴ οὕτως οιοασκοντων. p. 982a14 Καὶ τῶν ἐπιστημῶν δέ. Εἰρηκὼς τὰ κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ σοφίᾳ φησὶν οὕτως· καὶ τῶν ἐπιστημῶν δὲ σοφίαν ταύτην λέγουσι, τὴν αὐτῆς τῆς νώ- σεως τῶν κατὰ τὴν ἐπιστήμην ἕνεκεν μετιοῦσαν αὐτὰ καὶ αἱρουμένην, ὦά μὴ διά πῖα ἀποβαίνοντα· καὶ σοφοὺς οὗν δῆλον ὅτι τοὺς τὴν τοιαύτην ἐπιστήμην ἔχοντας. καὶ τὴν ἀρχικωτέραν τῆς ὑπηρετούσης μᾶλλον σοφίαν· οὐ γὰρ δεῖ ἐπιτάττεσθαι τὸν σοφόν, ἐπιτάττειν, ὡς ἔχοντα τὰς ἀρχάς, καὶ οὐ τοῦτον ἑτέρῳ πείθεσθαι, ἀλλὰ τούτῳ τὸν ἧττον σοφόν. ὥστε εἰ τοιαύτας ἔχομεν ὑπονοίας καὶ τοσαύτας περὶ τῆς σοφίας καὶ τῶν σοφῶν, πειρατέον ταῦτα πάντα ἁρμόσαι τῷ σοφῷ. τούτων οὖν τὸ μὲν πάντα ἐπίστασθαι τῷ μάλιστα ἔχοντι τὴν κα- θόλου ἐπιστήμην ἀναγκαῖον ὑπάρχειν· καθόλου τε γὰρ μάλιστα καὶ κοινῶς περὶ πάτων ἐπίσταται ὁ τὰς πρώτας ἀρχὰς εἰδώς, ὤς φησιν γνῶσις τῶν ὅντων. ᾖ ὄπα εἰσίν’. οὐ γὰρ. ὁ τὰς τινὸς ἀρχὰς εἰδὼς καθολικήν τινα γνῶσιν πάντων ἔχει. διό φησιν οὗτος γὰρ οἶδε πάντα τὰ ὑποκείμενα. p. 982a23 Σχεδὸν δὲ καὶ χαλεπώτατα ταῦτα γνωρίζειν τοῖς ἀν- θρώποις. Τουτέστι τὰ φανότατα εἴδη, ἅ ἐστι τὰ καθόλου, ἐπειδὴ κατ’ αἴσθησιν ζῶσι, πόρρω δὲ ταῦτα τῶν αἰσθήσεων. τὸ δὲ τοῖς ἀνθρώποις προστέθεικε πρὸς ἀωτιδιαστολὴν τῆς φύσεως• τῇ φύσει γὰρ ἐκεῖνα τῶν αἰσθητῶν γνωριμώτερα. πάλιν δὲ αἱ πρῶται τῶν ἐπιστημῶν ἀκριβέστεραί εἰσι τῶν ὑπ’ αὐτάς, τῶν ὑπ’ ἀλλήλων, ὥς φησιν ἐν τῇ Ἀποδεικτικῇ, ἐπειδὴ τὰς ἀρχὰς αὐτῶν ἀποδεικνύουσιν. διὸ ἀκριβεστέρα γεωμετρία ὀπτικῆς καὶ ἀριθμητικὴ μουσικῆς· αἱ γὰρ ἐξ ἐλαττόνων ἀρχῶν ὁρμώμεναι ἀκριβέστε- ραί εἰσι. διὸ ἀκριβεστέρα ἐστὶν ἀριθμητικὴ γεωμετρίας· κέχρηται γὰρ τοῖς ἀριθμοῖς ζητοῦσα τρίγωνον καὶ τετράγωνον, κέχρηται δὲ καὶ μεγέθεσι. διὸ τὴν ἐπιστήμην τῶν ἐπιστημῶν, τὴν πρώτην σοφίαν, ἀκριβεστέραν πασῶν λέγομεν, ἐπεὶ καὶ πάντων ἔχει τὰς ἀρχὰς ἐν ἑαυτῇ, ὡς εἰρήκαμεν, καὶ ἐλάττονας ἀρχάς· μίαν γὰρ ἔχει ἀρχὴν τὴν τῶν πάντων διὸ καὶ προϊών φησιν ‘‘οὐκ ἀγαθὸν πολυκοιρανίη’’. ἀλλὰ μὴν καὶ διδασκαλικωτέρα ἐστὶ πασῶν, ὡς ἔχουσα πασῶν τὰς ἀρχάς· οὗτοι γὰρ μᾶλλον διδάσκουσιν οἱ τὰς αἰτίας περὶ ἑκάστου λέγοντες. ἀλλὰ καὶ τὸ εἰδέναι τε καὶ τὸ ἐπίστα- σθαι αὐτῶν μάλιστα χάριν τῶν νοουμένων τε καὶ διδασκομένων καὶ μὴ ἄλλου τινὸς τῇ τῶν αἰτιῶν καὶ ἀρχῶν γνώσει μάλιστα ὑπάρχει. ὁ γὰρ τὸ ἐπίστασθαι τὸ τοιοῦτον αἱρούμενος, τὸ δι’ ἑαυτὸ ἀγαθόν, ὁ τοιοῦτος τὴν μάλιστα ἐπιστήμην αἱρήσεται. τοιαύτη γάρ ἐστιν ἡ πρώτη· μάλιστα γάρ ἐστιν ἐπιστητὰ τὰ πρῶτα καὶ τὰ αἴτια· ἐκ τούτων γὰρ καὶ τὰ ἄλλα γνωρίζοντι, ἀλλ’ οὐ ταῦτα διὰ τῶν ὑποκειμένων. ‘τότε γὰρ οἰόμεθα εἰδέναι ἕκαστον’, ὡς αὐτός φησιν ἐν τῇ Φυσικῇ, ‘ὅταν τἀς ἀρχὰς καὶ τὰ αἴτιά τινος μάθωμεν.’ p. 982b4 Ἀρχικωτάτη οὖν τῶν ἐπιστημῶν καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα, τίνος ἕνεκέν ἐστι πρακτέον ἕκαστον· τοῦτο δ’ ἐστὶ τὸ ἀγαθὸν ἑκάστου. Ἀρχικωτέρα γὰρ ἐν πᾶσιν ἡ γνωρίζουσα, τίνος χάριν ἕκαστον δεῖ ποιεῖν τῶν γινομένων, τῆς ποιούσης αὐτὰ καὶ ὑπηρετούσης, ὡς δῆλον ἐπὶ τῆς ἀρχιτεκτονικῆς. ὅλως δὲ τὸ ἄριστον ἐν τῇ φύσει πάσῃ αὕτη ἐπίσταται ἡ σοφία· αἱ μὲν γὰρ ἄλλαι ἐπὶ τῶν κατὰ μέρος, αὕτη δὲ ἐπὶ πάντων. εἰπὼν οὖν γνωρίζουσα, τίνος ἕνεκεν πρακτέον, ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστι τὸ ἀγαθόν. τοιοῦτον δὲ τὸ τελικὸν αἴτιον, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς ἀρχόμενος ‘‘πᾶσα τέχνη καὶ πᾶσα μέθοδος ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ.’’ τοιοῦτον δὲ καὶ τὸ τῶν ὄντων ἁπάντων αἴτιον · ἅπαντα γὰρ ἐκείνου χάριν ἔστι τε καὶ γίνεται τὰ φύσει γινόμενα, καὶ πρὸς ἐκεῖνο νένευκε κατὰ τὴν σύμφυτον ὄρεξιν αὐτοῖς, ὡς ἐπὶ τοῦ τοιούτου ἀγαθοῦ μένῃ. ὥστε ἡ τοῦ τοιούτου ἀγαθοῦ γνωστικὴ ἀρχικωτάτη ἄν εἴη. βουληθεὶς δὲ δηλῶσαι πῶς τὸ πρῶτον αἴτιον τοῖς οὖσιν αἴτιον ,ὅτι ὡς τέλος, καὶ ὅτι ἡ τοῦ τοιούτου αἰτίου γνωστικὴ ἀρχιτεκτονικωτέρα τῶν ποιουσῶν τὰ ἐκείνου χάριν, εἶπε τὸ καὶ μᾶλλον ἀρχικὴ τῆς ὑπηρετούσης ἡ γνωρίζουσα τίνος ἕνεκεν πρακτέον ἕκαστον. ἡ δὲ ἐπιχείρησις τοιαύτη ἐστίν. εἰ ἐν πάσαις τέχναις καὶ ἐπιστήμαις ἀρχικωτέρα τε καὶ ἀρχιτεκτονικωτέρα τῆς ποιούσης τι ἡ γινώσκουσα τὸ οὗ χάριν καὶ τὸ τέλος, καὶ ἡ τὸ πάντων τέλος καὶ οὗ χάριν τὰ πάντα ἔστι τε καὶ γίνεται εἰδυῖα ἀρχικωτάτη ἄν εἴη καὶ πρώτη· τοιαύτη δέ ἐστιν ἡ σοφία ἡ τοῦ πρώτου αἰτίου θεωρητική· τὰ γὰρ ὄντα τοῦ κυριωτάτου τῶν ἀγαθῶν ἐφίεται. εἶτα συγκεφαλαιοῦται τὰ εἰρημένα, δεικνὺς +ἐξ ἁπάντων, ὅτι τοῖς τοιούτοις σοφοῖς ἕπεται ἡ σοφία, οὖσα τῶν πρώτων ἀρχῶν τε καὶ αἰτιῶν θεωρητική· τὸ γὰρ ἀγαθὸν καὶ τὸ οὗ ἕνεκα ἔστι καὶ γίνεται πάντα, οὗ ἐστιν ἡ προκειμένη ἐπιστήμη θεωρη- τική, τῶν αἰτίων ἐστίν. τοιοῦτον γὰρ τὸ ὡς τέλος αἴτιον· δεῖ γὰρ αὐτὴν τῶν πρώτων ἀρχῶν καὶ αἰτίων εἶναι θεωρητικήν, ἐπειδὴ καὶ τὸ ἀγαθὸν τῶν αἰτίων ἐστί τῶν τελικῶν, οὗτινος ἐστιν εὑρετικὴ ἡ σοφία. p. 982b11 Ὅτι δὲ οὐ ποιητική, δῆλον καὶ ἑκτῶν πρώτων φιλο- σοφησάντων. ΄Οτι, φησίν, ἡ σοφία οὐκ ἔστι ποιητικὴ τῶν ὄντων, ἀλλὰ γνωστική, φανερόν ἐστι καὶ ἐκ τῶν πρώτων φιλοσοφησάντων· διὰ γὰρ τὸ θαυμάζειν οἱ ἄν- θρωποι καὶ νῦν καὶ τὸ πρῶτον ἤρξαωτο φιλοσοφεῖν. ἐξ ὰρχῆς μὲν τὰ πρόχειρα τῶν ἀπόρων θαυμάσαντες, οἶον διὰ τί μὴ αὔξεται ἡ θά- λασσα τοσούτων ποταμῶν εἰσερχομένων εἰς αὐτήν, εἶτα κατὰ μικρὸν προερχόμενοι καὶ περὶ τῶν μειζόνων διαπορήσαντες, οἶον περὶ τῆς σελήνης, δι’ ἣν αἰτίαν ἐκλιμπάνει καὶ αὔξει, ὁμοίως δὲ καὶ ὁ ἥλιος διὰ τί ἔστιν ὅτε ἐκλιμπάνει, καὶ διὰ τί ποτὲ μὲν θέρος ποτὲ δὲ χειμών, ποτὲ δὲ ὄμβρος, ποτὲ δὲ οὔ, ποτὲ ἀνατέλλουσι τάδε τὰ ἄστρα καὶ ποτὲ δύνουσιν, ἄλλα δὲ οὕ δέποιε δύνουσι, καὶ περὶ τὴν τοῦ παντὸς γένεσιν, πῶς ἐγένετο ὁ κόσμος ἐκ τίνος, καὶ εἰ ἔσχεν ἀρχὴν χρονικήν, καὶ περὶ ψυχῆς. ὁ δὲ ἀπορῶν καὶ θαῦμά· ζὼν ὡς ἀγνοῶν θαυμάζει. διὸ καὶ ὁ Πλατῶν περὶ τοῦ Ἀλκιβιάδου φησὶν ‘‘οἶμαί σε θαυμάζειν.’’ διὸ καὶ τὴν Ἶριν ὁ ποιητὴς Θαύμαντος θυγατέρα εἶπε. φιλόμυθος δὲ ὁ φιλόσοφός πώς ἐστιν, ἢ ὅτι κέχρηται μύθοις διὰ τὸ μὴ πρόδηλον τοῖς τυχοῦσι ποιῆσαι τὴν ἑαυτοῦ σοφίαν, ὥσπερ ἐποίουν οἱ Πυθαγόρειοι, ἢ ὅτι τὸ φιλόμυθον ἀωακαλύπτεται, ἐπεὶ ἔχει τοὺς λόγους πάντων ἐν ἑαυτῇ ἡ ψυχή. ἐκ τῆς φιλοσοφίας οὖν ἐκδιώκεται ἡ τέφρα καὶ ἀναφαίνεται ὁ σπινθήρ. καὶ ὁ τοιοῦτος φιλόμυθος, ὥστε καὶ ὁ τὸ κα- θόλου ἔχων ἐπαίνου ἄξιος· οὕτως γὰρ καὶ ὁ Πλάτων τὴν φιλοσοφίαν ἐκάλεσεν. ὁ δὲ φιλόμυθος ὁ ἐπὶ τῶν καθ’ ἕκαστα οὐκ ἐπαινετός, διότι ἄπειρα ὑπάρχουσιν. ὁ γὰρ μῦθος σύγκειται ἐκ θαυμάτων, ὁ τοῦ φιλοσόφου. ὥστε εἰ διὰ τοῦτο ἐφιλοσόφησε, διὰ τὸ φεύγειν τὴν ἄγνοιαν, φανερὸν ὅτι διὰ τὸ εἰδέναι ἐδίωκε τὸ ἐπίστασθαι καὶ οὐ δι’ ἄλλην χρῆσιν· ὥστε δι ἑαυτὸ αἱρετόν ἐστι τὸ ἐπίστασθαι καὶ οὐ δι’ ἄλλο, διότι ἡ φιλοσοφία γνωστική ἐστιν, οὐ ποιητική. ἦλθον γὰρ οἱ πρῶτοι φιλοσοφήσαντες εἰς ζήτησιν καὶ οἱ νῦν διὰ τὸ θαυμάσαι ἕκαστον αὐτῶν, πῶς ἔχει. τὸ δὲ θαυμάζε· ν ἀγνο- ούντων. οὐκοῦν διὰ μὲν τὸ ἀγνοεῖν ἐθαύμαζον, διὰ δὲ τὸ θαυμάζειν ἐπὶ τὸ φιλοσοφεῖν ἦλθον· διὰ τὸ ἀγνοεῖν ἄρα ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. ὃ δὴ ἔμελλε τῆς ἀγνοίας παύσειν αὐτούς, τούτου χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. γνῶσις δὲ ἔμελλεν ἀλλ’ οὐ πρᾶξις τῆς ἀγνωσίας παύσειν αὐτούς· γνώσεως ἄρα ἀλλ’ οὐ πράξεως χάριν ἦλθον ἐπὶ τὸ φιλοσοφεῖν. εἰ γὰρ δι’ ἄγνοιαν ἦλθον ἐπὶ ζήτησιν αὐτῶν, φανερὸν ὡς γνώσεως ἐφέσει· τῆς γὰρ ἀγνοίας οὐχ ἡ ποίησις, ἀλλ’ ἡ γνῶσις ἴασις. λέγει δὲ ὅτι τὴν μὲν ἀρχὴν ἦλθον ἐπὶ τὸ ζητεῖν τε καὶ φιλοσοφεῖν τὰ πρόχειρα καὶ ἐν ποσί, διὰ τὴν ἀγνωσίαν τε καὶ ἀτοπίαν θαυμάσαντες αὐτά, οἷον, εἰ οὕτω τύχοι, διὰ τί τὸ ἤλεκτρον ἕλκει τὰ ἀχυρώδη, ἢ ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἢ τί ἐστιν ἶρις, ἢ ὅλως τὴν τῶν νεφῶν σύστασιν, ἢ τὴν βροντήν, πόθεν, ἢ περὶ τῶν ἀστραπῶν, πῶς γίνονται. εἶτα κατ’ ὀλίγον προιόντες ἦλθον καὶ ἐπὶ τὸ περὶ τῶν μειζόνων διαπορεῖν τε καὶ θαυμάζειν καὶ διὰ τοῦτο φιλοσοφεῖν. σελήνης δὲ παθήματα εἶπε τάς τε ἐκλείψεις αὐτῆς καὶ τὰς αὐξήσεις καὶ μειώσεις, ὁμοίως δὲ καὶ ἡλίου τάς τε έκλείψεις καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις. τὸ δὲ ἀπορεῖν τε καὶ θαυμάζειν δι’ ὑπόληψιν ἀγνοίας γίνεται. προστίθησι δ’ ὅτι καὶ ὁ φιλόσοφος φιλόμυθός πως· ταῦτα γὰρ σπουδάζει μανθάνειν, ἅ ἐστι δι’ ἄγνοιαν θαυμάσια· ἐκ γὰρ θαυμασίων τε καὶ παραδόξων οἱ μῦθοι σύγκεινται, οἱ δὲ διὰ τὸ θαυμάζειν τινὰ σπουδά- ζοντες μανθάνειν φιλόσοφοι. ἰστέον δὲ ὅτι ὥσπερ ἐπὶ τῆς ψυχῆς φέρε εἰπεῖν εἶπεν, ὅτι δεῖ λαμβάνειν τὰ συμβεβηκότα καὶ ἐφαρμόζειν καὶ οὕτως ἀποδιδόναι τὸν ὅρον, οὕτω καὶ ἐπὶ τῆς φιλοσοφίας ἐποίησεν· φιλόσοφος γὰρ ἐστιν ὁ φιλῶν τὸ σαφές, ὅ ἐστι τὴν σοφίαν. ἤρτηνται οὖν τῆς μιᾶς πάντων ἀρχῆς πάντα ἀπλῶς ὄντα, πεζά, ἀέρια, οὐράνια, ἔνυδρα. p. 982b22 Μαρτυρεῖ δ’ αὐτὸ τὸ συμβεβηκός· σχεδὸν γὰρ πάντων ὑπαρχόντων τῶν ἀναγκαίων· Ὅτι ἡ σοφία οὐκ ἔστι πρακτική ἀλλὰ θεωρητική, δῆλον ἐντεῦθεν· μετὰ γὰρ τὸ εὐπορῆσαι τοὺς ἀνθρώπους τῶν ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώνην, ἤρξαντο τρέπεσθαι ἐπὶ τὴν τῶν ὄντων ζήτησιν, διὰ τί ὁ ἥλιος ἐκλιμπάνει, διὰ τί χειμών, διὰ τί θέρος· ὥστε ἡ σοφία οὐ τῆς πράξεως ἐστιν ,ἀλλὰ τῆς θεωρίας. ὅμως μέντοι γε ὁ Πλάτων παρακελεύεται τοὺς φύλακας ἀνάγειν μέχρι τῆς πρώτης θεωρίας· εἶτά φησιν ὅτι καὶ πάλιν μετὰ τὸ ἀναγαγεῖν αὐτοὺς καταγάγωμεν ἐπὶ τὴν ὕλην καὶ τὴν φροντίδα τῶν ὑλικῶν πραγμάτων. καί φησιν ‘ἐποφείλουσι γὰρ τῇ θρεψαμένῃ τε καὶ παιδευσάσῃ αὐτοὺς καὶ τοιούτους ἀποτελεσάσῃ.’ ὥστε οὐ δεῖ λέγειν ‘διὰ τί γεωμετροῦμεν ἢ ἀστρονομοῦμεν; οὔτε γάρ ἐστι κέρδος ἐντεῦθεν.’ αὗται γὰρ αἱ ἐπιστῆμαι ζητοῦνται οὐ διὰ κέρδος, ἀλλὰ διὰ τὸ ἀγαθὸν τῆς ψυχῆς. κλῖμαξ γάρ ἐστιν, καὶ δι’ αὐτῶν, φησίν, ἀνερχόμεθα ἐπὶ τὴν πρωτίστην πασῶν ἐπιστημῶν, τὴν ὄντως σοφίαν, ἥτις οὐ δι’ ἄλλο ἀλλὰ δι’ αὑτήν ἐστιν αἱρετή. φησὶν οὖν, ὅτι μαρτυρεῖ αὐτὸ τὸ συμβάν, ὅτι ἡ σοφία οὐ τῆς πράξεώς ἐστιν· σχεδὸν γὰρ πάντων ὐπαρχόντων τῶν ἀναγκαίων καὶ τῶν πρὸς ῥᾳστώνην καὶ διαγωγὴν ἤρξατο ἡ τοιαύτη φρόνη- σις, τουτέστιν ἡ θεωρητική, ζητοῦσα τὰς αἰτίας τῶν πραγμάτων. δῆλον οὖν ὅτι οὐ ζητοῦμεν δι’ ἄλλην χρείαν τὴν τοιαύτην ἐπιστήμην, ἀλλὰ δι’ ἑαυτήν. ἐξομοιοῖ γὰρ θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ, ἐπειδὴ καὶ παρὰ θεῷ ἡ τοιαύτη ἐστὶν ἐπιστήμη ἡ πάσας ὑπερβεβηκυῖα. p. 9821)25 Ὥσπερ γὰρ ὁ ἐλεύθερος αὑτοῦ ἕνεκά ἐστι καὶ οὐ δι’ ἄλλον. Τὸ γὰρ ἐλεύθερον ἀδέσποτον καὶ δι’ αὑτό· διό φησι τὸν θεὸν μόνον εἶναι ἐλεύθερον, ἐπειδὴ αὐτὸς μὲν οὐδενὸς προσδεῖται, αὐτοῦ δὲ τὰ ἄλλα προσδέονται. διὸ παγκάλως φησὶν ἐκεῖνος ‘‘ἔκ σεο πάντα πέ- φηνε, σὺ δ’ οὐδενὸς εἵνεκα μοῦνος’’. οὕτω καὶ ἡ πρώτη φιλοσοφία μόνη ἐλευθέρα ἐστὶ τῶν ἐπιστημῶν, ἐπειδὴ αἱ μὲν ἄλλαι ἐπιστῆμαι δέοντι αὐτῆς αὕτη γὰρ ἀποδείκνυσι τὰς ἀρχὰς αὐτῶν) αὕτη δὲ οὐ προσδεῖται τῶν ἄλλων ἐπιστημῶν. διό φησι μόνη γὰρ αὕτη αὑτῆς ἕνεκέν ἐστι καὶ οὐ δι’ ἄλλην. αὕτη γὰρ καθ’ ἑαυτὴν αἱρετή ἐστι γινώσκουσα θεὸν κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. διὸ καὶ δικαίως νομίζεται ὅτι οὐκ ἔστιν ἡ κτῆσις αὐτῆς ἀνθρώπινον ἀλλὰ θεῖον· τῷ ὄντι γὰρ παρὰ θεῷ καὶ μόνῳ κυρίως ἐστίν. ὁ γὰρ θεὸς πάντα ἐπίσταται, οὐ μόνον τὰ καθόλου ἀλλὰ καὶ τὰ. καθ’ ἕκαστα, ἀγαπητὸν δὲ τοῖς ἀνθρώποις τὰ καθόλου γινώσκειν. πανταχῇ γὰρ ἡ φύσις δούλη τῶν ἀνθρώπων, οὐχ ὅτι ἡ φύσις δουλεύει τοῖς ἀνθρώποις, ἀλλ’ ὅτι οἱ ἄνθρωποι δουλεύουσι διὰ τὰς περιεχούσας αὐτοὺς σωματικὰς ἀνάγκας, ἄρχουσι δουλεύοντες καὶ ἄλλοις μείζοσι διὰ τὸ τραφῆναι ἢ δι’ ἄλλο τοιοῦτον. ὥστε καλῶς ἔλεγεν ὁ Σιμωνίδης, ὅτι τοῦτο τὸ γέρας ὁ θεὸς μόνος ἔχει, τὴν ἄκραν ἐπιστήμην τὴν καθ’ αὑτόν, τὴν σύμμετρον αὐτῷ. ὥστε εἰ δυνατὸν κἀν τὰ καθόλου μόνον γινώσκειν, οὐκέτι δὲ δυνατὸν αὐτοὺς ἐπεκτείνεσθαι καὶ ἐπὶ τὴν ἀπειρίαν τῶν καθ’ ἕκαστα. p. 982b32 Eἰ δὲ λέγουσιν οἱ ποιηταί. Φξσὴν ὅτι οἱ ποιηταί φασιν, ὅτι φθονερόν ἐστι τὸ θεῖον καὶ Ἡρό- δοτὸς ‘φθονερὸν ἐὸν τὸ θεῖον ’,εἰ τοίνυν φθονερὸν τὸ θεῖον, δυστυχεῖς ὑπάρχουσιν οἱ περιττοί, τουτέστιν οἱ σοφοί, πλέον τι ἔχοντες τῶν ἄλλων, ὥς φησιν ἐκεῖνος “πρὸς γὰρ τὸν ἔχονθ’ ὁ φθόνος ἕρπει’’. οὐ δυνατὸν οὖν εἶναι τὸν θεὸν φθονερόν, ἀλλὰ κατὰ τὴν παροιμίαν πολλὰ ψεύδονται ἀοιδοί, τουτέστιν οἱ ποιηταί. ὁ γὰρ φθόνος γίνεται διὰ τὸ ὁρᾶν τοὺς πέλας κρείττονας ὄντας ἡμῶν· πῶς οὖν εἶναι δυνατὸν τὸν θεὸν φθονερόν, ὄντα πηγὴν ἀγαθότητος, καὶ ἐξ οὗ πάντα τοῖς ἄλλοις χορηγοῦνται, ὥς φησι καὶ ὁ Πλατῶν, ὅτι διὰ τὴν αὐτοῦ ἀγαθότητα ὁ θεὸς τὰ πάντα παρήγαγεν· “ἀγαθὸς γὰρ ἦν, ἀγαθῷ δὲ περὶ οὐδενὸς οὐδεὶς ἐγγίνεται φθόνος.’’ πῶς οὖν δυνατὸν τὴν πηγὴν τῆς ἀγαθότητος φθονεῖν; οὐ δεῖ οὖν τῆς πρωτίστης ἐπιστήμης νομίζειν εἶναι τιμιωτέραν· θειοτάτη γάρ ἐστι καὶ τιμιωτάτη κατὰ δύο τρόπους, καὶ ὅτι ὁ θεὸς αὐτὴν ἐπίσταται, καὶ ὅτι δι’ αὐτῆς ἔστι, φησί, γνῶναι τὸν θεόν. διό φησι ῾θεία ἐστὶ τῶν ἐπιστημῶν, ἣν ὁ θεὸς οἶδεν᾿· ταύτην δὲ οἶδεν ὡς ἔχουσαν παρ’ ἑαυτῇ τὰς ἀρχὰς τῶν ὄντων. οἶδεν οὖν ὁ θεὸς οὐ μόνον τὰ καθόλου, ἀλλὰ καὶ τὰ καθ’ ἕκαστα. καὶ ἄλλη ἐπιστήμη εἰ ἔστι θεία, τοιαύτη ἐστίν. ὥστε καὶ ἀμφοτέρων τετύχηκεν αὕτη ἡ ἐπιστήμη ἡ πρωτίστη καὶ ἀναπόδεικτος, ᾗ τοὺς ὅρους γινώσκομεν· δοκεῖ γὰρ ὁ θεὸς τῶν αἰτίων πᾶσιν εἶναι καὶ ἀρχή, καὶ τὴν τοιαύτην ἢ μόνος ἔχει ὁ θεὸς ἢ μάλιστα ὁ θεός, ἐπειδὴ πρὸς τοῖς καθόλου καὶ τὰ καθ’ ἕκαστα ἐπίσταται. αἱ μὲν οὖν ἄλλαι πάσαι ταύτης τῆς πρωτίστης ἀναγκαιότεραι ὑπάρχουσι συμβαλλόμεναι πρὸς τὸ εἶναι, οἷον τεκτονική, ναυπηγική διὰ τούτων γὰρ τὰ τῇδε συνίστανται) ἀρτοποιία, ὑφαντική, ἀμείνων δὲ αὕτη ὡς ποιοῦσα ἡμᾶς πλησίον θεοῦ καὶ ἐξομοιοῦσα αὐτῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. p. 983a11 Δεῖ μέντοι πως καταστῆναι τάξιν αὐτῆς εἰς τοὐ ναντιον. Πάνυ φιλοσόφως· φησὶ γὰρ ὅτι ἀρχόμενοι τῆς τοιαύτης ἐπιστήμης ἡ διάμετρος ἀσύμμετρός ἐστι τῇ πλευρᾷ πᾶν γὰρ μέγεθος ἔχει λόγον πρὸς ἄλλο μέγεθος)· εἶτα μετὰ τὸ μαθεῖν ἀμεταθέτως ἔχομεν εἰς τοὐναντίον περιαγόμενοι, ὅτι οὐ δυνατὸν ἄλλως ἔχειν, οἷον, εἰ τύχοι, μὴ ἐκλιμπάνειν τὸν ἥλιον, ἢ μὴ εἶναι τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ. ἐὰν γὰρ καταγράψω τετράγωνον καὶ διαγάγω διάμετρον πέντε ποδῶν, καὶ ἀπὸ τῆς διαμέτρου ἀναγράψω τετράγωνον, +ὥστε εἶναι τὸ ἐμβαδὸν νݲ, ἐπὶ πλείονα γενήσονται τῶν ν. τοῦτο οὖν φησιν, ὅτι δεῖ μέντοι πως καταστῆναι τὴν τάξιν αὐτῆς εἰς τοὐναντίον, ὥσπερ ἐπὶ τῶν μηχανικῶν· θαυμάζομεν γὰρ πρῴην, ὕστερον δὲ γνόντες λέγομεν, ὅτι ἀδύνατον ἄλλως ἔχειν. ἄρχονται μὲν γὰρ οἱ ἄνθρωποι ἀπὸ τοῦ θαυμάζειν διὰ τὸ μὴ γινώσκειν τὰς αἰτίας ἢ τὰς τοῦ ἡλίου τροπὰς ἢ τὴν τῆς διαμέτρου ἀσυμμετρίαν· τῷ ὄντι γὰρ θαυμαστὸν εἶναι δοκεῖ πᾶσιν, εἴ τι τῶν οὐκ ἐλαχίστων μὴ μετρεῖται. δεῖ δὲ εἰς τὸ ἐνάντιον καὶ εἰς τὸ ἄμεινον κατὰ τὴν παροιμίαν ἀποτελευτῆσαι. παροιμία γάρ ἐστιν ἡ λέγουσα ‘δευτέρων ἀμεινόνων’ . δεύτερον ἄμεινον ἐπὶ τῶν ἐξ ἀρχῆς μὲν ὁρμώντων καὶ μὴ κα- τορθούντων, ὕστερον δὲ κατορθούντων. οὕτως οὖν καὶ ἐνταῦθα· ὅταν μάθωσι καίτοι πρῴην θαυμάζοντες, εἰς τὸ ἐναντίον περιίστανται. οὐδὲν γὰρ οὕτως θαυμάζει ἀνὴρ γεωμετρικός, ὡς εἰ γένοιτο ἡ διάμετρος σύμμετρος· τοῦτο γὰρ ἀδύνατον· πρὶν ἢ δὲ μάθῃ, τὸ ἐναντίον ὑπελάμβανε. τίς οὖν ἐστιν ἡ φύσις τῆς ζητουμένης ἐπιστήμης, εἴρηται, ὅτι θεωρητικὴ ἀλλ’ οὐ πρακτική, καὶ ὅτι τῶν πρώτων αἰτίων τε καὶ ἀρχῶν γνωστική. καὶ τίς ὁ σκοπὸς οὗ δεῖ τυγχάνειν τὴν ζήτησιν καὶ τὴν ὅλην μέθοδον, ὅτι ἐκ τοῦ θαυμάζειν διὰ τὴν ἄγνοιαν +εἰς τἀληθῆ δεῖ μεταστῆναι διὰ τοῦ θαυμάζειν εἰς τὰ ἐναντία· τοῦτο δὲ γίνεται διὰ τῆς ἐπιστήμης. p. 983a24 ἐπεὶ δὲ φανερόν, ὅτι τῶν ἐξ ἀρχῆς αἰτίων. Διὰ τῆς τοιαύτης ἐπιστήμης, φημὶ δὴ τῆς πρωτίστης, ἠδυνήθημεν ἀνιχνεῦσαι τὰ αἴτια πάντων τῶν πραγμάτων. νῦν οὖν δεῖ ἡμᾶς μαθεῖν, ποίου αἰτίου ἐστὶ κυρίως ἡ τοιαύτη ἐπιστήμη. καί φησιν ὅτι τέσσαρα ὑπάρχουσι τὰ αἴτια, ὑλικόν, εἰδικόν, ποιητικόν, τελικόν. πολυπραγμονήσαωτες οὖν, εἰ δυνατὸν καὶ τὰς ἰδέας παραλαβεῖν εἰς μίαν τῶν αἰτιῶν τούτων καὶ προιὼν ἐρεῖ περὶ αὐτῶν) ***φησὶν ὅτι οὐδενὸς τῶν αἰτιῶν τρέχει γὰρ ἐπὶ τοῦ πρώτου αἰτίου τὰ τρία ταῦτα· ὁ γὰρ θεός, φησίν, ἀεὶ ποιητής, καὶ οὐχ ὥσπερ ἡμεῖς ποτὲ μὲν ποιοῦμεν, ποτὲ δὲ οὐ ποιοῦμεν, οὕτω καὶ ὁ θεός, ἀλλ’ ἀεὶ ἐπινάει. οὔτε γὰρ ἔν τινι χρόνῳ παραλέλειπται αὐτοῦ ἡ ἐνέργεια, ὥς φησιν, ἐν ἑκάστῃ ἡμέρᾳ. ἡμεῖς γὰρ ποτὲ μὲν ποιοῦμεν, ποτὲ δὲ οὐ ποιοῦμεν, ὁ δὲ θεός, φησίν, αὐτῷ τῷ εἶναι πάντα παράγει καὶ δημιουργεῖ καὶ ἐπινάει. διό φησι καὶ ὁ Ἀλέξανδρος, ὅτι ἀεὶ ὁ Ἄρι. στοτέλης λέγει συντρέχειν τὸ τελικὸν αἴτιον τῷ εἰδικῷ. ἐπειδὴ οὖν δεῖ ἡμᾶς λαβεῖν ἐπιστήμην τῶν ἐξ ἀρχῆς αἰτίων τότε γὰρ λέγομεν εἰδέναι ἕκαστον πρᾶγμα, ὅταν τὴν πρωτίστην αὐτοῦ αἰτίαν μάθωμεν), τὰ δὲ αἴτια τετραχῶς λέγονται, ὧν μίαν μὲν αἰτίαν φαμὲν εἶναι τὴν οὐσίαν καὶ τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἰδικὸν αἴτιον. αἱ γὰρ οὐσίαι κατὰ τὰ εἴδη χαρακτη- ρίζονται· ἀνάγεται γὰρ τὸ διὰ τί πρῶτον εἰς τὸν λόγον ἔσχατον, οἷον· λέγει ὅτι διὰ τί αἱ τρεῖς τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσιν; εἶτά φησιν ἐκεῖνος, ἐπειδὴ αἱ ἐφεξῆς γωνίαι ἴσαι ἀλλήλαις εἰσίν, ἐπειδὴ ὅταν εὐθεῖα ἐπ’ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἔσται ἑκατέρα τῶν ἴσων γωνιῶν. καὶ μετὰ τὸ ἀποδοῦναι τὸν ὁρι- σμὸν οὐκέτι ἐρωτώμεθα τὸ διὰ τί. διό φησιν ἀνάγεται γὰρ τὸ διὰ τί πρῶτον εἰς τὸν λόγον (τουτέστιν εἰς τὸν ὁρισμόν) ἔσχατον· μετὰ γὰρ τὸ ὁρίσασθαι οὐκέτι ζητοῦμεν τὸ διὰ τί. αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τί πρῶιον, διὰ τί γὰρ τόδε τὸ πρᾶγμα τοιόνδε ἐστίν. καλῶς δὲ προσέθηκε τὸ ἔσχατον· εἶεν γὰρ ἄν τινες καὶ ἄλλαι ἀποκρίσεις πρὸς τὴν τοῦ διὰ τί ἀπαίτησιν οὐδέπω τὸν λόγον καὶ τὸν ὁρισμὸν ἔχουσαι· διὸ οὐδέπω αἱ τοιαῦται ἀποδόσεις τῆς αἰτίας τῆς κατὰ τὸ εἶδός εἰσι διδασκαλικαί, οὐδὲ ὁ ζητῶν τὸ διὰ τί τῆς ζητήσεως ἤδη παύεται. οὐ γὰρ οἷόν τε ζητουμένου ἔτι τοῦ διὰ τί λέγειν ἀποδεδόσθαι τὴν αἰτίαν· ἡ γὰρ τοῦ διὰ τί ζή- τησις αἰτίας ζήτησίς ἐστιν. εἰ οὖν ἀκούσαντες ἐν τῇ τοῦ διὰ τί ζητήσει παυόμεθα τῆς κατὰ τοῦτο τοῦ διὰ τί ζητήσεως τοῦ αἰτίου, παυόμεθα δὲ τὸν ὁρισμὸν καὶ τὸ εἶδος ἀκούσαντες τῆς διὰ τί ζητήσεως, αἴτιον ἄρα καὶ τοῦτο. εἰπὼν δὲ ἐπὶ ἔσχατον τὸν ὁρισμὸν τὸ διὰ τί ἀνάγεσθαι, πῶς τὸ ἔσχατον πρῶτόν ἐστι καὶ αἴτιον, διὰ τῶν ἑξῆς ἐδήλωσε· τὸ γὰρ ἔσχατον λεγόμενον ἐν τῇ ἀποδόσει πρῶτόν ἐστιν ἐν τῇ φύσει καὶ αἴτιον οἷο επηνεγκεν αἴτιον δὲ καὶ ἀρχὴ τὸ διὰ τι πρῶτον. τὸ μὲν γὰρ ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον κυρίως αἴτιον· τὸ δὲ οὕτως αἴτιον πρῶτον αἴτιον τῶν οὕτως αἰτίων· τὸ ἄρα ἐν τῇ τοῦ διὰ τί ἀπαιτήσει ἔσχατον ἀποδιδόμενον πρῶτον αἴτιον. δεύτερον δὲ αἴτιον ἡ ὕλη καὶ τὸ ὑπο- κείμενον, τρίτον δὲ τὸ ποιητικὸν αἴτιον, τέταρτον δὲ αἴτιον τὴν ἀντικει- μένην αἰτίαν ταύτῃ, καὶ τὸ οὖ ἔνεκα καὶ ἀγαθόν<φησιν>· τέλος γὰρ τῆς γενέσεως καὶ κινήσεως πάσης τοῦτ’ ἔστι, τὸ τελικὸν αἴτιον. ἀντικείμενον δὲ εἶπε τὸ ποιητικὸν τῷ τελικῷ, ἐπειδὴ πρῶτον φαντάζεται ὁ τέκτων τὸ ἀβάκιον καὶ διατυποῖ καθ’ ἑαυτὸν καὶ τότε παράγει, μετὰ δὲ τὸ γενέσθαι ὑπηρετεῖ· ἀντίκειται οὖν τὸ γενόμενον τῷ μὴ γενομένῳ. ἱκανῶς οὖν, φησί, περὶ τούτων ἐσκοπήσαμεν ἐν τοῖς Περὶ φύσεως λόγοις· ὅμως δεῖ ἡμᾶς παραλαβεῖν εἰς τὴν τῶν αἰτίων εὕρεσιν καὶ τοὺς πρὸ ἡμῶν φι- λοσοφήσαντας· ὁμολογουμένως γὰρ κἀκεῖνοι ὑποτίθενται ἀρχὰς καὶ αἴτια. συντελεῖ γὰρ τῇ μεθόδῳ τῇ περὶ τῶν αἰτίων τὸ κινῆσαι τὰς δόξας τῶν παλαιοτέρων περὶ αὐτῶν. ἐντεῦθεν δὲ καί τι ἕτερον γένος τῆς αἰτίας εὑρή- σομεν ἢ λοιπὸν ἀσφαλῶς ταῖς οὔσαις τέτρασι μόναις πιστεύσομεν. οἱ μὲν οὖν πρῶτοι φιλοσοφήσαντες πάντες ὑλικὰς ἀρχὰς μόνας ὑπέθεντο. τοῦτο γὰρ ἔλεγον εἶναι ἀρχήν, ἐξ οὗ ἐστι πάντα τὰ ὄντα τὸ δὲ ἐξ οὗ τὴν ὕλην δηλοῖ) καὶ ἐξ οὗ πρώτου γίνεται καὶ εἰς ὃ τελευταῖον φθείρεται, τῆς μὲν οὐσίας ὑπομενούσης· εἰδοπεποιημένον γὰρ ὑπετίθεντο εἶναι τὸ στοιχεῖον, καὶ κατὰ πάθη τὴν μεταβολὴν γίνεσθαι, καὶ ταύτην ἀρχὴν τῶν ὄντων ὑπετίθεντο. καὶ διὰ τοῦτο κατ’ αὐτοὺς ἀνῃρεῖτο γένεσις καὶ φθορά ὡς εἴρηται γάρ, εἰδοπεποιημένον ἔλεγον εἶναι τὸ στοιχεῖον) ὡς τῆς τοιαύτης φύσεως ἀεὶ σωζομένης. διὸ γένεσιν μὲν ἀνῄρουν, ἀλλοίωσιν δὲ ὑπετίθεντο. ἀμέλει τοι ἡνίκα ὁ Σωκράτης γίνεται καλὸς ἢ μουσικός, οὔ φαμεν αὐτὸν γίνεσθαι, ἀλλὰ μόνον ἀλλοιοῦσθαι, διότι ὁ αὐτὸς μένει κατ’ εἶδος. οὔτε δὲ πάλιν φαμὲν αὑτὸν ἀπόλλυσθαι, ἡνίκα ἀποβάλλει ταύτας τὰς ἕξεις, διὰ τὸ ὑπομένειν τὸ ὑποκείμενον, τὸν Σωκράτην αὐτόν. εἰ οὖν κἀκεῖνοι ἀεὶ ὑποτίθενται εἰσπεποιημένον εἶναι τὸ στοιχεῖον, φανερὸν ὅτι ἀνήρουν γένεσιν, ἀλλοίωσιν δὲ ἔλεγον, ἐπειδὴ ὑπετίθεντο τροπὰς ὑπομένειν κατὰ πάθος μετρίως θερμὸν γινόμενον, εἰ τύχοι, τὸ ὕδωρ. ὅμως λέγοντες τὰ ἄλλα στοιχεῖα γίνεσθαι ἐξ αὐτοῦ, ἐξ ἀνάγκης καὶ γένεσιν λέγουσιν· φθει- ρομένου γὰρ τοῦ ὕδατος γίνεσθαι ἀέρα, ὡς ἐμάθομεν ἐν ταῖς φυσικαῖς αὐτοῦ πραγματείαις. δεῖ τοίνυν πάντως εἶναί τινα φύσιν ὑλικὴν ἢ μίαν ἢ πλείους μιᾶς, ἐξὧνγίνεται τὰ ἄλλα σωζομένης αὐτῆς· περὶ αὐτὴν γὰρ γίνεται ἡ μεταβολή, ὥστε αὕτη, φησίν, ἀμετάβλητος ὀφείλει εἶναι. τὸ μέντοι εἶδος καὶ τὸ πλῆθος τῆς τοιαύτης ἀρχῆς οὐ πάντες τὸ αὐτὸ λέγουσιν, ἀλλ’ οἱ μὲν ὕδωρ τὸ ὑλικὸν αἴτιον, οἱ δὲ πῦρ, οἱ δὲ ἄλλο. διό φησιν ὅτι Θαλῆς μὲν ὁ Μιλήσιος ὁ ἀρχηγὸς τῆς τοιαύτης φιλοσοφίας ὕδωρ φησὶν εἶναι τὴν ἀρχὴν τῶν πάντων. διὸ καὶ τὴν γῆν ἐφ’ ὑδάτων ὀχεῖσθαι ὡς ἀρχῆς οὔσης. ταύτην δὲ ἔσχε τὴν ὑπόληψιν ἐκ τοῦ ὁρᾶν πάντων τὴν τροφὴν ὑγρὰν οὖσαν ἀδύνατον γάρ ἐστιν ἄνευ ὑγρότητος τρέφεσθαι τὰ ζῷα) καὶ ὅτι τὰ σπέρματα πάντα, ἐξ ὧν τὰ ζῷα ὑπάρχου- σιν, ὑγρά ἐστιν· ἀρχὴ δὲ τῶν ὑγρῶν τὸ ὕδωρ. καὶ πάλιν φησίν αὐτὸ τὸ θερμὸν ἐκ τοῦ ὑγροῦ ἐστι’· δευομένη γὰρ ἡ γῆ ἐκπέμπει τὴν καπνώδη ἀναθυμίασιν, ἐξ ἧς τὸ ὑπέκκαυμα, ὅ ἐστι τὸ πῦρ. ὥστε καὶ τὸ θερμὸν ἐκ τοῦ ὑγροῦ γίνεται, καὶ τὰ ζῷα ἐκ τοῦ ἐμφύτου θερμοῦ, οὐχ ὡς φύσεως οὔσης τοὐ ἐμφύτου θερμοῦ· χεῖρον γὰρ ἢ κατ’ ὄργανόν ἐστι τὸ πῦρ διὸ ἐὰν μὴ ῥυθμισθῇ, βλάπτει) τὸ δὲ χεῖρον ἢ κατ’ ὄργανον εἶναι φύσις οὐ δύναται. τινὲς δὲ εἰρήκασι καὶ τοὺς παλαιοτέρους τῆς νῦν περιόδου, οὓς καὶ πρώτους φησὶ θεολόγους, τὸ ὕδωρ ὑπολαβεῖν ἀρχήν. διὸ ἔλεγον ‘‘’Ωκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν’’, καὶ συνελογίζοντο οὕτως ‘ὁ ὅρκος τίμιος, τὸ τίμιον πρεσβύτερον· ὁ ὅρκος ἄρα πρεσβύτερος. ὅρκος δὲ τὸ ὕδωρ· τὸ ὕδωρ ἄρα πρεσβύτερον ’. ‘‘καὶ τὸ κατειβόμενον Στύγος ὕδωρ’’. τὴν ῥευστὴν γένεσιν διὰ τούτων ᾐνίττοντο. εἰ μὲν οὖν οἱ παλαιό- τεροι τῷ ὄντι οὕτως εἶχον ὡς εἰρήκασι κατὰ τὸ φαινόμενον, ἄδηλόν ἐστι· Θαλῆς μέντοι λέγεται τῷ ὄντι ὕδωρ ἀποφήνασθαι τὴν πρώτην αἰτίαν· Ἵππωνα μὲν γὰρ οὐ δίκαιον τάττειν μετὰ τούτων, καὶ αὐτὸν ὑπολαβόντα τὸ ὕδωρ εἶναι τὴν ἀρχήν, διὰ τὸ εὐτελὲς τῆς διανοίας αὐτοῦ· ἄθεος γάρ ἐστιν. οὐ λέγει γὰρ ἄλλο τι εἶναι παρὰ τὰ φαινόμενα φυσικὰ πράγματα· ὁ μέντοι Ἀναξιμένης καὶ ὁ Διογενὴς ἀέρα ὑπετίθεντο εἶναι πρῶτον αἴτιον ὑλικόν. Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ ‘Hράκλειτος ὁ Ἐφέσιος πῦρ ἔλε- γον εἶναι. ὁ δὲ ’Eμπεδοκλῆς τέσσαρα στοιχεῖα ὑπετίθετο εἶναι τὰ πολυθρύ- λητα. ταῦτα δὲ ἔλεγεν ἀίδια διαμένειν καὶ οὐδέποτέ φησι φθείρεσθαι, ἀλλὰ πλήθει καὶ ὀλιγότητι συγκρινόμενα καὶ διακρινόμενα. συγκρι- νόμενα μὲν ἔλεγεν ἓν γίνεσθαι, ὅ ἐστιν ὀλίγον, διακρινόμενα δὲ πλείονα, ὅ ἐστι πλῆθος. Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος, πρεσβύτερος μὲν ὑπῆρχεν Ἐμπεδοκλέους, τοῖς δὲ ἔργοις ὕστερος, διότι ὁ μὲν Ἐμπεδοκλῆς πεπερασμένας ὑπετίθετο εἶναι τὰς ἀρχὰς τέσσαρας λέγων, ὁ δὲ Ἀναξαγόρας ἀπεί- ρους. πῶς δὲ δυνατόν ἐστιν εἶναι ἐπιστήμην ἀπείρων οὐσῶν τῶν ἀρχῶν; τὸ γὰρ ἄπειρον οὐ γινώσκεται. πάντα γὰρ τὰ ὁμοιομερῆ, καθάπερ ὕδωρ καὶ πῦρ, φησὶ γίνεσθαι καὶ ἀπόλλυσθαι καὶ τὸ ὕδωρ γὰρ καὶ τὸ πῦρ ἐκ τῶν ὁμοιομερῶν ἐγέννα), συγκρίσει δὲ τὴν γένεσιν. οὐδὲν δὲ ἀπόλλυσθαι ἔλεγε ταῦτα λέγων οὔτε γίνεσθαι, ἀλλὰ μένειν ἀίδια· διακρινόμενα γὰρ ἐν ἄλλῳ εὑρίσκονται, καὶ πάλιν πρὸ τῆς συγκρίσεως ἴσα. ἐκ μὲν τούτων ἀπάντων μόνη αἰτία φαίνεται ἡ ἐν ὕλης εἴδει, τουτέστι ἡ ὑλικὴ αἰτία. προϊοντων δὲ αὐτὸ τὸ πρᾶγμα ὡδοποίησεν αὐτοῖς καὶ ὥσπερ ἠνάγκασεν ὑποτίθεσθαι καὶ εἰδικὸν αἴτιον. συνελογίσαντο γὰρ ὅτι οὐδέποτε ἡ ὕλη αὐτὴ ἑαυτὴν καλλύνει οὕτε γίνεται ἄνω ποταμῶν ἱερῶν· οὔτε γὰρ βλαστάνουσι τὰ κρείτ- τονα ἐκ τῶν χειρίστων. οὐ γὰρ τὸ ξύλον ποιεῖ ἑαυτὸ κλίνην ἢ ἀβάκιον, ἢ ὁ χρυσὸς ἀνδριάντα ἢ ἄλλο τοιοῦτον. πάλιν ἦλθον εἰς ἔννοιαν, ὅτι ἕτερόν ἐστι παρὰ ταῦτα τὰ δύο τὸ κοσμοῦν τὴν ὕλην καὶ ποιοῦν ἐπιτίθε. σθαι αὐτῇ τὸ εἶδος. οὔτε γὰρ τὸ εἶδος αὐτὸ ἑαυτὸ ἄνυλον ὂν ἐμβάλλει εἰς τὴν ὕλην, ἀλλ’ ἄλλο τί ἐστιν αἴτιον ἐξῃρημένον τὸ κοσμοῦν τὴν ὕλην καὶ παράγον αὐτήν. εἰ γὰρ καὶ ἡ γένεσις καὶ ἡ φθορά, φησίν, ἔκ τινος αἰτίου ὑλικοῦ συμβαίνει <ἑνὸσ ἢ> καὶ πλειόνων, διὰ τί τοῦτο συμβαίνει καὶ <τί> τὸ αἴτιον; οὔτε γὰρ τὸ ὑποκείμενον ποιεῖ αὐτὸ ἑαυτὸ μεταβάλλειν, οἷον οὔτε τὸ ξύλον οὔτε ὁ χαλκὸς αἴτιος τοῦ μεταβάλλειν ἑκάτερον αὐτῶν, οὐδὲ ποιεῖ τὸ μὲν ξύλον κλίνην, ὁ δὲ χαλκὸς ἀνδριάντα, ἀλλ’ ἕτερόν ἐστιν αἴτιον τῆς μεταβολῆς ταύτης, τουτέστι τὸ ποιητικόν, τὸ καὶ ἐμβάλλον τὸ εἶδος. τοῦτο δέ ἐστι τὸ ζητεῖν τὴν ἑτέραν ἀρχήν, φημὶ δὴ τὸ ποιητικον αἴτιον. p. 984a27 Οἱ μὲν οὖν πάμπαν ἐξ ἀρχῆς ἁψάμενοι τῆς μεθόδου ταύτης. Ἐξ ἀρχῆς λέγει πάλιν περὶ τῶν μόνῃ τῇ ὑλικῇ αἰτίᾳ τε καὶ ἀρχῇ χρησαμένων· δόξει δὲ τὸ πάμπαν ἐξ ἀρχῆς προστεθεικέναι ὑπὲρ τοῦ δη- λῶσαι τοὺς περὶ Θαλῆν καὶ Ἀναξιμένην, ἐπεὶ οἱ περὶ Ἀναξαγόραν καὶ Ἐμπεδοκλέα ἐμνημόνευσαν τῶν ποιητικῶν ἀρχῶν, ὁ μὲν λέγων νεῖκος καὶ φιλίαν ***καὶ προιὼν ἐρεῖ περὶ αὐτῶν. οὕτως οὖν ὁ Θαλῆς ἀρχηγὸς τῆς τοιαύτης φιλοσοφίας· τῶν γὰρ μνημονευομένων φυσικῶν ἀρχαιότατος. καλῶς δὲ εἶπε τὸ ‘‘λέγεται’’· οὔτε γὰρ φέρεται αὐτοῦ βιβλίον τοῦτο ἔχον. οἱ οὖν περὶ Θαλῆν καὶ Ἀναξιμένην οὐδὲ ἐδυσχέραναν πρὸς ἑαυτούς, ὃ ἔθος ἐστὶ τοῖς ἄτοπα ὑποτιθεμένοις· οἷον οὐκ ἐπέστησαν τῇ τῶν λεγο- μένων ὑπ’ αὐτῶν ἀτοπίᾳ, οὐδ’ ἐμέμψαντο τοῖς λεγομένοις, ὡς οὐχ ἱκανῶς λελεγμένοις, οὐδ’ ἐζήτησάν τινα καὶ ἄλλην ἀρχὴν πρὸς τῆ ὑλικῇ ὡς οὐχ ἱκανῶς ἐχούσῃ τε καὶ λεγομένῃ ὑπ’ αὐτῶν. p. 984a29 Ἀλλ’ ἔνιοι τῶν ἓν λεγόντων ὥσπερ ἡττηθέντες ὑπ’ αὐτῆς ζητήσεως, τὸ ἓν ἀκίνητον εἶναί φασιν. Λέγει μὲν περὶ Ξενοφάνους καὶ Μελίσσου καὶ Παρμενίδου· οὗτοι γὰρ ἓν τὸ πᾶν ἀπεφήναντο. ἡττηθῆναι δὲ αὐτούς φησιν ὑπὸ ταύτης τῆς ζη- τήσεως, ὅτι ὑποθέμενοι ἓν τὸ πᾶν εἶναι, ἀκολουθοῦντες τῇ ὑποθέσει καὶ ζητοῦντες πῶς οἷόν τε τοῦτο ἓν ὂν ἐξ αὑτοδ μεταβάλλειν, μὴ δυνάμενοι ἔτι σώζειν αὐτὸ ἕν, εἰ μὴ ἀνέλοιεν καὶ τὰ φανερά, καὶ ταῦτα ἀνῄρουν, ἅ ἐστιν ἐναργέστατα· κίνησίν τε γὰρ καὶ μεταβολὴν ἐκ τῶν ὄντων ἀνῄ- ρουν τῷ τούτων ὄντων μηκέτι αὐτοὺς τὸ ὂν ἓν λέγειν. εἰπὼν δὲ τὸ ἓν ἀκίνητόν <φασιν> εἶναι, προσέθηκε καὶ τὴν φύσιν ὅλην· ἡ φύσις ὅλη ἓν αὐτοῖς. ὡς δὲ φανερωτέρου τοῦ ἀτόπου ὄντος τοῦ λέγεσθαι τὴν φύσιν ὅλην ἀκίνητον, προσέθηκεν αὖ τὸ ἀκίνητον δὲ οὐ κατὰ γένε- σιν καὶ φθορὰν μόνον καὶ γὰρ αὗται αἱ μεταβολαί, εἰ καὶ μὴ κινήσεις, ἀλλὰ κινουμένων τινῶν), καὶ κατὰ τὰς ἄλλας οὖν μεταβολὰς πάσας. ὥστε φύσεως λέγοντες τὴν οὖσαν ἀρχὴν κίνησιν ἀνῄρουν, καὶ κατὰ φύσιν ὅλην, φησίν, ὅτι καθόλου τὴν φύσιν ἕν τι· ὑπετίθεντο, οὐ μόνον κατὰ γένεσιν καὶ φθοράν (τοῦτο μὲν γὰρ ἀρχαῖόν τε καὶ πάντες ὠμολόγησαν, τὸ εἶναι ἀμετάβλητον τὴν ὕλην), ἀλλὰ καὶ κατὰ τὴν ἄλλην μεταβολὴν πᾶσαν. ἀνῄ- ρουν γὰρ καὶ γένεσιν καὶ φθορὰν καὶ ἀλλοίωσιν καὶ αὔξησιν, εἴ γε οὐκ ἔλεγον εἶναι κίνησιν αἱ μὲν γὰρ κινήσεις, αἱ δὲ οὐκ ἄνευ κινήσεως γένεσις καὶ φθορά), καὶ τοῦτο τούτων μόνον ἴδιόν ἐστι τὸ λέγειν παντελῶς μὴ εἶναι κίνησιν. p. 984b1 Tῶν μὲν οὖν οὕτως φασκόντων ἓν εἶναι τὸ αἴτιον οὐδενὶ συνέβη συνιδεῖν τὴν τοιαύτην αἰτίαν πλὴν τῷ Παρμενίδῃ. Δύο γὰρ ὑπετίθετο αἴτια πῦρ καὶ γῆν· καὶ διὰ μὲν τοῦ πυρὸς λέγει τὸ ποιητικὸν αἴτιον, διὰ δὲ τῆς γῆς τὸ ὑλικόν. εἰδέναι μέντοι γε χρή, ὅτι διὰ τοῦ ἑνὸς φησὶν] αἰτίου τὴν τῶν πάντων μίαν ἀρχὴν ἔλεγεν· διὸ καὶ ἀκίνητον αὐτὴν ὑπετίθετο. φυσιολογῶν δὲ ἔλεγε τὸ πῦρ, καὶ διὰ τοῦ πυρὸς ἐδήλου τὸν ἀέρα συγγενῆ ὄντα, διὰ δὲ τῆς γῆς τὸ ὕδωρ. τοῖς δὲ πλείω ποιοῦσι τὰ στοιχεῖα μᾶλλον ἐνδέχεται λέγειν τὸ ποιητικὸν αἴτιον, οἷον τὸ θερμὸν καὶ ψυχρὸν πῦρ καὶ γῆν· χρῶνται γὰρ ὡς κινητικὴν ἔχοντι τῷ πυρὶ τὴν φύσιν, ὕδατι δὲ καὶ γῇ καὶ τοῖς τοιούτοις τοὐναντίον ὑλικῇ. μετὰ δὲ τούτους καὶ τὰς τοιαύτας ἀρχάς, ὡς οὐχ ἱκανῶν οὐσῶν τῶν τοιούτων ἀρχῶν μ. όνων γεννῆσαι τὴν τῶν ὄντων φύσιν πάλιν ὑπ’ αὐτῆς τῆς ἀληθείας, ὥσπερ εἴπομεν, ἀναγκαζόμενοι τὴν ἐχομένην ἑτέραν ἐζήτησαν ἀρχήν, τουτέστι τὴν ποιητικὴν τοῦ εὖ ἔχειν καὶ καλῶς ***τὰ μὲν ἔχειν τὰ γινόμενα τῶν ὄντων οὐ θέμις οὔτε πῦρ αἰτιᾶσθαι οὔτε γῆν, ἀλλ’ ἐξηρημένον αἴτιον· οὔτε ἐκείνους τοὺς πρώτους εἰκὸς τοῦτο ὑπολαβεῖν. οἷον καλῶς ἔχει ὁ οὐρανὸς ἀεὶ ὤν· +εἰ δὲ καλῶς, διὰ τί, φησί, λύεται; πάλιν καλῶς ἔχει τὰ ἐν γενέσει διὰ τὸ δεῖν εἶναι καὶ τρύγα διὰ τὴν τοῦ κόσμου, φησί, τελειό- τητα. οὔτε δὲ δίκαιόν ἐστιν αὐτομάτῳ καὶ τύχῃ τοσοῦτον ἐπιτρέψαι πρᾶγμα, ἀλλὰ θεῷ μόνῳ τῷ διὰ τὴν αὑτοῦ ἀγαθότητα πάντα παραγαγόντι. ὁ μέντοι γε Ἀναξαγόρας νοῦν ἐπέστησεν ἐν τοῖς φυτοῖς καὶ ἐν τοῖς ζῴοις καὶ ἐν τῇ φύσει καθόλου, καί φησι νοῦν αἴτιον εἶναι τοῦ κόσμου καὶ τῆς τάξεως πάσης καὶ νήφων ἐφάνη παρ’ εἰκῇ λέγοντας, τουτέστι παρὰ μεθύοντας. εἶτα ἐν τοῖς κατὰ μέρος πάλιν ᾐτιᾶτο τὰς ὁμοιομερείας. φα- νερῶς μὲν οὖν ἐκ τῶν φυσικῶν Ἀναξαγόραν ἴσμεν ἁψάμενον τούτων τῶν λόγων καὶ ἐπιστήσαντα νοῦν τῷ παντί. λέγουσι δέ τινες αἴτιον εἶναι τούτου τοῦ δόγματος πρότερον Ἑρμότιμον τὸν Κλαζο- μένιον. δοκεῖ οὖν καὶ Ἑρμότιμος ὁ πολίτης αὐτοῦ τῆς τοιαύτης αἰτίας μνημονεῦσαι. τάξεως μὲν οὖν μετέχει καὶ ἀκολουθίας τὰ ὄντα καὶ γινόμενα, ἐκείνων δὲ οὐδὲν οἷόν τε τοιαύτης τάξεως αἰτίαν παρασχεῖν, ἀλλ’ οὐδὲ τὸ αὐτόματον εὔλογον τούτων αἰτιᾶσθαι. p. 9841)20 Οἱ μὲν οὖν οὕτως ὑπολαμβάνοντες ἅμα τοῦ καλῶς τὴν αἰτίαν ἀρχὴν εἶναι τῶν ὄντων ἔθεσαν. Φησὶν ὅτι οἱ λέγοντες καὶ καλῶς τετάχθαι τὸ πᾶν καὶ πρόοδον εἶναι ἐν τοῖς οὖσι καὶ τελικόν τι ὑποτίθενται καὶ ποιητικόν, ὥσπερ καὶ Ἀριστο- τέλης· καὶ τελικὸν γὰρ αἴτιον ὑποτίθεται εἶναι τὸ αὐτὸ καὶ ποιητικόν, ὥς φησι καὶ Ἀλέξανδρος. τελικὸν μὲν οὖν αἴτιον ὑποτίθενται οἱ λέγοντες εὖ τετάχθαι τὸ ὄν· ἕκαστον γὰρ τῶν ὄντων τοῦ οἰκείου ἀγαθοῦ ἐφιέμενον καὶ τοῦ οἰκείου τέλους σπεύδει ἐξομοιωθῆναι ὡς δυνατὸν τῷ παραγαγόντι καὶ διὰ τοῦτό φασι τὸ πᾶν καλῶς τετάχθαι. διό φησι ‘‘τἀγαθὸν οὗ πάντα ἐφίεται.’’ πάλιν δὲ οἱ ὑποτιθέμενοι εἶναι πρόοδον ἐν τοῖς οὖσι λέγουσιν εἶναι ποιητικὸν αἴτιον. ἡ γὰρ τάξις τῆς προόδου οὐκ ἀπὸ ταὐτομάτου, ὡς προιὼν ἐρεῖ, ὅτι καθάπερ ἡ τάξις ἡ ἐν τῷ στρατοπέδῳ οὐκ ἀπὸ ταὐτομάτου παραγίνεται, ἀλλ’ ἀπὸ τοῦ στρατηγοῦ, οὕτω καὶ ἡ πρόοδος καὶ ἡ τάξις τῶν ὄντων οὐκ ἀπὸ ταὐτομάτου παραγέγονεν, ἀλλ’ ἀπὸ τοῦ πρώτου αἰτίου. οὗτοι οὖν ἅμα τῇ ποιητικῇ αἰτίᾳ τήν τε τοῦ καλῶς καὶ τεταγμένως γίνεσθαι τὰ γινόμενα ἀρχὴν καὶ αἰτίαν ἔθεντο τοιοῦτος γὰρ ὁ νοῦς), καὶ τὴν τοιαύτην κίνησιν τὴν εὔτακτον ἐνυπάρχειν τοῖς οὖσι, τὴν ἐπὶ τὸ εὖ ἄγουσαν, ἐκ τῆς αἰτίας δηλονότι τῆς ποιητικῆς. τὴν γὰρ τοῦ καλῶς κινεῖσθαί τε καὶ γίνεσθαι, οὐ τὴν τοῦ μόνον γίνεσθαί τε καὶ κινεῖσθαι αἰτίαν ἀρχὴν ἔθεντο· τοιοῦτος γὰρ ὁ νοῦς. p. 984b20 οἱ μὲν οὖν. Φησίν, ὅτι οἱ οὕτως ὑπολαμβάνοντός καὶ καλῶς τετάχθαι καὶ πρόοδον εἶναι ἐν τοῖς οὖσιν, ἅμα τοῦ καλῶς τῆν αἰτίαν καὶ ἀρχὴν εἶναι τῶν ὄντων, δῆλον ὅτι καὶ τὴν τοιαύτην ἀρχὴν οὐ μόνον τελικὴν ὑπέθεντο, ἀλλὰ καὶ ποιητικήν. καὶ τελικὴ μέν ἐστιν ὡς καλῶς παράγουσα· ἕκαστον γὰρ ἐξομοιοῦται τῷ παράγοντι· ποιητικὴ δὲ ὡς ἀρχὴ καὶ πρόοδον ἔχουσα. p. 984b23 Ὑποπτεύσειε δ’ ἄν τις Ἡσίοδον πρῶτον ζητῆσαι τὸ τοιοῦτον. Πρῶτος Ἡσίοδος ἐζήτησεν ἢ γοῦν Παρμενίδης τὴν ἀρχὴν τοῦ καλῶς κινηθῆναι, καὶ εἴ τις ὅλως ἔρωτα ἐν ταῖς ἀρχαῖς ὑπέθετο. καὶ ὁ Παρμενίδης γάρ φησι πρῶτον γενέσθαι τὸν ἔρωτα, τὸν θεῖον δηλονότι, καὶ οὕτως δημιουργῆσαι τὰ λοιπά· καὶ Ἡσίοδος δὲ ὁμοίως. ὁ γὰρ ἔρως τοῦ καλοῦ ἔχει ἔφεσιν· διὸ καὶ ἔρως λέγεται παρὰ τὸ ἐρᾶν τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ· ὅθεν καὶ ἡμεῖς λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων καὶ τὰ ὑπέρτερα ἡμῶν ὡς προνοούμενα ἡμῶν, ἡμεῖς δὲ λεγόμεθα ἐρᾶν τῶν ὑπερτέρων, ὡς θαυμάζοντες αὐτά. διὸ καὶ ὁ Σωκράτης ἐρᾷ τοῦ Ἀλκιβιάδου ὡς προνοούμενος αὑτοῦ, ὁ δὲ Ἀλκιβιάδης Σωκράτους ὡς θαυμάζων αὐτόν. διό φησιν ὅτι νῦν ἐγὼ σοῦ ἐρῶ, καὶ ἀνατέτραπται ἡ τάξις. ὁ οὖν ἔρως καὶ ἡ ἔφεσις τοῦ καλοῦ κατὰ τοὺς οὕτω λέγοντας ἀρχὴ κινήσεως ἄν εἴη. οὗτοι μὲν οὖν τὴν τῶν ἀγαθῶν αἰτίαν ἐν ταῖς ἀρχαῖς ἔθεντο· ἀλλ’ Ἀναξαγόρας μὲν ὡς ποιητικὸν ἀγαθόν, οἱ δὲ ἔρωτα καὶ ἐπιθυμίαν αἰτιῶ· μένοι τὸ τελικὸν ἀγαθὸν λέγοιεν ἄν· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. ἢ τὸ μὲν ὀρεκτὸν τοιοῦτον, ὁ δὲ ἔρως ποιητικόν, ὅτι ὀρέξει ἑπόμενος ποιεῖ ἃ ποιεῖ. τῇσίν οὖν ὅτι ὑποπτεύσειεν ἄν τις Ἡσίοεον πρῶτον ζητῆσαι τὸ τοιοῦτον, καὶ εἴ τις ἄλλος ἔρωτα ἢ νοῦν ἡ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν ὡς ἀρχήν, ὥσπερ ὁ Παρμενίδης· καὶ γὰρ οὖτος κατασκευάζων τὴν τοῦ παντὸς γένεσίν ὅτι πρῶτον τῶν θεῶν τὸν ἔρωτα ἐποίησεν. Ἡσίοδος δέ φησιν ὅτι ‘‘πάντων μὲν πρώτιστα χάος γένετ’ ’’ἐν τῇ καθ’ ἡμᾶς περιόδῳ, μετὰ δὲ ταῦτα ἡ 77], εἶτα ὁ ἔρως ὁ μείζων πάντων, ἐπειδὴ δεῖ τινα αἰτίαν εἶναι ἐν τοῖς οὖσιν, ἥτις κινήσει καὶ συνέξει τὰ πράγματα. τοιοῦτος δὲ ὁ ἔρως, ἔφεσιν ἔχων τοῦ καλοῦ, συνήγαγε καὶ ἐκέρασε τὰ ἀμιγῆ, καὶ οὕτως ἕν τι ἐποίησε τὸν κόσμον. τίς δὲ πρότερος τῆς τοιαύτης αἰτίας ἥψατο, πότερον Ἀναξαγόρας, ὡς δοκεῖ, ἡ Ἑρμότιμος ἢ Ἡσίοδος ἢ Παρμενίδης ἢ οἱ πρὸ τούτων, ἔξεστιν ὕστερον ζητεῖν. p. 984b32 ᾿Επειδὴ καὶ τὰναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο. ᾿Εντεῦθεν εὐθύνει τὸν ᾿Εμπεδοκλέα ὡς δύο ἀφχὰς ὑποτιθέμενον ποιη- τικάς, μίαν μὲν τῶν ἀγαθῶν, τουτέστι τὴν φιλίαν. μίαν δὲ τῶν κακῶν, τουτέστι τὸ νεῖκος. ἐπειδὴ δέ, φησίν, ἑώρα οὐ μόνον τὰ ἀγαθὰ ἐν. τοῖς οὖσιν, ἀλλὰ καὶ τὰ κακά φανερὸν ὅτι τὰ ἐνταῦθα· ἐν γὰρ τῷ οὐρανῷ οὐκ ἔστι κακὸν οὐδὲν οὐδὲ παρὰ φύσιν), ἐπεὶ οὗν ἑώρα πλείονα τὰ κακά, τῶν κακῶν αἰτίαν ἔλεγεν εἶναι τὸ νεῖκος, τῶν δὲ ἀγαθῶν τὴν φιλίαν. λέγομεν οὖν ὡς εἰ ὁμολογοῦμεν ὅτι ὁ Ἐμπεδοκλῆς Πυθαγόρειος ἦν, φανερὸν ὅτι κατὰ τὴν διάταξιν τῶν Πυθαγορείων ἔλεγε περικεκαλυμμένως· οὐδὲ γὰρ ἐβούλοντο τὴν ὲαυτῶν σοφίαν κατάδηλον καὶ σκυτεῦσι γενέσθαι. ἔλεγον οὖν καὶ οἱ Πυθαγόρειοι ἀρχὰς τῶν ἀγαθῶν καὶ τῶν κακῶν· καὶ τῶν μὲν εἰδῶν ἀρχὴν ἀγαθὴν ἔλεγον, τῆς δὲ ὕλης κακήν, ἐπειδὴ πρὸς τῇ διαιρέσει ἡ ὕλη, ὥσπερ καὶ σὺ αὐτός, ὦ σοφώτατε Ἀριστότελες, λέγεις, ὅτι ἁπλῶς γένεσίς ἐστιν ἡ τῶν κρειττόνων, τὶς δὲ γένεσις ἡ τῶν χειρόνων· διὸ τοῦ μὲν θερμοῦ ἁπλῶς ἐστι γένεσις τοῦ δὲ ψυχροῦ τὶς γένεσις ὡς χείρονος. οὕτως οὖν καὶ οἱ Πυθαγόρειοι συμβολικῶς τὰ μὲν κρείττονα ἔλεγον ὑπὸ τοὐ ἀγαθοῦ γίνεσθαι, τὰ δὲ χείρονα ὑπὸ τοὺ κακοῦ· τῷ ὄντι γάρ, ὡς καὶ ὁ Πλατῶν φησίν, ἐν παρυποστάσει ὑπάρχουσι, καὶ περὶ τόνδε τὸν θνητὸν τόπον περιπολοῦσιν. ἄλλως τε δὴ οὐδὲ ἄκρατόν ἐστι κακόν· ἡ γὰρ μοιχεία καὶ ὁ φθόνος κακὰ μὲν ὡς πρὸς τὰ μερικά, ἀγαθὰ δὲ ὡς πρὸς τὸ πᾶν, διότι ἡ ψυχὴ τοῦ παθόντος ἀξία ἦν παθεῖν, καὶ τοῦ ποιή- σαντος ποιῆσαι. ἄλλως τε δὴ τῷ σώματι οὐκ ἔστι κακὸν ἡ μοιχεία. ὁμοίως φησὶ καὶ ἐπὶ τοῦ βλασφημοῦντος, ὅτι τοῖς ὀργάνοις οὐκ ἔστι φαῦλον· ἡ γὰρ ἐνέργεια κρατύνει, ὥς φασιν ἰατροί ‘κίνησις κρατύνει, ἀργίη τήκει, ὥστε οὐδὲν παντελῶς ἐστιν ἄκρατον κακόν. ἔπειτα εἰ τὸ νεῖκος, {<ὥς> φησιν Ἐμπεδοκλῆς, αἴτιον τῷ κόσμῳ τοῦ εἶναι, ὁ δὲ κόσμος οὐ κακόν, δῆλον ὅτι οὐχ ὑποτίθεται ἀρχὰς δύο, μίαν τοῦ ἀγαθοῦ καὶ μίαν τοῦ κακοῦ. ἡ τοίνυν μοιχεία προηγουμένως διὰ τὴν τοὐ σώματος θεραπείαν γίνεται· οὐ γὰρ διὰ τὸ κακὸν τὸ ἐξ αὐτῆς συμβαῖνον· ὥστε παρυφίσταται τὸ κακόν, ὡς φησι Πλάτων. p. 984b32 ἐπειδὴ καὶ τὰ ἐναντία τοῖς ἀγαθοῖς ἐνόντα ἐφαίνετο. Ἐπειδὴ ἑώρα καὶ τὰ ἐναντία τῇ φύσει τῶν ἀγαθῶν ἐνόντα, καὶ οὐ μόνον τάξις καὶ τὸ καλόν, ἀλλὰ καὶ ἀταξία καὶ τὸ αἰσχρόν, καὶ πλείονα τὰ κακὰ τῶν ἀγαθῶν καὶ τὰ φαῦλα τῶν καλῶν, ὁ Ἐμπεδοκλῆς ἐν ταῖς ποιητικαῖς ἀρχαῖς καὶ τὴν τῶν κακῶν ποιητικὴν ἀρχὴν ἔθετο. ἐπεὶ οὖν ἐν τοῖς οὖσίν ἐστι καὶ τὰ κακά, Ἐμπεδοκλῆς ἐν τοῖς αἰτίοις ἔθετο οὐ μό- νον τὴν τῶν ἀγαθῶν ἀρχήν, ἥτις ἐστὶν ἡ φιλία, ἀλλὰ καὶ τὴν τῶν κακῶν, ὅ ἐστι τὸ νεῖκος. εἰ γάρ τις ἐξ ὧν φησι τὴν διάνοιαν αὐτοῦ ἐκλαμβάνοι καὶ μὴ πρὸς ἃ ψελλίζεται λέγων Ἐμπεδοκλῆς, εὑρήσει τὴν μὲν φιλίαν αἰτίαν οὖσαν τῶν ἀγαθῶν κατ’ αὐτόν, τὸ δὲ νεῖκος τῶν κακῶν· ὥστε εἴ τις φαίη τὸν Ἐμπεδοκλέα καὶ τὸ κακὸν καὶ τὸ ἀγαθὸν ἀρχὰς <λέγειν> τάχα ἄν καλῶς λέγοι, εἴπερ τὸ τῶν ἀγαθῶν ἁπάντων αἴτιον αὐτὸ τὸ ἀγαθόν ἐστι καὶ τῶν κακῶν τὸ κακόν. εἰπὼν δὲ αὐτὸς περὶ τοῦ ἀγαθοῦ, περὶ τοῦ κακοῦ ἡμῖν προσθεῖναι κατέλιπε λέγειν τὸ αἴπον κατ’ Ἐμπεδοκλέα· ἐπὶ μὲν γὰρ τοῦ ἀγαθοῦ εἶπεν αἴτιον, ἐπὶ δὲ τοὺ κακοῦ οὐκέτι. ψελλίζεσθαι δὲ εἶπε τὸ μὴ σαφῶς λέγειν· οὕτω γὰρ οἱ ψελλιζόμενοι λαλοῦσιν. ἐὰν τις οὖν, φησί, προσσχῇ τῷ βάθει τῆς διανοίας τοῦ ἀνδρός, τοῦτο αὐ- τὸν εὑρήσει λέγοντα. p. 985a10 οὗτοι μὲν οὗν ὥσπερ λέγομεν. Τούτους, φησίν, Ἐμπεδοκλέα τε καὶ Ἀναξαγόραν καὶ ἔτι Ἑρμότιμον καὶ τῶν ποιητῶν Ἡσίοδόν τε καὶ Παρμενίδην φαμὲν δύο αἰτίων ἐφάψασθαι ὑλικοῦ τε καὶ ποιητικοῦ, περὶ ὧν αἰτίων ἡμεῖς εἰρήκαμεν ἐν τοῖς Περὶ φύσεως λόγοις, ὅτι τέσσαρα ὑπάρχουσι τὰ αἴτια, ὑλικόν, ποιητικόν, εἰδικόν, τελικόν. καὶ διεξέλθωμεν εἰ ἄρα δυνηθείημεν αὐτοὺς εὑρεῖν ἄλλο τι αἴτιον λέγοντας πλέον ὧν ἡμεῖς εἰρήκαμεν καὶ τοῦτο ἀποθέσθαι. οὔτε δὲ πάντα εἰρήκασιν, ἀλλὰ μόνον δύο, καὶ ταῦτα ἀδιαρθρώτως εἰρήκασιν, καθάπερ, φησίν, οἱ πυκτεύοντες. ὥσπερ γὰρ οἱ ἀσθενῶς ἔχοντες ἐν τᾷ πυκτεύειν πολλάκις εἰκῇ φερόμενοι κατὰ τύχην τινὰ παρέχουσι καιρίαν πληγὴν κατὰ ἀναγκαίου μορίου, οὕτως καὶ οὗτοι περὶ τῶν δύο αἰτιῶν κατὰ τύχην τινὰ εἰρήκασι καὶ οὐκ ἐπιστημονικῶς. ἀμέλει τοι Ἀναξαγόπας ἔν τισιν ἀπορῶν ἀποδοῦναι τὰς αἰτίας, τὸν νοῦν αἴτιον ἔλεγεν τοῦ παντός· ἐρχόμενος δὲ εἰς τὰ κατὰ μέρος, ὥς φησι καὶ Πλάτων ἐν Φαίδωνι, αὗθις ὑλικὰ αἴτια ἀπεδίδου, μηδαμοῦ μνημονεύων τοῦ νοῦ, ὡς μὴ ἔχων ἐπιστήμην. ἔδει γὰρ πανταχοῦ τάττειν αὐτὸν καὶ πάντων αἴτιον αὐτὸν ἀπομνύναι. μόνον οὖν τοῦ ὑλικοῦ αἰτίου ἐμνημόνευσαν καὶ τοῦ ποιητικοῦ, καὶ τούτων ἀμυδρῶς οὐ σαφῶς, ἀλλ’ ὥσπερ οἱ ἀγύμναστοι ἐν ταῖς μάχαις. καὶ γὰρ ἐκεῖνοι πολλάκις περιφερόμενοι παρέχουσι πληγὰς δυναμένας ἀδικεῖν, ὡς εἴρηται. ἀλλ’ οὔτ’ ἐκεῖνοι τοῦτο ποιοῦσιν ἐξ ἐπιστήμης, οὔτε οὗτοι ἐοί- κάσι λέγειν εἰδέναι ἃ λέγουσι· σχεδὸν γὰρ ἐν μικροῖς πάνυ κέχρηνται τοῖς ποιητικοῖς αἰτίοις, ὅπερ οὐκ ἔδει, ἀλλ’ ἐπὶ πάντων τάττειν. μηχανῇ δὲ τὸν Ἀναξαγόραν εἶπε τῷ νῷ χρῆσθαι, ὥσπερ ἐν ταῖς τραγῳδίαις οἱ δαί- μονες παράγονται ἀπὸ μηχανῆς καὶ] ἐν τοῖς ἀπόροις, <oἶον> ἐν τῷ Ἱππολύτῳ ἐφάνη ἡ Ἄρτεμις ἀποροῦντι τῷ Θησεῖ· οὕτως οὖν καὶ ὁ Ἀναξαγόρας ἡνίκα ἀπορεῖ πρὸς τὴν κοσμοποιίαν διά τινα αἰτίαν ἐξ ἀνάγκης, τότε ἕλκει τὸν νοῦν. ἐν δὲ τοῖς κατὰ μέρος πάντα μᾶλλον αἰτιᾶται ἤπερ τὸν νοῦν. Ἐμπεδοκλῆς δὲ πλέον μὲν ἢ κατὰ Ἀναξαγόραν κέχρηται τοῖς ποιητικοῖς αἰ· τίοις, οὐ μὴν οὐδὲ οὗτος ἱκανῶς λέγει. φησὶ γὰρ τὴν φιλίαν συγκρίσεως εἶναι αἰτίαν, τὸ δὲ νεῖκος διακρίσεως, πολλάκις δὲ τὸ ἐναντίον ὁρῶμεν γινόμενον τὴν φιλίαν διακρίσεως· αὕτη γὰρ διακρίνει τὰ εἴδη ἐκ τῆς ὕλης κατ’ αὐτὸν καὶ ποιεῖ τὸν σφαῖρον. πάλιν τὸ νεῖκος συγκρίνει τὰ στοιχεῖα· τὸ γὰρ πῦρ τὸ τῇδε κἀκεῖσε ὑπάρχον εἰς ἓν συνάγει, καὶ τὰ εἴδη πάλιν τῇ ὕλῃ ἐπιτίθησιν. οὐδὲ αὐτὸν οὖν ἱκανῶς <φησιν> εὑρίσκειν τὸ ὁμολογού- μένον· ἔδει γὰρ τὴν φιλίαν ἐν πᾶσι συγκρίσεως αὐτῷ αἰτίαν εἶναι, τὸ δὲ νεῖκος διακρίσεως· οὐ μὴν τοῦτο ποιεῖ, ἀλλὰ πολλαχοῦ αὐτῷ ἡ μὲν φιλία διακρίνει, τὸ δὲ νεῖκος συγκρίνει. καὶ λέγει ἐν τίσιν. ὅταν μὲν γὰρ ὑπὸ τοῦ νείκους ἐκ τοῦ ἑνὸς εἰς τὰ στοιχεῖα διίστηται καὶ διαιρῆται καὶ χωρίζηται, τότε τὰ τέως τῶν στοιχείων μόρια ἀνακεκραμένα ἀλλήλοις οὕτως γὰρ ἦν ἓν τὰ πάντα) συγκρίνεται καὶ συνάγεται εἰς ταὐτόν, τὰ μόρια τὰ τοῦ πυρὸς ὡς εἶναι μετ’ ἀλλήλων, καὶ τὰ τοῦ ἀέρος ὡσαύτως, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων ἑκάστων· οὕτως γὰρ ἡ εἰς τὰ στοιχεῖα τοῦ ἑνὸς διαίρεσις. καὶ οὕτως μὲν αὐτῷ τὸ νεῖκος οὐ διακρίσεως μᾶλλον ἀλλὰ συγκρί- σεως <αἴτιον> πάλιν ἡ φιλία ταῦτα τὰ σώματα πρῶτον αὐτὴ διαιρεῖ καὶ κατακερματίζει καὶ διακρίνει. οὐ γὰρ δή γε ὁλόκληρα ὄντα φυλάττει, ἐπεὶ τὰ αὐτὰ ἔμενον· οὕτως δὲ οὐκ ἦν μεταβολή. Ἐμπεδοκλῆς οὖν παρὰ τοὺς πρότερον πρῶτος ταύτην τὴν αἰτίαν τῶν κακῶν διελὼν εἰσήγαγεν, οὐ μίαν ποιήσας τὴν ποιητικὴν ἀρχήν, ἀλλὰ δύο ἐναντίας ἀλλήλαις, τὴν τῶν ἀγα- θῶν καὶ τὴν τῶν κακῶν, τῶν πρὸ αὐτοῦ μηδὲν τοιοῦτον ποιησάντων. πάλιν δὲ τὰ ὑλικὰ στοιχεῖα τέσσαρα πρῶτος εἰσηγήσατο, οὐ μὴν κέχρηται αὐτοῖς ὡς τέτρασιν, ἀλλ’ ὡς δυσίν· τὸ γὰρ πῦρ λέγει θερμόν, τὰ δὲ ἄλλα ψυχρά, ὡς εἴρηται ἡμῖν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. καὶ τοῦτο ἔστιν εὑρεῖν κείμενον ἐν τοῖς ἔπεσιν αὐτοῦ. p. 985b4 Λεύκιππος δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δημόκριτος. Εὐθύνας τὰς Ἐμπεδοκλέους δόξας καὶ Ἀναξαγόρου μετέρχεται λοιπὸν ἐπὶ τὸν Λεύκιππον καὶ τὸν μαθητὴν αὐτοῦ Δημόκριτον καί φησιν ὅτι στοιχεῖα τῶν ὄντων ὑλικὰ ἔλεγον τὰς ἀτόμους καὶ τὸ κενόν· καὶ τὰς μὲν ἀτό- μους ἔλεγον ὄν, τὸ δὲ κενὸν οὐκ ὄν. καὶ ἔλεγον ὅτι οὐκ ἔστιν ἐπὶ πλέον τὸ ὂν τοῦ μὴ ὄντος, ἐπειδὴ οὔτε τὸ σῶμα, τουτέστιν αἱ ἄτομοι, πλείονες ὑπάρχουσι τοῦ κενοῦ· πανταχοῦ γὰρ καὶ κενὸν καὶ ἄτομοι ὑπάρχουσιν· οὕτως φησὶ καὶ ὁ Πλατῶν ἐν τῇ Πολιτείᾳ, ὅτι οὐκ ἔστιν ἐπ’ ἔλαττον τὸ μὴ ὂν τοῦ ὄντος· μὴ ὂν δὲ λέγει τὸ κατὰ τὴν ἑτερότητα· διὰ πάντων γὰρ τῶν ὄντων πεφοίτηκεν. πάντα γὰρ τὰ ὄντα ὡς πρὸς ἄλληλα παρα- βαλλόμενα μὴ ὄντα ὑπάρχουσιν· ὁ γὰρ ἄνθρωπος μὴ ὄν ἐστιν ὡς πρὸς ἵππον. τὸ δὲ μηδαμῇ μηδαμῶς ὂν οὔτε ῥητὸν λέγει εἶναι οὔτε δοξαστόν. περὶ οὗ ὁ Δημόκριτός φησι μὴ εἶναι ἐπ’ ἔλαττον τοῦ ὄντος. αἴτια οὖν ταῦτα ὑλικὰ ὑποτίθενται τὰς ἀτόμους καὶ τὸ κενὸν οἱ περὶ τὸν Δημόκριτον. καὶ καθάπερ, φησίν, οἱ ἓν ποιοῦντες ὑποκειμένην οὐσίαν τὰ ἄλλα γεννῶσι τοῖς πάθεσιν αὐτῆς διὰ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ, ὄντων ποιητικῶν ἀρχῶν, οὕτω καὶ οὗτοι τὰς διαφορὰς αἰτίας τῶν ἄλλων εἶναί φασιν. ταύτας δὲ τρεῖς εἶναι λέγουσι, σχῆμα καὶ τάξιν καὶ θέσιν, καὶ διαφέρειν φασὶ τὸ ὂν ῥυσμῷ καὶ διαθιγῇ καὶ τροπῇ, Ἀβδηριτικαῖς φωναῖς. τὸν οὖν ῥυσμὸν σχῆμα καλοῦσι, τὴν δὲ διαθιγὴν τάξιν, τὴν δὲ τροπὴν θέσιν. καὶ ἐντεῦθεν τὰ διάφορά φασι σχήματα ἀποτελεῖσθαι, καί φασιν ὅτι διαφέρει τὸ Α τοῦ Ν σχήματι, τὸ δὲ ΑΝ τοῦ ΝΑ τάξει, τὸ δὲ Z τοῦ Ν θέσει. τί δὲ τὸ αἴτιον τῆς κινήσεως τῆς διαφοράς ταύτης οὐκ εἰρήκασιν, ἀλλὰ καὶ οὗτοι ὥσπερ οἱ ἄλλοι ἐρρᾳθύμησαν· τὸ γὰρ αἴτιον τοῦ εἰδοποιεῖσθαι τοιώσδε τὴν ὕλην καὶ μετατάττεσθαί ἐστι τὸ ποιητικόν, περὶ οὗ οὐδὲν παντελῶς εἰρήκασιν. διὸ καὶ Ἐμπεδοκλέα εὐθύνει λέγοντα τοῦ μὲν σφαίρου τὴν φιλίαν, τοῦ δὲ αἰσθητοῦ κόσμου τὸ νεῖκος. φησὶν οὖν πρὸς αὐτὸν ὅτι ἐπειδὴ πάντα τὸ ἓν ὑπερβέβηκεν, εἰπέ μοι, ποῖόν ἐστι τὸ ἀπλῶς αἴτιον τούτων; περὶ μὲν οὖν τῶν δύο αἰτίων ἐπὶ τοσοῦτον ἔοικεν ἐζητῆσθαι πρότερον. p. 985b23 Ἐν δὲ τούτοις καὶ πρὸ τούτων οἱ καλούμενοι Πυθα- γορειοι. Ἐντεῦθεν πάλιν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καί φησιν ὅτι οἱ Πυθαγόρειοι στοιχεῖα τῶν ὄντων τοὺς ἀριθμοὺς ὑπετίθεντο ἀντὶ πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος, καὶ ἐσπούδαζον πάντα εἰς ἀριθμοὺς ἀνάγειν. λέγομεν δὲ ἡμεῖς ὅτι οἱ Πυθαγόρειοι οὐκ ἐβούλοντο κατάδηλον ποιῆσαι τὴν ἑαυτῶν σοφίαν καὶ σκυτεῦσι. τούτου χάριν συμβολικῶς παρεδίδοσαν τὰ μαθήματα, ὥσπερ οἱ ποιηταὶ περικεκαλυμμένως ἔλεγον, καὶ εἰ ἐμμένοι τις τῷ φαινομένῳ, λώβην γεννᾷ τῇ ψυχῇ. καὶ ἐκέχρηντο τοῖς ἀριθμοῖς, ἐπειδὴ πασῶν τῶν ἐπιστημῶν πρωτίστη ἐστίν, ὡς μεμαθήκαμεν ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ, ἡ ἀριθμητική. κέχρηται γὰρ ὁ γεωμέτρης ἀριθ- μοὶ,, αὕτη δὲ μεγέθεσιν οὐ κέχρηται. ἐπειδὴ τοίνυν οἱ ἀριθμοὶ ὁριστικοὶ καὶ περαντικοὶ ὑπάρχουσι τῶν ὑπ’ αὐτῶν ἀριθμουμένων, τοιαῦτα δὲ ὑπάρχουσι καὶ τὰ εἴδη, ὁριστικὰ καὶ συνεκτικὰ τῆς ὕλης, διὰ τῶν ἀριθμῶν τὰ εἴδη τὰ φυσικὰ ἐβούλοντο δηλοῦν· οὐ γὰρ δὴ καὶ τὴν ὕλην. πῶς γὰρ οἷόν τε ἐστὶν ἐξ ἀριθμῶν συγκεῖσθαι τὰ φυσικὰ πράγματα; ἀμέλει τοι καὶ τὸν πέντε ἀριθμὸν ἔλεγον δικαιοσύνην, ἐπειδὴ μέσος ἐστὶ τοῦ δέκα, ἥτις δεκὰς δεκτική ἐστι πάντων τῶν ἀριθμῶν. ἐπεὶ οὖν τὸ μέσον ἔχει τοῦ παντὸς ὁ πέντε ἀριθμός, ἐκάλουν αὐτὸν δικαιοσύνην οἷον δίχην τινὰ οὖσαν. καὶ δικαστὴς· ἐντεῦθεν λέγεται, ὁ διχάζων καὶ ὁρίζων τὰ κατ’ ἀξίαν ἑκάστῷ. πάλιν δὲ ἐκάλουν τὸν ἑπτὰ ἀριθμὸν καιρόν, ἐπεὶ ἡ σελήνη, ἡνίκα ἐστὶν ἑπτὰ ἡμερῶν, τετραγωνίζει τὸν ἥλιον· δύο ἥμισυ γὰρ ἡμέρας ποιεῖ ἐν ἑκάστῳ ζῳδίῳ. διὸ καὶ κρίσιμός ἐστιν ἡ ἑβδόμη ἡμέρα καὶ ἡ δισέβδο- μος. πάλιν δὲ καὶ τὰ ἑπταμηνιαῖα βρέφη ζῶσι καὶ ἡ ἀρχὴ τῆς ἀποκυήσεώς ἐστιν ὁ ἕβδομος μήν. πρὸς ἐπὶ τούτοις μέχρι τῶν ἑπτὰ ἐνιαυτῶν ῥίπτουσιν οἱ παῖδες τοὺς ὀδόντας, εἶτα μέχρι τῶν δεκατεσσάρων ἄρχονται μειράκια γίνεσθαι. λοιπὸν ἡ τρίτη ἑβδομὰς ποιεῖ αὐτοὺς σπερμαίνειν. ἔλεγον οὖν τὴν μονάδα τὸν νοῦν διὰ τὸ ἀμερὲς καἰ τὸ πρῶτον, τὴν δὲ δυάδα ἔλεγον εἶναι τὴν ψυχήν, ἐπειδὴ ἔχει τὸ ποθέν ποι· ἄρχεται γὰρ ἀπὸ προτάσεων καὶ τελευτᾷ ἐπὶ συμπέρασμα. τὸν δὲ τ· ρία ἀριθμὸν ἔλεγον τὴν δόξαν. ἐπεὶ οὐχ ὥρισται, ἀλλὰ πρώτη ἐστὶν ἀδιαίρετος, καὶ οὐκ ἔχει βεβαίως, εἴτε ἀθάνατός ἐστιν ἡ ψυχὴ εἴτε θνητή, καὶ εἴτε ἀίδιος ὁ κόσμος εἴτε φθαρτός, ὥσπερ ἐνταῦθα καὶ ἔστι. τὸν δὲ τέσσαρα ἀριθμὸν ἕψον τὸ σῶμα τὸ ἁπλῶς. τὸν δὲ πέντε τὸ φυσικὸν σῶμα. τὸν δὲ ἓξ τὸ ἔμψυχον, ἐπειδὴ ὁ ἓξ πρῶτός ἐστιν ἀπὸ τριάδος καὶ δυάδος πολυπλασιαζό- μενος, τουτέστι ἀπὸ περιττοῦ καὶ ἀρτίου. ἔστι δὲ ἡ ψυχὴ πρὸς τῷ περιττῷ ὡς ἀδιαίρετος, τὸ δὲ σῶμα πρὸς τῷ ἀρτίῳ ὡς διαιρετόν. ἐπεὶ οὖν ἐστιν ἐν τοῖς οὖσι καὶ ἕνωσις καὶ ὁμοιότης καὶ εἰδοποιία καὶ ταὐτότης, ἔστι δὲ καὶ ἑτερότης καὶ ἀνομοιότης καὶ πάντα τὰ τοιαῦτα, τὴν μὲν μοωάδα ἔλεγον ἀρχὴν εἶναι τῆς ἑνώσεως καὶ τῆς ὁμοιότητος καὶ τῆς εἰδο- ποιίας καὶ τῆς ταὐτότητος καὶ πάσης συνεχείας ἁπλῶς, τὴν δὲ δυάδα ἔλε- γον ἀρχὴν εἶναι τῆς ἑτερότητος καὶ διαιρέσεως καὶ ἀνομοιότητος. διὸ καὶ τὴν ὕλην δυάδα ἔλεγον, ἐπειδὴ αἰτία ἐστὶ τῆς διαιρέσεως. πάντων οὖν τὸ ἁπλῶς αἴτιον καὶ ἑνώσεως καὶ διαιρέσεως καὶ ὁμοιότητος καὶ ἀνομοιότητος καὶ εἰδοποιίας ἀρχὴν καὶ αἰτίαν ἔλεγον εἶναι τὴν ἑνάδα, ἥτις ἐστὶ τὸ πρῶτον αἴτιον· δεῖ γὰρ εἶναι πρῶτον αἴτιον ἐν τοῖς οὖσιν. εἰ γὰρ ὑποθώμεθα εἶναί τι. ἄλλο σὺν αὐτῷ ,ἔσται οὕτως ἕνωσις καὶ οὐκέτι ἕν· ἀνάγκη δὲ πάντως ἓν εἶναι αἴτιον τὸ παρακτικὸν κοινῶς πάντων, καὶ ὁμοίων καὶ ἀνο- μοίων. εἴ γὰρ ἀριθμός ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἔστι δὲ δύο, ἀνάγκη εἶναι καὶ ἕν, ἥτις ἐστὶν ἡ ἑνάς, τὸ πρῶτον αἴτιον τὸ παρακτι- κὸν πάντων. ὥστε κρεῖττόν ἐστιν ἡ ἑνὰς τῆς μονάδος· πολλὰ γὰρ πρῶτα εἶναι οὐ δύναται. πάλιν τοίνυν δέκα ἀριθμὸν ἐκάλουν τὸν κόσμον, ἐπεὶ ὥσπερ ὁ δέκα ἀριθμὸς δεκτικός ἐστι παντὸς ἀριθμοῦ, οὕτω καὶ ὁ κόσμος δεκτικός ἐστι πάντων τῶν εἰδῶν. τινὲς δέ φασιν ὅτι οἱ Πυθαγόρειοι, βουλόμενοι δεῖξαι ὅτι δέκα σφαῖραι ὑπάρχουσι διὰ τὸ ἀναγαγεῖν τὸν οὐρανὸν εἰς τὸν δέκα ἀριθμόν, ἔλεγον εἶναι τὴν ἀπλανῆ καὶ τὰς ἑπτὰ τῶν ἑπτὰ πλανήτων, καὶ τὴν ὑπὸ σελήνην τουτέστι τὰ τέσσαρα στοιχεῖα), ἰδοὺ ἐννέα καὶ τὴν ἀντίχθονα· οὕτως γὰρ αὐτὴν ἐκάλουν, ὥς φησιν Ἀριστο- τέλης. εἰδέναι μέντοι γε χρὴ ὅτι οἱ γνήσιοι Πυθαγόρειοι ἀντίχθονα ἐκά- λοῦν τὴν σεληνιακὴν σφαῖραν, ἐπειδὴ ὥσπερ ἡ γῆ ἀντιφράττουσα αἰτία γίνεται τῆς ἐκλείψεως τῆς σελήνης, οὕτω καὶ ἡ σελήνη ἀντιφράττουσα τᾀ ἡλίω ποιεῖ αὐτὸν ἐκλιμπάνειν. p. 985b23 ’Ev δὲ τούτοις καὶ πρὸ τούτων. Ἢ ἐν τούτοις τοῖς χρόνοις γενόμενοι ἐν οἷς καὶ οἱ προλεχθέντες ἢ πρὸ τούτων οἱ καλούμενοι Πυθαγόρειοι τῶν μαθημάτων ἀψάμενοι πρῶτοι ταῦτα προῆγον. καὶ ἐντραφέντες τοῖς μαθήμασι τὰς τῶν μαθημάτων ἀρχάς, τουτέστι τοὺς ἀριθμούς, ὑπέλαβον ἀρχὰς τῶν ὄντων εἶναι πάντων. τῶν μὲν γὰρ ἄλλων ἔλεγον εἶναι πρώτους τοὺς ἀριθμούς. ἐδόκουν οὖν ἐν τοῖς ἀριθμοῖς πολλὰ ὁμοιώματα θεωρεῖν τῶν ὄντων, οἶον ἐν τῷ πέντε τὴν δικαιοσύνην, ὡς εἰρήκαμεν, ἐν τῷ ἑπτὰ τὸν καιρόν, ἐν τῷ δέκα τὸν κόσμον. πλέον οὖν ἐδόκουν θεωρεῖν ὁμοιώματα ἐν τοῖς ἀριθμοῖς ἤπερ ἐν πυρὶ καὶ ὕδατι καὶ γῇ, καὶ διὰ τοῦτο ἀρχὰς τοὺς ἀριθμοὺς ὑπετίθεντο, ὡς ἐλέγο- μὲν, ὅτι τὸ τοιόνδε πάθος τῶν ἀριθμῶν δηλοῖ δικαιοσύνην. καιρὸν οὖν ἔλεγον τὸν ἑπτὰ πάλιν· δοκεῖ γὰρ τὰ φυσικὰ τοὺς τελείους ἴσχειν καιροὺς καὶ γενέσεως καὶ τελειώσεως κατὰ ἑβδομάδα, ὡς ἐπ’ ἀνθρώπου. καὶ γὰρ τίκτονται ἑπταμηνιαῖα καὶ ὀδοντοφυεῖ τοσούτων μηνῶν. ἀλλὰ καὶ ἡβᾷ περὶ δευτέραν ἑβδομάδα καὶ γενειᾷ περὶ τὴν τρίτην. καὶ τὸν ἥλιον δέ, ἐπεὶ αὐτὸς δοκεῖ τῶν καιρῶν αἴτιος εἶναι, ἐνταῦθά φασιν ἱδρῦσθαι ἐν τῇ ἑβδόμῃ σφαίρᾳ κατὰ τοῦτο. καθὸ ὁ ἑπτὰ ἀριθμός ἐστιν, ὃν καιρὸν λέγουσιν· ἑβδόμην γὰρ αὐτὸν τάξιν ἔχειν τῶν περὶ τὸ μέσον καὶ τὴν ἑστίαν κινουμένων σωμάτων· κινεῖσθαι γὰρ μετὰ τὴν τῶν ἀπλανῶν σφαῖραν <καὶ> τὰς πέντε τῶν πλανήτων· μεθ’ ὃν ὀγδόην τὴν σελήνην καὶ τὴν γῆν ἐνάτην, μεθ’ ἣν τὴν ἀντίχθονα. ἐπεὶ δὲ οὔτε γεννᾷ τινα τῶν ἐν τῇ δεκάδι ἀριθμῶν ὁ ἑπτὰ οὔτε γεννᾶται ὑπό τινος αὐτῶν, διὰ τοῦτο καὶ Ἀθηνᾶν ἔλεγον αὐτόν. ὁ μὲν γὰρ δύο τὸν τέσσαρα, καὶ ὁ τρία τὸν ἐννέα καὶ τὸν ἕξ, καὶ ὁ τέσσαρα τὸν ὀκτὼ καὶ ὁ πέντε τὸν δέκα γεννᾷ ,γεννῶνται δὲ ὁ τέσσαρα καὶ ἓξ καὶ ὀκτὼ καὶ ἐννέα καὶ δέκα· ὁ δὲ ἑπτὰ οὔτε τινὰ γεννᾷ οὔτε ἔκ τινος γεννᾶται τῶν ὑπὸ τὴν δεκάδα. τοιαύτη δὲ καὶ ἡ Ἀθηνᾶ· ἀμήτωρ γάρ, φασί. γάμον δὲ ἔλεγον τὸν εݲ ὅτι ὁ γάμος σύνοδός ἐστιν ἄρρενος καὶ θήλεος. ἔστι δὲ κατ’ αὐτοὺς ἄρρεν μὲν τὸ περιττόν, θῆλυ δὲ τὸ ἄρτιον· πρῶτος δὲ οὗτος ἐξ ἀρτίου πρώτου τοῦ δύο καὶ περιττοῦ πρώτου τοῦ τρία τὴν γένεσιν ἔχει· τὸ μὲν γὰρ περιττὸν ἄρρεν αὐτοῖς, ὡς εἶπον, τὸ δὲ ἄρτιον θῆλυ. νοῦν δὲ καὶ οὐσίαν ἔλεγον τὸ ἕν· τὴν γὰρ ψυχὴν ὡς τὸν νοῦν εἶπον. διὰ τὸ ὅμοιον δὲ καὶ μόνιμον πάντῃ καὶ ἀρχικὸν εἶναι τὸν νοῦν μονάδα τε καὶ ἓν ἔλεγον· ἀλλὰ καὶ οὐσίαν, ὅτι πρῶτον ἡ οὐσία. δόξαν δὲ τὰ δύο διὰ τὸ ἐπ’ ἄμφω μεταβλητὴν εἶναι· ἔλεγον δὲ καὶ κίνησιν αὐτὴν καὶ ἐπίθεσιν. τὰς δὴ τοιαύτας τῶν πραγμάτων πρὸς τοὺς ἀριθμοὺς ἐκλέγοντες ὁμοιότητας ἀρχὰς αὐτῶν τοὺς ἀριθμοὺς ὑπέθεντο, πάντα τὰ ὄντα ἐξ ἀριθμῶν συγκεῖσθαι λέγοντες. ἀλλὰ καὶ τὰς ἁρμονίας κατὰ ἀριθμούς τινας ὁρῶντες συγκειμένας καὶ τούτων ἀρχὰς ἐπρέσβευον τοὺς ἀριθμούς· ἡ μὲν γὰρ διὰ πασῶν ἐν διπλασίονί ἐστι λόγῳ, ἡ δὲ διὰ πέντε ἐν ἡμιολίῳ, ἡ δὲ διὰ τεσσάρων ἐν ἐπιτρίτῳ. ἔλεγον δὲ καὶ τὸν ὅλον οὐρανὸν κατὰ ἁρμονίαν συγκεῖσθαί τινα· τούτου γὰρ δηλωτικὸν αὐτῷ τὸ καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν τινὰ εἶναι· ἐξ ἀριθμῶν γὰρ καὶ κατ’ ἀριθμοὺς αἱ ἁρμονίαι. τῶν γὰρ σωμάτῶν τῶν περὶ τὸ οὐράνιον σῶμα φερομένων ἐν ἀναλογίᾳ τὰς ἀποστάσεις ἐχόντων, καὶ τῶν μὲν θάττον περιφερομένων, τῶν δὲ βραδύτερον, ποιούντων δὲ καὶ ψόφον ἐν τῷ κινεῖσθαι τῶν μὲν βραδυτέρων βαρύν ,τῶν δὲ ταχυτέρων ὀξύν, τοὺς ψόφους τούτους κατὰ τὴν τῶν ἀποστάσεων ἀωαλογίαν γινομένους ἐναρμόνιον τὸν ἐξ αὐτῶν ἦχον ποιεῖν. διὰ τοῦτο οὖν φησιν ἐτι δὲ τῶν ἁρμονιῶν ἐν ἀριθμοῖς ὁρῶντες τὰ πάθη, ἡμιόλιον καὶ ἐπίτριτον, ὡς εἰρήκαμεν. ἐπειδὴ οὖν τὰ μὲν ἄλλα τοῖς ἀριθμοῖς ἐφαίνετο κτὰ τὴν φύσιν ὅμοια, οἱ δὲ ἀριθμοὶ κατ’ αὐτοὺς πάσης τῆς φύσεως πρῶ- τοι, τατῶν ἀριθμῶν στοιχεῖα τῶν ὄντων στοιχεῖα πάντων ὑπέλαβον, καὶ τὸν ὅλον οὐρανὸν ἁρμονίαν εἶναι καὶ ἀριθμόν. ὅσα οὖν εἶχον ὁμολογούμενα δεικνύναι ἔν τε τοῖς ἀριθμοῖς καὶ ταῖς ἁρμονίαις πρὸς τὰ τοῦ οὐρανοῦ πάθη καὶ μέρη καὶ πρὸς τὴν ὅλην τοῦ παντὸς διακόσμησιν, ταῦτα συνάγοντες ἐφήρμοττον πρὸς τοὺς ἀριθμούς. καὶ εἴ ἐνέλειψεν, ἐπεθύμουν συνάψαι, τοῦ τελείαν διὰ τῶν ἀριθμῶν δεῖξαι τὴν πραγματείαν. οἷον ὡμολόγητο παρ’ αὐτοῖς, ὅτι τέ- λεῖος ἀριθμὸς ἡ δεκάς, ἐπεὶ πᾶσαν περιείληφε τὴν τῶν ἀριθμῶν φύσιν. διό φασιν ὅτι καὶ ἐν τῷ οὐρανῷ δέκα σφαῖραι ὑπάρχουσιν· αἱ δὲ φανεραὶ ἐννέα σφαῖραι ὑπάρχουσιν· διὰ γοῦν τοῦτο προστιθέασι καὶ τὴν ἀντίχθονα. διώρισται δὲ ἡμῖν περὶ τούτων ἀκριβέστερον ἐν τοῖς Περὶ οὐρανοῦ. p. 986a13 Ἀλλ’ οὗ δὴ χάριν ἐπερχόμεθα. ‘Ο σκοπὸς τῶν νὺν λεγομένων προφανὴς ὑπάρχει διὰ τῶν λεχθέντων· βούλεται γὰρ ὁ Ἀριστοτέλης ἐκθέσθαι τὰς τῶν παλαιοτέρων δόξας φυσικῶν τε καὶ Πυθαγορείων, ἵνα γνῶμεν δι’ αὐτῶν, ποίας ἀρχὰς ὑπετίθεντο τῶν ὄντων, πότερον ὑλικὴν μόνην ἢ καὶ ποιητικὴν ἢ καὶ τὰς ἄλλας ἀρχάς. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι τούτου χάριν ἐπερχόμεθα τὰς τῶν παλαιοτέρων δόξας, ὅπως λάβωμεν καὶ παρὰ τούτων, τίνας ὑποτίθενται ἀρχὰς τῶν ὄντων, καὶ πῶς ἐμπίπτουσιν εἰς τὰς εἰρημένας αἰτίας, τουτέστιν ὑλικὴν ἢ ποιητικὴν ἤ τινα ἄλλην τοιαύτην. p. 986a15 Φαίνονταιδὲ καὶ οὖτοι τὸν ἀριθμὸν νομίζοντες ἀρχὴν εἶναι. Ἐντεῦθεν ἐπὶ τοὺς Πυθαγορείους ἔρχεται καί φησιν ὅτι ἐξ ὧν εἰρή- κάσιν οἱ Πυθαγόρειοι, φαίνονται τοὺς ἀριθμοὺς ἀρχὰς τῶν ὄντων ὑποτιθέμενοι καὶ ὡς ὑλικὸν αἴτιον καὶ ὡς πάθος καὶ ἕξιν. ἔλεγον γὰρ ὅτι στοι- χεῖα τοῦ ἀριθμοῦ ὑπάρχουσι τὸ περιττὸν καὶ τὸ ἄρτιον, καὶ διὰ μὲν τοῦ ἀρτίου τὴν ὕλην συμβολικῶς ὑπετίθεντο, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος. ἐπεὶ τοίνυν ὁ ἄρτιος ἀριθμός ἐστι διαιρετός, τοιαύτη δὲ καὶ ἡ ὕλη ἐπ’ ἄπειρον διαιρετή, καὶ αὕτη γίνεται αἰτία τῆς τῶν εἰδῶν διαιρέσεως ἀδιαί- ρετον γὰρ ὑπάρχει τὸ εἶδος, γινόμενον δὲ ἐν τῇ ὕλῃ διαιρεῖται καὶ συν- διίσταται εἰς πόδας καὶ χεῖρας καὶ κεφαλὴν καὶ ὅσα ἄλλα τοιαῦτα) διὰ ταύτην οὖν τὴν αἰτίαν διὰ μὲν τῆς δυάδος συμβολικῶς τὴν ὕλην ἔλεγον, διὰ δὲ τοῦ περιττοῦ τὸ εἶδος· ὥσπερ γὰρ ὁ περιττὸς ἀριθμὸς ἀδιαίρετος ὑπάρχει, οὕτω καὶ τὸ εἶδος αὐτὸ καθ’ αὑτὸ ἀδιαίρετον ὑπάρχει. ἀμέλει τοι καὶ αὐτὸ διορίζει καὶ περατοῖ τὴν ὕλην ἄπειρον οὖσαν τῷ ἑαυτῆς λόγῳ· ὅθεν ἕκαστον μέρος τοῦ σπέρματος τέλειον ἔχει τὸν τοῦ εἴδους λόγον. ἄλλως τε δὴ ὅτι ἀδιαίρετον ὑπάρχει τὸ εἶδος, προφανὲς καὶ ἐντεῦθεν· ὁρῶμὲν γὰρ ὅτι καὶ ἐπὶ μεγάλου κύκλου καὶ ἐπὶ μικροῦ τὸ αὐτὸ εἶδός ἐστιν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ζῴων. εἰ δὲ ὑπῆρχε διαιρετόν, ἔδει ἄλλο εἶδος ἔχειν τὸν μέγαν κύκλον καὶ ἄλλο τὸν μικρόν. ὥστε πάλιν διὰ τοῦ περιττοῦ ἀριθμοῦ συμβολικῶς τὸ εἶδος ἐδήλουν. αὖθις δὲ αἰσθητῶς ἐδήλουν διὰ μὲν τῆς δυάδος τὴν ὕλην, διὰ δὲ τῆς μονάδος τὸ εἶδος. διὰ δὲ τῆς ἑνάδος τὴν φύσιν τὴν προαγωγόν· νοητῶς δὲ διὰ τῆς δυάδος τὴν ἀπειρίαν, ἐπειδὴ καὶ ἐν τοῖς νοητοῖς ἀπειρία ἐστὶ κατὰ τὴν πρόοδον ἤγουν κατὰ τὴν δύναμιν, διὰ δὲ τῆς μονάδος τὸ πέρας, ἐπειδὴ οὐ διεσπασμένα ἀπ’ ἀλλήλων ὑπάρχουσιν ἀλλ’ ἡνωμένα ἀφράστῳ, φησίν, ἑνώσει· διὸ παγκάλως φησὶν ὁ ποιητὴς τὸ ‘‘σειρὴν χρυσείην’’· καὶ πάλιν ὁ Παρμενίδης ‘‘οὐ γὰρ ἔην, οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον’’. διὰ δὲ τῆς ἑνάδος τὴν πρωτίστην καὶ ἐξῃρημένην αἰτίαν· ‘κλῦθι, κύδιμ’ ἀριθμέ, πατὴρ μακάρων τε καὶ ἀνδρῶν.’ p. 986a18. τούτων δέ. Φησὶν ὅτι τοῦ ἀριθμοῦ τὸ μὲν πεπερασμένον ἔλεγον, τὸ δὲ ἄπειρον· πεπερασμένον μὲν τὸ περιττόν, ἐπεὶ τὸ εἶδος ἐδήλουν δι’ αὐτοῦ, ἔστι δὲ πέρας τὸ εἶδος, εἴ γε καὶ περατοῖ τὴν ὕλην· τὸ δὲ ἄρτιον ἄπειρον ἔλεγον εἶναι, ἐπεὶ τὴν ὕλην ἐδήλουν δι’ αὐτοῦ, ἥτις ἐπ’ ἄπειρόν ἐστι διαιρετή. δὲ ἕν, φησίν, ἔλεγον ἐξ ἀμφοτέρων εἶναι τούτων, μᾶλλον δὲ ἀμφότερα ἐκ τοῦ ἑνός. ὅτι γὰρ τοῦτο λέγει, σαφῶς ἐδήλωσεν ἐπαγαγὼν τὸν δὲ ἀριθμὸν ἐκ τοῦ ἑνός· ἔστι δὲ ἀριθμὸς τὸ περιττὸν καὶ τὸ ἄρτιον, ὥστε τὸ περιττὸν καὶ τὸ ἄρτιον ἐκ τοῦ ἑνὸς ὑπάρχουσιν· πάντα γὰρ ἐκ τῆς πρωτίστης αἰτίας ὑπάρχουσιν. ἀριθμοὺς δέ, καθάπερ εἴρηται, τὸν ὅλον οὐρανὸν ὑπετίθεντο· ὥσπερ γὰρ ὁ κόσμος δεκτικός ἐστι τῶν εἰδῶν, οὕτω καὶ ὁ δέκα ἀριθμὸς ἐν ἑαυτῷ ἔχει πάντας τοὺς ἀριθμούς, οἷον δεχάς τις οὖσα. χρήσιμον οὖν αὐτῷ τὸ γνῶναι εἰς τί τῶν αἰτίων ἀνήγαγον καὶ οἱ Πυθαγόρειοι τὰς ἀρχάς· φαίνεσθαι δὲ ἐξ ὧν ἔλεγον, ὅτι ὁ ἀριθμὸς αὐτοῖς ἀρχὴ τῶν ὄντων ὡς ὕλη· ἐκ γὰρ τῆς τούτων συνθέσεως τὰ ἄλλα πάντα ἐγέννων. τὸ δὲ ὡς πάθη τε καὶ ἕξεις εἴη ἂν δηλωτικὸν τοῦ τοὺς ἀριθ- μοὺς αὐτοῖς καὶ τῶν παθῶν καὶ τῶν ἕξεων εἶναι γεννητικούς καὶ αἰτίους, ὅπερ εἴη ἄν τὸ ὡς ποιητικὸν αἴτιον· κατὰ γὰρ τὰς ἐν τούτοις διαφορὰς τὰ πάθη τε καὶ τὰς ἕξεις ἐγγίνεσθαι τοῖς ἐξ αὐτῶν συγκειμένοις. τὰ γὰρ πάθη τε καὶ αἱ ἕξεις τῶν ἀριθμῶν τῶν ἐν τοῖς οὖσι παθῶν τε καὶ ἕξεων αἴτια, οἷον τὸ διπλάσιον, τὸ ἐπίτριτον, τὸ ἡμιόλιον. ἅπας οὖν ἀριθμὸς ὕλη, πάθος δὲ τὸ ἄρτιον, ἕξις δὲ τὸ περιττὸν ὡς εἶδος, τὸ δὲ ἓν ἐξ ἀμφοῖν· διὸ καὶ ἀρτιοπέριττον ἡ μονάς· καὶ ὅτι ἐκ τοῦ ἑνὸς συγκειμένου ἐκ περιττοῦ τε καὶ ἀρτίου ἡ γένεσις τῷ ἀριθμῶ. ἐσαφήνισε δὲ τὴν δόξαν αὐτῶν διὰ τοῦ εἰπεῖν πεπερασμένον καὶ ἄπειρον· τὸ γὰρ ἄπειρον ἡ ὕλη, τὸ δὲ πέρας τὸ εἶδος. p. 986a22. Ἕτεροι δὲ τῶν αὐτῶν τούτων τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι. Ἄλλοι τινες Πυθαγόρειοι ὑποτίθενται δέκα ἀρχὰς εἶναι τῶν ἀγαθῶν καὶ δέκα τῶν κακῶν· οὐχ ὅτι τὰ κακὰ ἐν ὑποστάσει εἰσίν, ἀλλὰ τὰ ἥττονα κακὰ λέγει. οἷον πέρας πρὸς τῷ ἀγαθῷ, ἄπειρον πρὸς τῷ ἐναντίῳ, περιτ- τὸν ἀγαθόν, ἄρτιον ἐναντίον, ἓν ἀγαθόν, πλῆθος οὐ καλόν, δεξιὸν καλόν, ἀριστερὸν ἐναντίον, ἄρρεν ἀγαθόν, θῆλυ ἐναντίον, ἠρεμοῦν ἀγαθόν διὸ καὶ τὸ πρῶτον αἴτιον ἀκίνητον), κινούμενον ἐναντίον οὐχ ὅτι κακόν, ἀλλ’ ἧττον ἀγαθόν, εἴγε ἡ φύσις ἐν κινήσει ἐστίν), εὐθὺ ἀγαθόν, καμπύλον ἐναντίον, φῶς ἀγαθόν, σκότος κακόν, τετράγωνον ἀγαθόν, ἑτερόμηκες ἐναντίον ὡς μὴ ἰσόπλευρον. δέκα οὖν ὑπετίθεντο, ἐπεὶ τέλειος οὗτος ὑπάρχει ὁ ἀριθμός. εἰς ταῦτα οὖν ἀνῆγον πάντα τὰ ὄντα. ἱστορεῖ δὲ ὅτι καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης τὸν αὐτὸν τρόπον τούτοις ἀπεφήνατο· εἰς γὰρ ἐναντίωσίν τινα ἕκαστον τῶν ὄντων ἀνάγειν ἐπειρᾶτο καὶ οὗτος, ὡς ἀρχῶν οὐσῶν τῶν ἐναντιώσεων. καὶ ἢ οὗτος παρὰ τῶν Πυθαγορείων παρέλαβεν ἡ οἱ Πυθαγόρειοι παρὰ τούτου· καὶ γὰρ κατέλαβεν ὁ Ἀλκμαίων γέροντα τὸν Πυθαγόρν. ἀπεφήνατο οὖν αὐτοῖς παραπλησίως, λέγων εἶναι δύο τὰ πολλὰ τῶν ὄντων, διότι τὰ ἐν γενέσει καὶ φθορᾷ ἐξ ἐναντίων συνίστανται· ὅθεν λέγων τὰς ἐναντιότητας οὐχ ὑπετίθετο διωρισμένας, ὥσπερ καὶ οὗτοι οἱ Πυθαγόρειοι, ἀλλὰ τὰς τυχούσας ἔλεγεν, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μικρὸν μέγα. ἀδιορίστως οὖν ἀπεφήνατο περὶ τῶν λοιπῶν ἐναντιώσεων· οὔτε γὰρ ποσόν τι αὐτῶν εἶπεν οὗτε ποιόν, ἀλλ’ ὅτι μόνον ἐναντία· οἱ δὲ Πυθαγόρειοι καὶ πόσαι καὶ τίνες αἱ ἐναντιώσεις ἀπεφήναντο. κοινὸν οὖν τῶν Πυθαγορείων, οἳ ταύτης τῆς δόξης ἐγένοντο, καὶ Ἀλκμαί- ωνος τὸ ἐναντίας λέγειν εἶναι τὰς ἀρχὰς τῶν ὄντων· πόσαι δὲ καὶ τίνες αὗται, τῶν Πυθαγορείων ἴδιον. ὥστε παρ’ ἀμφοτέρων τούτων τοσοῦτον ἔστι λαβεῖν, ὅτι τὰ ἐναντία ἀρχαὶ τῶν ὄντων, τὸ δὲ ὅσαι καὶ ποῖαι παρὰ τῶν ἑτέρων, ὡς εἴρηται. ἱστορεῖ δὲ ὅτι ἀρχὴν καὶ αἴτιον τὸν ἀριθμὸν ἔλεγον ὡς ὕλην, οὐχ ὡς ἄντικρυς μὲν ἀποφηναμένων αὐτῶν οὕτως οὐδὲν γὰρ περὶ τούτου, ὥς φησιν, αὐτοὶ διεσάφησαν), ὡς δὲ ἑπόμενον αὐτοῖς ἐξ ὧν ἔλεγον· ἐκ γὰρ τούτων συγκεῖσθαι καὶ συνεστάναι φασὶ πάντα τὰ ὄντα. διό φησιν ἐοίκασι δὲ ὡς ἐν ὕλης εἴδει τὰ στοιχεῖα τάττειν· ἐκ τούτων γὰρ ὡς ἐνυπαρχόντων συνεστάναι καὶ πεπλάσθαι τὴν οὐσίαν. εὐλόγως δὲ ἐχρήσατο ἐπὶ τῆς τοιαύτης γενέσεως τῷ πεπλάσθαι· πλάσματι γὰρ ἔοικεν ἡ τοιαύτη γένεσις, οὐδὲν εὔλογον ἔχουσα. ὁ Ἀριστοτέλης τοίνυν πανταχοῦ σαφηνείας ἀντιποιεῖται τῶν δογμάτων καί φησιν ὅτι ἔδει ὑμᾶς διηρθρωμένως εἰπεῖν, ὅτι νῦν συμβολικῶς λέγονται, ὅτι οὕτως ἔδει ὑμᾶς εἰπεῖν ὡς ἐγὼ λέγω. διὸ οὐ λέγει αὐτοὺς εἰπεῖν ποιητικὸν αἴτίον, ὑλικὸν δέ, ἐπειδὴ εἰρήκασιν ἐκ τῶν ἀριθμῶν γίνεσθαι τὰ ἄλλα, τὸ δὲ ἐξ οὗ τὴν ὕλην δηλοῖ. τάχα δέ, ἀληθέστερον εἰπεῖν, διελέγχει αὐτοὺς ὡς μὴ καλῶς λέγοντας, εἰ καὶ μὴ δοκεῖ τῷ ἡμετέρῳ φιλοσόφῳ. p. 986b8 Tῶν μὲν οὗν παλαιῶν καὶ πλείω τὰ στοιχεῖα λεγόντων. Φησὶν ὅτι τῶν παλαιοτέρων καὶ εἰρηκότων πλείονα στοιχεῖα τῆς φύσεως, ἐκ τούτων τῶν εἰρημένων ἱκανόν ἐστι θεωρῆσαι τὴν διάνοιαν, ὅτι οἱ μὲν ὑλικὸν αἴτιον ὑπετίθεντο, οἱ δὲ καὶ ποιητικόν· πλείω δὲ στοιχεῖα τῆς φύσεως ἀντὶ τοῦ τῶν τῇ φύσει γινομένων. πλείω δὲ λέγει ἤτοι τὰ ὑλικὰ ἢ τὰ στοιχεῖα, φημί δὴ τὰ αἴτια· πρὸς γὰρ τῇ ὕλῃ τινὲς καὶ τὸ ποιητικὸν εἰρήκασιν αἴτιον. ἕτεροι δὲ γεγόνασιν λέγει δὲ Παρμενίδην καὶ Μέλισσον καὶ Ξενοφάνην τὸν διδάσκαλον Παρμενίδου), οἵτινες περὶ τοῦ παντὸς ὡς περὶ μιᾶς φύσεως ἀπεφήναντο. ὁ μὲν γὰρ Παρμενίδης ἔλεγεν ἓν εἶναι τὸ ὂν καὶ ἀκίνητον καὶ πεπερασμένον ,ὁ δὲ Μέλισσος ἓν καὶ ἀκίνητον καὶ ἄπειρον, ὁ δὲ Ξενοφάνης ἓν μόνον· διό φησι τρόπον δὲ οὐ τὸν αὐτὸν πάντες, οὔτε τοῦ καλῶς οὔτε τοῦ κατὰ φύσιν. μᾶλλον δὲ κατορθοῖ ὁ Παρμενίδης λέγων πεπερασμένον, διότι ἡ φύσις ὅρον τινὰ καὶ εἶδος περιτίθησιν, οὐκ ἀπειρίαν. ὅθεν οὗτος μᾶλλον καὶ καλῶς εἶπε· κτὰ τοῦτο γὰρ καὶ τῇ φύσει ἠκολούθησεν. ὁ δὲ Μέλισσος τὸ ἐναντίον, λέγων ἄπειρον. διὸ καὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι φορτικώτερος ὁ τοῦ Μελίσσου λόγος ὑπάρχει. οὐδαμῶς οὖν ἐν τῇ νῦν σκέψει τῶν αἰτίων ἁρμόττει περὶ αὐτῶν λέγειν· εἰ γὰρ ἓν τὸ ὄν, φανερὸν ὅτι οὐδὲν ὑπετίθεντο αἴτιον οὔτε ὑλικὸν οὔτε ἄλλο τι· οὕτε γὰρ γεννῶσί τι ἐκ τοῦ ἑνός, καθάπερ οἱ φυσιολόγοι οἱ ὑποτιθέμενοι ἓν εἶναι τὸ ὑλικὸν αἴτιον καὶ τὰ ἄλλα ἐξ αὐτοῦ γεν- νῶντες. διὸ καὶ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι ἐξαγώνιός ἐστιν ὁ περὶ τούτων λόγος. ἄχρηστος οὖν ἡ τούτων δόξα εἰς τὴν περὶ τῶν αἰτίων ζήτησιν· οὐ γὰρ ἀρχὴν καὶ αἰτίαν τὸ ἓν ἐτίθεντο οὗτοι, ὡς οἱ ὕδωρ ἢ πῦρ ἢ ἀέρα λέγοντες καὶ γεννῶντες ὡς ἐξ ὕλης τοῦ ἑνὸς τὰ ἄλλα, ὥσπερ ὁ Θαλῆς ἀπὸ τοῦ ὕδατος ἐγέννα τὰ ἄλλα. ἕτερον οὖν τρόπον λέγουσιν· ἐκεῖνοι μὲν γὰρ οἱ φυσικοὶ προστιθέασι κίνησιν καὶ οὕτως γεννῶσι τὰ ἄλλα ἐχ τοῦ ὑλικοῦ αἰτίου, οὗτοι δὲ ἀκίνητον εἶναί φασιν. οὐ μὴν τὸν αὐτὸν τρόπον ἀπεφήναντο ἀμφότεροι περὶ τοῦ παντός, ἓν αὐτὸ λέγοντες εἶναι, οὔτε τοῦ καλπως οὔτε τοῦ κατὰ φύσιν. τοῦ κατὰ φύσιν μέν, ὅτι ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὡς ὕλην φύσιν ἔβλεψεν, ὁ δὲ ὡς εἶδος· τοῦ δὲ καλῶς, ὅτι ὁ μὲν αὐτῶν κάλλιον, ὁ δὲ χεῖρον. ὁ μὲν γὰρ Παρμενίδης ἐπὶ τὸν λόγον βλέψας καὶ τὸ εἶδος εἶπε τὸ ὂν ἓν εἶναι καὶ πεπερασμένον· τοῦ γὰρ λόγου καὶ τοῦ εἴδους τὸ περατοῦν τοῦτο ἐν ᾧ ἐστιν. Μέλισσος δὲ ἐπὶ τὴν ὕλην ἠνέχθη, ὅθεν ἄπειρον αὐτὸ ὑπετίθετο· ἡ γὰρ ἀπειρία τῆς ὕλης. p. 986b17 Οὐ μὴν ἀλλὰ τοσοῦτόν γε οἰκεῖόν ἐστι τῇ νῦν σκέψει. Τὰ μὲν γὰρ ἄλα φησὶν οὐκ οἰκεῖον εἶναι τῷ περὶ αἰτίων λόγῳ τὸ τὴν δόξαν ἐκτίθεσθαι τῶν ἓν τὸ πᾶν λεγόντων• οἱ γὰρ οὕτως λέγοντες οὐχ ὡς ἀρχὴν τὸ ἓν τίθενται οὐδὲ ὡς αἴτιον. ἐπὶ τοσοῦτον δὲ χρήσιμον εἶναι καὶ τὴν τούτων ἱστορίαν, ὅτι καὶ τούτων ὁ μὲν ἐπὶ τὴν ὕλην βλέψας ἄπειρον εἶπε τὸ ὄν, ὁ δὲ ἐπὶ τὸ εἶδος πεπερασμένον. διό φησι Παρμενίδης μὲν γὰρ ἔοικε τοῦ κατὰ λόγον ἑνὸς ἅπτεσθαι, φημὶ δὲ τοῦ κατ’ εἶδος· τὸ γὰρ πέρας πρὸς τῷ εἴδει ἐστίν. ἐν γὰρ τοῖς αἰτίοις καὶ ἡ ὕλη καὶ τὸ εἶδος· ὥστ’ εἰ καὶ μὴ αἴτιον λέγουσιν, ἀλλά γε λέγουσιν ὕλην καὶ εἶδος. ἱστορεῖ δὲ τὸν Ξενοφάνην πρῶτον τῆς δόξης ταύτης ἁψάμενον· ὁ γὰρ Παρμενίδης μαθητὴς τούτου ἐγένετο. διό φησι Ξενοφάνης δὲ πρῶ- τος τούτων ἑνίσας (ἀντὶ τοῦ ἓν εἰρηκώς) οὐδὲν παντελῶς διεσάφησεν, οὐδὲ τῆς φύσεως οὐδετέρας ἥψατο· οὔτε γὰρ ἄπειρον ὑπέθετο οὔτε πεπερασμένον· ἀλλ’ εἰς τὸν ὅλον οὐρανὸν ἀποβλέψας (τουτέστι τὸν κόσμον) τὸ ἓν εἶναί φησι τὸν θεόν. φησὶ δὲ τὸν κόσμον οὐ καλῶς· ὁ γὰρ δημιουργὸς τοῦ κόσμου ἐστὶν ὁ θεός. λέγομεν οὖν ὅτι ἕνα ἔλεγε τὸν θεόν, τὸ πρῶτον αἴτιον· οὐ γὰρ οὕτως ἠλιθίως εἶχεν, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος, ὥστε τὸν κόσμον ὅλον καὶ θεὸν ὑποτίθεσθαι καὶ ἕνα λέγειν αὐτόν. οὗτοι οὖν ὡς μὴ ὑποτιθέμενοι αἴτια ἐξαγώνιοι ὑπάρχουσι πρὸς τὴν νῦν ζήτησιν· οἱ μὲν δύο καὶ παντελῶς, ὡς ὄντες μικρὸν ἀγροικότεροι, διότι οὐ συνελογίζοντο δεόντως. λέγει δὲ τὸν Ξενοφάνην καὶ τὸν Μέλισσον· καὶ ἐν τῇ Φυσικῇ γὰρ ἀκροάσει ἔλεγεν ὅτι ὁ Μελίσσου λόγος φορτικώτερος καὶ οὐκ ἔχων ἀπορίαν. ὁ μέντοι γε τοῦ Παρμενίδου δοκεῖ εὔλογος εἶναι. ἔλεγε γὰρ οὕτως ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν.’ καὶ ὁ μὲν Πλάτων δέχεται τὴν πρότασιν ταύτην τὴν λέγουσαν ‘τὸ παρὰ τὸ ὂν οὐκ ὄν’· τῷ ὄντι γὰρ ὂν ἔλεγε τὸ νοητόν, τὸ οὖν μὴ νοητὸν οὐκ ὅν ἐστιν. κυρίως γὰρ ὄντα τὰ νοητὰ ὑπάρχουσιν ὡς καὶ ἀεὶ ὄντα. ‘‘τὶ τὸ ὂν μὲν ἀεί, γένεσιν δὲ οὐκ ἔχον, καὶ τὶ τὸ γινόμενον, ὂν δὲ οὐδέποτε’’. ὥστε τὰ αἰσθητὰ ὡς πρὸς τὰ νοητὰ οὐκ ὄντα ἐστίν. τὴν δὲ πρότασιν τὴν λέ- γουσαν ‘τὸ οὐκ ὂν οὐδὲν’ οὐκ ἐδέχετο. οὐκ ἐπειδὴ γὰρ τὰ αἰσθητὰ οὐκ ὄντα ὑπάρχουσιν, ἤδη καὶ παντελῶς οὐκ εἰσίν· εἰσὶ γὰρ τὰ πῇ μὲν ὄντα, πῇ δὲ οὐκ ὄντα, τὸ δὲ μηδαμῇ μηδαμῶς ὑπάρχον οὔτε δοξαστόν ἐστιν οὔτε νοητόν. διὸ καὶ τὸ πρῶτον λέγει ὂν μηδαμῇ μηδαμῶς εἶναι, ὡς ὑπερβεβηκὸς πᾶν εἶδος καὶ ἐπέκεινα ὑπάρχον τοῦ ὄντος. ὁ μέντοι γε Ἀρι- στοτέλης τῶν δύο προτάσεων ἐπιλαμβάνεται. κακῶς γάρ, φησί, λέγεις τὸ ὂν οὐκ ὄν· τὸ γὰρ ὂν κατὰ τὶ μέν ἐστιν ὄν, κτὰ τὶ δὲ οὐκ ὄν· ὁ γὰρ ἄνθρωπος ὡς μὲν ἄνθρωπος ὄν, ὡς δὲ ἵππος οὐκ ὄν. ὥστε τὸ πῇ ὑπάρ- χον ἀπλῶς λαμβάνων παραλογίζῃ λέγων τὸ ὂν οὐκ ὄν. πάλιν καὶ ‘τὸ οὐκ ὂν οὐδέν’ οὐ καλῶς λέγεις· ὁ γὰρ ἄνθρωπος οὐκ ὄν ἐστιν, ὡς πρὸς ἵππον, καὶ ὅμως ἔστιν. φησὶν οὖν ὅτι ὁ Παρμενίδης μᾶλλον ἐκείνων κατορθοῖ· παρὰ γὰρ τὸ ὂν τὸ μὴ ὂν οὐδὲν ἀξιῶν εἶναι, ἐξανάγκης οἴεται τὸ ὄν, καὶ ἄλλο οὐδέν, περὶ οὗ σαφεστέρως εἰρήκαμεν ἐν τῇ Φυσικῇ ἀκροάσει. ἀναγκαζόμενος δέ, φησίν, ἀκολουθεῖν τοῖς φαινομένοις τὸ ἓν κατὰ τὸν λόγον πλείονα ἔλεγε κτὰ τὴν αἴσθησιν· πῦρ γὰρ καὶ γῆν ὑπετίθετο εἶναι, ἐξ ὧν τοῖς αἰσθητοῖς ἡ γένεσις. λέγομεν οὖν ὅτι ἐν τοῖς περὶ δόξης, ἐπειδὴ περὶ αἰσθητῶν διελέγετο, ὑπετίθετο δύο εἶναι τὰ στοιχεῖ, πῦρ καὶ γῆν καὶ τὰ μεταξὺ συνεπινοεῖται) καὶ ἐκ τούτων τὰ αἰσθητὰ πάντα ὑπετίθετο· ἡνίκα δὲ περὶ νοητῶν διελέγετο, ἓν εἶναι τὸ ὄν, δηλῶν τὴν μίαν τῶν πάντων ἀρχήν, ἐξ ἧς τὰ πάντα· διό φησιν ‘‘οὐ γὰρ ἔην, οὐκ ἔσται ὁμοῦ πᾶν, ἔστι δὲ μοῦνον οὐλοφυές.’’ λέγων οὖν πῦρ καὶ γῆν τὸ μὲν θερμὸν ἔλεγεν εἶναι ὄν, τὸ δὲ ψυχρὸν μὴ ὄν, ὡς χεῖρον καὶ κρεῖττον. ἐκ μὲν οὖν τῶν εἰρημένων καὶ τῶν συνηδρευκότων καὶ σχολασάντων λόγοις σοφῶν ταῦτα παρειλήφαμεν. p. 987a4 Παρὰ μὲν τῶν πρώτων σωματικὴν τὴν ἀρχήν. Οἱ πρῶτοι φυσιολογοῖ σωματικὴν τὴν ἀρχὴν ὑπέθεντο· οἱ μὲν γὰρ ὕδωρ ὥσπερ Θαλῆς, οἱ δὲ πῦρ, ὡς Ἡράκλειτος, καὶ οἱ μὲν μίαν ὑπετίἐν θέντο, οἱ δὲ πλείους, οἷον πῦρ καὶ γῆν, ὥσπερ Παρμενίδης· ἀμφοτέρας δὲ ὑλικὰς ὑπετίθεντο τὰς ἀρχάς. ἄλλοι δέ τινες καὶ πρὸς τῇ ὑλικῇ αἰτίᾳ καὶ ποιητικὴν εἰρήκασιν, καθάπερ Ἐμπεδοκλῆς καὶ Ἑρμότιμος καὶ Ἀναξαγόρας· οἱ μὲν τὸν νοῦν, οἱ δὲ νεῖκος καὶ φιλίαν. καὶ ὁ μὲν Ἐμπεδοκλῆς δύο ὑπετίθετο εἶναι τὰ ποιητικά, καὶ τὸ νεῖκος καὶ τὴν φιλίαν, οἱ δὲ περὶ Ἑρμότιμον μίαν, τὸν νοῦν. ἤρξαντο οὖν οἱ παλαιοὶ φυσικοὶ πρὸ τῶν Ἰταλικῶν, φημὶ δὲ τῶν Πυθαγορείων· καὶ συνήκμασαν γὰρ καὶ συνεπεξετάθησαν τοῖς Πυθαγορείοις· μέχρις οὖν τῶν Ἰταλικῶν ἐγένοντο. καὶ πάλιν χωρὶς ἐκείνων μονιμώτερον εἰρήκασι, τουτέστι μετριώτερον, ἤγουν σχοτεινότερον ἢ μαλακώτερον· οὐ γὰρ διηρθρωμένως εἰρήκασιν οἱ Πυθαγόρειοι περὶ τῶν ἀρχῶν· πλὴν οἱ μὲν αὐτῶν μίαν ποιοῦσι τὴν ἀρχὴν τὴν ὑλικήν, οἱ δὲ δύο· πρὸς γὰρ τῇ ὑλικῇ ὑπετίθεντο καὶ ποιητικήν, ὥσπερ οἱ περὶ Ἀνα- ξαγόραν. p. 987a13 Οἱ Πυθαγόρειοι δύο μὲν τὰς ἀρχὰς κατὰ τὸν αὐτὸν αὐτὸν εἰρήκασι τρόπον. Φησὶν ὅτι καὶ οἱ Πυθαγόρειοι δύο ἀρχὰς ὑπετίθεντο, ὁμοίως ὑλικὴν καὶ ποιητικήν, διαφέρουσι δὲ ἐκείνων, ὅτι οἱ μὲν ἓν τῶν στοιχείων εἰρήκασι τὴν ἀρχήν, οἷον πῦρ ἢ ὕδωρ ἤ τι τοιοῦτον λέγοντες τὸ πεπερασμένον καὶ τὸ ἄπειρον αὐτοὶ δὲ οἱ Πυθαγόρειοι ἑτέρας φύσεις ὑπετίθεντο αὐτὸ καθ’ αὑτὸ εἶναι τὸ ἄπειρον, καὶ ἐξ αὐτοῦ γίνεσθαι τὴν ἀπειρίαν, καὶ πάλιν αὐτὸ καθ’ αὑτὸ <τὸ> πεπερασμένον, καὶ ἐξ αὐτοῦ γίνεσθαι τὴν πρόοδον τῶν πεπερασμένων, τουτέστι τοὺς λόγους τῶν εἰδῶν καὶ τῆς ὕλης. καὶ ἀληθῶς λέγει ὁ Ἀριστοτέλης αὐτὸ οὖν τὸ ἓν οὐσίαν εἶναι τούτων ἔλεγον ὧν κατηγοροῦνται. διὸ καὶ τὸν ἀριθμὸν εἶναι τὴν οὐσίαν πάντων ἔλεγον, ἐπειδὴ καὶ τὰ πάντα ἐξ ἀριθμῶν συνίστασθαι ἔλεγον. περὶ τούτων οὖν τοῦτον τὸν τρόπον ἀπεφήναντο· ἤρξαντο δὲ λέγειν καὶ περὶ τοῦ τί ἐστιν, φημὶ δὴ περὶ τῶν ὁρισμῶν. ἔλεγον γὰρ ὅτι τὸ πρώτως τινὶ ὑπάρχον τοῦτό ἐστιν ὁ ὁρισμὸς αὐτοῦ· οἷον ἐπεὶ πρώτως ὑπάρχει τῇ ἐπιφανείᾳ τὸ χρῶμα, τὸ χρῶμα ἄρα ὁρισμός ἐστι τῆς ἐπιφανείας. καὶ πάλιν ἐπειδὴ τὸ διπλάσιον <πρώτως> ὑπάρχει τῇ δυάδι, ὁρισμὸς τῆς δυάδος τὸ διπλάσιον. οἱ δὲ ὁρισμοὶ θέλουσιν ἀντιστρέφειν πρὸς τὰ ὁριστά· οὐκ ἀντιστρέφει δέ· οὐ γάρ, εἴ τι διπλάσιον, δυάς· τὰ γὰρ ὀκτὼ διπλάσια μέν ἐστιν, οὐ δυὰς δέ. εἰ δὲ τοῦτο ὑποθώμεθα, πολλὰ ἔσται τὸ ἕν· εἰ γὰρ ἡ δυὰς διπλάσιον, πολλὰ δὲ τὰ διπλάσια, πολλὰ ἔσται καὶ ἡ δυάς, ἓν οὖσα πρᾶγμα. ἔσται γὰρ καὶ ὀκτὼ καὶ δέκα καὶ δώδεκα, καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. εἰδέναι μέντοι χρή, ὡς οἱ Πυθαγόρειοι, ὥς φησιν ὁ ἡμέτε- ρος φιλόσοφος Ἀμμώνιος, τὴν δυάδα ἀντὶ ἀρτίου ἀριθμοῦ ἐλάμβανον καὶ ἔλεγον ὅτι ἡ δυὰς διπλάσιον, καὶ οὕτως ἀντιστρέφει πρὸς τὸ ὁριστόν. εἴ τι γὰρ διπλάσιον, τοῦτο καὶ ἄρτιον· εἴ τι ἄρτιον, τοῦτο καὶ διπλάσιον· καὶ τὰ ὀκτὼ γὰρ ἄρτια καὶ ὅσα τοιαῦτα. ἐπεὶ οὖν πρώτη ἐστὶν ἡ δυὰς ἐν τοῖς ἀρτίοις, τούτου χάριν ἐλάμβανον τὴν δυάδα ἀντὶ παντὸς ἀρτίου ἀριθμοῦ, καὶ οὕτως ὡρίζοντο ὑγιῶς. p. 987a29 Μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας ἡ Πλάτωνος ἐπεγενετο πραγματεία. Ἐκθέμενος τὰς τῶν Πυθαγορείων δόξας καὶ τῶν ἄλλων τῶν φυσικῶν περὶ τοῦ γνῶναι, ποίαις ἀρχαῖς τῶν ὄντων ἐκέχρηντο, ἐντεῦθεν ἐκτίθεται καὶ τὴν Πλάτωνος δόξαν, βουλόμενος δεῖξαι ποίαις ἀρχαῖς τῶν ὄντων καὶ αὐτὸς ἐκέχρητο, καί φησιν ὅτι τὰ πολλὰ τοῖς Πυθαγορείοις ἠκολούθησεν. ἡμεῖς δέ φαμεν ὅτι οὐ τὰ πολλά, ἀλλὰ τὰ πάντα· Πυθαγόρειος γὰρ ἦν ὁ φιλόσοφος, εἰ καὶ μὴ πᾶσι κέχρηται τοῖς παραπετάσμασιν αὐτῶν. οἱ γὰρ Πυθαγόρειοι μύθοις μὲν οὐκ ἐκέχρηντο, ἀλλὰ συμβόλοις, ἵνα κἂν μείνωσιν οἱ ἀκούοντες μέχρι τοῦ φαινομένου, μὴ ἀδικηθῶσιν +ὥσπερ ἐπὶ τῶν Πυ- θαγορείων. πρὸς τούτοις δὲ σαφῶς οὐκ ἐβούλοντο ἐκθέσθαι διὰ τὸ μὴ καταφανῆ γενέσθαι τὴν ἑαυτῶν σοφίαν καὶ σκυτεῦσι. φησὶν οὖν ὅτι ὁ μὲν Πλάτων ἰδέας εἶναι ὑπετίθετο καὶ ἐξ αὐτῶν γίνεσθαι τὰ τῇδε κατὰ μέθεξιν, οἷον ἐκ τοῦ ὄντως καλοῦ τὸ ἐνταῦθα καλὸν κατὰ μέθεξιν· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. οἱ μέντοι γε Πυθαγόρειοι ἀριθμοὺς ὑπετίθεντο καὶ κατὰ μίμησιν ἐκείνων τὰ τῇδε γίνεσθαι ἐκ τῶν ἀριθμῶν· μιμούμενα γάρ, φησί, τὰ τῇδε ἐκεῖνα ἐγίνετο. εἶτα ἱστορεῖ ὅτι πρότερον συνεγένετο ὁ Πλατῶν Κρατύλῳ τῷ Ἡρακλειτείῳ τῷ λέγοντι πάντα ἐν κινήσει εἶναι, καὶ ἠκολούθησε τῇ δόξῃ αὐτοῦ. εἶτα μετὰ ταῦτα συνεγένετο τῷ Σωκράτει, ὃς κατεγίνετο μᾶλλον περὶ τὴν ἠθικὴν φιλοσοφίαν, περὶ μέντοι γε τῆς καθόλου φύσεως οὐδὲν ἐπραγματεύσατο. οὗτος οὖν ὁ Σωκράτης ἐν τοῖς ἠθικοῖς πρῶτος ἐζήτησε τὸ καθόλου καὶ περὶ ὁρισμοῦ πρῶτος ἐπέστησεν, ὅτι τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί· τῶν γὰρ μερικῶν οὔκ εἰσιν, ὡς φθαρτῶν ὑπαρχόντων. οἱ γὰρ ὁρισμοὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων θέλουσιν εἶναι· διὸ τῶν καθόλου ὑπάρχουσιν οἱ ὁρισμοί, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ. ἀνήγαγεν οὖν ἑαυτὸν ἐπὶ τὰ καθόλου, λέγων τὸ ἀπλῶς δίκαιον, τὸ ἀπλῶς καλόν. τὰ δὲ τοιαῦτα πάντα ὁ Πλατῶν ἰδέας προσηγόρευσε λέγων λόγους εἶναι δημιουργικούς, καὶ ἐξ αὐτῶν τὰ τῇδε γίνεσθαι κατὰ μέθεξιν, ἐκ τοῦ ἁπλῶς καλοῦ τὸ ἐνταῦθα καλόν, καὶ ἐκ τοῦ ἀγαθοῦ τὸ ἀγαθόν, καὶ ἐκ τοῦ ἀνθρώπου τὸν ἄνθρωπον. τοῦτο δὲ καὶ αὐτὸς φῄς, ὦ Ἀριστό- τελες, λέγων ὅτι ἡ τάξις ἡ ἐν τῷ στρατοπέδῳ οὐκ ἀπὸ ταὐτομάτου ἐφήκει, ἀλλ’ ἀπὸ τοῦ στρατηγοῦ. εἰδέναι μέντοι γε χρή, ὡς εἴρηται ἐν τῷ Φαί- δωνι τῷ Σωκράτει, ὅτι γέγονέ μοι ἐπιθυμία γνῶναι τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ἀναγκαιότερον δὲ ὑπέλαβον τὰ ἠθικὰ ζητῆσαι καὶ ἀναγαγεῖν ἑαυτὸν ἐπὶ τὰ καθόλου. ὅτι δὲ οὐκ οἴεται Πλατῶν ἐν κινήσει εἶναι πάντα, σαφῶς μὲν ἐδήλωσε καὶ ἐν τῷ Κρατύλῳ τῷ διαλόγῳ, καὶ ἐν τῷ Θεαιτήτῳ δέ. ἔλεγε γὰρ ἐν τῷ Θεαιτήτῳ, ὅτι τὰ κινούμενα ἢ κατ’ ἀλλοίωσιν κινοῦνται ἢ κατὰ τόπον, ἢ κατ’ ἀμφότερα ἢ κατὰ θάτερον. ἀλλ’ εἰ μὲν κατὰ θάτερον, φανερὸν ὅτι ἔσται στάσις τοῦ ἑνός· εἰ δὲ κατ’ ἀμφότερα ἔσται κίνησις, οὔτε δὲ οὐδέν ἐστιν εἰπεῖν, οὔτε λευκὸν οὔτε μέλαν οὔτε φαιόν, διότι πάντα ἐν ῥύσει ὑπάρχουσι καὶ οὐδέν ἐστιν ἐν στάσει. πῶς δὲ οἷόν τε εἶναι κίνησιν στάσεως μὴ οὔσης; καὶ ἡ ἀκινησία γὰρ στάσις τίς ἐστι. καὶ ἐκ τῶν καθόλου δὲ ἐπέστησεν, ὅτι στάσις ἐστίν· τὰ γὰρ καθόλου ἀκίνητα καὶ ἀίδια· [καὶ] ἐν ταὐτότητι γὰρ ἀεὶ ὑπάρχουσιν. ἄλλως τε δὴ καὶ σύ, ὦ Ἀριστότελες, λέγεις τὴν ὕλην ἀεὶ ἐν κινήσει εἶναι· ἐν ἀπορροῇ γὰρ φῂ αὐτὴν εἶναι καὶ ἐν ἐπιρροῇ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς. p. 987a29 Μετὰ δὲ τὰς εἰρημένας φιλοσοφίας. Ἐφεξῆς τὴν Πλάτωνος ἐκτίθεται δόξαν καί φησιν αὐτὸν τὰ μὲν πολλὰ ἀκολουθῆσαι τοῖς Πυθαγορείοις, ἔχει δὲ καὶ ἴδιά τινα ἡ Πλάτωνος φιλοσοφία παρὰ τοὺς Ἰταλικούς· λέγει δὲ τὰς ἰδέας. ἰστέον δὲ ὅτι κἀκεῖνοι ἔλεγον τὰς ἰδέας, ἀλλὰ ἀριθμοὺς ταῦτα ὑπετίθεντο. νέος γὰρ ὑπάρχων συνεγένετο Κρατύλῳ τῷ Ἡρακλειτείῳ καὶ ὑπέλαβεν, ὅτι πάντα τὰ αἰσθητὰ ἐν ῥύσει ὑπάρχουσι καὶ οὐδέποτε ἵστανται, καὶ ταύτην ἐφύλαξε τὴν δόξαν ὡς ἀληθῆ. Σωκράτους δὲ περὶ μὲν τὰ ἠθικὰ πραγματευσαμένου καὶ ἐν τούτοις τὸ καθόλου ζητοῦντος (διαλαμβάνων γὰρ περὶ καλοῦ ἤ τινος ἄλλου ἐζήτει καθόλου τί τὸ καλόν ἐστιν, οὐ τόδε τὸ καλὸν λαμβάνων) καὶ ὁρίζεσθαι τὸ προκείμενον ἀεὶ πειρωμένου (περὶ δὲ τῶν φυσικῶν οὐδέν, φησίν, ἐπραγματεύσατο· πῶς δὲ λέγει περὶ Σωκράτους πρῶτον ἐπιστῆσαι περὶ ὁρισμῶν, εἴ γε καὶ οἱ Πυθαγόρειοι ἐπειρῶντο τοῦτο ποιεῖν, ὡς προείρηκεν, ὄντες αὐτοῦ πρεσβύτεροι; ἢ ὅτι ἐκεῖνοι, ὡς εἶπε, μαλακῶς καὶ ἀμεθόδως), ἀποδεξάμενος οὖν Σωκράτους τὴν περὶ τοὺς ὁρισμοὺς καὶ τὸ καθόλου πραγματείαν, ὑπέλαβε τούτους ἑτέρων τινῶν γίνεσθαί τε καὶ εἶναι φύσεων καὶ οὐ τῶν αἰσθητῶν τινος, οὐδὲ τοῦ ἐπὶ τούτοις καθόλου· ταῦτα γὰρ καὶ ἐν τούτοις πάντα, ἐν οἷς καὶ τὰ καθόλου, ἀεὶ ῥεῖν τε καὶ μεταβάλλειν καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς φύσεως μένειν· διὸ καὶ ἀδύνατον εἶναι τὸν κοινὸν καθόλου ὅρον (τοιοῦτοι γὰρ οἱ ὁρισμοί) τῶν αἰσθητῶν τινος εἶναι, διὰ τὸ ταῦτα μηδὲ ὁριστὰ εἶναι τῷ μὴ μένειν τὰ αὐτά. καὶ ταύτας δὲ τὰς φύσεις τὰς παρὰ τὰ αἰσθητά (φημὶ δὴ τὰ καθόλου) ὧν οἱ ὁρισμοὶ ὑπάρχουσιν, ἰδέας προσηγόρευσεν. ἀπεδέξατο οὖν ἐν τούτοις τὸν Σωκράτη. ὑπέλαβεν οὗν ὅτι ἑτέρων τινῶν οἱ ὁρισμοί εἰσι, τῶν καθόλου καὶ οὐ τῶν καθ’ ἕκαστα διὰ τὴν μεταβολὴν αὐτῶν. τὰ οὖν καθόλου, ὡς εἴρηται, ἰδέας προσηγόρευσεν, τὰ δὲ αἰσθητὰ παρὰ ταῦτα· ἐκ τούτων οὖν τῶν ἰδεῶν καὶ τὰ αἰσθητὰ ἔφασκεν εἶναί τε καὶ λέγεσθαι. p. 987b9 Κατὰ μεθεξιν γὰρ εἶναι τὰ πολλὰ τῶν συνωνύμων τοῖς εἴδεσιν. Πόλλα οὖν λέγει τὰ αἰσθητά, ὅτι ἐκ τοῦ καθόλου, φησί, κατὰ μέθεξιν ὑπάρχουσι τὰ πολλά· ἐκ γὰρ τοῦ ἀπλῶς καλοῦ καὶ δικαίου καὶ τῶν ἄλλων ἁπάντων τὸ τῇδε καλὸν καὶ τὸ τῇδε δίκαιον. πολλὰ οὖν λέγει τὰ αἰσθητά, ἢ ὅτι οὐ πάντων τῶν αἰσθητῶν ἔλεγον εἶναι ἰδέας· τῶν γὰρ κατὰ σχέσιν τε καὶ τῶν πρός τι οὐκ ἐτίθεντο ἰδέας, ἀλλ’ οὐδὲ τῶν παρὰ φύσιν τινός, οὔτε δὲ ὅλως τῶν κακῶν. κατὰ μέθεξιν οὖν τῶν εἰδῶν ὑπάρχουσι τὰ πολλά, συνώνυμα ὄντα ἀλλήλοις τὰ πολλά· οὔτε γὰρ τοῖς εἴδεσι συνώνυμα. τὰ γὰρ πολλὰ καὶ συνώνυμα ἀλλήλοις κατὰ μέθεξιν τὸ εἶναι ἔχει ἰδέας μιᾶς. οὐ γὰρ πάντα <μιᾶς> ἰδέας μετέχει, ἀλλ’ ὅσα ὁμοειδῆ τέ ἐστιν καὶ συνώνυμα, ὡς ἄνθρωποι, ἵπποι, βόες, ἀλλήλοις· οὐ γὰρ ἄν ταῖς ἰδέαις λέγοι τὰ αἰσθητὰ συνώνυμα εἶναι ἱστορῶν τὴν Πλάτωνος δόξαν, ἐκείνου ὁμωνύμους λέγοντος τὰς ἰδέας ὡς τὰ ἀφ ἑνὸς καὶ πρὸς ἕν. ἢ οὐδὲ κατὰ Πλάτωνα ὁμώνυμοι αἱ ἰδέαι τοῖς πρὸς αὐτάς, ἀλλὰ συνώνυμοι· ἐν οἷς γὰρ χρῆται τῷ ὁμωνύμῳ ὀνόματι, κοινότερον ἀντὶ τοῦ συνωνύμου χρῷτο ἄν. εἰ γὰρ μὴ κατὰ τὸν λόγον καὶ τὸ εἶδος ὡμοίωται τῇ ἰδέᾳ τὰ πρὸς αὐτήν, κατὰ τί ἄν ἄλλο; οὐδὲν γὰρ ἐκείναις ὑπάρχει ἔτι ἄλλο, οὐδέ τι αὐταῖς συμβέβηκεν. τὰ δὲ κατὰ τὸ εἶδος ὅμοια συνώνυμα. εἰ γὰρ ὁ αὐτοάνθρωπος εἶδός τί ἐστιν ἁπλοῦν, φανερὸν ὅτι τὸ ὡμοιωμένον αὐτῷ κατὰ τὸ εἶδος ἄν ὡμοίωτο. ἀλλὰ μὴν οἱ ὁρισμοὶ κατὰ τὸ εἶδος καὶ τῶν ἐνύλων· ὥστε εἰ κατὰ τὸ εἶδος οἱ ἄνθρωποι τὸ εἶναι ἔχουσιν, ὅμοιοι ἄν εἶεν τῇ ἰδέᾳ, οὐδὲν ἄλλο οὔσῃ, καὶ ὁ ὁρισμὸς ἄν αὐτῶν ὁ αὐτὸς καὶ τῆς ἰδέας εἴη. ἔτι εἰ καὶ μὴ ὁριστὰ ταῦτα ἀλλὰ τὰ εἴδη, ἀλλ’ οἵ γε ὁρισμοὶ ἐκείνων καὶ ἐπὶ τούτων λέγονται· τὸ γὰρ ζῷον λογικὸν θνητὸν καὶ κατὰ τῶν αἰσθητῶν κατηγορεῖται ἀνθρώπων, εἰ καὶ μὴ κυρίως τούτων ἐστὶν ὁρισμός. τὴν δὲ μέθεξιν, φησίν, τοὔνομα μετέβαλε, τουτέστι μετέθηκε· τὴν γὰρ ὑπὸ τῶν Πυθαγορικῶν λεγομένην μίμησιν αὐτὸς μεταβαλὼν μέθεξιν εἶπε ταύτην μέντοι τὴν μέθεξίν τε καὶ μίμησιν τίς τέ ἐστι καὶ πῶς γίνεται, οὔτε οἱ Πυθαγόρειοι εἶπον οὔτε ὁ Πλατῶν, ἀλλ’ εἴασαν αὐτὴν ἐν κοινῷ ζητεῖσθαι. ἰστέον δὲ ὅτι εἶπεν ὁ Πλατῶν ἐν τῷ Παρμενίδῃ περὶ αὐτῶν, ὅτι τὰ ἐφιέμενα τοῦ ἀγαθοῦ πάντα οὕτως γίνονται· πάντα γὰρ ἐφίενται τοῦ ἀγαθοῦ, καὶ πλωτὰ καὶ πεζὰ καὶ ἀέρια, ὥς φησι καὶ ὁ Ἀριστοτέλης. κατὰ μίμησιν οὗν λέγουσιν οἱ Πυθαγόρειοι γίνεσθαι τὰ ἄλλα τῶν πρώτων ἀριθμῶν, οὓς καὶ λέγει κυρίως εἶναι, καὶ ἐξ αὐτῶν τὰ ἄλλα γίνεσθαι, φημὶ δὲ ἐκ τῆς μονάδος καὶ τῆς δυάδος, ταὐτὸν δὲ εἰπεῖν ἐξ ὕλης καὶ εἴδους. p. 987b14 Ἔτι δὲ παρὰ τὰ εἴδη. Μεταξὺ λέγει ὁ Πλάτων τὰ μαθήματα τῶν ἰδεῶν καὶ τῶν αἰσθητῶν. οὔτε γὰρ πάντῃ αὐτὰ καθ’ αὑτὰ ἐν ὑποστάσει ὑπάρχουσιν χωριστὰ παντελῶς ὕλης ὥσπερ αἱ ἰδέαι (τὰ γὰρ μαθήματα καὶ ἐν τῇ ὕλῃ θεωροῦνται· ἔστι γὰρ χαλκοῦν τρίγωνον· καὶ κατὰ ἀφαίρεσιν δὲ θεωροῦνται τῇ ἐπινοίᾳ) οὔτε ὅμοια ὑπάρχουσι τοῖς αἰσθητοῖς· τὰ γὰρ αἰσθητὰ καὶ ἐν κινήσει ὑπάρχουσι καὶ φθαρτά εἰσι, τὰ δὲ μαθήματα ἀίδια καὶ ἀκίνητα. εἰδέναι δὲ χρὴ ὅτι συμβολικῶς ὁ Πλατῶν διὰ τῶν μαθημάτων τὴν ψυχὴν δηλοῖ, ἥτις μέση ἐστὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης καὶ ἀιδίων καὶ τῶν πάντῃ ἀχωρίστων, τουτέστι τῶν ἐνύλων εἰδῶν, ἐπειδή, φησί, ποτὲ μὲν χωρίζεται σώματος, ποτὲ δ’ ἐλλάμπει ἐν αὐτῷ. τοῦτο οὖν φησιν ὅτι ἔτι δὲ παρὰ τὰ αἰσθητὰ καὶ τὰς ἰδέας τὰ μαθηματικὰ τῶν πραγμάτων μεταξύ φησιν εἶναι τούτων. διαφέρουσι γὰρ τῶν μὲν αἰσθητῶν τὰ μαθηματικὰ τῷ εἶναι ἀίδια καὶ ἀκίνητα (ἡ γὰρ ψυχὴ ἀκίνητός ἐστι καὶ ἀίδιος), τὰ δ’ αἰσθητὰ φθαρτὰ ὑπάρχουσι καὶ ἐν κινήσει· τῶν δὲ εἰδῶν διαφέρουσι τῷ τὰς μὲν ἰδέας ἕν τι τῷ ἀριθμῷ εἶναι (ἕν γὰρ εἶδος πάντων τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ὁμοίως· καὶ ἔθος αὐτῷ τῷ Πλάτωνι ἕν τι καλεῖν τὰ παντελῶς χωριστὰ τῆς ὕλης, τὰ δέ ποτε ἐλλάμποντα αὐτῇ πολλὰ καλεῖ), τὰ δὲ μαθηματικὰ τὴν ἐν τοῖς πολλοῖς, τουτέστι τοῖς αἰσθητοῖς καὶ τοῖς καθ’ ἕκαστα, δηλοῦν ὁμοιότητα. οὐ γὰρ ἔστιν αὐτὰ καθ’ αὑτὰ ὑφεστῶτα ἀλλ’ ἐπινοίᾳ, χωρισθείσης τῶν ἐνύλων τῆς τε ὕλης καὶ τῆς κινήσεως, καθ’ ἃ καὶ μεθ ὧν έστιν. p. 987b18 ’Επειδὴ αἴτια τὰ εἴδη τοῖς ἄλλοις. ᾿Επειδή, φησίν, αἰτίας ὑπετίθεντο τῶν τῇδε πραγμάτων τὰς ἰδέας (κατὰ μέθεξιν γὰρ ἔλεγον γίνεσθαι τὰ τῇδε ἐκ τῶν ἰδεῶν), τὰ ἐκείνων στοιχεῖα καὶ ἀρχάς, τῶν ἰδεῶν, ἀρχὰς πάντων τῶν ὄντων ὑπέλαβον. τῷ ὄντι γὰρ ἐκ τῆς ἑνάδος αἱ ἰδέαι, τουτέστιν ἐκ τῆς μιᾶς τῶν πάντων ἀρχῆς οἱ δημιουργικοὶ λόγοι· ἐκ δὲ τῶν δημιουργικῶν λόγων τὰ τῇδε γίνεται πάντα. ὡς μὲν οὖν ὕλην τὸ μέγα καὶ μικρὸν ἀρχὰς ὑπετίθεντο τῶν ὄντων, τουτέστι τὴν δυάδα. ἡ γὰρ δυὰς ἄρχεται πρώτη διαιρέσεως· τοιαύτη δὲ ἡ ὕλη ἐπ’ ἄπειρον οὖσα διαιρετή. τὰς οὗν ἰδέας ἀρχὰς καὶ αἰτίας εἶναι τοῖς ἄλλοις ἅπασι τοῦ εἶναι (κατὰ μέθεξιν γὰρ ἐκείνων τὰ ἄλλα), τὰς δέ τῶν ἰδεῶν ἀρχὰς πάντων ἀρχὰς ἔθετο· ἀρχὰς δὲ τῶν ἰδεῶν ὡς μὲν ὕλην καὶ ὑποκείμενον τὸ μέγα καὶ τὸ μικρόν, δυάδα τινὰ οὖσαν, ὥς φησιν, ἀόριστον, ὡς δὲ οὐσίαν καὶ εἶδος τὸ ἕν, τουτέστιν ἐξ ὕλης καὶ εἴδους. τοῦτο δὲ ὅπως ἔλεγεν, ἑξῆς λέγει ἐξ ἐκείνων γὰρ κατὰ μέθεξιν τοῦ ἑνὸς τὰ εἴδη εἶναι καὶ τοὺς ἀριθμούς. ἐξ ἐκείνων, τουτέστι μεγάλουκαὶ τοῦ μικροῦ, συνιόντων καὶ εἰδοποιουμένων ὑπὸ τοῦ ἑνὸς κατὰ μέθεξιν, τουτέστι τῷ μεταλαμβάνειν αὐτοῦ, τὰ εἴδη, φημὶ δὴ τὰς ἰδέας, αἵτινες καὶ αὐταί εἰσιν ἀριθμοί· εἰδητικοὺς γὰρ ἀριθμοὺς τὰς ἰδέας λέγουσιν. p. 987b22 Τὸ μέντοι γε ἓν οὐσίαν εἶναι καὶ μὴ ἕτερόν τι τὸ ἓν λέγεσθαι. Τὸ γὰρ ἓν τοῦτο οὐ κατά τινος ἄλλου ὄντος κατηγόρουν, ἀλλ’ οὐσίαν τινὰ τὸ ἓν ὑπετίθεντο εἶναι ἐν τῷ ἓν εἶναι τὸ εἶναι ἔχουσαν. τοῦτο δὲ καὶ περὶ Πλάτωνος ἱστορεῖ ὅτι παραπλησίως ἐκείνοις τὸ ἓν οὐσίαν ἔλεγεν εἷναι, οὐκ ἄλλο τι ὂν κατὰ τὸ ὑποκείμενον. τοῦτό τε οὖν, φησί, παραπλησίως ἐκείνοις Πλάτων λέγει, καὶ τὸ ἀρχὰς καὶ αἰτίας τῶν ὄντων τοὺς ἀριθμοὺς τίθεσθαι. p. 987b25 Τὸ δὲ ἀντὶ τοῦ ἀπείρου ὡς ἑνὸς δυάδα ποιῆσαι. Φησὶν ὅτι οἱ Πυθαγόρειοι τὸ ἓν ἄπειρον ὑπετίθεντο ὡς ἀπειροδύναμον, ὁ δὲ Πλατῶν δυάδα, εἴ γε τὸ ἄπειρον ἐκ μεγάλου καὶ μικροῦ, τὴν ὕλην αἰνιττόμενος διὰ τὸ ἀόριστον αὐτῆς καὶ διὰ τὸ ἐπ’ ἄπειρον εἶναι διαιρετήν. ἐκεῖνοι οὖν τὸ ἄπειρον μίαν τινὰ φύσιν ὑπετίθεντο, τουτέστι τὸ ὑποκείμενον καὶ τὸ ὑλικόν· Πλάτων δὲ δυάδα ἐποίει τὸ ὑποκείμενον καὶ τὸ ἄπειρον ,λέγων ἄπειρον ,καθὸ μὴ ἔστι καθ’ αὑτὸ εἰδοπεποιημένον· μέγα γὰρ καὶ μικρὸν καὶ ὑπεροχὴν καὶ ἔλλειψιν· ἐν τούτοις δὲ ἡ τοῦ ἀπείρου φύσις. οὐ ταὐτὰ δὲ τῷ· εἴδει τὸ μέγα τῷ μικρῷ ὑπάρχει, οὐδὲ ὑπεροχὴ ἐλλείψει· ἐναντία γάρ, ὥστε οὐχ ἕν. τὸ δὲ ἄπειρον εἶπέν ἀντὶ τοῦ ῾τὸ γὰρ ἄπειρον ’κατ’ αὐτὸν ἐκ μεγάλου καὶ μικροῦ. τοῦτο γὰρ τὸ ἐν τῇ λέξει κατάλληλον. τοῦτό τε. οὖν ἴδιον Πλάτωνος παρὰ τοὺς Πυθαγορείους, καὶ ὅτι ὁ μὲν Πλατῶν τοὺς ἀριθμοὺς ἔξω τῶν αἰσθητῶν κατέλιπεν, οὐχ ὡς ὕλην αὐτοὺς τοῖς οὖσιν ὑποβάλλων, οὐδὲ οὕτως αἰτίους τιθεὶς αὐτούς, οἱ δὲ Πυθαγόρειοι τὰ πράγματα καὶ τὰ ὄνια ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι, ἐξ ὧν εἵπετο αὐτοῖς τὸ πάντα τὰ ὄντα ἀριθμοὺς λέγειν. διαφέρουσι δὲ ἀλλήλων καὶ ὅτι ὁ μὲν Πλατῶν τὰ μαθήματα μεταξὺ τῶν εἰδῶν καὶ τῶν αἰσθητῶν λέγει, οἱ δὲ Πυθαγόρειοι οὐδαμῶς. p. 987b29 Τὸ μὲν οὖν τὸ ἓν καὶ τοὺς ἀριθμούς. Ἐντεῦθεν ἀποδέχεται Πλάτωνα μᾶλλον τῶν Πυθαγορείων, καί φησιν οὕτως· τὸ μὲν ὑποθέσθαι ἓν καὶ τοὺς ἀριθμοὺς ἔξω ποιεῖσθαι τῶν αἰσθητῶν πραγμάτων, ὥσπερ οἱ Πυθαγόρειοι ἐκ τῶν ἀριθμῶν ἔλεγον συγκεῖσθαι τὰ πράγματα, καὶ ἡ τῶν εἰδῶν εὕρεσις καὶ εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις ἀκρίβειαν προσεγένετο τῷ Πλάτωνι. ἄπειροι γὰρ ἦσαν οἱ πρῴην διαλεκτικῆς μεθόδου, φημὶ δὲ διαιρέσεως καὶ ὁρισμῶν. ἔγνω οὖν ἐντεῦθεν ὁ Πλατῶν ὅτι οὐ δυνατὸν τὰ αἰσθητὰ συγκεῖσθαι ἐξ ἀριθμῶν ὡς ἐξ ὑλικῶν αἰτίων. p. 987b29 Τὸ μὲν οὖν τὸ ἓν καὶ τὸν ἀριθμὸν παρὰ τὰ ποιῆσαι καὶ μὴ ὥσπερ Πυθαγόρειοι, καὶ ἡ τῶν εἰδῶν εἰσαγωγὴ διὰ τὴν ἐν τοῖς λόγοις σκέψιν ἐγένετο. Εἰπὼν ἐν οἷς διαφωνοῦσι, νὺν λέγει τὴν αἰτίαν δι’ ἣν οὐχ ὁμοίως ὁ Πλατῶν τοὺς ἀριθμοὺς τῶν ὄντων ἀρχὰς ἔθετο τοῖς Πυθαγορείοις, ἀλλὰ τούτους τε ἐχώρισε τῶν αἰσθητῶν καὶ τὰς ἰδέας ἄλλας τινὰς οὐσίας τε καὶ φύσεις παρὰ τὰς αἰσθητὰς οὐσίας ἔθετο. διὰ γὰρ τὴν ἐν τοῖς λόγοις ἐξέτασιν καὶ διὰ τὴν διαλεκτικήν, ἧς οἱ πρότερον ἦσαν ἄγευστοι, τοῦ ἀκολούθου θεωρητικὸς ὁ Πλατῶν γενόμενος καὶ διαιρέσεσι χρῆσθαι συνεθισθεὶς καὶ ὁρισμοῖς ἐκ διαλεκτικῆς (ἄμφω γὰρ ταῦτα τοῦ διαλεκτικοῦ), ἦλθε διὰ τούτων εἰς ἔννοιαν τοῦ χωρίζειν τινὰ τῶν αἰσθητῶν καὶ ὑπολάμβάνειν εἶναί τινας ἄλλας φύσεις παρὰ τὰ αἰσθητά. ἡ γὰρ διαίρεσις ἡ μὲν τῶν γενῶν τε καὶ εἰδῶν οὐκ αἰσθητῶν, ἡ δὲ τῶν αἰσθητῶν ἀνάλυσίς ἐστι τῶν αἰσθητῶν εἰς τὰ στοιχεῖα καὶ τὰς ἀρχάς, ἃ οὐκ αἰσθητά. οὐ γὰρ ταὐτὸν τῶν αἰσθητῶν ἕκαστον τῷ καθ’ ὃ τὸ εἶναι αὐτῷ· οὔτε γὰρ τὸ τεχνητὸν τῇ τέχνῃ, οὔτε τὸ φυσικὸν τῇ φύσει. ὥστε εἰ καὶ οἱ ἀριθμοὶ αἴτιοι τοῖς αἰσθητοῖς τοῦ τοιοῖσδε εἶναι ἢ τοιοῖσδε καὶ αἱ ἰδέαι, ἀλλὰ κεχώρισται αὐτῶν. καὶ οἱ ὁρισμοὶ οὐ τῶν αἰσθητῶν ὑπάρχουσιν ἀλλὰ τῶν καθόλου, ὥστε ὑπάρχουσι καὶ τὰ καθόλου. ἐκ τῆς τοιαύτης οὖν μεθόδου ἦλθεν ὁ Πλατῶν εἰς ἔννοιαν τῶν νοητῶν. p. 987b33 Τὸ δὲ δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν. Πρώτους ἀριθμοὺς λέγει τοὺς μονάδι μόνῃ μετρουμένους, οἷον τὸν τρισκαίδεκα, τὸν ἐννεακαίδεκα, τὸν ἑπτακαίδεκα καὶ πάντας τοὺς ὁμοίους. οἱ οὖν ἄλλοι πάντες ὑπὸ δυάδος μετροῦνται, οἷον τρὶς πέντε δεκαπέντε (ὁ γὰρ τρία καὶ πέντε δυάς), τρὶς ὀκτὼ εἰκοσιτέσσαρες, δὶς πέντε δέκα, δὶς τρεῖς ἕξ, τρὶς τρεῖς ἐννέα· ὑπὸ δυάδος γὰρ γίνεται ὁ διπλασιασμός. ἐπεὶ οὖν πάντα ἐκ τῆς ὕλης γίνονται (διὸ καὶ πανδεχῆ αὐτὴν λέγουσι τιθήνην ὡς δεχομένην πάντα τὰ εἴδη) διὰ τοῦτο οὖν, φησίν, ἐποίησεν ὁ Πλατῶν δυάδατὴν τὴν ἑτέραν φύσιν, τουτέστι τὴν ὑλικήν, διὰ τὸ τοὺς ἀριθμοὺς πάντας, ὡς ἐδείξαμεν, ἔξω τῶν πρώτων ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου, τουτέστι φαντασίας. καὶ ὁ Πλάτων γὰρ ἐν τῷ Θεαιτήτῳ τὴν φαντασίαν ἐκμαγεῖον ἐκάλεσε. καὶ οὕτως μὲν ὁ ἡμέτερος φιλόσοφος, ὁ δὲ ἐκ τῆς Ἀφροδισιάδος οὕτως ἐξηγεῖται τὸ χωρίον. λέγει γάρ, φησί, νῦν καὶ διὰ τοῦτο αὐτὸν τὴν δυάδα ποιῆσαι τὴν ἑτέραν φύσιν τῶν ἀρχῶν, διὰ τὸ τοὺς ἀριθμοὺς ἔξω τῶν πρώτων εὐφυῶς ἐξ αὐτῆς γεννᾶσθαι ὥσπερ ἔκ τινος ἐκμαγείου· τοῦτο δέ, ὅτι δοκεῖ αὐτῷ ἡ δυὰς διαιρετικὴ παντὸς εἶναι ᾧ προσήγετο· διὸ καὶ δυοποιὸν αὐτὴν λέγει. δὶς γὰρ ἕκαστον τῶν οἷς προσάγεται ποιοῦσα διαιρεῖ πως αὐτό, οὐκ ἐῶσα μένειν ὃ ἦν· ἥτις διαίρεσις γένεσίς ἐστιν ἀριθμῶν. ὡς γὰρ τὰ ἐκμαγεῖα καὶ οἱ τύποι πάντα τὰ ἐναρμοσθέντα αὐτοῖς ὅμοια ποιοῦσιν, οὕτω καὶ ἡ δυὰς ὥσπερ τι ἐκμαγεῖον οὖσα τῶν μετ’ αὐτὴν γεννητικὴ ἀριθμῶν γίνεται, ᾧ ἂν προσαχθῇ, δύο τε καὶ διπλᾶ ποιοῦσα. τῷ μὲν γὰρ ἑνὶ προσαχθεῖσα τὰ δύο ἐποίησε (δὶς ἓν δύο), τοῖς δυσὶ δὲ τὰ τέσσαρα (δὶς γὰρ δύο), τοῖς δὲ τρισὶ τὰ ἐξ (δὶς γὰρ τρία)· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οἱ οὖν πρῶτοι οὐ γίνονται οὕτως, οἷον ὁ γݲ καὶ ὁ εݲ καὶ ὁ ζ καὶ ὁ ιθ. δὶς γὰρ τρία ἓξ γίνονται, ὀκτώ, καὶ οὐ γίνονται ἑπτά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπάντων. κακῶς οὖν φησι τὴν ἑτέραν φύσιν δυάδα ποιῆσαι, τουτέστι τὴν ὑλικὴν ἀρχήν. τὸ ἐναντίον συμβαίνει· οὐ γὰρ εὔλογον οὕτω. νῦν μὲν γὰρ ἐκ τῆς ὕλης πολλὰ ποιοῦσι, τὸ δὲ εἶδος ἅπαξ γεννᾷ μόνον. οἱ μὲν μὰρ τὴν δυάδα τὴν ὡς ὕλην ἀρχὴν τιθέμενοι πολλῶν αὐτὴν ποιοῦσι γεννητικήν· αὕτη γὰρ αὐτοῖς ἡ αὐτὴ λαμβανομένη τοῦ πλήθους καὶ τῶν ἀρτίων ἀριθμῶν πάντων ἐστὶ γεννητική, τοὺς μὲν συντιθεῖσά τε καὶ οὕτως γεννῶσα, τοὺς δὲ διαιροῦσα δίχα. ἡ δὲ κατὰ τὸ εἶδος ἀρχὴ ἑνοποιός ἐστι τῷ ἕν τι εἶναι πᾶν τὸ εἰδοπεποιημένον τε καὶ ὡρισμένον κατὰ τὸ εἶναι. καὶ γὰρ τῶν ἀριθμῶν ἕκαστος ἕν τι· ἑνοποιὸν μὲν γὰρ τὸ ἓν αὐτό, διχοποιὸς δὲ ἡ ἀόριστος δυάς. οὐ μὴν ἐπὶ τῶν γινομένων ὁμοίως ἔχει, ἃ ἐκείνοις ὡμοίωται καὶ πρὸς ἐκεῖνα τὸ εἶναι ἔχει, ἀλλ’ ἔμπαλιν. ἡ μὲν γὰρ ὕλη ἡ μία κατ’ ἀριθμὸν ἑνός τινος εἴδους ἐστὶ δεκτικὴ καὶ γεννητική· οὐ γὰρ οἷόν τε ἐπὶ τῇ αὐτῇ ὕλῃ κατ ἀριθμὸν ἅμα εἶναι πλείω εἴδη, ὡς εἶναι τὸ αὐτὸ ξύλον καὶ κλίνην καὶ τράπεζαν καὶ ἀβάκιον, ἀλλ’ ἡ μία ὕλη ἕν τι εἶδος ἐνεργείᾳ μόνον ἔχει. τὸ μέντοι εἶδος ἓν ὂν τῷ ἀριθμῷ, πλείονα εἴδη ποιεῖ· ἡ γὰρ τέχνη εἶδός τι ἓν οὖσα καὶ ὁ τεχνίτης εἷς ὢν κατ’ ἀριθμὸν πλειόνων ἐστὶ καὶ διαφερόντων ποιητικός· ἡ γὰρ τεκτονικὴ καὶ ὁ ἔχων αὐτὴν καὶ κλίνην ποιεῖ καὶ ἀβάκιον καὶ τράπεζαν, ὁ αὐτὸς καὶ εἷς ὑπάρχων κατ’ ἀριθμόν. ὁμοίως δὲ ἔχει τοῦτο καὶ ἐπὶ τοῦ ἄρρενός τε καὶ θήλεος,. ὧν τὸ μὲν θῆλυ ὕλην παρέχον τῷ γινομένῳ ὑπὸ μιᾶς πληροῦται ὀχείας, τὸ δὲ ἄρρεν πολλὰ θήλεα πληροῖ. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν ὅτι ὁ Ἀριστοτέλης τὴν προσεχῆ ὕλην λαμβάνει τὴν μίαν κατ’ ἀριθμόν. εἰδέναι γὰρ χρὴ ὅτι ἐκ τῆς πρώτης ὕλης πάντα γίνεται, καὶ ἄνθρωποι καὶ κλῖναι καὶ ἵπποι καὶ πάντα. Ἀριστοτέλης οὖν λαμβάνων τὴν προσεχῆ ὕλην παραλογίζεται, ὥς φησιν ὁ φιλόσοφος. Πλατῶν μὲν οὖν, φησί, περὶ τῶν ζητουμένων νῦν ὑφ’ ἡμῶν οὕτως διώρισε. ζητοῦνται δὲ αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων· περὶ οὖν τῶν ἀρχῶν ταῦτα εἴρηται Πλάτωνι. p. 988a8 Φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι δυοῖν. ’Εκ τῶν ἱστορημένων, φησί, περὶ τοῦ Πλάτωνος φανερὸν ἡμῖν γέγονεν ὅτι δύο καὶ μόνας ἀρχὰς ὑποτίθεται, τὴν ὑλικὴν καὶ τὴν εἰδικήν. οὐδεὶς γὰρ τῶν ἄλλων τελικὴν αἰτίαν ὑπέθετο, ἀλλὰ ποιητικὴν μόνον. εἰρήκασι γὰρ ποιητικὸν αἴτιον, τελικὸν δὲ οὐκ εἰρήκασιν· οὔτε γὰρ εἶπον καθάπερ, φησίν, ἐγὼ εἶπον, ὅτι πάντα καὶ πτηνὰ καὶ ἔνυδρα καὶ χερσαῖα πρὸς τὸ πρῶτον ἐπεστραμμένα ὑπάρχουσι. λέγομεν οὖν ὅτι καὶ Πλάτων εἶπε τελικὸν αἴτιον· αὐτὸς γὰρ μαρτυρεῖ αὐτοῖς εἰρηκόσι τἀγαθὸν οὗ πάντα ἐφίεται. φανερὸν οὖν γέγονεν ἐκ τῶν εἰρημένων ὅτι δύο αἰτίαις καὶ μόναις ἐχρήσατο Πλάτων, τῇ εἰδικῇ καὶ ὑλικῇ. αἱ γὰρ ἰδέαι τῶν εἰδῶν ὑπάρχουσι πρακτικαί, τουτέστι τῶν οὐσιῶν, καὶ τῶν ἰδεῶν· ἡ ἑνάς, φημὶ δὲ τὸ πρῶτον αἴτιον ὑφ’ οὗ τὰ πάντα παράγονται. p. 988a11 Καὶ τίς ἡ ὕλη ἡ ὑποκειμένη καθ’ ἧς τὰ εἴδη. Εἰπὼν δυσὶν αἰτίαις αὐτὸν κεχρῆσθαι καὶ μνημονεύσας τῆς κατὰ τὸ εἶδος αἰτίας καὶ δείξας πῶς ταύτην ἐτίθετο, προστίθησι τὴν δευτέραν καί φησι ταύτην εἶναι τὴν ὑλικήν. τίς γάρ ἐστιν ἡ ὕλη, δῆλον ὅτι ἡ ὑποκειμένη, καθ’ ἧς τὰ εἴδη ἔν τε τοῖς αἰσθητοῖς καὶ ἐν ταῖς ἰδέαις λέγεται ὑπ’ αὐτοῦ. εἰπὼν καὶ τὰ εἴδη γὰρ τοῦ τί ἐστιν αἴτια τοῖς ἄλλοις, τοῖς δὲ εἴδεσι τὸ ἕν, λέγων καὶ περὶ τῆς ὕλης τῆς εἰδοποιουμένης ὑπὸ τῶν εἰρημένων τῆς ἐν ἀμφοτέροις ἐμνημόνευσεν εἰπὼν καθ’ ἧς τὰ εἴδη λέγεται τά τε ἐπὶ τοῖς αἰσθητοῖς καὶ τὰ ἐν τοῖς εἴδεσι, φημὶ δὲ ταῖς ἰδέαις. λέγεται γὰρ καὶ ἐν ἐκείναις καὶ ἐν τοῖς αἰσθητοῖς εἶναι ὑποκειμένη τις ὕλη, καθ’ ἧς τὰ εἴδη, τουτέστιν ἡ εἰδοποιουμένη. ὅτι γὰρ δυάς ἐστιν αὕτη, ποταπὴ δὲ δυάς, διὰ ἰῆς προσθήκης ἐδήλωσεν· οὐ γὰρ ἡ ὡρισμένη, φησί, καὶ ἐν τοῖς ἀριθμοῖς, ἀλλ’ ἡ ἀόριστος· τοιαύτη γὰρ τὸ μέγα καὶ τὸ μικρόν. ἄξιον δὲ ζητῆσαι πῶς λέγοντος Πλάτωνος καὶ ποιητικὸν αἴτιον ἐν οἷς λέγει “τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦ παντὸς εὑρεῖν τε ἔργον”, ἀλλὰ τὸ οὗ ἕνεκα καὶ τέλος δι’ ὧν πάλιν λέγει “περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα’’, καὶ ὅμως οὐδ’ ἑτέρου τούτων τῶν αἰτίων ἐμνημόνευσεν ὁ Ἀριστοτέλης ἐν τῇ δόξῃ τῇ Πλάτωνος; ἢ ὅτι ἐν οἷς περὶ αἰτίων ἔλεγεν, οὐδενὸς τούτων ἐμέμνητο, ὡς ἐν τοῖς Περὶ τοῦ ἀγαθοῦ δέδειχεν· ἢ οὐ πάνυ διηρθρωμένως, ὅτι τῶν ἐν γενέσει καὶ φθορᾷ ,φησίν, οὐ τίθεται ταῦτα αἴτια, ἀλλ’ οὐδ’ ἐξείργαστό τι περὶ αὐτῶν. p. 988a14 Ἔτι δὲ τὴν τοῦ εὐ καὶ τοῦ κακῶς αἰτίαν τοῖς στοιχείο ἀπέδωκε. Φησὶν ὅτι ἔλεγε Πλατῶν τὰ μὲν ἀγαθὰ γίνεσθαι ὑπὸ τοῦ ἀγαθοῦ, τὰ δὲ κακὰ ὑπὸ τοῦ κακοῦ· οὐχ ὅτι ἄκρατον κακὸν ὑπετίθετο, ἀλλὰ τὰ κατὰ μέθεξιν. περὶ Πλάτωνος οὖν λέγει ὅτι τὴν τοῦ εὖ τε καὶ τοῦ κακῶς αἰτίαν, τουτέστι τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν κακῶν αἰτίαν τοῖς στοιχείοις ἀπέδωκεν ἑκατέροις ἑκατέραν, τὴν μὲν τοῦ εὖ τῷ ἑνί (τοῦτο γὰρ τὸ ὁρίζον αὐτὸ καὶ εἰδοποιοῦν), τὴν δὲ τοῦ κακῶς τῇ ἀορίστῳ δυάδι· αὕτη γὰρ τοῦ πλήθους καὶ τῆς ἀνισότητος καὶ τῆς ἐν τοῖς οὖσιν ἀοριστίας 〈αἰτία〉 κατ’ αὐτόν. εἰπὼν δὲ εἰρηκέναι Πλάτωνα περὶ τῆς ποιητικῆς αἰτίας (ἑκατέρῳ γὰρ τῶν στοιχείων ἀνατεθεικέναι αὐτὸν αἰτίαν ποιητικήν, τῷ μὲν ἑνὶ τὴν τοῦ εὖ, τῇ δὲ ἀορίστῳ δυάδι τὴν τοῦ κακῶς) ὑπέμνησεν ἡμᾶς ὅτι περὶ τῆς τοιαύτης αἰτίας ἐζήτησαν καὶ παλαιότεροι φιλόσοφοι οἱ περὶ Ἐμπεδοκλέα καὶ Ἀναξαγόραν, καὶ ὁ μὲν ’Εμπεδοκλῆς ἐχρήσατο οὐ μόνον τῷ <τοῦ> εὖ ἀλλὰ καὶ τῷ <τοῦ> κακῶς, διελὼν τὸ ποιητικὸν αἴτιον, ὡς εἰρήκαμεν καὶ Πλάτωνος· Ἀναξαγόρᾳ δὲ ὁ νοῦς τοῦ εὖ καὶ κακῶς μόνον ποιητικὸν ὑπάρχει. p. 988a18 Συντόμως μὲν οὖν καὶ κεφαλαιωδῶς. Συντόμωςt̀ φησί, καὶ ὡς ἐν κεφαλαίῳ διήλθομεν ὅτι τινὲς τῶν πρὸ αὐτοῦ εἰρήκασι περὶ τῶν ἀρχῶν καὶ τῆς ἀληθείας. περὶ γὰρ τῆς ἀληθείας. ἔθος αὐτῷ καλεῖν τὴν θεωρητικὴν φιλοσοφίαν ἀλήθειαν. ὅμως δὲ τοσοῦτον ἔχομεν ἐξ αὐτῶν, οὗ χάριν ἤλθομεν ἐπὶ τὴν τῶν ἀρχῶν ἱστορίαν, ὅτι οὐδὲ εἷς ἄλλος τρόπος αἰτίας ἐστὶ παρὰ τὰς τέσσαρας τὰς εἰρημένας ὑπ’ αὐτοῦ ἐν τῇ Φυσικῇ ἀκροάσει. καὶ τοῦτο φανερὸν γέγονε· πάντες γὰρ οἱ περὶ αἰτίων εἰρηκότες τούτων τῶν αἰτίων οὐδὲ πάντων μνημονεύουσιν· ἀλλὰ πάντες ἀμυδρῶς μὲν περὶ τῶν αἰτίων εἰρήκασιν, ἐκείνων δέ πως ἁπτόμενοι φαίνονται τῶν ὑφ’ ἡμῶν εἰρημένων. οἱ μὲν γὰρ ὑλικὴν τὴν ἀρχὴν ὑποτίθενται, ἄν τε μίαν ὑποθῶνται αὐτὴν ἄν τε πλείους μιᾶς, καθάπερ Παρμενίδης πῦρ καὶ γῆν, κἄν ἀσώματον ὑποθῶνται ταύτην τὴν ὕλην κἂν κἄν σωματικήν. καὶ μνημονεύει Πλάτωνος πρότερον τοῦ ὑποθεμένου τὴν ὕλην ἀσώματον, τὸ μέγα καὶ τὸ μικρόν, ἔπειτα τῶν Πυθαγορείων, οἳ τὸ ἄπειρον, τοῦτο δὲ ἦν τὸ ἄρτιον. οὗτος γὰρ ἦν αὐτοῖς ὁ ἀριθμὸς ἐν ὕλῃ τιθέμενος· ὁ γὰρ περιττὸς πεπερασμένος τε καὶ εἴδους ἐπέχων χώραν. ’Αναξαγόρας δὲ τὴν τῶν ὁμοιομερῶν ἀπειρίαν· σῶμα ὕλην ὑπετίθετο. οὐκ ἐμνημόνευσε δὲ Λευκίππου καὶ Δημοκρίτου, καθ’ οὓς ἡ ὕλη καὶ σῶμα καὶ ἀσώματος· τὸ γὰρ κενὸν οὐ σῶμα· εἴρηκε γὰρ περὶ τούτων ἀνωτέρω. καὶ ἔτι ὅσοι ἀέρα καθάπερ ’Αναξιμένης, ἢ ὕδωρ καθάπερ Θαλῆς, ἢ πῦρ, καθάπερ Ἡράκλειτος, ἢ τὸ μεταξὺ καθάπερ Ἀναξίμανδρος, σωματικὴν ἀρχὴν ὑλικὴν ὑπετίθεντο. οὗτοι μὲν οὖν, ὡς εἴρηται, τῆς ὑλικῆς καὶ μόνης ἀρχῆς ἥψαντο. ἕτεροι δέ τινες πρὸς τῇ ὑλικῇ καὶ ποιητικὴν εἰρήκασιν, ὅσοι φιλίαν καὶ νεῖκος, καθάπερ Ἐμπεδοκλῆς, ἢ νοῦν, καθάπερ Ἀναξαγόρας, ἢ ἔρωτα, ὡς Παρμενίδης καὶ Ἡσίοδος. τὴν δὲ εἰδικὴν αἰτίαν σαφῶς οὐδεὶς εἶπε πλὴν τοῦ Πλάτωνος τοῦ ὑποτιθεμένου ἰδέας. τὰ γὰρ εἴδη οὐχ ὑποτίθενται ὡς ὑλικὸν αἴτιον, εἴ γε καὶ χωριστὰ αὐτὰ λέγουσιν, οὔτε δὲ ὡς τελικὸν αἴτιον ὑπολαμβάνουσι· τὰ γὰρ εἴδη ἀκινησίας αἴτια γίνονται τοῖς οὖσι, περατοῦντα τὴν ὕλην καὶ ἱστάντα αὐτήν, τὸ δὲ τελικὸν αἴτιον κινήσεως ἐστιν αἴτιον· κινεῖ γὰρ πρὸς ἑαυτὸ τὰ πάντα. ὅτι δὲ μνημονεύει καὶ τοῦ τελικοῦ, ἐδείξαμεν διὰ τοῦ λέγειν αὐτοὺς τἀγαθὸν οὗ πάντα ἐφίεται, καὶ ὅτι πάντα ἀποβλέπουσιν εἰς τὸν βασιλέα τῶν πάντων. p. 988 a 34 Ἢ ἔρωτα ποιοῦσιν ἀρχήν. Δοκοῦσι λέγειν τελικὸν αἴτιον οἱ ὑποτιθέμενοι εἶναι ἔρωτα· τοιοῦτον γὰρ τὸ ὀρεκτόν. λέγομεν οὖν ὅτι εἰ μὲν οὕτως ἔλεγον ὅτι ὁ ἔρως τινὸς ἐφιέμενος ποιεῖ ἃ ποιεῖ, τῷ ὄντι ἔλεγον τελικὸν αἴτιον· μόνον δὲ τῷ ἔρωτι ἐν ταῖς ἀρχαῖς χρώμενοι ὡς ποιοῦντι, οὐκέτι δὲ λέγοντες τίνος χάριν, οὔ φασι τὸ τελικὸν αἴτιον. ὅτι δὲ τῆς κατὰ τὸ εἶδος ἀρχῆς Πλατῶν ἐμνημόνευσε, δείκνυσιν· αἱ γὰρ ἰδέαι αὐτῷ αἰτίαι καὶ ἀρχαὶ οὖσαι οὔτε ὡς ὕλη εἰσὶν αἰτίαι (οὐ γὰρ ἐνυπάρχουσι τοῖς αἰσθητοῖς ***ἀμέλει τοι τὸ νεῖκος καὶ ἡ φιλία στοιχεῖα κατὰ τὸν Ἐμπεδοκλέα, ἀλλ’ οὐχ ὑλικά· οὔτε γὰρ ἐν τοῖς αἰσθητοῖς θεωροῦνται), οὔτε δὲ ποιητικὰ αἴτια ὑπάρχουσι τὰ εἴδη· τοῦ μὲν γὰρ ποιοῦντος ἰήιον τὸ κινεῖν, αὐτὰ δὲ στάσεως καὶ ἀκινησίας αἴτια τοῖς οὖσι. τῶν οὖν εἰδῶν παρακτικαί εἰσιν αὗται κατ’ αὐτόν, ὥσπερ καὶ τὸ ἓν τῶν ἰδεῶν ἐστι παρακτικόν. τοῦ οὖν τελικοῦ αἰτίου οὐδαμῶς μέμνηται, οὗ ἕνεκα αἱ πράξεις καὶ αἱ μεταβολαὶ καὶ αἱ κινήσεις. τρόπον μὲν γάρ τινα λέγουσιν αὐτῶν αἴτιον, ὃν δὲ πέφυκε τρόπον, οὐ λέγουσιν. οἱ μὲν γὰρ λέγοντες φιλίαν ἢ νοῦν ὡς ἀγαθὸν μὲν τιθέασι ταύτας τὰς αἰτίας καὶ ὡς ποιητικάς, οὐ μὴν ὡς ἕνεκά γε τούτων ἢ ὄν τι ἢ γινόμενον, ἀλλ’ ὅτι ἐκ τούτων αἱ κινήσεις. ὥστε ποιητικὸν μὲν αἴτιον λέγουσι, τελικὸν δὲ οὐ λέγουσιν. ὁμοίως δὲ καὶ οἱ ἓν λέγοντες εἶναι τὴν τῶν πάντων οὐσίαν, τουτέστιν οἱ περὶ Πλάτωνα, τὴν τοιαύτην φύσιν αἰτίαν φασὶν εἶναι τῆς οὐσίας, οὐ μέντοι γε τούτου ἕνεκα ἢ εἶναι ἢ γίωεσθαι. ὥστε λέγειν τε καὶ μὴ λέγειν αὐτοῖς περιίσταται τὸ ἀγαθὸν αἴτιον· οὐ γὰρ ἁπλῶς ἀλλὰ κατὰ συμβεβηκός. δείκνυσιν οὖν ὅτι οὐδεὶς τῶν πρὸ αὐτοῦ λόγον ἐποιήσατο περὶ τῆς τελικῆς αἰτίας. τρόπον μὲν γάρ. τινα λέγουσι τὸ ἀγαθὸν αἴτιον, οὐ μὴν ὡς τέλος καὶ ὡς τούτου χάριν γινομένων τῶν ἄλλων, ὡς πέφυκεν εἶναι τὸ ἀγαθὸν αἴτιον, ἀλλ’ ὡς ποιητικῷ αὐτῷ χρῶνται. Ἀναξαγόρας γὰρ τὸν νοῦν εἰσαγαγὼν καὶ Παρμενίδης τὸν ἔρωτα ἀγαθὰ μὲν καὶ ἀγαθοποιὰ αἴτια τίθενται ταῦτα, οὐ μὴν τούτων χάριν τὰ γινόμενα γίνεσθαί φασιν ,ἀλλὰ αὐτὰ ταῦτα ποιητικὰ ἀγαθὰ αὐτοῖς ἐστι. τούτοις δὲ ὁμοίως καὶ τοὺς τὸ ἓν καὶ τὴν ἰδέαν ἀρχὰς θεμένους φησὶν εἰρηκέναι· τοὺς αὐτοὺς δὲ λέγοι ἄν καὶ τὸ ὂν λέγειν· τὸ γὰρ ἓν καὶ τὸ ὂν Πλατῶν ἔλεγεν, ὂν λέγων τό τε ἓν καὶ τὴν ἰδέαν · ταῦτα γὰρ κυρίως ὄντα. οὐ γὰρ τούτων ἕνεκεν γίνεσθαι τὰ γινόμενα, ἀλλὰ ἔστι ταῦτα αὐτοῖς τοῦ εἶναι αἴτια καὶ παρακτικά. τοῦ γὰρ εἴδους τοῦτο αἴτιον, ἀλλ’ οὐ τούτων χάριν ἐκεῖνα γίνεταί τε καὶ ἔστι κατ’ αὐτούς. καὶ μνημονεύουσιν οὖν τοῦ ἀγαθοῦ ἐν τοῖς αἰτίοις, καὶ τρόπον τινὰ παραλείπουσιν αὐτὸ διὰ τὸ μὴ φυλάττειν αὐτῷ τὴν οἰκείαν χώραν · κατὰ συμβεβηκὸς δὲ ἄν λέγοι αὐτοὺς τοῦ ὡς ἀγαθοῦ αἰτίου μνημονεύειν, ὅτι τὸ ὡς ἀγαθῷ αἰτίῳ εἶναι αὐτῷ ἐστι τὸ τούτου ἕνεκα τὰ γινόμενα γίνεσθαι. οἱ οὖν μὴ φυλάσσοντες τῷ ὑφ’ ἑαυτῶν λεγομένῳ ἀγαθῷ τὴν τάξιν ταύτην ἐν τοῖς αἰτίοις οὐχ ὡς τελικὸν ἀγαθὸν αὐτὸ λέγουσιν, ἀλλ’ ᾧ συμβέβηκεν ἀγαθῷ εἶναι, τοῦτο ποιητικὸν αἴτιον τίθενται. λέγομεν οὖν ὅτι καὶ τελικὸν αἴτιον εἰρήκασι, λέγοντες τἀγαθὸν οὗ πάντα ἐφίεται· διὰ γὰρ τὴν ὑπερβλύζουσαν αὐτοῦ ἀγαθότητα πάντα αὐτοῦ ἐφίεται· ὁ γὰρ ἔρως ὁ πρὸς ἐκεῖνο ἑκάστου τελειότης ἐστί. πάλιν φησὶν ὁ Πλατῶν ῾περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκα πάντα’, ὥστε σαφῶς λέγει τὸ τελικὸν αἴτιον. p. 988b16 Ὅτι μὲν οὖν ὀρθῶς διώρισται. Ὅτι μὲν οὖν ὀρθῶς εἰρήκαμεν περὶ τῶν αἰτιῶν καὶ πόσαι εἰσὶ καὶ̣ τίνες, μαρτυροῦσιν ἡμῖν καὶ οἱ παλαιότεροι, μὴ δυνηθέντες ἅψασθαι ἄλλης αἰτίας παρὰ τὰς τέσσαρας τἀς εἰρημένας ὑφ’ ἡμῶν. πρὸς δὲ τούτοις δεῖ γνῶναι, ἆρά γε πᾶσαι αἱ ἀρχαὶ ζητοῦνται ἢ ἔνιαι εἰς τὴν τῶν πάντων παραγωγήν. καὶ δῆλον ὅτι μάλιστα χρεία ἐστὶ τοῦ τελικοῦ αἰτίου. δεῖ οὖν ἡμᾶς εἰπεῖν, πῶς ἕκαστος τῶν πρὸ ἡμῶν εἴρηκε περὶ τῶν ἀρχῶν, καὶ διαπορῆσαι, εἴτε δυνατὸν εἶναι τῶν πάντων ὑλικὴν μόνην ἀρχήν, καθάπερ τινὲς ὑπέθεντο, ἢ εἰδικὴν ἢ ποιητικὴν ἢ τελικήν. ταῦτα οὖν δεῖ ἡμᾶς ἐκθέσθαι καὶ ἀπορῆσαι καὶ ἐπιλύσασθαι. δεῖ οὖν εἰπεῖν περὶ τῶν ἀρχῶν ἢ περὶ πασῶν ὧν ἐξεθέμεθα, τετραχῶς διελόντες τὰ αἴτια τὸ δὲ ἢ οὕτως ἅπασαι σημαίνοι ἄν ἴσον τῷ ἢ οὕτως ἁπάσας ζητεῖσθαι), ἢ ἐκ τῶν τεσσάρων τινάς. καὶ γὰρ εἰ μὴ ἡ παροῦσα πραγματεία ἀπαιτεῖ τὸν περὶ πάντων τῶν αἰτίων λόγον, ἀλλ’ ὅ γε ζητούμενος τῶν αἰτίων τρόπος ἐν τοῖς τέτρασι καὶ αὐτὸς αἰτίοις ἐστί, καὶ οὐκ· ἐκπίπτει τὰ αἴτια ταῦτα, διὰ τὸ μηδὲ εἶναι τρόπον ἄλλον τινὰ παρὰ τούτους αἰτίου. πρῶτον δὲ προτίθεται εἰπεῖν πῶς ἕκαστος τῶν προειρημένων εἴρηκε, καὶ τίνα ἑκάστῃ δόξῃ ἄπορα ἕπεται. οὐκ ἔστι τὸ πρῶτον σύνθετον. εἰπάτωσαν γὰρ τί τὸ αἴτιον τῆς συνθέσεως, καὶ δῆλον ὅτι ἄλλο, ὥστε ἐκεῖνο πρῶτον· καὶ τοῦτο ἐπ’ ἄπειρον.] p. 988b22 ‘0σοι μὲν οὖνἕντιτὸπἄνκαὶ μίντινὰφύσιν ὡςὕλην τιθέασιν. Ἐκθέμενος τὰς τῶν παλαιοτέρων δόξας, ἐντεῦθεν πειρᾶται διελέγχειν τὰ μὴ καλῶς ὑπ’ αὐτῶν εἰρημένα. καὶ πρῶτόν γε περὶ τῶν φυσικῶν ποιεῖται τὸν λόγον, καὶ τῶν φυσικῶν τῶν ὑποτιθεμένων ἓν εἶναι τὸ στοιχεῖον. καί φησιν ὅτι βουλόμενοι περὶ πάντων τῶν ὄντων διαλέγεσθαι σωματικὴν ἀρχὴν μόνην ὑπετίθεντο, οὐκέτι μέντοι γε καὶ ἀσώματον. ἔδει δέ, εἴπερ καὶ τῶν ἀσωμάτων καὶ τῶν σωμάτων μία ἐστὶ κυρίως ἀρχὴ ἡ ἀσώματος, ἡ παρακτικὴ τῶν πάντων καὶ δημιουργός. φαμὲν οὖν πρὸς τὸν Ἀριστοτέλη ὅτι ὡς φυσιολογοῖ περὶ μόνων τῶν σωματικῶν ἀρχῶν διελέχθησαν· καὶ αὐτὸς γὰρ τοῦτο λέγεις ὅτι κεχώρισται ἡ φυσιολογία τῆς θεολογίας, καὶ οὐ δεῖ τὸν φυσικὸν διαλέγεσθαι περὶ τῆς πρώτης αἰτίας· μείζονος γὰρ φιλοσοφίας τοῦτο ἔργον ἐστίν. εἰ οὖν τῷ ὄντι περὶ πάντων τῶν ὄντων διαλεγόμενοι οὐχ ὑπετίθεντο καὶ ἀσώματον ἀρχήν, τῷ ὄντι καλῶς αὐτοὺς πειρᾶται ἐλέγχειν ὁ Ἀριστοτέλης. φησὶν οὖν ὅτι οὔτε ποιητικὴν αἰτίαν ὑποτίθενται ἀλλὰ μᾶλλον ὑλικὸν αἴτιον, οὔτε δὲ εἰδικήν. καίτοι τὰ πράγματα κατὰ τὰ εἴδη χαρακτηρίζονται· αἱ γὰρ διαφοραὶ τῶν πραγμάτων ἐκ τοῦ εἴδους βλαστάνουσι, καὶ ἕκαστον τῶν ὄντων κατὰ τὸ οἰκεῖον εἶδος χαρακτηρίζεται. ἄλλως τε δὴ τοῦτο τὸ ἓν στοιχεῖον εἰδοπεποιημένον φυλάττουσι, λέγοντες αὐτὸ εἶναι ὑλικὸν αἴτιον. ὥστε συμβήσεται ἀναιρεῖσθαι γένεσιν. φησὶ γὰρ δέχεσθαι τὸ πῦρ, εἰ τύχοι, τὸ ἀέριον εἶδος μὴ φθειρομένου τοῦ πυρός. τὸ δὲ τοιοῦτον ἀλλοίωσις καὶ οὐ γένεσις, ὡς εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆς Περὶ γενέσεως καὶ φθορᾶς. ἔπειτα δὲ καὶ τὰ ἐναντία ἅμα τῷ αὐτῷ ὑποστήσονται, ὡς ἐν ἐκείνοις εἴρηται, ὅπερ ἐστὶν ἀδύνατον. ἀμετάβλητον δὲ ὑποτίθενται τοῦτο τὸ ὲν στοιχεῖον· p. 988b 22 Ὅσοι μὲν οὖν ἕν τε τὸ πᾶν. Ὅσοι πρεσβεύουσιν ἓν εἶναι τὸ πᾶν, τουτέστι μίαν εἶναι τὴν ὑλικὴν ἀρχήν, καὶ ταύτην εἶναι ἀρχὴν τῶν πάντων διό φησι καὶ μίαν τινὰ φύσιν ὡς ὕλην τιθέασι, καὶ ταύτην σωματικὴν καὶ μέγεθος ἔχουσαν), φανερὸν ὅτι κατὰ πολλοὺς ἁμαρτάνουσι τρόπους. τῶν γὰρ σωμάτων ἀρχὰς μόνον ὑποτίθενται, οὐκέτι δὲ καὶ τῶν ἀσωμάτων, οἷον ψυχῶν, ἀγγέλων καὶ πασῶν τῶν νοερῶν δυνάμεων. οὐ δυνατὸν οὖν ἀρχὴν ἀσωμάτου σῶμα εἶναι. δεύτερον ἐπιχειροῦντες ἀποδιδόναι τὰς αἰτίας πάντων τῶν ἐν γενέσει καὶ φθορᾶ καὶ περὶ πάντων ἁπλῶς φυσιολογοῦντες τὸ τῆς κινήσεως αἴτιον ἀναιροῦσι, φημὶ δὲ τὸ ποιητικὸν αἴτιον. πῶς δὲ δυνατόν ἐστι γένεσιν γενέσθαι ἄνευ τοῦ ποιητικοῦ αἰτίου τοὐ πόρρω καὶ τοῦ προσεχοῦς; διό φησιν ὁ Ἀριστοτέλης ἐν. τῇ Φυσικῇ ἀκροάσει ὅτι “ὁ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος.’’ γένεσιν οὖν εἰσάγοντες τὴν αἰτίαν τοῦ γίνεσθαί τε καὶ κινεῖσθαι καὶ ὅλως τὸ ποιητικὸν αἴτιον παρέλιπον· οὐ γὰρ δὴ ἡ ὕλη γε ἐξ ἑαυτῆς ἔχει τὸ κινεῖσθαι. τὸ δὲ περὶ γενέσεως, ἀντὶ τοὐ γενέσεως καὶ φθορᾶς, ἐπιχειροῦντες τὰς αἰτίας λέγειν καὶ περὶ ἀπάντων φυσιολογοῦντες τῶν ὄντων. ,ὧν ἐν κινήσει τὰ πλεῖστα, τὸ τῆς κινήσεως αἴτιον, τουτέστι τὸ ποιητικόν, ἀναιροῦσι. πρὸς τούτοις δὲ τὸ εἰδικὸν αἴτιον οὐδενὸς αἴτιον τιθέασιν εἶναι· κατὰ δὲ τὸ εἶδος χαρακτηρίζονται τὰ πράγματα καὶ ὑφίστανται. ἡ γὰρ οὐσία ἑκάστου τὸ εἶδος αὐτοῦ ἐστιν, ὡς δηλοῦσι καὶ οἱ ὁρισμοί· ὁ γὰρ ἄνθρωπος ζῷον λογικὸν θνητὸν ὑπάρχει· αἱ γὰρ διαφοραὶ οὐκ ἐκ τῆς ὕλης ἀλλ’ ἐκ τοῦ εἴδους. p. 988b 29 Καὶ πρὸς τούτοις τὸ ῥᾳδίως τῶν ἁπλῶν σωμάτων. Πάλιν ἐντεῦθεν ἕτερον ἔγκλημα ἐπιφέρει κατ’ αὐτῶν λέγων ὅτι καὶ κατὰ τοῦτο ἁμαρτάνουσι καθὸ ἕν τι τῶν ἁπλῶν σωμάτων ὑπέλαβον εἶναι ἀρχὴν τῶν ὄντων, ἢ πῦρ ἢ ὕδωρ ἢ ἀέρα· γῆν γὰρ μόνην αὐτὴν καθ’ αὑτὴν οὐδεὶς ὑπέθετο ὁ γὰρ Ξενοφάνης γῆν καὶ πῦρ ὑπετίθετο ἀρχὰς τῶν ὄντων), διότι παχύτερόν ἐστιν ἡ γῆ καὶ οὐκ ἐπιτηδεία πρὸς γένεσιν,. τὰ γὰρ λεπτομερέστερα ἐπιτήδεια ὑπάρχουσι πρὸς τὴν τῶν ὄντων γένεσιν· ῥᾳδίως γὰρ μεταβάλλονται. διὸ μᾶλλον κατορθοῦσιν οἱ ὑποτιθέμενοι πῦρ, ἐπειδὴ πάντων τῶν ἄλλων στοιχείων λεπτομερέστερον ὑπάρχει, ἀέρος φημὶ καὶ ὕδατος καὶ τοῦ μεταξύ. ἰστέον δὲ ὅτι τὸ τῇ γενέσει πρότερον ὕστερόν ἐστι τῇ φύσει · ὅθεν τὸ ἔμβρυον τῇ μὲν γενέσει πρότερον ὑπάρχει, ὁ δὲ ἄνθρωπος ὁ τέλειος ὕστερός ἐστι τῇ γενέσει· ὁμοίως καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον πρῶτόν ἐστι τῇ γενέσει, τὰ δὲ ὁμοιομερῆ καὶ τὰ ὀργανικὰ ὕστερα. εἰ τοίνυν καὶ τὸ πῦρ πρῶτον τῇ γενέσει ὡς λεπτομερέστερον καὶ ἀρχοειδέστερον, μέτα δὲ τὸ πῦρ ὁ ἀήρ, μετὰ δὲ τὸν ἀέρα τὸ ὕδωρ, μετὰ δὲ τὸ ὕδωρ ἡ γῆ, φανερὸν ὅτι τῇ γενέσει ὑστέρα ἐστὶν ἡ γῆ. ἀλλὰ τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερόν ἐστιν · ἀντιπεπονθότως γὰρ ἔχουσι ταῦτα. καὶ δῆλον ὅτι ἡ γῆ τῇ φύσει προτέρα ὑπάρχει τοῦ πυρός, καὶ ἔδει μᾶλλον καὶ αὐτὴν ἀρχὴν ὑποτίθεσθαι· νῦν δὲ οὐχ ὑποτίθενται. φησὶν οὗν ὅτι καὶ κατὰ τοῦτο ἁμαρτάνουσι, ἓν μόνον στοιχεῖον ὑπέθεντο εἶναι ἀρχὴν πλὴν τῆς γῆς, οὐκ ἐπισκεψάμενοι τὴν ἐξ ἀλλήλων γένεσιν· οὐδὲν γὰρ αὐτῶν ἐστιν ἀρχοειδέστερον, ἀλλὰ τὰ τέσσαρα ἀρχῆς λόγον ἐπέχουσι πρὸς πάντα τὰ σώματα τὰ αἰσθητά, ἐπεὶ καὶ πάντα εἰς ἄλληλα μεταβάλλουσιν, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ μὲν γὰρ παχέα ἐκ τῶν λεπτῶν συγκρίσει γίνονται, τὰ δὲ λεπτὰ ἐκ τῶν παχέων διακρίσει. τοῦτο δὲ πάνυ διαφέρει πρὸς τὸ πρότερον καὶ τὸ ὕστερον, ἡ τῆς ἐξ ἀλλήλων †αὐτοῖς πρὸς τὴν γένεσιν διαφορά. εἰπὼν δὲ ταῦτα ἐφεξῆς δείκνυσιν ὅτι καὶ κατὰ τοὺς τῆς γενέσεως τρόπους σκοπουμένοις, κατὰ μὲν τὶ δόξει στοιχειωδέστατον καὶ ἀρχοειδέστατον εἶναι πάντων, ἐξ οὗ πρώτου κατὰ σύγκρισιν τῶν ἄλλων ἡ γένεσις· τοιοῦτον δ’ ἂν εἴη τὸ μικρομερέστατον καὶ λεπτότατον τῶν σωμάτων. διόπερ ὅσοι πῦρ ἀρχὴν τῶν ὄντων τιθέασι, κατὰ τοῦτον τὸν λόγον εἶεν ἂν εὐλόγως λέγοντες· καὶ γὰρ τῶν ἄλλο τι λεγόντων σῶμα στοιχεῖον καὶ μὴ τὸ πῦρ ἕκαστος ὁμολογεῖ τὸ δεῖν τοιοῦτον εἶναι τὸ στοιχεῖον τῶν σωμάτων. διὰ τοῦτο οὖν οὐθεὶς τῶν ὑστέρων καὶ λεγόντων ἓν εἶναι στοιχεῖον τῶν πάντων εἶπε τὴν γῆν στοιχεῖον ὑπάρχειν· καὶ φανερὸν ὅτι διὰ τὴν μεγαλομέρειαν αὐτῆς. ἕκαστον δὲ τῶν ἄλλων τριῶν στοιχείων εἴληφε κριτήν, φημὶ δὴ προστάτην· οἱ μὲν γὰρ πῦρ ὡς Ἡράκλειτος, οἱ δὲ ὕδωρ ὡς Θαλῆς, οἱ δὲ ἀέρα ὡς Ἀναξιμένης. εἰπὼν δὲ ταῦτα ἀπορεῖ λέγων; δι’ ἣν αἰτίαν μὴ καὶ τὴν γῆν . ὑπέθεντο εἶναι στοιχεῖον, ὥσπερ δοκεῖ πολλοῖς τῶν ἀνθρώπων γῆ καὶ σποδός. ἀλλὰ καὶ ὁ ποιητὴς τοῦτο λέγει ῾ἀλλ’ ὑμεῖς μὲν αὖθις ὕδωρ καὶ γαῖα γένοισθε’. ἀλλὰ καὶ ῾Ησίοδος· μετὰ γὰρ τὸ χάος πρώτην ταύτην γεννᾷ. ἀρχαία οὖν ἡ δόξα αὕτη ἐστὶν ἡ περὶ τῆς γῆς καὶ δημοτική, ἀρέσκουσα τοῖς πολλοῖς ἀνθρώποις. p. 989a12 Κτὰ μὲν οὗν τοῦτον τὸν λόγον. Φησὶν ὅτι κατὰ τὸν λόγον τοῦτον τὸν λέγοντα ὅτι δεῖ τὸ στοιχεῖον λεπτομερέστατον εἶναι ἐξ οὗ τοῖς ἄλλοις ἡ γένεσις, μόνοι κατορθοῦσιν οἱ πῦρ λέγοντες· οὔτε γὰρ οἱ ἀέρα οὔτε οἱ ὕδωρ οὔτε οἱ τὸ μεταξύ. οὐδὲν γὰρ οὕτως αὐτῶν ἐστὶ λεπτομερές, ὡς τὸ πῦρ. p. 989a15 Εἰ δὲ ἔστι τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον. Eἰπὼν ταῦτα προστίθησι καθ’ ὃν λόγον δύναται τὸ ἀνάπαλιν ἡ γῆ στοιχεῖον λέγεσθαι, λέγν εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον. ἔστι γὰρ ὃ λέγει τοιοῦτον. δοκεῖ ἀεὶ τῇ φύσει πρότερον εἶναι τὸ τέλειον, ὕστερον ὃν τοῦ ἀτελεστέρου. καὶ ὕστερον μὲν ἐν τῇ γενέσει γινόμενον τὸ τελειότερον· ὁ γὰρ ἄνθρωπος τελειότερός ἐστι τοῦ ἐμβρύου· τὸ δὲ ἀτελέστερον προυπάρχει τῷ χρόνῳ, ὡς θεμέλιος οἰκίας καὶ παῖς ἀνδρός. κατὰ δὴ τὸν λόγον τοὐτόν φησι πάλιν ἔσεσθαι κάλλιον εἰρηκότας τοὺς τὰ παχυμερέστερα τῶν σωμάτων ὑποθεμένους· μᾶλλον γὰρ ταῦτα πεπέφθαι καὶ τετελειῶσθαι δοκεῖ τῶν ἀτελεστέρων καὶ πρώτων τῇ γενέσει· ἐξ ἐκείνων γὰρ εἰς τὰ παχύτερα ἡ μεταβολή. ὥστε εἰ τὸ πρότερον ἀρχή, τὸ τῇ φύσει τε καὶ οὐσίᾳ πρότερον μᾶλλον ἂν εἴη ἐν ἀρχαῖς, οὐ τὸ τῇ γενέσει. εἰ γὰρ τὸ πρῶτον τῇ γενέσει ὕστερον τῇ φύσει, τὸ ὕστερον δὲ τῇ γενέσει πρῶτον ἂν εἴη τῇ φύσει, ὑστέρα δέ, καθὸ συγκρίσει ἡ γέωεσις, ἡ γῆ, αὕτη μᾶλλον ἀρχή, ἐξ ἧς πάλιν διακρίσει ἡ τῶν ἄλλων γένεσις. διάκρισις γάρ ἐστιν, ὡς εἴρηται, ἡνίκα ἐκ τῶν παχυτέρων γίνεται τὰ λεπτότερα. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι εἰ δὲ ἔστι τὸ τῇ γενέσει πρότερον τῇ φύσει ὕστερον, τὸ δὲ πεπεμμένον καὶ συγκεκριμένον, φημὶ δὴ τὸ παχυμερέστερον, ὕστερον τῇ γενέσει, τουτέστιν ἡ γῆ, τοὐναντίον προτέρα ἔσται ἡ γῆ, ὡς τῇ φύσει προτέρα ὑπάρχουσα. ἔστι γὰρ τῇ γενέσει πρότερον τὸ πῦρ κατ’ αὐτούς, εἶτα ὁ ἀήρ, εἶτα τὸ ὕδωρ, αὖθις ἡ γῆ. ὥστε ὑστέρα τῇ γενέσει ἡ γῆ· τὸ δὲ ὕστερον τῇ γενέσει τῇ φύσει πρότερον ὑπάρχει· καὶ λοιπὸν μετ’ αὐτὴν ὕδωρ, εἶτα ἀήρ, εἶτα πῦρ. p. 989a18 Περὶ μὲν οὖν τῶν μίαν τιθεμένων αἰτίαν οἵαν εἴπομεν. Πληρώσας τὸν ἔλεγχον τὸν· κατὰ τῶν φυσικῶν τῶν ὑποτιθεμένων ἓν εἶναι τὸ στοιχεῖον καὶ ἀμετάβλητον ,μετέρχεται ἐπὶ τοὺς φυσικοὺς πάλιν τοὺς περὶ Ἐμπεδοκλέα τοὺς ὑποτιθεμένους πολλὰ τὰ στοιχεῖα καὶ ἀμετάβλητα. φησὶν οὖν ὅτι περὶ τῶν ὑποτιθεμένων μίαν αἰτίαν τὴν πρώτην, οἵαν εἴπομεν ,ἔστω τοσαῦτα εἰρημένα. τῷ δὲ αὐτῷ ἐγκλήματι ὑποπίπτει κἂν εἴ τις ταύτας τὰς ἀρχὰς τὰς ὑλικὰς πλείονας λέγῃ μὴ λέγων ἀσωμά- τοὺς ἀρχάς, οἷον ὥσπερ ὁ Ἐμπεδοκλῆς· τέσσαρα γὰρ αἴτια ὑποτίθεται ὑλικὰ καὶ οὔτε ποιητικὸν αἴτιον κυρίως λέγει τῶν κατὰ μέρος οὔτε εἰδικόν. διὸ συμβαίνει κατὰ τὶ μὲν τὰ αὐτὰ λέγειν τοῖς μίαν ὑποτιθεμένοις ἀρχήν, κατὰ τὶ δὲ διαφέρειν. καθὸ μὲν γὰρ ἀμετάβλητα ὑποτίθεται τὰ στοιχεῖα, τὰ αὐτὰ ἐκείνοις λέγει, καθὸ δὲ πλείονα, οὐ τὰ αὐτά. ὅτι γὰρ οὔκ εἰσιν ἀμετάβλητα, αὐτὴ ἡ ἐνάργεια ἡμῖν ὑπαγορεύει· γινόμενά τε γὰρ αὐτὰ ὁρῶμεν ἐξ ἀλλήλων τὸ γὰρ ὕδωρ τὸ ἐν τῷ λέβητι τελέως ἐξατμιζόμενον εἰς ἀέρα μεταβάλλει), ὡς οὐκ ἀεὶ διαμένοντος πυρὸς καὶ γῆς τοῦ αὐτοῦ σώματος, ὡς εἴρηται ἡμῖν περὶ αὐτῶν καὶ ἐν τῷ δευτέρῳ λόγῳ τῆς Περὶ γενέσεως καὶ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ, ὅτι εἰ μὴ μεταβάλλονται, ἔσονται ἅμα τὰ ἐναντία καὶ οὐκ ἔσται γένεσις ἀλλὰ ἀλλοίωσις. p. 989a25 Καὶ περὶ τῆς τιῶν κινούντων αἰτίας πότερον ἓν ἢ δύο θετέον. Ἰστέον ὅτι δύο αἴτια ποιητικὰ ὁ Ἐμπεδοκλῆς ὑπετίθετο, νεῖκος καὶ φιλίαν. καὶ κατὰ τοῦτο κατὰ τὶ μὲν αὐτὸν ἀποδέχεται · καθὸ μὲν γὰρ δύο ἀρχὰς ὑπετίθετο, τὴν μὲν μίαν τῆς συγκρίσεως καὶ τῆς εἰδοποιίας καὶ τῆς ἑνώσεως, τὴν δὲ ἑτέραν τῆς διακρίσεως καὶ τῆς ἀοριστίας καὶ τῆς διαστάσεως, κατὰ τοῦτο αὐτὸν ἀποδέχεται, ἐπειδὴ ταῦτα πάντα θεωροῦνται ἐν τοῖς πράγμασι. καθὸ δὲ οὐδὲν διελέχθη περὶ τοῦ ἀπλῶς αἰτίου, οὐκ ἀποδέχεται· ἔδει γὰρ αὐτὸν εἰπεῖν καὶ τὸ αἴτιον τῆς ἁπλῶς εἰδοποιίας ἅμα καὶ ἑνώσεως καὶ ἀοριστίας, καὶ διακρίσεως καὶ συγκρίσεως. πρὸ γὰρ τῶν δύο τὸ ἕν· τὰ γὰρ δύο ἐκ τοῦ ἑνός· ὥστε ἀνάγκη εἶναι μίαν τὴν πάντων ἀρχήν. διὰ τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι καὶ περὶ τῶν ποιητικῶν αἰτίων, πότερον ἓν ἢ δύο θετέον, οὔτε ὀρθῶς οὔτε ἀλόγως, ὡς ἐνεδείξαμεν. ἢ ὅτι ἀμφότερα καὶ συγκρίνουσι καὶ διακρίνουσιν, ὡς εἴρηται ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς· ἔσχεν οὖν πλέον τῶν ἄλλων φυσικῶν κατὰ τὰ ποιητικὰ αἴτια. ὅλως δὲ οἱ οὕτω λέγοντες καὶ γένεσιν καὶ ἀλλοίωσιν ἀναιροῦσιν· οὐ γὰρ ἄν οἱ ἀμετάβλητα ὑποτιθέμενοι τὰ στοιχεῖα λέγοιεν ὡς ἐκ θερμοῦ καὶ ψυχροῦ γίνεται· ἤγουν τὸ ἐναντίον, ἐπεὶ οὕτως ἔσονται τὰ ἐναντία, τῶν στοιχείων ὄντων ἀμεταβλήτων κατ’ αὐτούς, καί τίς ἐστι φύσις μία, ἥτις γίνεται πῦρ καὶ ὕδωρ, ὅπερ ἐκεῖνος ὁ ’Εμπεδοκλῆς οὐ λέγει. οὐκ ἂν οὖν τὸ πῦρ μετεβάλλετο εἰς ὕδωρ ἢ τὸ ὕδωρ εἰς πῦρ, εἰ μὴ ὑπῆρχέ τις ὕλη ἀνείδεος, ἥτις παρὰ μέρος δέχεται ἀμφότερα τὰ ἐναντία. τοῦτο δὲ ὁ ’Εμπεδοκλῆς σαφῶς οὐ λέγει· ὅμως ἐξ ὧν ὑποοὐκ τίθεται, ἀναγκάζεται λέγειν, ἡνίκα φησὶ ῾γίνεται θερμὸν ἐκ ψυχροῦ καὶ τὸ ἐναντίον’ . p. 989a30 Ἀναξαγόραν δὲ εἴ ὑπολάβοι λέγειν δύο στοιχεῖα. Καὶ ὁ Ἀναξαγόρας οὖν, φησί, δύο ὑπετίθετο τὰ στοιχεῖα, τὸν νοῦν ποιητικὸν αἴτιον καὶ τὰς ὁμοιομερείας ὑλικόν, καὶ ἔλεγε πάντα ἐν πᾶσι μεμῖχθαι. τοῦτο δέ ἐστιν ἀδύνατον τὸ εἶναι πάντα ἐν πᾶσιν ἐνεργείᾳ· οὕτως γὰρ ἔσονται πρὸ τῆς γενέσεως αὐτῶν· ἔπειτα δὲ συμβήσεται ἅμα εἶναι γραμμὴν καὶ λευκότητα καὶ μουσικὴν καὶ γραμμήν, ὅπερ ἐστὶν ἀδύνατον · οὔτε γὰρ πάντα πεφύ· κασιν εἰς πάντα μίγνυσθαι. ἔπειτα δὲ τὰ μιγνύμενα πρότερον αὐτὰ καθ’ αὑτὰ ὑπάρχει πρὸ τῆς μίξεως· ἔσονται οὖν τὰ συμβεβηκότα αὐτὰ καθ’ αὑτὰ ἄνευ οὐσιῶν, ἐπειδὴ μίγνυται, ὅπερ ἐστὶν ἀδύνταον. ἰστέον οὖν ὅτι ἢ συμβολικῶς ἔλεγες ταῦτα, ὦ Ἀναξαγόρα, ὅτι πάντα ἐν πᾶσι, βουλόμενος ἐντεῦθεν δηλῶσαι τὴν ὕλην, ἐπειδὴ πάντα ἐν τῇ ὕλῃ ὑπάρχουσιν, ἢ τῷ ὄντι περιφανταζόμενος τὴν ὕλην ταῦτα ἔλεγες. ἐπεὶ γὰρ ἑώρα πάντα ἐκ πάντων γινόμενα, μὴ ἐπιστήσας τῇ εἰς τὴν ὕλην ἀναλύσει, ἀπεφήνατο πάντα ἐν πᾶσιν εἶναι ἐνεργείᾳ, ὅπερ ἐστὶν ἀδύνατον· δυνάμει μὲν γάρ ἐστιν, ἐνεργείᾳ δὲ οὐκ ἔστιν. ἀμέλει τοι εἰ εὗρέ τινα Ἀναξαγόρας ὀρέγοντα χεῖρα ἐπὶ τὴν διάρθρωσιν, ἠγάπησεν ἄν, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος. p. 989a30 Ἀναξαγόραν δέ. Εἴ τις ὑπολάβοι τὸν Ἀναξαγόραν δύο λέγειν στοιχεῖα τὸν νοῦν καὶ τὰς ὁμοιομερείας, κατὰ λόγον ὁ τοιοῦτος ὑπολαμβάνει, ὃν λόγον ἐκεῖνος μὲν ὁ Ἀναξαγόρας οὐ διήρθρωσεν, ὡς εἰρήκαμεν, ἠκολούθει δὲ τοῖς διαρθροῦσιν αὐτόν. ἠκολούθει οὖν τοῖς τὴν δόξαν αὐτοῦ οὕτως ἐξηγουμένοις ὡς εἰρήκαμεν, ὅτι δυνάμει πάντα ἐν πᾶσιν ὑπάρχουσι καὶ οὐκ ἐνεργεία. ἀτόπου γὰρ ὄντος καὶ ἄλλως τοῦ φάσκειν μεμῖχθαι τὴν ἀρχὴν πάντα δι’ εἰρήκαμεν αἰτίαν, καὶ διότι δεῖ τὰ μιγνύμενα πρὸ τῆς μίξεως ὑπάρχειν αὐτὰ καθ’ αὑτά οὕτως δὲ οὐκ ἔσται ἡ μῖξις προτέρα) καὶ διὰ τὸ μὴ πεφυκέναι τῷ τυχόντι μίγνυσθαι τὸ τυχόν· πῶς γὰρ ἄν γραμμὴ καὶ λευκὸν μιχθείη, ἢ μουσικὸν καὶ λευκόν; ἔτι δὲ διὰ τὸ ἀκολουθεῖν τῷ οὕτω λέγοντι τὰ πάθη καὶ τὰ συμβεβηκότα χωρίζεσθαι τῆς οὐσίας καὶ καθ’ αὑτὰ ὑφεστάναι· ὧν γὰρ μῖξις γίνεται, τούτων καὶ χωρισμός· ὥστε εἰ καὶ ταῦτα μέμικται τῶν πάντων γὰρ καὶ ταῦτα) καὶ χωρίζοιντο ἄν καὶ ὑπάρξουσιν αὐτὰ καθ’ αὑτὰ τὰ συμβεβηκότα, ὅπερ ἐστὶν ἀδύνατον. προσβοηθῶν δὲ τῇ δόξῃ αὐτοῦ Ἀριστοτέλης καὶ διαρθρῶν αὐτῆς τὸ βούλημά φησιν ὅτι εἴ τις ἀκολουθήσειε συνδιαρθρῶν ἃ βούλεται λέγειν, ἴσως ἂν φανείη καινοπρεπέστερον λέγων· ὅτι γὰρ οὐδέν ἐσιιν ἀποκεκριμένον καὶ ἐνεργείᾳ ὑπάρχον ἐν τῇ ὕλῃ, φανερόν ἐστιν, ἐπεὶ εἰ εἶχέ τι ἐνεργείᾳ, οὐκ ἄν ἐδέξατο ἕτερον εἶδος. διὸ καὶ ὁ Πλατῶν φησὶν ὅτι κεκοινώνηκε δὲ οὐδενὶ τῶν ἐν αὐτῇ θεωρουμένων. ὥστε οὐδέν ἐσταιν ἀληθὲς εἰπεῖν κατὰ τῇς οὐσίας ἐκείνης, ὅτι οὔτε λευκόν ἐστιν οὔτε μέλαν οὔτε φαιὸν οὔτε ἄλλο τι χρῶμα, ἀλλ ἄχρουν ἐξ ἀνάγκης· ἔμελλε γὰρ ἔχειν τι τούτων τῶν χρωμάτων καὶ οὐκ ἐδέχετο ἕτερον. διὸ κἀκεῖνός φησι ῾δέχεται τὰ πάντα καὶ οὐδενὶ ὅμοιον ἐκληρώσατο εἶδος’, περὶ τῆς ὕλης λέγων. ὁμοίως δὲ καὶ ἄχυμον τὸ δεχόμενον πάντας τοὺς χυμούς. οὐδὲν οὖν ἐστιν ἡ πρώτη καὶ ἀνείδεος ὕλη, οὕτε οὐσία οὔτε ποσὸν οὔτε ποῦ οὕτε ἄλλη τις κατηγορία. λέγει οὗν καὶ πῶς ἔστιν ἐπακολουθοῦντα τοῖς λεγομένοις ὑπ’ αὐτοῦ συνδιαρθροῦν αὐτά. ὅτι γὰρ οὐδὲν ἦν ἀποκεκριμένον τε καὶ καθ’ αὑτὸ ὂν ἐνεργείᾳ, δῆλον ὡς οὐδὲν ἦν κατὰ τῆς οὐσίας ἐκείνης καὶ τοῦ μίγματος τοῦ ὑπ’ αὐτοῦ λεγομένου κατηγορῆσαι ἀληθῶς τῶν ὄντων· οὔτε γὰρ λευκὸν οὔτε μέλαν οὔτε φαιὸν οὔτε τι χρῶμα ἄλλο, οὐδὲ χυμόν τινα οὐδὲ ἄλλο τι τῶν τοιούτων ποιῶν οἷόν τε αὐτὸ λέγοντα εἶναι ἀληθεύειν, οὔτε ποσὸν οὕτε τινὰ τῶν ἐνεργείᾳ οὐσιῶν· ἦν γὰρ ἂν ἕν τι τούτων ἐν τῷ λεγομένῳ μίγματι ἀποκεκριμένον ἤδη καὶ ἐνεργείᾳ ὄν, ὅπερ ἦν ἀδύνατον μεμιγμένων πάντων· ἦν γὰρ ἄν τοῦτο ἄμικτον. λέγει γὰρ πλὴν τοῦ νοῦ πάντα μεμῖχθαι, τοῦτον δὲ μόνον ἀμιγῆ εἶναι καὶ καθαρόν. p. 9891)16 ’Εκ δὲ τούτων συμβαίνει λέγειν αὐτόν. Συγκεφαλαιοῦται τὴν Ἀναξαγόρου δόξαν περὶ τῶν ἀρχῶν, ᾗ συγκατέθετο ἄν, εἴ τις τοῖς ὑπ’ αὐτοῦ λεγομένοις ἑπόμενος συνδιήρθρου αὐτά, ὅτι ἔστι κατ’ αὐτὸν ἀρχὴ νοῦς ἀπλοῦς ὢν κατ’ αὐτὸν καὶ ἀμιγής καὶ εἴη ἂν ἀνάλογον τῷ ἑνί) καὶ θάτερον, τουτέστι τὸ ἀόριστον· τοιοῦτον γὰρ ἡ ὕλη, πρὶν ὁρισθῆναι καὶ εἰδοποιηθῆναι, ἀόριστος καὶ μηδὲν ἐνεργείᾳ ἀλλὰ δυνάμει πάντα ἔχουσα ἃ δύναται γενέσθαι, ὁποῖον ἐκεῖνος τὸ μῖγμα ὑπέθετο· ὥστε λέγει μὲν οὕτε ὀρθῶς οὔτε σαφῶς· ἀλλ’ οὐδὲ εἰ οὕτως λέγει ὡς αὐτὸς αὐτῷ βοηθῶν εἴρηκεν αὐτὸν βούλεσθαι λέγειν, ὀρθῶς ἂν λέγοι πάντῃ· δύο γὰρ μόνον ἀρχὰς ἂν λέγοι ἀντὶ τεσσάρων. ἔτι οὐδὲ πάντῃ οἷόν τε λέγειν οὕτως αὐτὸν εἰρηκέναι· τὰ γὰρ ὁμοιομερῆ τὰ ἐν τῷ μίγματι φαίνεται οὐ δυνάμει λέγων εἶναι ἀλλ’ ἐνεργείᾳ. ἀλλ’ οὐδὲ σαφῶς τι τούτων λέγει ὧν εἴρηκε· βούλεται μέντοι τι παραπλήσιον τοῖς τε ὕστερον λέγουσι, τοῖς περὶ Πλάτωνα λέγει τοῖς τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ἀρχὰς τιθεμένοις τῶν ὄντων, καὶ τοῖς φαινομένοις μᾶλλον· ἐλλείπει τὸ ἀκόλουθα· ἀκόλουθα γὰρ μᾶλλον τοῖς φαινομένοις ὧν λέγειν δοκεῖ. p. 989b 21 Ἀλλὰ γὰρ οὗτοι μὲν τοῖς περὶ γένεσιν λόγοις καὶ φθροὰν καὶ κίνησιν. ῾Ιστορήσας τὰς τῶν ἀρχαίων δόξας, ἃς περὶ τῶν ἀρχῶν ἔσχον, χωρίζει νῦν τοὺς φυσικοὺς ἀπὸ τῶν καὶ ἀσωμάτους ὑποθεμένων οὐσίας, καὶ παραιτησάμενος ἐκείνους ὡς οὐ περὶ πάσης τῆς οὐσίας πραγματευσαμένους, οὐδὲ ὄντα χρήσιμα τὰ ὑπ’ αὐτῶν λεγόμενα εἰς τὴν προκειμένην πραγματείαν, ἐπὶ ἐπὶ διερευνήσασθαι τὰς δόξας τῶν Πυθαγορείων καὶ Πλάτωνος ὡς οἰκειοτέρας τῇ προκειμένῃ πραγματείᾳ μέτεισιν. οὗτοι γὰρ περὶ πάντων τῶν ὄντων λέγοντες ἐτίθεντό τινας οὐσίας καὶ παρὰ τὰς γενητάς τε καὶ φυσικὰς καὶ ὅλως σωματικάς τε καὶ αἰσθητάς. χρησιμωτέρα γὰρ εἰς τὴν προκειμένην πραγματείαν ἡ τῆς τούτων δόξης ἐξέτασις, ἐπεὶ ἡ ζήτησις ἡμῖν περὶ τοιούτων αἰτίων, ἃ οὐ τῶν φύσει οὐδὲ τῶν ἐν κινήσει ἐστίν, ἀλλὰ περὶ τῶν νοητῶν τε καὶ ἀσωμάτων. ὁ γοῦν Ἀναξαγόρας εἰ καὶ εἶπε νοῦν ἀσώματον, ἀλλ’ οὖν γε περὶ τῶν κατὰ μέρος ἀσωμάτων οὐ διαλέγεται, ψυχῆς καὶ ὅσα ἄλλα τοιαῦτα· ὁμοίως δὲ καὶ οἱ ἄλλοι φυσικοί, οὐδὲ Πυθαγόραν φασὶ περὶ πάντων. οὗτοι οὖν οὐ] περὶ πάντων τῶν ὄντων ποιοῦνται τὴν θεωρίαν, οἱ Πυθαγόρειοι· τῶν γὰρ ὄντων τὰ μὲν αἰσθητὰ τιθέασιν θέασιν εἶναι, τὰ δὲ οὐκ αἰσθητὰ ἀλλὰ νοητά, καὶ φανερὸν ὅτι περὶ ἀμφοτέρων τῶν γενῶν ποιοῦνται τὴν σκέψιν. διὸ δεῖ ἡμὰς περὶ αὐτῶν διαλεχθῆναι τί καλῶς ἢ οὐ καλῶς λέγουσιν εἰς τὴν νῦν προκειμένην ἡμῖν σκέψιν. p. 989 b 29 οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται τῶν φυσιολόγων. Ἐλέγξας τοὺς φυσικοὺς περὶ τῶν ἀρχῶν ὡς μὴ ὑποτιθεμένους κοινὰς ἀρχὰς πάντων τῶν ὄντων ἀλλὰ μόνας σωματικὰς ἀρχάς, καὶ καταλιπὼν τούτους ὡς μὴ ὅλως ὑποτιθεμένους ἀρχὰς καθολικὰς πάντων τῶν ὄντων οὐ γὰρ δὴ τῶν ἀσωμάτων ὑπετίθεντο ἀρχάς, ὡς εἴρηται), νῦν μετέρχεται ἐπὶ τοὺς Πυθαγορείους, οἵτινες καθολικὰς ἀρχὰς ὑποτίθενται πάντων τῶν ὄντων καὶ σωμάτων καὶ ἀσωμάτων, ἐπειδὴ καὶ αὐτός ἐστιν ὁ] περὶ τῶν ἀρχῶν κοινῶς πασῶν τῶν τε ἀσωμάτων καὶ σωμάτων λέγων. φησὶν οὖν ὅτι οἱ καλούμενοι Πυθαγόρειοι ἐκτοπωτέρως χρῶνται τῶν φυσιολόγων τοῖς στοιχείοις καὶ ταῖς ἀρχαῖς, τουτέστι κοινοτέρως καὶ ξενικωτέρως · ξενικωτέρως μέν, ὅτι ὑποτίθενται ἀρχὰς σωμάτων τοὺς ἀριθμοὺς καὶ ὑλικὰς καὶ ποιητικὰς καὶ εἰδικάς, ὁμοίως δὲ καὶ τῶν ἀσωμάτων· κοινοτέρως δέ, ὅτι τούτους τοὺς ἀριθμοὺς λέγουσιν εἶναι καὶ τῶν σωμάτων καὶ τῶν ἀσωμάτων. πολλὰ δὲ ἄτοπα ἕπονται τῇ δόξῃ αὐτῶν, ἐπειδὴ ἀρχὰς ὑποτίθενται τῶν αἰσθητῶν τὰ μαθήματα· ἡ γὰρ ἀριθμητικὴ μαθηματική ἐστι. τὰ οὖν μαθηματικὰ ἀκίνητα ὑπάρχουσι· πῶς οὖν ἐν κινήσει ὑπάρχουσι τὰ φυσικὰ πράγματα, τῶν ἀρχῶν καὶ τῶν ποιητικῶν καὶ πασῶν ἁπλῶς ἀκινήτων οὐσῶν; διαλέγονται μέντοι καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανὸν καὶ πάντα τὰ φυσικὰ πράγματα ἐκ τῶν ἀριθμῶν. εἰ οὖν ὑποτίθενται πέρας καὶ ἄπειρον καὶ περιττὸν καὶ ἄρτιον ἀρχάς, οὐκ ἔσται κίνησις ἐν τοῖς οὖσι· πάντα γὰρ ταῦτα ἀκίνητα ὑπάρχουσιν. ἄλλως τε δέ, φησί, ὑποτίθενται τοὺς ἀριθμοὺς ἐν τοῖς αἰσθητοῖς εἶναι καὶ οὐδέποτε ἄνευ τῶν αἰσθητῶν ὑπάρχειν. εἰ τοίνυν ἡ ἀρχὴ θέλει εἶναι προτέρα τῷ χρόνῳ †ἀξιώματί φησι καὶ ἰὴ τάξει, οἱ <δ’> ἀριθμοὶ κατ’ αὐτοὺς ἐν τοῖς αἰσθητοῖς ὑπάρχουσι, φανερὸν ὅτι οὐκ ἔσονται πρότεροι οἱ ἀριθμοὶ τῇ τάξει ἤγουν τῷ ἀξιώματι, εἴ γε καὶ ἐν αὐτοῖς τοῖς αἰσθητοῖς τὸ εἶναι ἔχουσιν. ἀμέλει τοι κατὰ τοῦτο μᾶλλον αὐτῶν κατορθοῖ ὁ Πλάτων· ὑποτίθεται γὰρ καὶ αὐτὸς πάντα γίνεσθαι ἐκ τῶν ἀριθμῶν, ἀλλὰ τὰς ἀρχὰς τῶν αἰσθητῶν τῷ ὄντι ἐν τοῖς αἰσθητοῖς καὶ αὐτὸς ὑποτίθεται, τῶν δὲ νοητῶν κεχωρισμένους ἀριθμοὺς καὶ ἐξῃρημένους ὑποτίθεται, οὓς προσαγορεύει εἰδητικοὺς ἀριθμούς. ἐπειδὴ οὖν, φησίν, ἀδύνατόν ἐστιν ἐκ τῆς τῶν ἀριθμῶν συνθέσεως πῦρ γενέσθαι ἢ ἕτερόν τι τῶν στοιχείων, παντελῶς οὐδὲ εἰρήκασι περὶ τῶν στοιχείων. ἢ πῶς ἄνευ κινήσεως καὶ μεταβολῆς γένεσιν εἶναι δυνατὸν καὶ φθοράν, οὐδὲν εἰρήκασι παντελῶς. ἄλλως τε οὐδὲ εἰρήκασι δι’ ἣν αἰτίαν τῶν σωμάτων τὰ μὲν βαρέα ὑπάρχουσι, τὰ δὲ κοῦφα. ἐξ ὧν γὰρ ἀρχῶν ὑποτίθενται, μᾶλλον μαθηματικὰ λέγουσι σώματα ἤπερ φυσικά· ἡ γὰρ ἀριθμητική, ὡς εἴρηται, μαθηματική ἐστι. τοῖς γὰρ λέγουσιν ἀρχὰς ὑλικὰς τῶν σωμάτων τὰ στοιχεῖα ἕπεται λέγειν καὶ κίνησιν, ἐπεὶ καὶ ποιητικὸν αἴτιον ὑποτίθενται τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ, καὶ ὅτι κινοῦνται τὰ στοιχεῖα καὶ κίρνανται ἀλλήλοις, καὶ ποτὲ μὲν ἐκ τῆς τοιᾶσδε κινήσεως αὐτῶν τὴν τοὐ παντὸς γίνεσθαι γένεσιν, ποτὲ δὲ τὴν φθοράν· ὁμοίως δὲ καὶ ὅτι τὰ μὲν γῆς μετέχοντα πλείονος βαρέα ὑπάρχουσι καὶ ὕδατος, τὰ δὲ πυρὸς ἢ ἀέρος κοῦφα. εἰ δὲ ἐκ τῶν ἀριθμῶν ὑποθώμεθα τὰ φυσικὰ πράγματα, οὐ ῥᾴδιον ἀποδοῦναι τὴν αἰτίαν τῆς κινήσεως, ἤγουν τῆς βαρύτητος καὶ κουφότητος. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. ὁ δὲ ἡμέτερος φιλόσοφος Ἀμμώνιος συμβολικῶς, φησί, πάντα ταῦτα οἱ Πυθαγόρειοι ἔλεγον. ἐπειδὴ γὰρ ὁ ἀριθμὸς ὁριστικός ἐστι τοῦ πράγματος οὗ ἐστι, τοιαῦτα δὲ καὶ τὰ εἴδη ὁριστικὰ τῆς ὕλης καὶ περιεκτικὰ αὐτῆς, διὰ τῶν ἀριθμῶν ἐδήλουν τὰ εἴδη ὑπάρχοντα ἐν τῷ παντί, ἐπεὶ μεστός ἐστιν ὁ κόσμος εἰδῶν. διὸ καὶ ἔλεγον τὴν δυάδα δόξαν, ἐπειδὴ ἄρχεται διαιρεῖσθαι ἡ δυάς· τοιαύτη δὲ καὶ ἡ δόξα ἐπαμφοτερίζουσα. πάλιν δὲ τὸν ἑπτὰ ἀριθμὸν ἐκάλουν καιρόν, ἐπειδὴ τὰ ἑπτάμηνα τικτόμενα ζῶσι, καὶ διὰ τὰς διαφόρους ἡλικίας, ὅτι μέχρι ἑπτὰ ἐτῶν †καὶ ἐκεῖθεν ἄρχεται ὀδοντοφυεῖν, εἶτα ἐν τῇ τρίτῃ ἑβδομάδι πάνυ αὔξει καὶ ἄρχεται σπερμαίνειν, ὡς ἀνωτέρω ἐπὶ πολὺ εἴρηται περὶ αὐτοῦ· πρὸς τούτοις δὲ ὅτι ἡ ἑβδόμη ἡμέρα κρίσιμος ὑπάρχει. πάλιν δὲ τὸν ἓξ ἀριθμὸν ἔλεγον κρίσιν, ὃς καὶ ἔστιν ἀρτιοπέριττος. ἀρτιάκις γὰρ ἄρτιός ἐστιν ἀριθμὸς ὁ ἀναλυόμενος μέχρι μονάδος αὐτῆς, ὥσπερ ὁ λݲβݲ, ιݲςݲ, ηݲ, δݲ, βݲ, αݲ· περισσάρτιος δὲ ὁ διαιρούμενος εἰς ἀρτίους κατὰ τὴν πρώτην διαίρεσιν, ὕστερον δὲ εἰς περιττούς, ὥσπερ ὁ ιβ· διαιρεῖται γὰρ εἰς ςݲ καὶ ςݲ, καὶ πάλιν εἰς 7 καὶ 7. ἐκάλουν οὖν τὸν ἀριθμὸν κρίσιν, ἐπειδὴ πρῶιος διαιρεῖται εἰς δύο περιττοὺς ἀριθμούς· ὁ γὰρ δύο διαιρεῖται εἰς μονάδας, ἡ δὲ μονὰς οὐκ ἔστιν ἀριθμός. πάλιν τὸν περισσάρτιον, τουτέστι τὸν ἡ, ἐκάλουν μῖξιν, ἐπεὶ καὶ εἰς ἀρτίους διαιρεῖται, εἰς ςݲ καὶ ςݲ, καὶ εἰς περιττούς, εἰς τρία καὶ τρία. πάλιν δὲ τὸν πέντε ἀριθμὸν ἐκάλουν ἱερὸν δικαιοσύνης καὶ ἀνικίαν, ἐπειδὴ ὁ πέντε διαιρεῖ δίχα τὸν τέλειον ἀριθμόν, καὶ οὐδέτερον μέρος νικᾷ ἐν αὐτῷ, ἀλλὰ τὸ ἴσον ἔχει ἑκάτερος· διὸ καὶ ἀνικίαν ἔλεγον τὸν τοιοῦτον καὶ ἱερὸν δικαιοσύνης. αὖθις δέ φησι πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης ἐγκαλῶν αὐτοῖς ὅτι πῶς 031 λαβεῖν ἀρχὰς τοὺς ἀριθμοὺς τῶν καὶ νῦν ὄντων καὶ κινουμένων καὶ ἐξ ἀρχῆς ὄντων, ἐπειδὴ ἐν τοῖς αἰσθητοῖς ἱδρύετε τοὺς ἀριθμούς; πῶς οὖν τὰ ἐν αὐτοῖς ἱδρυμένα ἀρχαὶ αὐτῶν ὑπάρχουσι καὶ τῶν μελλόντων γίνεσθαι καὶ τῶν ἤδη γενομένων; ἔπειτα ἐκ τοῦ μίγματος λαμβάνεται αὐτῶν· φασὶ γὰρ τοὺς ἀριθμοὺς ἐγκαταμεμῖχθαι ἐν ἅπασι τοῖς οὖσι. καὶ τοῦτο δὲ συμβολικῶς λέγουσιν· ἐπειδὴ γὰρ π· ανταχοῦ τὰ εἴδη, διὰ δὲ τῶν ἀριθμῶν τὰ εἴδη ἐδήλουν, τούτου χάριν οὕτως ἔλεγον. p. 989 b29 Οἱ μὲν οὖν καλούμενοι Πυθαγόρειοι ταῖς μὲν ἀρχαῖς καὶ τοῖς στοιχείοις ἐκτοπωτέρως χρῶνται, ὡς εἴρηται. Αἰτιᾶται τοὺς Πυθαγορείους, οἳ δοκοῦσι καὶ αὐτοὶ καὶ τῆς ἀσωμάτου φύσεως μνημονεύειν, ὅτι ἀρχὰς ὑπέθεντο ξενικωτέρας καὶ ἀπηρτημένας τῶν φυσικῶν καὶ ἐκτοπωτέρας, τουτέστιν ἐπὶ πλέον ἐκτεταμένας καὶ ἐκβεβηκυίας καὶ δυναμένας καὶ ἄλλων φύσεων ἀρχὰς εἶναι · ἀσωμάτους γὰρ καὶ ἀκινήτους· οἱ γὰρ ἀριθμοὶ τοιοῦτοι. p. 989 b 31 Τὸ δὲ αἴτιον ὅτι παρέλαβον αὐτὰς ἐξ αἰσθητῶν. Τὴν αἰτίαν λέγει δι’ ἣν οὐκ ἐκ τῶν αἰσθητῶν ὁρμώμενοι ἐχρήσαντο ταῖς τοιαύταις ἀρχαῖς καὶ ἔλαβον αὐτάς τὸ γὰρ παρέλαβον ἀντὶ τοῦ ἔλαβόν ἐστιν), ἀλλ’ ἀπὸ τῶν μαθημάτων, ἐν οἷς ἐντραφέντες ἐκ τούτων καὶ τούτοις ἀκολούθως ἔθεντο τὰς ἀρχάς. ταῦτα δέ ἐστι τὰ μαθηματικά, ὧν κατ’ αὐτοὺς ἀρχαὶ οἱ ἀριθμοί. ἃ ἔξω κινήσεως πάντα καὶ οὐ φυσικά, χωρὶς τῶν ἐν ἀστρολογίᾳ· καὶ γὰρ ἡ ἀστρονομία μαθηματικὴ μέν, ἀλλὰ περὶ φυσικῶν τε καὶ κινουμένων ὁ λόγος αὐτῇ· τὰ γὰρ ἄστρα, περὶ ὧν πραγματεύεται, φυσικά τε καὶ ἐν κινήσει. ἀμέλει τοι ἐζήτησεν ἐν τῷ δευτέρῳ λόγῳ τῶν Φυσικῶν τὰς διαφορὰς τοῦ φυσικοῦ καὶ τοῦ ἀστρονόμου, εἴ γε καὶ αὐτὸς ὁ ἀστρονόμος διαλέγεται περὶ φυσικῶν σωμάτων καὶ κινουμένων· καὶ εἷπεν ἐν ἐκείνοις ὅτι ὁ μὲν φυσικὸς τὴν ὕλην σκοπεῖ τῶν οὐρανίων ὁποία ἐστίν, ὅτι ὑποκείμενον, εἰ τύχοι, ὅτι οὐ δέχεται τὰ ἐναντία· ὁ μέντοι γε ἀστρονόμος οὐ φροντίζει τῆς ὕλης, εἴτε ἀερία ἐστὶν εἴτε πυρά εἴτε ἄλλη τις, ἀλλὰ μόνον τὴν κίνησιν τῶν ἀστέρων περιεργάζεται. φησὶν οὖν ὅτι οἱ Πυθαγόρειοι διαλέγονται καὶ πραγματεύονται περὶ φύσεως πάντα· γεννῶσί τε γὰρ τὸν οὐρανὸν καὶ περὶ τὰ τούτου μέρη πραγματεύονται, τουτέστι περὶ ἄστρων κινήσεις τοίας ἡ τοίας, καὶ διαλέγονται περὶ παθῶν, φημὶ δὴ ἐκλείψεων, καὶ διατηροῦσι τὸ συμβαῖνον περὶ τὰ ἔργα, τουτέστι περὶ τὰς δύσεις καὶ τὰς ἀνατολάς. · καὶ τὰς ἀρχὰς ἑαυτῶν καὶ τὰ αἴτια εἰς ταῦτα καταδαπανῶσι καὶ ὁμολογοῦσι καὶ ὁμοφωνοῦσι κατὰ τοῦτο τοῖς ἄλλοις φυσιολόγοις, ὅτι τό γε ὂν τοῦτ’ ἔστιν ὅσον ἐστὶν αἰσθητὸν καὶ περιείληφεν ὁ καλούμενος οὐρανός. οὐδὲν γάρ ἐστιν ἔξω τοῦ οὐρανοῦ, ὡς ἀρέσκει καὶ τῷ Πλάτωνι καὶ τῷ Ἀριστοτέλει, καὶ πολλοὺς λόγους τέθεικεν ἐν τῇ Φυσικῇ ἀκροάσει κατασκευαστικοὺς τοῦ τοιούτου, ὅτι οὐδέν· ἐστι παντάπασιν ἔξω τοῦ οὐρανοῦ. ταῦτα οὖν γεννῶσιν ἐξ ἐκείνων· τόν τε γὰρ οὐρανὸν καὶ τὰ ἐκείνου μέρη γεννῶσιν ἐκ τῶν ἀρχῶν ἃς ὑποτίθενται αὗται δέ εἰσι τὸ ἄρτιον καὶ τὸ περιττόν, ὡς εἴρηται), καὶ τὰ συμβαίνοντα καὶ περὶ ταῦτα ἀποδιδόασι ταῦτα λέγω τὰ ἐν τῷ οὐρανῷ), ὡς οὐδενὸς ὄντος ἢ γινομένου ἐξ αὐτῶν ἄλλου παρὰ τὰ αἰσθητά, ὁμολογοῦντες κατὰ τοῦτο τοῖς φυσικοῖς, οἳ οὐδὲν ἡγοῦντο παρὰ τὰ φυσικά τε καὶ ἐν κινήσει εἶναι · καίτοι τοιαύτας ἀρχὰς ὑποθέμενοι αἳ ἱκαναὶ ἦσαν καὶ τῶν ἀσωμάτων καὶ ὑπὲρ τὰ φυσικὰ ὄντων ἀρχαὶ λέγεσθαι, καὶ μᾶλλον ἁρμόττουσαι τοῖς ὑπὲρ φύσιν ἢ τοῖς περὶ φύσεως. οἱ γὰρ ἀριθμοὶ μᾶλλον ἀρχαὶ τῶν ἀσωμάτων ἤπερ τῶν σωuάτων. αἰτιᾶται οὖν αὐτοὺς καὶ καιὰ τοῦτο, ὅτι οὐδὲ τούτων ἱκανῶς τὰς αἰτίας ἀπέδοσαν. ὃ γὰρ μάλιστα ἴδιον τούτων, ἡ κίνησις, πῶς αὕτη γίνεται ἐν αὐτοῖς ἐκ τοιούτων ἀρχῶν οὖσί τε καὶ γινομένοις, τοῦ τε πεπερασμένου καὶ τοῦ ἀπείρου ; ὧν τὸ μὲν πεπερασμένον ἐστὶ τὸ περιττόν ,ὃ πέρας εἶπε, τὸ. δὲ ἄπειρον τὸ ἄρτιον ὃ λέγουσιν. ἀκίνητοι γὰρ οἱ ἀριθμοὶ καὶ οὐδεμιᾶς κινήσεως αἴτιοι. ἀλλ’ οὐδὲ ὅτι δυνατόν ἐστιν ἄνευ κινήσεως καὶ μεταβολῆς ἐξ ἐκείνων τῶν ἀρχῶν γενέσθαι ταῦτα (7.) ἐξ αὐτῶν γεννῶσιν, ἢ αὐτὰ τὰ τῶν ἄστρων ἔργα, ἃ διὰ τὴν φορὰν αὐτῶν καὶ τὴν κίνησιν γίνεται, διδάσκουσιν. ἔστι δὲ ἔργα αὐτῶν ἀνατολαὶ καὶ δύσεις καὶ τὰ τοιαῦτα, ἃ πῶς οἷόν τε γίνεσθαι χωρὶς κινήσεως; πάνυ δὲ ἐναργῶς τῇ τῶν ἄ· στρων παραθέσει, ὧν διὰ κινήσεως αἱ ἐνέργειαι, ἔδειξε τὸ ἐλλιπὲς τῆς δόξης. οὔτε δὲ γένεσιν δυνατόν ἐστι γενέσθαι ἢ φθορὰν ἄνευ μεταβολῆς. p. 990a12 Ἔτι δὲ εἴτε δώῃ τις αὐτοῖς ἐκ τούτων εἶναι μέγεθος. Κἂν ὑποθώμεθα, φησί, κατὰ συγχώρησιν ἐκ τῆς τῶν ἀριθμῶν συνθέσεως μέγεθος ἀποτελεῖσθαι καὶ τῶν πάντως ἀδιαστάτων εἶναι συγκείμενον, ὃ πάντων μᾶλλον ἀδύνατον, οὐδὲ τούτου τεθέντος ἀποδέδοται πὰρ αὐτῶν πόθεν ἐν τοῖς σώμασιν αἱ κατὰ φύσιν αὐτῶν ῥοπαί, κουφότητές τε καὶ βαρύτητες· οὐ γὰρ δὴ δυνάμει τὰ τοιαῦτα ὥσπερ ἐστὶ καθ’ οὓς ὕλη τις ὑπόκειται ἢ σῶμά τι οὖσα ἢ δυνάμει τι σῶμα. ἃ γὰρ λέγουσι περὶ τῶν σωμάτων, οὐ μᾶλλον ταῦτα ἁρμόζει τοῖς φυσικοῖς ἢ τοῖς μαθηματικοῖς σώμασιν · ἰσότητες γὰρ καὶ ἀνισότητες καὶ σχήματα καὶ τὰ τοιαῦτα κοινὰ τούτων τε κἀκείνων τῶν σωμάτων. . εἰ δὲ τὰ ἴδια τοῖς φυσικοῖς σώμασι, καθ’ ἃ ἐστι φυσικά, μὴ ἀποδίδοται ταῦτα δέ ἐστι βαρύτης κουφότης, θερμότης ψυχρότης, ὑγρότης ξηρότης) οὐδὲν ἂν περὶ τῶν φυσικῶν σωμάτων εἶεν λέγοντες, περὶ ὧν λέγειν · ἐβούλ· οντό τε καὶ προετίθεντο. διὸ οὐδὲν παντελῶς εἰρήκασι περὶ πυρὸς ἢ γῆς ἢ τῶν ἄλλων στοιχείων, ἐπειδὴ οὔτε περὶ τῶν αἰσθητῶν οὐδὲν εἰρήκασι, τουτέστι τῶν ποιοτήτων ἐξ ὧν ταῦτα ὑπάρχουσιν. p. 990a18 Ἔτι δὲ πῶς δεῖ λαβεῖν αἴτια μὲν εἶναι τὰ τοῦ ἀριθ- μοῦ πάθη. Καὶ τοῦτο δείκνυσιν ἄτοπον αὐτοῖς ἑπόμενον, ὅτι αἴτια τῶν κατὰ μῶν καὶ τοὺς ἀριθμοὺς λέγουσιν οὐδὲ γὰρ ἄλλο τι ἡγοῦντο εἶναι παρὰ τὰ ἐν τῷ οὐρανῷ) οὐκ ἄλλους δέ τινας ἀριθμοὺς λέγουσι καὶ καταλείπουσιν ἔξω τούτων τῶν ἐν τοῖς αἰσθητοῖς, ἐξ ὧν ἐστιν ὁ κόσμος. ἀεὶ μὲν γὰρ δεῖ ἄλλο εἶναι τὸ αἴτιον καὶ ἄλλο τὸ αἰτιατόν· οἱ δὲ ἀριθμοὺς λέγοντες εἷναι τόν τε κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ, τουτέστιν ἕκαστον τῶν ἐν τῷ κόσμῳ, καὶ τούτων ἀρχὰς τοὺς ἀριθμοὺς ὑποθέμενοι, ἀριθμὸν ἄλλον παρὰ τοῦτον οὐ λέγουσιν, ὥσπερ Πλάτων ἐποίει, ἄλλον μὲν λέγων τὸν εἰδητικὸν ἀριθμόν, <ὃν> καὶ αἴτιον ἐτίθετο ,ἄλλον δὲ τὸν ἐν τοῖς αἰσθητοῖς. οὕτως δὲ λέγοντες αὐτὸν αὑτοῦ ἄν τὸν ἀριθμὸν αἴτιον λέγοιεν, εἴ γε αἴτιος μέν ἐστι τῶν ἐν τῷ κόσμῳ ὄντων, ταῦτα δὲ αὐτός ἐστιν ὁ ἐν τοῖς αἰσθητοῖς. p. 990a22 Ὅταν γὰρ ἐν τῳδὶ μὲν τῷ μέρει δόξα καὶ αὐτοις ῃ. Διὰ τούτων δείκνυσι πῶς ἐποίουν τὸν κόσμον καὶ· τὰ ἐν αὐτῷ ἀριθμούς. ἀεὶ ἀριθμοὺς λέγοντες καὶ αἰτίας αὐτῶν ἀριθμοὺς τιθέμενοι, ἄλλους ἀριθμοὺς παρὰ τούτους οὐκ ἔλεγον· ὥστε αὐτοὺς ἑαυτῶν τοὺς ἀριθμοὺς ἔλεγον εἶναι αἰτίους, καὶ ταὐτὸ αὐτοῖς αἴτιόν τε γίνεται καὶ αἰτιατόν. ἔλεγον γὰρ ἐν τινὶ μὲν μέρει τοῦ κόσμου δόξαν συνίστασθαι, ἐν ἄλλῳ δὲ καιρόν, πάλιν δὲ αὖ ἐν ἄλλῳ ἢ ἄνωθεν τούτων ἢ κάτωθεν ἢ ἀνικίαν ἢ κρίσιν ἢ μῖξιν ἤ τι ἄλλο τῶν ἐν οὐρανῷ. τῆς δὲ τούτων κατὰ τὴν τοιαύτην τάξιν συστάσεως ἀπόδειξιν ἔφερον, ὅτι τούτων μὲν ἕκαστον ἀριθμός ἐστιν, ἑκάστῳ δὲ τόπῳ ἐν τῷ κόσμῳ οἰκεῖός ἐστιν ἀριθμός. τῷ μὲν γὰρ μέσῳ τὸ ἓν πρῶτον γάρ ἐστιν ἐνταῦθα), μετὰ δὲ τὸ μέσον τὰ δύο δόξα, καὶ οὕτως ἀεὶ ἀφισταμένων ἀπὸ τοῦ μέσου πλείονα τὸν ἀριθμὸν γίνεσθαι τῶν συνισταμένων μεγεθῶν. τὴν γὰρ γῆν κέντρον ἔλεγον καὶ ἀναλογεῖν τῇ μονάδι. ὥσπερ οὖν αἱ ἀπὸ τοῦ κέντρου ἐπὶ τὴν περιφέρειαν ἠγμέναι εὐθεῖαί εἰσι μείζονες, οὕτως καὶ ὁ ἀπὸ τῆς μονάδος ἀρχόμενος ἀριθμὸς ἐπ’ ἄπειρον αὔξεται. συμβαίνει οὖν κατὰ τοῦτον τὸν τόπον ἤδη πλῆθος εἶναι μεγεθῶν. λέγει δὲ περὶ τοῦ ἐν τῇ γῇ τόπου ὡς ἐν τούτῳ διὰ τοῦτο πλήθους μεγεθῶν συνισταμένου, διὰ τὸ καὶ τῶν ἀριθμῶν εἴδη πλείονα ἐν τούτῳ εἶναι, ἐπειδὴ αἱ ἀπὸ τοῦ κέντρου, ὡς εἰρήκαμεν, περιλέγοντες φέρειαι μείζονές εἰσι τῶν μὴ ἀπὸ τοῦ κέντρου. καὶ τὸ ἀπὸ τῆς μονάδος οὖν ἐπ’ ἄπειρον αὔξεται· μονὰς δὲ ἡ γῆ ὡς κέντρον. ἢ πλῆθος λέγει τὸν ἀριθμὸν ὡς τῷ πλήθει τῶν ἀριθμῶν ἀκολουθοῦντος τοῦ τῶν πραγμάτων πλήθους, διὰ τὸ τὰ πράγματα τοὺς ἀριθμοὺς εἶναι. καὶ οὕτως μὲν ἐξ ἀριθμῶν τὸν κόσμον ποιοῦσι. · p. 990a27 Πότερον οὕτως ὁ αὐτός ἐστιν ἀριθμός. Φησὶν ὅτι ἆρά γε οὕτως ὁ αὐτός ἐστιν ἀριθμὸς ὁ ἐν τῷ οὐρανῷ, ὃν δεῖ λαβεῖν ὅτι τούτων ἕκαστόν ἐστι καὶ οὕτως αὐτὸς ἑαυτοῦ ἐστιν αἴτιος ὁ ἀριθμός, ὡς ἑδείξαμεν, ἢ παρὰ τοῦτόν ἐστιν ἄλλος ἀριθμός; ὁ μὲν γὰρ Πλατῶν ἕτερον εἶναί φησι παρὰ τοῦτον τὸν ἀριθμὸν τὸν αἴτιον. καίτοι κἀκεῖνος ἐξ ἀριθμῶν συνίστησι τὰ τῇδε καὶ τὰς τούτων αἰτίας ἀριθμοὺς πρεσβεύει, ἀλλὰ τοὺς μὲν νοητοὺς αἰτίους ὑποτίθεται, τὰς ἰδέας, τοὺς δὲ συνθέτους αἰτιατούς. περὶ γοῦν τῶν Πυθαγορείων ἱκανῶς ὁ λόγος ἔχει πρὸς τὸ ἐφάψασθαι τῆς δόξης αὐτῶν. p. 990a34 Οἱ δετὰς ἰδέας τιθέμενοι πρῶτον μὲν ζητοῦντες τῶν ὄντων λαβεῖν τὰς αἰτίας. ’Εντεῦθεν δοκεῖ πρὸς τὸν Πλάτωνα ἀποτείνεσθαι περὶ τῶν ἰδεῶν. εἰρήκαμεν δὲ τὸν σκοπὸν τοῦ Ἀριστοτέλους περὶ τούτου. αὐτὸς γάρ ἐστιν ὁ λέγων ἐν τῇ Περὶ ψυχῆς πραγματείᾳ ῾καὶ εὖ γε οἱ τὴν ψυχὴν εἰρηκότες τόπον εἰδῶν ’,καὶ ὅτι ὁ ἐνεργείᾳ νοῦς ἐστι τὰ πράγματα, καὶ πάλιν ὅτι ὁ μὲν δυνάμει νοῦς ἐνεργεῖ, ὁ δὲ ἐνεργεία νοῦς ποιεῖ. ὥστε ἄντικρυς καὶ αὐτὸς ἐναποτίθεται ἰδέας τῷ νῷ. πῶς οὗν, εἴποι ἄν τις, καὶ αὐτὸς πρεσβεύων ἰδέας δοκεῖ τῷ Πλάτωνι μάχεσθαι; καὶ λέγομεν ὅτι κατ’ ἀλήθειαν οὐ τῷ Πλάτωνι μάχεται, ἀλλὰ τῷ ἐν ἄλλω καὶ ἄλλῳ ὄντι Πλάτωνι μάχεται, τοῖς ὑποτιθεμένοις τὰς ἰδέας ταύτας αὐτὰς καθ’ ἑαυτὰς ὑπαρχούσας καὶ οὔσας κεχωρισμένας τοῦ νοῦ. ὥστε φανερὰ ἡμῖν γέγονεν ἡ ὅλη ἔννοια τοῦ Ἀριστοτέλους ἡ περὶ τῶν ἰδεῶν. τὸ δὲ νῦν λεγόμενον· ὑπ’ αὐτοῦ ἐπιχείρημα τοιοῦτόν ἐστι. φησὶν ὅτι ὅσα ὑπάρχουσι πράγματα, τοσαύτας καὶ ἰδέας ἐναποτίθενται, καὶ ταῦτά φησι τὰ τῇδε πράγματα γινώσκεσθαι ἡμῖν καὶ σαφηνίζεσθαι ἐκ τῶν ἰδεῶν. οἱ δὲ ταύτας λέγοντες οὐδὲν ἐροῦσιν ἕτερον <ἢ> ὅτι ὁ μὲν ἀριθμὸς ἁπλοῦς ὑπάρχων οὐκ ἔστι γνωστός, γίνεται δὲ γνωστὸς διπλοῦς γινόμενος· ὥστε ὁ μὲν ἐλάττων ἀριθμὸς οὐκ ἔστι γνωστός, ὁ δὲ πλείων ἐστὶ καταληπτός. καὶ ταῦτα ἴεν ὁ Ἀριστοτέλης. εἰδέναι μέντοι γε χρὴ ὅτι οὐ διπλασιάζεται ὁ ἀριθμὸς ἐκ τῶν ἰδεῶν· τὰ μὲν γὰρ αἴτια ὑπάρχουσι, τὰ δὲ αἰτιατά. τὰ οὖν αἴτια τὰ] ἐξῃρημένα ὑπάρχουσι, τουτέστιν αἱ ἰδέαι καὶ οἱ παρὰ τῷ δημιουργῷ τῶν πραγμάτων λόγοι, καὶ οὐδέποτε συγκαταριθμοῦνται τοῖς αἰσθητοῖς, ἐπειδὴ οὔτε συμφύονται αὐτοῖς. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης ἐκ τῶν αἰτιατῶν προϊὼν ἀνέρχεται ἐπὶ τὰ αἴτια· ὅτι γὰρ καὶ αὐτὸς ὑποτίθεται αἴτια τῶν πραγμάτων, ὁμολογεῖται. διαλεγόμενος δὲ περὶ τῶν οὐρανίων σφαιρῶν φησιν ὅτι ὅσαι σφαῖραι ὑπάρχουσι, τοσαῦτα καὶ αἴτια κινοῦντα τὰς σφαίρας. καθ’ ἑκάστην γὰρ σφαῖραν ἐφέστηκε δύναμις ἡ κινοῦσα· οὔτε γὰρ ἀπὸ ταὐτομάτου ἐφήκει ἡ κίνησις οὔτε δὲ πάλιν δεῖ λέγειν, φησίν, ὅτι ὁ θεὸς κινεῖ αὐτάς, ἐπεὶ τοῦτο περὶ πάντων ἐρῶ, ὅτι καὶ τοὺς ἀνθρώπους καὶ τὰ ἄλογα ζῷα ὁ θεὸς κινεῖ, καὶ οὐκ ἔστιν αἴτιον εἰδικὸν τὸ κινητικὸν τῶν σωμάτων. ὥστε καὶ ὁ Ἀριστοτέλης αἴτια ὑποτίθεται τῶν πραγμάτων. p. 990a34 Οἱ δὲ τὰς ἰδέας τιθέμενοι πρῶτον μέν. Οἱ πρεσβεύοντες τὰς ἰδέας πρῶιον μὲν ζητοῦντες. τῶν ὄντων λαβεῖν ποῖα αἴτια ὑπάρχουσι τούτοις, ἕτερα ἴσα τὸν ἀριθμὸν εἰρήκασι πάντων γὰρ τῶν πραγμάτων ἰδέας ἐναποτίθενται), καὶ ἐκ τῶν ἰδεῶν φασι γινώσκεσθαι τὰ ἐνταῦθα, ὥσπερ εἴ τις ἀριθμῆσαι βουλόμενος ἐλαττόνων μὲν ὄντων μὲν ὄντων τῶν ἀριθμουμένων ὑπολάβοι μὴ δὲ ὄντων ἀριθμοίη· ἐπειδή, φησίν, ἐξ ἐκείνων γίνεται τὰ· τῇδε, οὐδενὶ δὲ ἔλεγον τὰς ἰδέας διαφέρειν τῶν τῇδε εἰ μὴ τῷ ἀιδίῳ. p. 990b4 Σχεδὸν γὰρ ἴσα ἢ οὐκ ἐλάττω τὰ εἴδη ἐστί. Δεῖ προσθεῖναι τὸ ῾πολλῷ’, ἀντὶ τοῦ οὐ πολλῷ ἐλάττονα τὰ εἴδη ἐστὶ τῶν αἰσθητῶν, ἐπεὶ οὔτε τῶν τεχνητῶν ἰδέαι ὑπάρχουσιν οὔτε τῶν κακῶν κατ’ αὐτούς, οὔτε δὲ τῶν παρὰ φύσιν, ἀλλὰ μόνων τῶν κατὰ φύσιν. ἡ γὰρ φύσις οὐδέν ἐστιν ἕτερον ἢ ἔλλαμψις ἐκεῖθεν προ· ἰοῦσα καὶ καταλάμπουσα τὰ τῇδε καὶ ἔχουσα ἐν ἑαυτῇ τοὺς δημιουργικοὺς λόγους, οὐ μέντοι γε ἐπιστρέφουσα πρὸς ἑαυτήν· διό φαμεν καὶ ἀλόγως αὐτὴν ποιεῖν, ἐπεὶ καὶ ἐν φυτοῖς ὁρᾶται καὶ ἐν ἀλόγοις ζῴοις. ὥστε μόνων τῶν κατὰ φύσιν φανῆναι ἰδέας, οὐ μέντοι τῶν κακῶν, εἴ γε τὰ κακὰ καὶ ἀνυπόστατα ὑπάρχουσιν, ὡς δείκνυται ἐν τῇ ἐξηγήσει τοῦ Θεαιτήτου. οὔτε δὲ πάλιν τῶν τεχνητῶν ὑπάρχουσιν ἰδέαι, εἴ γε κατὰ μίμησιν τῶν φυσικῶν γίνονται τὰ τεχνητὰ πάντα, καὶ ἔστι μὲν ἡ φύσις παράδειγμα, εἰκὼν δὲ ἡ τέχνη. οὔτε δὲ πάλιν τῶν παρὰ φύσιν ὑπάρχουσιν ἰδέαι. ἡ γὰρ ἔλλαμψις ἐκεῖθεν ,ὡς εἴρηται, προέρχεται ἐπὶ τῶν κατὰ φύσιν, οὐκ ἐπὶ τῶν παρὰ φύσιν· ὥστε οὐχ ὑπάρχουσιν ἰδέαι τῶν παρὰ φύσιν. διὰ τοῦτο αὖν πάνυ ἀσφαλῶς προστέθεικε τὸ σχεδὸν γὰρ ἴσα ἢ οὐ πολλῷ ἐλάττω τὰ εἴδη ἐστὶ τούτοις, οὐ τοῖς καθ’ ἕκαστα ἀτόμοις λέγων, ἀλλὰ τοῖς ἐπ’ αὐτοῖς εἴδεσιν· οὐδὲ γὰρ Σωκράτους καὶ Πλάτωνος ἐζήτουν τὰς αἰτίας, ἀλλ᾿ ἀνθρώπου καὶ ἵππου· ὠς σχεδὸν ἰσάριθμα εἶναι τὰ εἴδη κατ᾿ αὐτούς. τὸ δὲ σχεδὸν προστέθεικεν, ἐπεὶ μὴ πάντων εἰσὶν ἰδέαι, ὡς εἴρηται· οὔτε γὰρ τῶν κακῶν οὔτε τῶν παρὰ φύσιν οὔτε δὲ τῶν τεχνητῶν, εἰ καὶ ἕπεται αὐτοῖς καὶ τοῦτο λέγειν, ὡς μετ᾿ ὀλίγον ἐρεῖ. p. 990b5 Περὶ ὧν ζητοῦντες τὰς αἰτίας, ζητοῦντες ἀνιχνεῦσαι τὰς αἰτίας τῶν φυσικῶν πραγμάτων, ἐκ· τούτων, τῶν φυσικῶν, ἐπ’ ἐκεῖνα προῆλθον, τὰ εἴδη· καθ’ ἕκαστόν τε γὰρ ὁμώνυμόν τί ἐστι. Καθ’ ἕκαστον εἶδος, φησίν, ἔστι καὶ ἰδέα ὁμώνυμος ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπειδὴ πολλῷ κρείττων ἡ ἰδέα τοῦ ἀνθρώπου αὐτοῦ τοὐ ἀνθρωπίνου εἴδους· ὥσπερ καὶ ἐπὶ τοῦ Σωκράτους καὶ τῆς εἰκόνος τοῦ Σωκράτους οὐκ ἔστιν ὁμωνυμία, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπεὶ πολλῷ κρεῖττόν ἐστι τὸ παράδειγμα τῆς εἰκόνος καὶ ἡ ἰδέ τοῦ εἴδους. συνώνυμον γὰρ οὐ δυνατὸν εἶναι, ἐπειδὴ ἐν τοῖς συνωνύμοις τὸ κατηγορούμενον τὸ · εἶναι ἔχει ἐν τοῖς καθ’ ἕκαστα καὶ μέρος ἐστὶ τὸ ὑποκείμενον τοῦ κατηγορουμένου· ἐνταῦθα δὲ ὁ ἄνθρωπος οὐκ ἔστι μέρος τοῦ δημιουργικοῦ λόγου, ἀλλὰ τὸ εἶναι προάγει ὁ λόγος. οὔτε δὲ πάλιν ὁμώνυμος ὡς ἡ Αἴας φωνή· αὕτη γὰρ καὶ ἀνυπόστατός ἐστι, τὰ δὲ εἴδη οὐκ ἀνυπόστατα ὑπάρχουσι. καθ’ ἕκαστον οὖν εἶδός ἐστιν ἰδέα, καὶ παρὰ τὰς οὐσίας τῶν φυσικῶν πραγμάτων ἐστὶ τὸ ἓν τὸ πρὸ τῶν πολλῶν, ἰδέα ἀνθρώπου πρὸ τῶν πολλῶν ἀνθρώπων, καὶ ἵππου Λαὶ τῶν ἄλλων ὁμοίως. ὑπάρχουσιν οὖν ἰδέαι. καὶ τῶν φυσικῶν, καὶ τῶν ἐν γενέσει καὶ τῶν ἀιδίων· ἔστι γὰρ ἰδέα καὶ ἡλίου καὶ σελήνης καὶ πάντων τῶν ἀιδίων παρὰ τῷ δημιουργῷ. p. 990b8 Ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη. Ἐντεῦθεν βούλεται εἰπεῖν τὰς αἰτίας ἐξ ὧν ὑπέλαβον εἶναι ἰδέας. καὶ διὰ τοῦ εἰπεῖν ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν τὰ εἴδη συμπεριέλαβε καὶ ἑαυτὸν ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχοντα, φημὶ δὴ τοῦ Πλατωνικοῦ. τέσσαρα οὖν αἴτια ὑπάρχουσι τὰ δεικνύντα ὅτι αἱ ἰδέαι ὑπάρχουσιν, ἀλήθεια, μονὴ καὶ μνήμη, ἀριθμοὶ καὶ ὁρισμοί. ἐκ μὲν οὖν τῆς ἀληθείας οὕτω κατεσκεύαζον ὅτι ὑπάρχουσιν αἱ ἰδέαι. ἔλεγον γὰρ οὕτως, ὅτι ἐνταῦθα οὐκ ἔστιν ἀλήθεια, ἀλλ’ ἔχει μεμιγμένον τὸ ψεῦδος καὶ οὐκ ἔστι καθαρὰ ἀλήθεια. ὡμολόγηται δὲ ὅτι ἔστιν ἀλήθεια· ἐὰν γὰρ μὴ ᾖ ἀλήθεια, οὐδ’ ἄλλο τί ἐστιν, εἴ γε ἐκ τῆς ἀληθείας τὰ ἄλλα προέρχονται. φανερὸν οὖν ὅτι ὑπάρχουσιν αἱ ἰδέαι· παρ’ αὐταῖς γὰρ σώζεται τὸ ἀμιγὲς καὶ καθαρὸν πάντων τῶν πραγμάτων, ὥστε καὶ ἡ κυρίως ἀλήθεια. πάλιν δέ φησιν ὅτι εἰ μὴ ἔστιν ἐνταῦθα μονή, μηδὲ καθαρὰ μνήμη διὰ τὸ ῥευστὸν τῆς ὕλης· ἡ γὰρ ῥύσις αὕτη οὐκ ἐᾷ μόνιμον εἶναι καὶ στάσιμον τὴν μνήμην. ἔστι δὲ ὁμολογουμένως καθαρὰ μνήμη καὶ εἰλικρινὴς καὶ ἀθόλωτος καὶ ἀεὶ ὡσαύτως ἔχουσα. ἔστιν ἄρα ἰδέα μνήμης παρὰ τῷ δημιουργῷ, ἐπειδὴ καὶ δεῖ εἶναι τὴν ὄντως μνήμην, ἐξ ἧς πᾶσι τοῖς ἄλλοις τὸ εἶναι. ἔπειτα καὶ ἐκ τῶν ἀριθμῶν. εἰ γὰρ τὰ ἐνταῦθα πάντα ἀριθμητὰ ὑπάρχουσιν, εἰσὶ δὲ καὶ ἀριθμοὶ αὐτοὶ καθ’ αὑτοὺς μετροῦντες τὰ ἀριθμητά, ἐπεὶ οὐδὲ ἀριθμητὰ ὑπάρχουσι μὴ ὄντων τῶν ἀριθμῶν τῶν ἀριθμούντων, φανερὸν ὅτι ὑπάρχουσιν ἰδέαι· οἱ γὰρ κυρίως ἀριθμοὶ οἱ μετρητικοὶ παρὰ τῷ δημιουργῷ ὑπάρχουσι. πάλιν δὲ καὶ ἐκ τῶν ὁρισμῶν· τὰ γὰρ ἐνταῦθα ἀόριστα ὑπάρχουσιν· οἱ δὲ κυρίως ὅροι τῶν ἀιδίων πραγμάτων ὑπάρχουσι. καὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ μὴ ποτὲ· μὲν ὄντων ποιὲ δὴ μὴ ὄντων. τὰ δὲ ἐνταῦθα τοιάδε. εἰ οὖν ὑπάρχουσιν ὁρισμοί, φανερὸν ὅτι καὶ ἰδέαι ὑπάρχουσι. φησὶν οὖν πρὸς ταῦτα ὁ Ἀριστοτέλης ὅτι ἐκ τούτων τῶν λόγων ἢ οὐδὲν ἀναγκαῖον συνάγεται τῶν κατασκευαζόντων τὰς ἰδέας, ἢ κατασκευάζεται ὅτι ὑπάρχουσιν ἰδέαι τούτων ὄντων] τῶν πραγμάτων ὧν μὴ οἰόμεθα εἶναι ἰδέας. ἐκ μὲν γὰρ τῆς ἀληθείας οὐδὲν ἀναγκαῖον συνάγεται· καὶ ἐνταῦθα δέ ἐστιν ἀλήθεια. ἡνίκα γάρ ἐστιν ὁ Σωκράτης, δῆλον ὅτι ἔστιν ἡ περὶ αὐτοῦ ἀλήθεια, ὅτι ὑπάρχει ὁ Σωκράτης· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων. ὥστε εἰ ἐκ τοῦ μὴ εἶναι ἀλήθειαν ἐνταῦθα εἰσάγομεν τὰς ἰδέας, δέδεικται δὲ ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς ἐστιν ἀλήθεια, οὐκ ἄρα ὑπάρχουσιν ἰδέαι. ἄλλως τε δὴ καὶ ἐκ τῆς μονῆς καὶ τῆς μνήμης. ὡμολόγηται γὰρ ὅτι καὶ ἐνταῦθά ἐστι μνήμη, καὶ ἔχομεν μνήμην μαθόντες ὅτι πᾶς ἄνθρωπος ζῷον λογικὸν θνητὸν ὑπάρχει, ἤγουν τοῦδε τοῦ φίλου ἤ τινος ἄλλου τοιούτου· ὥστε οὐδὲ ἐντεῦθεν δυνατὸν αὐτοὺς εἰσάγειν τὰς ἰδέας ἐν τῷ λέγειν ὅτι οὐκ ἔστιν ἐνταῦθα μνήμη. πάλιν ἐκ τῶν ἀριθμῶν, ὅτι ἄλλο ἄτοπον σ· υνάγεται. οὐ μόνα γὰρ ἀριθμητὰ ὑπάρχουσι τὰ κατὰ φύσιν, ἀλλὰ καὶ τὰ παρὰ τὴν φύσιν, ἀλλὰ καὶ τὰ τεχνητά· ὥστε· ἔδει καὶ αὐτῶν ἰδέας ἐναποτίθεσθαι διὰ τὸ εἶναι αὐτὰ ἀριθμητά. ἔπειτα δὲ ὑπάρχουσιν ὁρισμοὶ καὶ τῶν τῇδε. τοῦ γὰρ καθόλου τριγώνου ἐστὶν ὁ ὁρισμὸς ὁ λέγων τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν· τὸ δὲ τρίγωνον ἐν τοῖς καθ’ ἕκαστα τριγώνοις θεωρεῖται, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ· ὥστε καὶ ἐνταῦθα ὁρισμοὶ ὑπάρχουσι, καὶ οὐδεὶς ἐκ τοῦ λέγειν ὅτι οὔκ εἰσιν ἐνταῦθα εἰσάγει τὰς ἰδέας. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. φαμὲν δὲ ἡμεῖς ὅτι ὁ Πλατῶν περὶ τῆς ὄντως ἀληθείας διελέγετο τῆς καθαρᾶς καὶ εἰλικρινοῦς καὶ ἀπαραλογίστου καὶ μηδένα θολὸν ἐχούσης· ἡ δὲ τοιαύτη ἀλήθεια ἡ εἰλικρινὴς οὐ θεωρεῖται ἐν τοῖς τῇδε· πάλιν δὲ καὶ περὶ τῆς μονῆς ἔλεγε τῆς κυρίως, τῆς ἀύλου, τῆς ἀεὶ ὡσαύτως ἐχούσης καὶ μὴ ποτὲ μὲν τοιώσδε ποτὲ δὲ ἄλλως μεθισταμένης καὶ ἀπολελυμένης διὰ τὸ ῥευστὸν τῆς ὕλης. τοιαύτη οὗν μνήμη ἢ ἀλήθεια ἐν τοῖς αἰσθητοῖς οὐ θεωρεῖται· ὥστε εὐλόγως ἐντεῦθεν συνελογίζοντο ὅτι ἑ ὑπάρχουσιν ἰδέαι, εἴ γε ὄντι ὄντι ὑπάρχει τοιαύτη ἀλήθειά τε ναὶ μνήμη. ἔπειτα δὲ καὶ ἐκ τῶν ἀριθμῶν. τὰ γὰρ τῇδε τῷ ὄντι ἀριθμητὰ ὑπάρχουσιν. εἰ οὖν καὶ ὅλως εἰσὶν ἀριθμοὶ ἐν τοῖς αἰσθητοῖς, πρῶτον μὲν οἱ αὐτοί εἰσι καὶ ἀριθμητοὶ καὶ ἀριθμοί, ἔπειτα δὲ οἱ ἀριθμοὶ οἱ ἐνταῦθα ἔνυλοι ὑπάρχουσι καὶ χραίνονται μολυνόμενοι ἐκ τῆς ὕλης· οὗτε γὰρ συγχωρῖται τὸ εἶδος φυλάττειν τὸ ἑαυτοῦ κάλλος καὶ τὴν ἑαυτοῦ ἀρετὴν μιγνύμενον ἀνειδέῳ πράγματι. ἐκεῖνοι οὖν ἔλεγον περὶ τῶν ἀριθμῶν τῶν ἀύλων, τῶν ἀμεθέκτων ὕλης παντάπασιν, οἳ καὶ κυρίως ὑπάρχουσιν ἀριθμοί. εἰ τοίνυν οἱ τοιοῦτοι ἀριθμοὶ οὐχ ὑπάρχουσιν ἐν τοῖς αἰσθητοῖς πράγμασιν, ὅλως φανερὸν ὅτι ὑπάρχουσιν ἰδέαι. ἔπειτα καὶ ἐκ τῶν ὁρισμῶν. οἱ γὰρ ὁρισμοὶ κυρίως τῶν ἀύλων πραγμάτων ὑπάρχουσι τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων καὶ μὴ ποτὲ μὲν τοιώσδε ποτὲ δὲ τοιώσδε. εἰ γὰρ ἡ γένεσις, εἰ τύχοι, καθόλου ἐστίν, ἄλλην κατ’ ἰδιότητα ἔχει δύναμιν καὶ ῥεῖ· ἡμεῖς δὲ ζητοῦμεν ὁρισμοὺς πραγμάτων ἀεὶ ἱσταμένων κατ’ ἀριθμὸν καὶ μὴ ποτὲ μὲν τοιώσδε ποτὲ δὲ τοιώσδε ἐχόντων. τὰ γὰρ καθόλου τὰ ἐν τοῖς πολλοῖς ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσιν, ὥσπερ τὸ ζῷον καὶ τὸ τρίγωνον, τὰ δὲ καθ’ ἕκαστα γίνονται καὶ ἀπογίνονται· τὸ μέντοι γε καθόλου τὸ πρὸ τῶν πολλῶν, ὁ λόγος ὁ δημιουργικός, ἀεὶ ὡσαύτως ἔχει καὶ ἵσταται καὶ οὐ ποτὲ μὲν τοιώσδε ποτὲ δὲ τοιώσδε. εἰ τοίνυν ἔστιν ὁρισμὸς τοιούτου πράγματος μὴ δυνάμενος ἐν τοῖς τοῖς αἰσθητοῖς θεωρεῖσθαι, ὑπάρχουσιν αἱ ἰδέαι. p. 990b8 Ἔτι δὲ καθ’ οὓς τρόπους δείκνυμεν ὅτι ἔστι τὰ εἴδη. Φησὶν ὅτι καθ’ οὓς τρόπους πειρώμεθα εἰσάγειν τὰ εἴδη, κατ’ οὐδένα τούτων τῶν τρόπων φαίνονται εἰσαγόμενα, ὡς εἰρήκαμεν. ἐξ ἐνίων μὲν γάρ. οὔτε ἐκ τῆς ἀληθείας οὔτε ἐκ τῆς μονῆς εἰσάγονται τὰ εἴδη, ὡς ἐδείξαμεν. ἐς ἐνίων δὲ τρόπων καὶ οὐχ ὧν οἰόμεθα εἶναι εἴδη, τούτων †οἰόμεθα, ὡς ἐπὶ τῶν ἀριθμητῶν. ἔδειξε γὰρ ὁ λόγος ὅτι ἕπονται ἐκ τοῦ λόγου τοῦ παρ’ αὐτῶν λεγομένου, ὅτι καὶ τῶν τεχνητῶν εἰσιν ἰδέαι καὶ τῶν παρὰ φύσιν. εἰ γάρ φασιν ὅτι διὰ τοῦτο ὑπάρχουσιν ἰδέαι, ἐπειδὴ οὐκ. ἔστι κυρίως ἐπιστήμη ἐνταῦθα, ὁμολογοῦσι δὲ ὅτι ἔστιν ἐπιστήμη, ἔστιν ἄρα ἰδέα τῆς ἐπιστήμης. ὥστε οὖν κατὰ τὰ παρ’ αὐτῶν λεγόμενα εἴδη ἐστὶ πάντων. · καὶ τῶν τεχνητῶν γάρ ἐστιν ἐπιστήμη καὶ τῶν παρὰ φύσιν. ὥστε καὶ ἰδέαι, ἐπειδὴ εἴρηται ὅτι ὧν ἐπιστῆμαι ὑπάρχουσι, τούτων καὶ ἰδέαι. ὅτι γὰρ τῶν παρὰ φύσιν ὑπάρχουσιν ἐπιστῆμαι, φανερὸν ἐντεῦθεν· ὁ γὰρ ἰατρὸς οὐ μόνον τὰ κατὰ φύσιν οἶδε, τουτέστι τὰ ὑγιεινὰ αἴτια, ἀλλὰ καὶ τὰ νοσοποιά, τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν· ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος ἔχει ἐπιστήμην τῆς κατασκευῆς τοῦ οἴκου ἤγουν τοῦ τείχους· καὶ ἐπὶ ἄλλων · πολλῶν ὁμοίως. ὁ δὲ ἡμέτερος φιλόσοφος ἔφασκεν ὅτι ὁ Πλάτων οὐ περὶ τῆς τοιαύτης ἐπιστήμης εἴρηκεν ἀλλὰ περὶ τῆς ἀύλου καὶ καθόλου, ἥτις ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν, ἥτις καὶ πάντα ἁπλῶς τὰ ὄντα οἶδεν, ᾗ ὄντα ἐστί, καὶ τὰ ἐσόμενα καὶ τὰ μέλλοντα, καὶ τὰ καθόλου καὶ τὰ καθ’ ἕκαστα· τοιαύτη δὲ ἐπιστήμη οὐκ ἔστιν εἰ μὴ παρὰ μόνῳ τῷ θεῷ. ὥστε καὶ ἐντεῦθεν συνάγομεν ὅτι ἔστιν ἰδέα. p. 990b13 Καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν. Εἰ ἔστιν ἓν κατὰ πολλῶν κατηγορούμενον, τοῦτο δὲ ἐν τοῖς καθ’ ἕκαστα οὐ θεωρεῖται, φανερὸν ὅτι ἔστιν ἰδέα. εἰ γὰρ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν πολλῶν ζῴων ζῷον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ’ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ κατηγορούμενον, ἀλλ’ ἔστι τι ὃ κατὰ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν ὂν ταὐτόν, εἴη ἂν τοῦτο παρὰ τὰ καθ’ ἕκαστα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον, ἐπεὶ καὶ ἀιδίων κατηγορεῖται καὶ πάντων τῶν κατ’ ἀριθμὸν ἀλλασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον αὐτῶν καὶ ἀίδιον, τοῦτό ἐστιν ἰδέα· εἰσὶν ἄρα ἰδέαι. φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης ὅτι οὗτος ὁ λόγος κατασκευάζει ἰδέας καὶ τῶν ἀποφάσεων. αἱ γὰρ ἀποφάσεις κατὰ πλειόνων κατηγοροῦνται, οἷον τὸ οὐκ ἄνθρωπος κατηγορεῖται καὶ ἵππου καὶ ξύλου, καὶ τὸ οὐ ξύλον **,ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων· ὥστε ἔσονται ἰδέαι τῶν στερήσεων, ὅπερ οὐ θέμις. φαμὲν οὖν πρὸς τοῦτο ὅτι αἱ ἀποφάσεις κατὰ συμβεβηκὸς κατηγοροῦνται, αἱ δὲ ἰδέαι καθ’ αὑτό, εἴ γε καὶ ἐξ αὐτῶν τὸ εἶναι τῶν πραγμάτων· ὥστε οὐχ ὑπάρχουσιν ἰδέαι τῶν ἀποφάσεων, οὔτε δὲ ἐκεῖνοι ὑποτίθενται, ἀλλὰ τὸ ἕν ἐστιν ἰδέα τὸ κατὰ πλειόνων καθ’ αὑτὸ λεγόμενον. p. 990b14 Κτὰ δὲ τὸ νοεῖν τι φθαρέντων τῶν φθαρτῶν. Ἔτερον πάλιν ἔγκλημα προσάπτειν αὐτοῖς ὁ Ἀριστοτέλης προτίθεται, δεικνὺς ὅτι καὶ τῶν ἤδη φθαρέντων ὑπάρχουσιν ἰδέαι καὶ μὴ ὄντων. εἰ γάρ, φησίν, ἔστι νοήσεως ἰδέα, νοοῦμεν δὲ καὶ τὸν ὄντα ἄνθρωπον καὶ τὸν ἐφθαρμένον μετὰ γὰρ τὸ φθαρῆναι τὸν Σωκράτη ἔχομεν αὐτοῦ ἔννοιαν καὶ φαντασίαν), δῆλον ὅτι ἔστιν ἰδέα κατ’ αὐτοὺς καὶ τῶν φθαρέντων. διό φησι κατὰ δὲ νοεῖν τι φθαρέντων τῶν φθαρτῶν· ἔστι γὰρ καὶ τούτων τι φάντασμα. οὗτος οὖν ὁ λόγος ἀπὸ τοῦ νοεῖν τι κατασκευάζει ἰδέας, καὶ ἔστι τοιοῦτος. εἰ ἐπειδὰν νοῶμεν ἄνθρωπον, ἵππον, ζῷον, τῶν ὄντων τέ τι νοοῦμεν καὶ οὐδὲν τῶν καθ’ ἕκαστον καὶ γὰρ φθαρέντων τούτων μένει ἡ αὐτὴ ἔννοια), φανερὸν ὅτι ἔστι τι παρὰ τὰ καθ’ ἕκαστα αἰσθητά, <ὃ> καὶ ὄντων ἐκείνων καὶ μὴ ὄντων νοοῦμεν· οὐ γὰρ τοῦ μὴ ὄντος **ἐστὶν ἰδέα καὶ εἶδος. φησὶ δὲ τοῦτον τὸν λόγον καὶ τῶν φθειρομένων καὶ ἐφθαρμένων καὶ ὅλως τῶν καθ’ ἕκαστα καὶ φθαρτῶν ἰδέας κατασκευάζειν, οἷον Σωκράτους, Πλάτωνος· καὶ γὰρ καὶ τούτους νοοῦμεν καὶ φαντασίαν αὐτῶν φυλάττομεν καὶ μηκέτι ὄντων· φάντασμα γάρ τι καὶ ἐπὶ τῶν μηκέτι ὄντων σώζομεν. ἀλλὰ καὶ τὰ μηδ’ ὅλως ὄντα νοοῦμεν ὡς ῾Ιπποκένταυρον καὶ Χίμαιραν· ὥστε οὐδ’ οὗτος ὁ λόγος ἰδέας εἶναι συλλογίζεται. λέγομεν τοίνυν πάλιν πρὸς τοῦτο ὅτι ὁ Πλάτων ἰδέας ὑπετίθετο τῆς ὄντως νοήσεως καὶ κυρίως, ἐπειδὴ τῶν φθαρέντων οὐκέτι ἐστὶ νόησις ἀλλὰ φαντασία. ὥστε οὐδ’ ἐνταῦθα καλῶς αὐτῷ ἐγκαλεῖ· οὐκ ἔστι γὰρ φαντασία ἡ κυρίως νόησις. p. 990b15 Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν ἰῶν πρός τι · ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος. Ἔτι πρὸς τὰς ἰδέας ἀντιλέγει καί φησιν ὅτι ἐξ ὧν λέγουσιν οἱ ὑποτιθέμενοι εἶναι ἰδέας, τρίτον ἄνθρωπον εἰσφέρουσι καὶ τῶν πρός τι ποιοῦσιν ἰδέας. τρίτον μὲν οὖν ἄνθρωπον εἰσάγουσι τοῦτον τὸν τρόπον. φασὶ γὰρ ὅτι τῶν ὁμοιοτήτων ὑπάρχουσιν αἱ ἰδέαι. εἰ τοίνυν φασὶν ὁμοίαν· τὴν ἰδέαν εἶναι τῷ αἰσθητῷ ἀνθρώπῳ,. ἐξ ἧς καὶ γέγονε, φανερὸν ὅτι ἔσται ἰδέα τῆς ὁμοιότητος ταύτης· καὶ οὕτως ἔσται τρίτος ἄνθρωπος. πάλιν τοίνυν ἐπειδὴ ὁ τρίτος ἄνθρωπος †ἰδεῶν ἔχει ὁμοιότητα πρὸς τὸν αἰσθητὸν ἄνθρωπον, ἐξ οὗ καὶ γέγονε, δῆλον ὅτι ἔσται καὶ τῆς ὁμοιότητος ταύτης ἰδέα· καὶ τοῦτο ἐπ’ ἄπειρον. καὶ οὕτως μὲν · ὁ Ἀριστοτέλης ἐλέγχει τοὺς ὑποτιθεμένους εἶναι ἰδέας αὐτὰς καθ’ αὑτὰς κεχωρισμένας τοῦ δημιουργοῦ. ἀπολογούμεθα τοίνυν ἡμεῖς ὑπὲρ τοῦ Πλάτωνος τοῦτον τὸν τρόπον, φάσκοντες ὅτι ἡ ὁμοιότης ἐν τοῖς στοιχείοις θεωρεῖται, τουτέστιν ἐν τοῖς καθ’ ἕκαστα αἰσθητοῖς. ἡ γὰρ ἰδέα οὐκ ἔστιν ὁμοία τῷ αἰσθητῷ, εἴ γε τὸ μὲν αἰσθητόν ἐστι, τὸ δὲ λόγος ἐξῃρημένος τοῦ αἰσθητοῦ. ὥστε οὐ δυνατὸν εἶναι ἰδέαν ἰδέας φημὶ δὴ τοῦ λόγου. ἰοῦ δημιουργικοῦ. †οὔτε γάρ ἐστιν ἰδέας ἰδέα. καὶ οὕτως μὲν ἀπολογούμεθα ὅτι οὐκ ἔστι τρίτος ἄνθρωπος. πάλιν φησὶν ὅτι αἱ ἰδέαι τῶν καθ’ αὑτὸ ὑπάρχουσι, τὰ δὲ πρός τι οὐχ ὑπάρχουσι καθ᾿ αὑτό· ὡς γὰρ εἴρηται ἐν ᾿Ηθικοῖς, παραφυάσιν ἐοίκασι καὶ ἀντερείδουσι ξύλοις· ἐν γὰρ ταῖς ἄλλαις κατηγορίαις τὸ εἶναι ἔχουσιν. ἐπειδὴ οὖν ὑπάρχουσι τὰ πρός τι, οἷον πατὴρ καὶ υἱὸς καὶ τὸ δεξιὸν καὶ ἀριστερόν, τῶν δὲ ὑπαρχόντων φασὶν εἶναι ἰδέας, δῆλον ὅτι καὶ τῶν πρός τι ὑπάρχουσιν ἰδέαι, εἴ γε καὶ αὐτὸς ὑπετίθετο τὸ μέγα καὶ τὸ μικρόν, ἅτινα τῶν πρός τι ἐδείχθησαν ἐν Κατηγορίαις, καὶ ὅτι πρότερα ὑπάρχουσι τὰ πρός τι τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ὑπετίθετο· ἐκ τούτων γὰρ τὰ ἄλλα γεννᾷ. ὥστε ἔσονται καὶ τῶν πρός τι ἰδέαι, οὐ μόνον τῶν καθ’ αὑτὸ ὄντων, ὥσπερ ἔλεγον, καὶ πρότεραι τῶν καθ’ αὑτό. καὶ οὕτως μὲν ὁ Ἀριστοτέλης. ἡμεῖς τοίνυν φαμὲν πρὸς ταῦτα, ὅτι τῷ ὄντι ὑπάρχουσι πρός τι ἐν τῇ φύσει τῶν πραγμάτων οὐσιώδη, καὶ τούτων ὑπάρχουσιν ἰδέαι· καὶ διὰ τὰ οὐσιώδη πρός τι ὑπάρχουσι καὶ τὰ μὴ οὐσιώδη, οἷόν ἐστι δεξιὸν τὸ ἧπαρ, ἀριστερὸν δὲ σπλήν, καὶ ἀδύνατόν ἐστιν αὐτὰ μετατεθῆναι· ἡ γὰρ μετάθεσις αὐτῶν φθορὰν ἐργαζεται. ὁμοίως καὶ ἡ γῆ ἔλαχε τὸν μέσον τόπον, ὁ δὲ οὐρανὸς τὸν πέριξ. καὶ τούτων ὑπάρχουσι λόγοι δημιουργικοὶ οὐσιώδεις, ἐπειδὴ καὶ τὰ τοιαῦτα πρός τι ἐν τῇ οὐσίᾳ τῶν πραγμάτων θεωροῦνται· καὶ εἰ μὴ δύναται τὸ δεξιὸν καὶ τὸ ἀριστερὸν ἄνευ τῶν πραγμάτων θεωρεῖσθαι, οὐ διὰ τοῦτο καὶ ὁ λόγος αὐτοῦ κατὰ συμβεβηκὸς ὑπάρχει· ἀδύνατον γὰρ συμβεβηκός τι θεωρεῖσθαι παρὰ τῷ δημιουργῷ. τὰ γὰρ τοιαῦτα συμβεβηκότα οὐσιώδη ὑπάρχουσιν, ὥσπερ λέγομεν λόγον εἶναι ἦς θερμότητος παρὰ τῷ δημιουργῷ διὰ τὸ οὐσιῶδες θερμὸν τὸ ἐν πυρί, καὶ τῆς ψυχρότητος διὰ τὸ ἐν ὕδατι διὰ δὲ ταῦτα καὶ τὰ ἄλλα ὑπάρχουσιν), ὁμοίως δὲ καὶ τοῦ λευκοῦ διὰ τὴν χιόνα· συμπληροῖ γὰρ τὸ λευκὸν τὴν οὐσίαν τῆς χιόνος. εἰ γὰρ καὶ δυνατόν ἐστι κατ’ ἐπίνοιαν χωρίζειν τὸ λευκὸν ἐκ τῆς χιόνος, ἀλλ’ οὖν γε συμπληρωτικόν ἐστι τῆς οὐσίας αὐτοῦ καὶ ἐγγὺς τοῦ οὐσιώδους. οὕτως οὖν φημι καὶ τῆς δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν εἶναι ἰδέας· καίτοι οὐ θεωροῦνται τὰ τοιαῦτα ἄνευ οὐσιῶν. ἀλλὰ τελειωτικὰ τῶν οὐσιῶν ὑπάρχουσι καὶ οὕτως παράγονται ἐκεῖθεν, ὡς τελειοῦσθαι τὰς οὐσίας, καὶ οὐ διὰ τοῦτό φαμεν αὐτὰ εἶναι συμβεβηκότα. καὶ διὰ τοῦτο τὰς ἰδέας αὐτῶν τὰς παρὰ τῷ δημιουργῷ φαμεν μὴ] εἶναι οὐσιώδεις· οὐσιώδεις γὰρ ὑπάρχουσιν αἱ τελειότητες τῶν πραγμάτων καὶ ἐν τῇ οὐσίᾳ τὸ εἶναι ἔχουσιν ὡς συμπληρωτικαὶ τῶν οὐσιῶν· τὰ γὰρ συμπληρωτικὰ τῶν οὐσιῶν μέρη τῶν οὐσιῶν ὑπάρχουσιν. ὥστε καὶ αἱ τοιαῦται ἰδέαι καθ’ αὑτὸ ὑπάρχουσι παρὰ τῷ δημιουργῷ. ὁμοίως δέ φημι καὶ ἐπὶ τῶν πρός τι, ἐπειδὴ τὰ εἰρημένα οὐσιώδη πρός τι ὑπάρχουσι καὶ συντελοῦντα εἰς τὴν τῆς φύσεως δημιουργίαν. ἀδύνατον <δ’> ἐστὶν αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι, διὰ τὸ τὴν οὐσίαν αὐτῶν οὕτως παραχθῆναι, ὥστε ἐν τοῖς τοιούτοις θεωρεῖσθαι, καὶ διὰ τὴν ὕλην τὴν δεχομένην. εἰ δέ τις εἴποι ῾τί οὖν; καὶ ἔχθρας καὶ φιλίας φαμὲν εἶναι ἰδέας καὶ τῶν τοιούτων;’ ἐροῦμεν πρὸς αὐτὸν ὅτι ἰδέα ἁπλῶς ἐκεῖσέ ἐστι συγκρίσεως καὶ διακρίσεως, δεῖ δὲ εἶναι καὶ διάστασιν ἐν τοῖς πράγμασι μάλιστα τοῖς αἰσθητοῖς. κακῶν μέντοι γε οὔ φαμεν εἶναι ἰδέας· τὰ γὰρ κακὰ τῷ ὄντι ἀνυπόστατα ὑπάρχουσι καὶ παρυφίστανται, ὡς λέγεται ἐν ταῖς Πλατωνικαῖς συνουσίαις. ἄκρατον γὰρ τὸ κακὸν οὐκ ἔστιν ἐν τῷ παντί. εἰ γὰρ καὶ τὸ μερικὸν κακόν ἐστιν, ἀλλ’ οὖν γε πρὸς τὸ πᾶν οὐκ ἔστι κακόν· ἀξία γὰρ ἦν ἡ ψυχὴ τοῦ τελευτήσαντος παθεῖν καὶ τοῦ ποιήσαντος ποιῆσαι. εἰ γὰρ ἄρχοντος δραστηρίου ὄντος οὐδὲν κακὸν γίνεται, πολλῷ μᾶλλον θεοῦ ὄντος ἐν τῷ παντί. διό, φησὶν ὁ Ἰάμβλιχος, ἐπισκήπτει τῷ λέγοντι ὅτι κατὰ συγχώρησιν θεοῦ γίνεται τὸ κακόν, ὥς φησιν ὁ Θουκυδίδης· ὁ γὰρ δυνάμενος παῦσαι περιορῶν δὲ τἀληθέστερον αὐτὸ δρᾷ. πῶς οὖν δυνατόν ἐστι τὸν θεὸν παριδεῖν κακὰ γινόμενα; μή τί γε εἰ πρὸς τὸ πᾶν ἀποβλέψομεν. εἰ γάρ τις εἴποι ὅτι διὰ τὸ αὐτοκίνητον τῆς ψυχῆς, οὐδὲ οὕτως, φησίν, ἔστιν· ὁ γὰρ θεὸς οὐ συγχωρεῖ τὸ ὄντως κακὸν ὑποστῆναι, ἀλλ’ ἐν τούτοις κωλύει. οὔτε γὰρ θεὸς κακῶν αἴτιος οὔτε θέμις τοῦτο λέγειν. εἰ δὲ δυνάμενος κωλῦσαι οὐ κωλύει, αἴτιός ἐστιν. εἰδέναι οὖν χρὴ ὅτι τὸ ἀγαθὸν ὑπερβέβηκε τὸ ὄν· ὑπὲρ τὸ ὂν γάρ ἐστι· τὸ δὲ ἀγαθὸν τὸ· ἀντιδιαιρούμενον τῷ ὄντι ἧττον αὐτοῦ ἐστιν. p. 990b15 Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τρίτον ἄνθρωπον λέγουσι. Τῶν πρός τι οὐκ ἔλεγον εἶναι ἰδέας διὰ τὸ τὰς μὲν ἰδέας αὐτὰς καθ’ αὑτὰς ὑφεστάναι οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχειν. ἔτι δὲ εἰ τὸ ἴσον ἴσῳ ἴσον, πλείους ἂν εἶεν τοῦ ἴσου ἰδέαι· · τὸ γὰρ αὐτόισον αὐτοίσῳ ἴσον· εἰ γὰρ μηδενὶ ***ᾖ κατά τὸν αὐτὸν λόγον ἰδέας εἶναι· ὁμοίως γὰρ τῶν ἀντικειμένων ἔσονιαι καὶ οὐκ ἔσονται ἰδέαι· τὸ δὲ ἄνισον ὁμολογεῖται καὶ κατ’ αὐτοὺς ἐν πλείοσιν εἶναι. τοῦτο οὖν φησιν ὅτι οἱ ἀκριβέστατοι τῶν λόγων καὶ τῶν πρός τι ποιοῦσιν ἰδέας, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. p. 990b16 Ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος. ’Αντὶ ἰοῦ ὑπόστασιν καὶ φύσιν, εἴ γε τὰ πρός τι παραφυάδι ἔοικεν, ὡς ἐν ἄλλοις εἶπεν. ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτός ἐστι. λέγουσι τὰ κοινῶς κατηγορούμενα τῶν οὐσιῶν κυρίως τε εἶναι τοιαῦτα, καὶ ταῦτα εἶναι ἰδέας. ἔτι τε τὰ ὅμοια ἀλλήλοις ***εἶναι ὅμοια. εἰ τοίνυν τὰ ἐνταῦθα μετέχουσιν ἐκείνων τῶν εἰδῶν καὶ κατὰ μέὁμοίων εἶναι ἰδέας. ὥστε καὶ τούτων ἐστὶν ἰδέα, καὶ οὕτως ἔσται τρίτος ἄνθρωπος. ἐπεὶ οὖν καὶ οὗτος ἔχει ὁμοιότητα πρὸς τὸν ἐνταῦθα, διότι κατηγορεῖται αὐτοῦ καὶ τῇ μετουσίᾳ αὐτοῦ ταῦτα λέγονται, δῆλον ὅτι ἔσται καὶ τῆς ὁμοιότητος ταύτης ἕτερος ἄνθρωπος· καὶ τοῦτο ἐπ’ ἄπειρον. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. p. 990b17 Ὅλως τε ἀναιροῦσιν οἱ περὶ τῶν ἰδεῶν λόγοι ἃ μᾶλλον εἶναι βουλόμεθα. ῾Ως ἐκ τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων ταῦτα λέγει. φησὶ γὰρ ὅτι οἱ περὶ τῶν ἰδεῶν λόγοι ἀναιροῦσι ταῦτα ἃ βουλόμεθα εἶναι. τί δέ ἐστιν ἃ βουλόμεθα εἶναι; τὰς ἀρχὰς τῶν ἰδεῶν. τί δέ ἐστι ταῦτα; ἡ μονὰς καὶ ἡ δυάς. πῶς οὖν ἀναιροῦσι ταύτας; καὶ λέγομεν ὅτι, ἐπειδὴ τοὺς ἀριθμοὺς ὑποτίθενται ἀρχὰς τῶν ὄντων εἴ γε διὰ τῶν ἀριθμῶν ἐδήλουν τὰς ἰδέας), εἰ τοίνυν ἀρχὰς τοὺς ἀριθμοὺς ὑποτίθενται, φανερὸν ὅτι ἀναιροῦσι τὰς ἀρχὰς τῶν ἰδεῶν ἐξ ὧν ὑποτίθενται, ὅτι ἀριθμοὶ οὐχ ὑπάρχουσιν. ὁ γὰρ ἀριθμὸς μείζων ἐστὶ πολυπλασιαζόμενος ἤπερ συντιθέμενος, οἷον τρὶς τρία ἐννέα, δὶς τρία ἕξ. ἡ οὖν μονὰς οὐκ ἔστιν ἀριθμός· πολυπλασιαζομένη γὰρ ἥττων ἐστὶν ἢ εἴπερ συντίθεται· πολυπλασιαζομένη γὰρ μένει ἐπὶ τοῦ αὐτοῦ, συντιθεμένη δὲ διπλασιάζεται. πάλιν δὲ καὶ ὁ δύο ἀριθμὸς καὶ συντιθέμενος καὶ πολυπλασιαζόμενος ὁ αὐτὸς μένει. ὥστε οὐχ ὑπάρχουσιν ἀριθμοί. εἰ τοίνυν μὴ ὑπάρχουσιν ἀριθμοί, ἀρχὰς δὲ τοὺς ἀριθμοὺς ὑπετίθενται, ἀναιροῦσι τὰς ἀρχὰς τῶν ἰδεῶν. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ἡμεῖς δέ φαμεν πρὸς τοῦτο ὅτι οὐκ ἀριθμοὺς οὕτως ἔλεγον ἀλλὰ συμβολικῶς, ἐπεὶ οἱ ἀριθμοὶ περιοριστικοί εἰσι τῶν πραγμάτων ὧν εἰσι· τοιαύτα ὕε καὶ τὰ εἴοη, περιοριστικα τῆς υλης. τούτου χάριν ἔλεγεν ἀριθμοὺς τὰς ἰδέας. ἄλλως τε δὴ τὴν μὲν μονάδα ἔλεγον αἰτίαν τῆς συνοχῆς καὶ τῆς ἑνώσεως τῆς τῶν πραγμάτων, τὴν δὲ δυάδα τῆς διαστάσεως, ἐπειδὴ πρώτη ἄρχεται ἡ δυὰς τοὐ ποθέν ποι. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὃτι ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι〈ἃ μᾶλλον εἶναι βουλόμεθα〉 οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι, τουτέστι τὰς ἀρχὰς τῶν ἰδεῶν, ἃς μᾶλλον εἶναι βουλόμεθα. ἐπειδὴ τὸν ἀριθμὸν ὑποτίθενται ἰδέας, συμβαίνει τὴν δυάδα μὴ εἶναι πρώτην οὔτε γάρ ἐστιν ἀριθμός, ὡς ἐδείξαμεν) ἀλλὰ τὸν ἀριθμόν. καὶ πάλιν συμβαίνει κατ’ αὐτοὺς τὸ πρός τι πρότερον εἶναι τοῦ καθ’ αὑτό· ὁ γὰρ Πλατῶν τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ἔλεγε καὶ ἐκ τούτου τὰ ἄλλα ἐγέννα, τουτέστι τὴν δυάδα· τὸ δὲ μέγα καὶ τὸ μικρόν, ὡς εἴρηται ἐν ταῖς Κατηγορίαις, τῶν πρός τι ὑπάρχουσιν. εἰ τοίνυν τὸ μέγα καὶ τὸ μικρὸν πρότερον ὑποτίθεται, ταῦτα δὲ πρός τι, τὰ πρός τι ἄρα πρότερον ἔλεγε τῶν καθ’ αὑτό, τῶν πρός τι ἐν τοῖς καθ’ αὑτὸ θεωρουμένων. λέγομεν τοίνυν καὶ πρὸς τοῦτο ὅτι τὸ μέγα· καὶ τὸ μικρὸν ὁ Πλάτων ἐν τοῖς αἰσθητοῖς ὑπετίθετο· τὴν ὕλην γὰρ διὰ τούτων ἐδήλου, ὡς εἴρηται καὶ ἐν ταῖς Φυσικαῖς· τὴν δυάδα δὲ ἔλεγε πρώτην ὡς ἄρχην τῆς διαστάσεως. p. 990b17 ᾖστε ἀναιροῦσιν οἱ περὶ τῶν εἰδῶν λόγοι, ἃ μᾶλλον εἶναι βούλονται οἱ λέγοντες εἴδη τοῦ τὰς ἰδέας εἶναι. Μαλλὸν μὲν <καὶ> μάλιστα βούλονται τὰς ἀρχὰς εἶν· αι· αἱ γὰρ ἀρχαὶ αὐτοῖς καὶ αὐτῶν τῶν ἰδεῶν εἰσιν ἀρχαί. αὗται δέ εἰσι τό τε ἓν καὶ ἡ ἀόριστος δυάς, ὡς πρὸ ὀλίγου τε εἴρηται, καὶ ἱστόρηκεν αὐτὸς 〈ἐν τοῖς> Περὶ τοῦ ἀγαθοῦ. ἀλλὰ καὶ τοῦ ἀριθμοῦ ἀρχαὶ αὗται καὶ] κατ’ αὐτούς. ταῦτα δέ φήσι τοὺς λόγους τοὺς κατασκευάζοντας τὰς ἰδέας ἀναιρεῖν. ἀναιρουμένων δὲ τούτων ἀναιρεθήσεται καὶ τὰ μετὰ τὰς ἀρχάς, ὥστε καὶ αἱ ἰδέαι. εἰ γὰρ ἐπὶ πάντων <ὧν> τὸ κοινὸν κατηγορεῖται χωριστόν τε καὶ ἰδέα, κατηγορεῖται δὲ καὶ κατὰ τῆς ἀορίστου δυάδος ἡ δυάς, εἴη ἂν αὐτῆς πρῶτόν τε καὶ ἰδέα· οὕτως οὐκέτι ἔσται ἀρχὴ ἡ ἀόριστ· ος δυάς. ἀλλ’ οὐδὲ ἡ δυὰς πρώτη ἔσται καὶ ἀρχή· πάλιν γὰρ κἀκείνης ὁ ἀριθμὸς κατηγορεῖται· ὥστε εἴη ἄν αὐτῆς πρῶτος ὁ ἀριθμός, ἰδέα τις ὤν. ἔσται ἄρα αὐτοῖς ἀριθμὸς πρῶτος τῆς δυάδος, ἥτις ἐστὶν αὐτοῖς ἀρχή, ἀλλ’ οὐκέτι τοῦ ἀριθμοῦ ἡ. δυάς· εἰ δὲ τοῦτο, οὐκέτι ἀρχὴ ἐκείνη, εἴ γε μετασχέσει τινός ἐστι τοιαύτη. εἰ τοίνυν ὑπόκειται εἶναι ἀρχὴ ὁ ἀριθμός, ἔστι δὲ τῶν πρός τι ὁ γὰρ ἀριθμὸς ἀριθμητοῦ ἐστιν ἀριθμός), εἴη ἄν κατ’ αὐτοὺς τὸ πρός τι πρῶτον τοῦ καθ’ αὑτό. τοῦτο δὲ ἄτοπον· πᾶν γὰρ τὸ πρός τι δεύτερον. σχέσιν γὰρ ὑποκειμένης φύσεως τὸ πρός τι σημαίνει. ,ἥ τις πρώτη τῆς συμβεβηκυίας σχέσεως αὐτῇ· παραφυάδι γὰρ ἔοικε τὰ πρός τι, ὡς εἶπεν ἐν τοῖς ’Ηθικοῖς. ἀλλ’ εἰ καὶ λέγοι τις τὸν ἀριθμὸν εἶναι ποσὸν ἀλλὰ μὴ πρός τι, εἴη ἄν ἑπόμενον αὐτοῖς τὸ ποσὸν τῆς οὐσίας πρῶτον εἶναι. αὐτὸς δὲ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχὴν λέγει, ὅπερ ἐστὶν ἀριθμοῦ· τὸ δὲ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι. ἔτι ἕπεται αὐτοῖς τὸ πρός τι τοῦ καθ’ αὑτὸ ἀρχήν τε καὶ πρῶτον λέγειν καὶ καθ’ ὅσον ἀρχὴ μὲν ἰδέα κατ’ αὐτοὺς τῶν οὐσιῶν, ἔστι δὲ ἰδέᾳ τὸ εἶναι ἰδέᾳ ἐν τῷ παράδειγμα εἶναί τι, τὸ δὲ παράδειγμα πρός τι· τινὸς γὰρ τὸ παράδειγμα. ἔτι εἰ ταῖς ἰδέαις τὸ εἶναι ἐν τῷ παραδείγμασιν εἶναι, εἴη ἄν τὰ πρὸς αὐτὰς γινόμενα καὶ ὧν εἰσιν ἰδέαι εἰκόνες ἐκείνων· οὕτως τε λέγοι ἄν τις πάντα τὰ φύσει συνεστῶτα πρός τι γίνεσθαι κατ’ αὐτούς· πάντα γὰρ εἰκόνες καὶ παραδείγματα. ἔτι εἰ τὸ εἶναι ταῖς ἰδέαις ἐν τῷ παραδείγμασιν εἶναι, τὸ δὲ παράδειγμα τοῦ πρὸς αὐτὸ γινομένου χάριν ἐστί, τὸ δὲ δι’ ἄλλο ὂν ἀτιμότερον ἐκείνου ἔσονται αἱ ἰδέαι ἀτιμότεραι τῶν γινομένων πρὸς αὐτάς. p. 9901)21 Καὶ πάντα ὅσα τινὲς ἀκολουθήσαντες ταῖς περὶ τῶν ἰδεῶν ἠναντιώθησαν ταῖς ἀρχαῖς. Τοιοῦτοί τινές εἰσι λόγοι οἱ διὰ τῆς τῶν ἰδεῶν θέσεως τὰς ἀρχὰς αὐτῶν ἀναιροῦντες, ὡς εἴρηται ἀνωτέρω. λέγοντες γὰρ τὸν ἀριθμὸν ἀνῄρουν μονάδα καὶ δυάδα. ἔστι δὲ τὸ αὐτοὲν καὶ αὐτοδυὰς ὁμοίως ἰδέα καὶ αὐτοάνθρωπος καὶ αὐτόιππος καὶ ἑκάστη τῶν ἄλλων ἰδεῶν. εἰ δὲ ὁ ἀριθμὸς ἀρχή, ἀναιροῦνται ταῦτα. τῶν δὲ ἀρχῶν ἀναιρουμένων ἀναιροῦνται καὶ τὰ ἐκ τῶν ἀρχῶν. p. 990b22 Ἔτι δὲ κατὰ μὲν τὴν ὑπόληψιν καθ’ ἣν εἶναί φαμεν τὰς ιοεας. Ἄλλο ἐπιχείρημα ἀνασκευαστικὸν τοῦ εἶναι ἰδέας· φησὶ γὰρ ὅτι κατὰ τὴν ὑπόληψιν ἣν ἔχομεν περὶ τῶν ἰδεῶν, οὐ μόνον τῶν οὐσιῶν ἔσονται ἰδέαι ἀλλὰ καὶ τῶν συμβεβηκότων πάντων γὰρ τῶν ἐνταῦθα ὄντων φασὶν · εἶναι ἰδέας· οὐ μόνον δὲ εἰσὶν οὐσίαι ἀλλὰ καὶ συμβεβηκότα), ὅπερ οὐ θέμις. λέγομεν τοίνυν πρὸς τοῦτο ὅτι καὶ συμβεβηκότα οὐσιώδη ὑπάρχουσιν, ὥσπερ τὸ θερμὸν τὸ ἐν πυρί· τοῦτο οὖν ἐστιν ἰδέα, καὶ λοιπὸν διὰ τὸ οὐσιῶδες θερμὸν ὑπάρχουσι καὶ τὰ ἐπεισοδιώδη, ἡ μέντοι γε ἰδέα τῶν οὐσιωδῶν ὑπάρχει. φησὶν οὖν ὅτι οὐ μόνον τῶν οὐσιῶν ἔσονται ἰδέαι, ἀλλὰ καὶ πολλῶν καὶ ἑτέρων· καὶ γὰρ τὸ νόημα ἔχομεν οὐ μόνον περὶ τῶν οὐσιῶν ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων, τουτέστι καὶ τῶν συμβεβηκότων. τὰ γὰρ πρὸ τῶν πολλῶν διὰ ταῦτα ὑπάρχουσι· τὰ μὲν γάρ ἐστι παρὰ τῷ δημιουργῷ, τὰ δὲ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ἀλλ’ ἐκεῖ μὲν τῷ πάντα ποιεῖν, ἐνταῦθα δὲ τῷ πάντα γίνεσθαι· ὁ γὰρ νοῦς ἀεὶ ἔχει τὰ εἴδη ἐνεργείᾳ, ἡ δὲ ψυχὴ δέχεται πάντα ἐκεῖθεν. τὰ δὲ ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενῆ ἐνταῦθα †φαντασία ἐστίν· οὔτε γὰρ ἐν τῇ ψυχῇ τὰ δὲ ἐν τοῖς πολλοῖς τὰ καθ’ ἕκαστον ὑπάρχει. ἔχουσιν οὖν καὶ ὁ θεὸς καὶ ἡ ψυχὴ καὶ ἡ φύσις τοὺς λόγους· ἀλλ’ ὁ μὲν θεὸς ἔχει αὐτοὺς καὶ γνωστικοὺς καὶ δημιουργικούς, ἡ δὲ ψυχὴ γνωστικούς, ἡ δὲ φύσις δημιουργικούς. εἰ τοίνυν, φησίν, ἔχομεν νοήματα καὶ τῶν συμβεβηκότων, δῆλον ὅτι καὶ αὐτῶν ἰδέαι ὑπάρχουσι καὶ ἐπιστῆμαι. οὐ μόνον οὖν οὐσιῶν ὑπάρχουσιν, ἀλλὰ καὶ ἑτέρων, τουτέστι τεχνητῶν πραγμάτων καὶ κατὰ προαίρεσιν γινομένων· ὥστε κἀκείνων ἔσονται ἰδέαι, τουτέστι φιλίας, ἔχθρας, τοῦδε τοὐ οἰκήματος. εἰρήκαμεν δὲ ἐν τῇ θεωρίᾳ ὅτι ἰδέα ἐστὶ διαστάσεως καὶ ἑνώσεως, καὶ ὅτι τῶν φύσει ὑπαρχόντων ἰδέα· οὔτε γὰρ τῶν τεχνητῶν λέγουσιν εἶναι ἰδέας. ὥστε οὐ μόνον, φησί, τῶν οὐσιῶν ὑπάρχουσιν ἰδέαι, ἀλλὰ καὶ ἄλλων πολλῶν. οὔτε γὰρ ἐπὶ τῶν οὐσιῶν μόνον τὸ νοεῖσθαι ἀλλὰ καὶ ἐπὶ ποιῶν καὶ ποσῶν καὶ ἑκάστου τῶν ὄντων, καὶ πάλιν ἐπιστῆμαι οὐ μόνον τῶν οὐσιῶν ὑπάρχουσιν, ἀλλὰ καὶ τῶν ἀρετῶν εἰσιν ἰδέαι καὶ τῶν συμβεβηκότων. τὸ δὲ καὶ ἄλλα μυρία συμβαίνει εἶπεν, ἐπεὶ καὶ ἄλλοι εἰσὶ λόγοι δεικνύναι βουλόμενοι τὰς ἰδέας, ἐξ ὧν συμβαίνει μὴ μόνον τῶν οὐσιῶν τὰ εἴδη λέγειν, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐκ γὰρ τοῦ ἓν ἐπὶ πολλῶν κατηγορεῖσθαι εἰσέφερον τὰς οὐσίας· τὸ δὲ ἓν ἐπὶ πολλῶν οὐ μόνον ἐπὶ τῆς οὐσίας κατηγορεῖται, ἀλλὰ καὶ ἐπὶ τῶν συμβεβηκότων. ὥστε εἰ ἄπειρος ὁ τρόπος τῶν ἐνταῦθα, καὶ ἰδέαι ἄπειροι. p. 990b27 Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ τὰς δόξας. Κατὰ δὲ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον ταῖς δόξαις ταῖς περὶ αὐτῶν, καθ’ ἃς μεθεκτὰ λέγουσι τὰ εἴδη, τῶν οὐσιῶν μόνων ἔσονται ἰδέαι. φασὶ γὰρ ὅτι κατὰ μέθεξιν ἐκείνων γίνεται τὰ τῇδε, διὰ τὸ μετέχειν τῆς ἐκείνων ἐλλάμψεως τὰ ἐνταῦθα. εἰ οὖν κατὰ μέθεξιν τὰ εἴδη, τῶν οὐσιῶν μόνων ἔσονται ἰδέαι. οὐ γὰρ κατὰ συμβεβηκὸς μετέχονται· οὐ γὰρ τὸ συμβεβηκότος τινὸς τῷ ἀνθρώπῳ μετασχὸν ἄνθρωπος, ἀλλὰ τὸ ἀνθρώπου, καθὸ ἄνθρωπος, τουτέστι ζῴου λογικοῦ θνητοῦ· ἀλλὰ δεῖ ταύτῃ ἕκαστον μετέχειν, τουτέστιν οὐσιωδῶς, εἰ μὴ καθ’ ὑποκειμένου λέγεται, τουτέστιν εἰ μὴ ἐν ὑποκειμένῳ· τὸ γὰρ καθ’ ὑποκειμένου πολλάκις λέγεται ἀντὶ τοῦ ἐν ὑποκειμένῳ, ὡς καὶ ἐν τοῖς ’Αποδεικτικοῖς εἴρηται. τῷ οὖν καθ’ ὑποκειμένου νῦν ἀντὶ τοῦ συμβεβηκότος κέχρηται. καθ’ αὑτὸ οὖν. ,φησί, τὰ πρὸς τὰς ἰδέας ὄντα τε καὶ γινόμενα καὶ δι’ αὐτὰς μεθέξει αὐτῶν, οὐ κατὰ συμβεβηκὸς οὐδὲ συμβεβηκότος τινὸς αὐταῖς. οὕτως δὲ οὐ· σίαι ἄν καὶ τὰ πρὸς τὰς ἰδέας ὄντα εἶεν, τῶν οὐσιῶν καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκὸς μετέχοντα. παρέθετο δὲ τοὐ κατὰ συμβεβηκὸς παράδειγμα τὸ διπλάσιον, τουτέστι τὴν δυάδα· ἡ γὰρ δυὰς ἡ κατὰ μετουσίαν τῆς δυάδος οὖσα δυὰς καὶ ἀιδίου μετέχει, ἀλλὰ κατὰ συμβεβηκὸς ἀιδίου, ἐπεὶ εἰ ἀίδιος δυὰς ἡ μετέχουσα δυάς ἐστιν, οὐκέτι κατὰ συμβεβηκὸς μετέχει δυάδος ἀλλὰ καθ’ αὑτό· ἀίδιος δὲ κατὰ συμβεβηκός. τῇ οὖν δυάδι ἐκείνῃ τὸ εἶναι δυάδι ἀιδίῳ κατὰ συμβεβηκὸς ὑπάρχει, τὸ δὲ εἶναι δυάδι καθ’ αὑτό. διὸ καὶ εἰ ἀιδίου τι μετέχον δυάδος λέγοιτο μετέχειν, κατὰ συμβεβηκὸς ἄν μετέχοι δυάδος. ἐπεὶ τοίνυν δυάδος μὲν καθ’ αὑτὸ μετέχει, ἀιδίου δὲ κατὰ συμβεβηκός εἰ γὰρ μετεῖχε τοῦ ἀιδίου καθ’ αὑτὸ ὁ ἄνθρωπος, οὐκ ἂν ἔμελλεν ἕτερον εἶδος μετέχειν τῆς ἀιδιότητος· τὰ γὰρ καθ’ αὑτὸ ὑπάρχοντα ἐκείνῳ τῷ πράγματι 〈μόνῳ〉 ὑπάρχουσιν, οἷον τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας τῷ τριγώνῳ μόνῳ, ἐπειδὴ καὶ καθ’ αὑτὸ ὑπάρχει αὐτῷ) δυὰς μέν ἐστι κατὰ τοῦτο ὁμοία ἐκείνῃ, ἀίδιος δὲ οὔ· οὐ γὰρ ὅμοια τὰ κατὰ συμβεβηκὸς μετέχοντα τινῶν ἐκείνοις οὕτως μετέχει. εἰ τοίνυν τὰ ἐνταῦθα ὅμοια ταῖς ἰδέαις, οὐ κατὰ συμβεβηκὸς αὐτῶν ἀλλὰ καθ’ αὑτὸ μετέχει· τὸ δὲ οὐσίας καθ’ αὑτὸ μετέχον οὐσία. τῶν οὐσιῶν ἄρα μόνων ἔσονται ἰδέαι κατὰ τὸ ἀκόλουθον αὐτοῖς καὶ ἀναγκαῖον, εἴ γε οὐσίαι μὲν ἐκεῖναι, τὰ δὲ τῶν οὐσιῶν . καθ’ αὑτὸ μετέχοντα οὐσίαι. τὰ γὰρ αὐτὰ ἐνθάδε οὐσίαν σημαίνει καὶ ἐπὶ τῶν ἰδεῶν, οἷον ὁ ἄνθρωπος ἐνταῦθα οὐσία κἀκεῖ, τὸ θερμὸν ποιὸν ἐνταῦθα κἀκεῖ· ὥστε τῶν οὐσιῶν καὶ μόνων συμβαίνει λέγειν αὐτοὺς ἰδέας, ἐπειδὴ οὔκ εἰσι παρὰ τῷ δημιουργῷ συμβεβηκότα. λέγομεν οὖν ἡμεῖς πρὸς τοῦτο ὅτι καὶ τῶν συμβεβηκότων τῶν οὐσιωδῶν εἰσιν ἰδέαι· · οὐσίαι γὰρ κἀκεῖνα, καὶ δι’ αὐτὰ ὑπάρχουσι καὶ τὰ ἐπεισοδιώδη συμβεβηκότα, ὡς πολλάκις εἰρήκαμεν. p. 991a1 Ἢ τί ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν. Φησὶν ὅτι τοῦτο ὃ λέγουσι τὸ ἓν εἶναι πρὸ τῶν πολλῶν, πότερον ὁμωνύμως κατηγορεῖται ἢ συνωνύμως; εἰ μὲν οὖν συνωνύμως, τὰ αὐτὰ ὑπάρχουσιν ἀπαραλλάκτως αἱ ἰδέαι τοῖς αἰσθητοῖς· εἰ δὲ ὁμωνύμως, ὅμοιον ὡς εἴ τις εἴποι ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον· τὰ γὰρ ὁμώνυμα οὐδὲν δηλοῦσι. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἐπειδὴ κρείττων ἡ ἰδέα τοῦ αἰσθητοῦ, ὡς καὶ αὐτὸς φῄς, ᾦ Ἀριστότελες, ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἓν τὸν ἄνθρωπον καὶ τὸν ἐν εἰκόνι γεγραμμένον. τί οὖν ἔσται τὸ εἶναι φάναι τι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν; εἰ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς μετέχει τὰ ἐνταῦθα τῶν ἰδεῶν, τί σημαίνει αὐτοῖς τὸ λέγειν εἶναί τι παρὰ ταῦτα, τουτέστι τὰ αἰσθητά, τοῦτο ὃ ἓν ὂν ἐπὶ πολλῶν λέγεται καὶ ἔστιν ἓν πολλῶν τῶν ἐνταῦθα παράδειγμα; οὐ γὰρ ἔσται τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῶν πρὸς αὐτὸ γεγονότων λεγόμενον κατὰ συμβεβηκός· 〈κατὰ συμβεβηκὸς〉 γὰρ πάντα πάντων μετέχειν δύναται· καὶ οὐκ ἔστι τὸ κατὰ συμβεβηκὸς μετέχον τινὸς οὔτε κυρίως ἐκείνου μετέχον, οὔτε τὸ εἶναι ἔχον ἀπ’ ἐκείνου καθὸ ἐκεῖνό ἐστιν, οὔτε ὡμοιωμένον. ἢ δυνάμει †οὕτω λέγουσιν ἢ τί ἐστι τὸ εἶναί τι φάναι παρὰ ταῦτα τὸ ἓν ἐπὶ πολλῶν; ταῦτα δὲ ἐνταῦθα οὐσίαν σημαίνει κἀκεῖ· εἰ γὰρ μὴ τοῦτο, τί ἔσται τὸ λεγόμενον ὑπ’ αὐτῶν; καὶ εἰ μὲν τὸ αὐτὸ εἶδος ὑπάρχει τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἵνα εἴησαν συνώνυμα καὶ ὅμοια, ἔσται αὐτῶν ἕτερον κοινὸν ἰδέα· πάσης γὰρ ὁμοιότητός ἐστιν ἰδέα. διὰ τί γὰρ μὴ ἔστι δυὰς καὶ τῶν ἀιδίων ὥσπερ καὶ τῶν φθαρτῶν; ἔσονται οὖν καὶ τῶν ὄντων ἰδέαι, ὥσπερ καὶ τῶν αἰσθητῶν. εἰ δέ τις εἴπρι ὅτι 〈οὐ τὸ〉 αὐτὸ εἶδός ἐστιν, ὁμωνυμία ἂν εἴη, καὶ ὁμωνύμως κατηγοροῖτο τὸ ἓν ἐπὶ πολλῶν, καὶ ὅμοιον ἔσται, ὥσπερ ἄν καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον, μηδεμίαν κοινωνίαν ἐπιβλέψας αὐτῶν. τὰ γὰρ ὁμώνυμα οὐδὲ ἐν τοῖς ἔχουσι κοινωνίαν πρὸς ἄλληλα· ὥστε οὐ κατὰ μέθεξιν ἐκείνοις τὰ τῇδε. ἐξ ἀντιφάσεως οὖν προέρχεται ἡ διαίρεσις· ἤτοι γὰρ τὸ αὐτὸ εἶδος τῶν ἰδεῶν καὶ τῶν μετεχόντων, ἢ οὐ τὸ αὐτὸ εἶδος. εἰ μὲν οὖν τὸ αὐτό, ὥσπερ ἐπὶ τοῖς μετέχουσιν, οὖσιν ὁμοειδέσι, καὶ] ἔστι τι κοινόν, οὕτως καὶ ἐπὶ τούτοις καὶ τῇ ἰδέᾳ ἀφ’ ἧς ταῦτα, κοινόν τι ἔσται κατηγορούμενον· ὁμοειδὴς γὰρ κἀκείνη τούτοις. εἰ δὲ τοῦτο, εἴη ἂν τὸ κοινῶς αὐτῶν κατηγορούμενον ἰδέα, καὶ οὕτως ἰδέα ἂν ἰδέας εἴη καὶ τρίτος ἄνθρωπος· καὶ τοῦτο εἰς ἄπειρον ἂν προΐοι. εἰ δὲ μὴ εἶεν τὰ πρὸς τὰς ἰδέας μηδὲ κατὰ τὴν οὐσίαν αὐταῖς ὡμοιωμένα καὶ τὸ εἶδος, ὁμώνυμα ἂν εἴη ταῖς ἰδέαις. εἰ δὲ τοῦτο, τί μᾶλλον †μηδέ τις ἰδέα τῶν ὁμωνύμων αὕτ· η αἰτία τοῦ εἶναι ἢ ἄλλων τινῶν, εἴ γε μὴ κατὰ τὴν οὐσίαν καὶ τὸ εἶδος ὁμοιοῦται ταῦτα αὐτῇ τὰ ὁμωνύμως λεγόμενα αὐτῇ. ὁμοίως γὰρ ἕξει ὡς εἴ τις καλοίη ἄνθρωπον τόν τε Καλλίαν καὶ τὸ ξύλον μηδὲν ἔχοντα ὅμοιον ἀλλήλοις, καθὸ ἄνθρωποι. καὶ καθόλου πῶς ἄν γένοιτο ταῦτα μετέχειν ἐκείνων μὴ ἔχοντα μηδεμίαν κοινωνίαν κατὰ τὴν οὐσίαν πρὸς αὐτά. p. 991a8 Πάντων δὲ μάλιστα διαπορήσειεν ἄν τις <τί> ποτε συμβάλλεται. Ἔτι ἐνίσταται πρὸς τὰς ἰδέας καί φησιν ὅτι μάτην ὑπάρχουσιν αἱ ἰδέαι· οὐδὲν γὰρ ἡμῖν συμβάλλονται. οὔτε γὰρ ποιητικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτὰς οὔτε δὲ εἰδικὸν οὔτε ὑλικὸν οὔτε τελικόν. ποιητικὸν μὲν οὖν αἴτιον, ὅτι τὰ μὲν τῇδε ἐν κινήσει καὶ μεταβολῇ εἰσιν, αἱ δὲ ἰδέαι ἀκίνητοι ὑπάρχουσι. δεῖ δὲ τὸ ποιητικὸν αἴτιον τὸ προσεχὲς κινούμενον οὕτως ποιεῖν· ὁ γὰρ πατὴρ καὶ ὁ τέκτων κινούμενοι οὕτως ποιοῦσι τὰ τῇδε· ὁμοίως δὲ καὶ ὁ οὐρανός. ὥστε οὐ δυνατόν ἐστιν εἶναι ποιητικὰ αἴτια τὰς ἰδέας. ἀλλ’ οὐδὲ εἰδικά· τὰ γὰρ εἰδικὰ αἴτια ἐν αὐτοῖς ὑπάρχουσιν ὧν εἰσιν αἴτια, τὰς δὲ ἰδέας ἐξῃρημένας τίθενται τῆς ὕλης καὶ οὐδαμῶς φασιν αὐτὰς ἐνυπάρχειν τῇ ὕλῃ. οὔτε δὲ πάλιν ὡς τελικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι αὐτάς· οὔτε γὰρ τῶν ἰδεῶν ἐφιέμενα τὰ γινόμενα οὕτως γίνονται, ἀλλὰ τοῦ πρώτου αἰτίου. οὔτε δὲ πάλιν ὡς ὑλικὸν αἴτιον δυνατόν ἐστιν ὑποθέσθαι τὰς ἰδέας· ἡ γὰρ ὕλη ἀνείδεος ἐστι καὶ ὑποκειμένη τοῖς τῇδε, τὰς δὲ ἰδέας, ὡς εἴρηται, ἐξῃρημένας τίθενται. φαμὲν οὖν ὅτι τῷ ὄντι οὔτε ποιητικὸν οὔτε ἄλλο τι τῶν τριῶν δυνατόν ἐστι λέγειν τὰς ἰδέας, εἴ γε ἐξῃρημέναι ὑπάρχουσι. φαμὲν δὲ αὐτὰς συμβάλλεσθαι τῷ ποιητικῷ αἰτίῳ, τουτέστι τῇ φύσει. ἡ γὰρ φύσις ἔχουσα ἐν ἑαυτῇ τὰς ἰδέας, τουτέστι τοὺς λόγους τοὺς δημιουργικούς, ποιεῖ ἃ ποιεῖ, καὶ οὐ δυνατὸν ἄνευ αὐτῶν ποιῆσαι εἶδός τι. πάλιν φησὶν ὅτι οὐδὲ πρὸς τὴν ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι· αἱ γὰρ ἐπιστῆμαι ὁρισμοὶ ὑπάρχουσιν, οἱ δὲ ὁρισμοὶ τῶν συντεταγμένων εἰδῶν ὑπάρχουσιν· αὐτοὶ δὲ τὰς ἰδέας ἐξαιροῦσι τῆς ὕλης. ὥστε οὐδὲ πρὸς ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι. φαμὲν τοίνυν πρὸς ταῦτα ὅτι τῷ μὲν ὄντι οἱ ὁρισμοὶ τῶν συντεταγμένων εἰδῶν ὑπάρχουσιν· αἱ μέντοι γε ἰδέαι τῆς νοερᾶς ἂν ἐπιστήμης εἶεν αἴτιαι, εἴ γε ἀρχαὶ τῶν ὄντων ὑπάρχουσιν αἱ ἰδέαι, ἀδύνατον δέ ἐστι γνῶναι τὸν ἐπιστήμονα τὰ τοῦ κόσμου πράγματα, ἀγνοοῦντα τὰς ἀρχὰς τοῦ κόσμου καὶ τὸ πρῶτον. ὥστε εἰς τὴν κυρίως ἐπιστήμην συμβάλλονται ἡμῖν αἱ ἰδέαι. p. 991a8 Πάντων δὲ μάλιστα. Ἄξιον ἐστιν ἀπορῆσαι, τίνος αἴτιαι αἱ ἰδέαι τούτοις ὧν εἰσιν ἰδέαι. τὸ δὲ ἢ τοῖς ἀιδίοις τῶν αἰσθητῶν ἤ τοῖς γινομένοις καὶ φθειρογίνοιτο μένοις εἴρηκεν, ἐπεί, φασί, καὶ τῶν θείων σωμάτων ἦσαν ἰδέαι αὐτοῖς, οἷον ἡλίου, σελήνης, τῶν ἄστρων· ἐποίουν γὰρ καὶ τούτων ἰδέας καὶ τοῦ οὐρανοῦ παντός. ἀλλ’ αἱ μὲν ἰδέαι τῶν ἀιδίων σωμάτων ἐλέγοντο ἀεὶ τὰ αὐτὰ παράγειν καὶ χορηγεῖν αὐτοῖς τὴν ἀιδιότητα κατ’ ἀριθμόν· καὶ αὐτὰ δὲ ὅμως ἐν μεταβολῇ καὶ κινήσει ὑπάρχουσιν· αἱ μέντοι γε τῶν ἐν γενέσει καὶ φθορᾷ ἰδέαι παρέχουσιν αὐτοῖς τὴν κατ’ εἶδος ἀιδιότητα. ταῦτα οὖν λέγει ἀίδια, αἰσθητὰ δὲ καὶ γινόμενα καὶ φθειρόμενα τὰ τῇδε ὑποτίθεται. τί οὖν αἱ ἰδέαι συμβάλλονται τῶν φύσει ὄντων ἢ τοῖς θείοις ἢ τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἀπορεῖ. καὶ πρῶτον μέν γε, ὅ ἐστιν οἰκειότατον τοῖς φυσικοῖς σώμασιν, ἡ κίνησις τὰ μὲν γὰρ οὐράνια τὴν ἐγκύκλιον κίνησιν ἀεὶ καὶ συνεχῶς κινεῖται, τὰ δὲ ἐν γενέσει κατὰ πάσας μεταβάλλει τὰς μεταβολὰς κατὰ τὴν αὐτῶν φύσιν), ὅτι δὲ εἰς τοῦτο οὐδὲν συμβάλλονται τοῖς σώμασιν αἱ ἰδέαι, οὔτε εἰς γένεσιν οὔτε εἰς κίνησίν τινα ὅλως; δείκνυσι· στάσεως γὰρ μᾶλλον αἱ ἰδέαι αἴτιαι τοῖς οὖσιν ἢ κινήσεως, οὖσαί γε ἀκίνητοι κατ’ αὐτούς· ὥστε οὐδ’ ἄν ποιητικὸν αἴτιον αἱ ἰδέαι εἶεν. p. 991a12 Ἀλλὰ μὴν οὐδὲ πρὸς τὴν ἐπιστήμην οὐδὲν βοηθεῖ τὴν τῶν ἄλλων. Φησὶν ὅτι οὐδὲ πρὸς τὰς ἐπιστήμας συμβάλλονται ἡμῖν αἱ ἰδέαι, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ. οὐ γὰρ οὐσία τούτων τῶν ἐνταῦθα αἱ ἰδέαι· αἱ δὲ ἐπιστῆμαι τῶν οὐσιῶν ὑπάρχουσιν, ἐπειδὴ αἱ ἐπιστῆμαι καὶ ὁρισμοί, οἱ δὲ ὁρισμοὶ οὐσιῶν δηλωτικοὶ τῶν συντεταγμένων. αἱ δὲ ἰδέαι οὐχ ὑπάρχουσι συντεταγμέναι· ἐν τούτοις γὰρ τοῖς αἰσθητοῖς ἔμελλον θεωρεῖσθαι· νῦν δὲ οὐ θεωροῦνται. λέγομεν οὖν ὅτι οὐσίαι ὑπάρχουσιν ὡς παρακτικαὶ τῶν τῇδε, οὐ μέντοι γε ὡς μέρη. οὔτε δὲ εἰς τὸ εἶναι συμβάλλονται τοῖς τῇδε, μὴ ἐνυπάρχοντα τοῖς μετέχουσιν· ἐξῃρημένα γὰρ αὐτὰ ὑποτίθενται. φαμὲν οὖν πρὸς τοῦτο πάλιν ὅτι τῷ ὄντι ὡς μέρη γινόμεναι τῶν αἰσθητῶν αἱ ἰδέαι οὐδὲν συμβάλλονται· πρὸς αὐτὰς γὰρ ἀποβλέπουσα ἡ φύσις παράγει ἃ ποιεῖ. φησὶν οὖν ὅτι οὐδὲν εἰς ἐπιστήμην τῶν ἐνταῦθα οὔτε εἰς γνῶσιν τῶν παρὰ τὰς ἰδέας αἱ ἰδέαι συντελοῦσιν. ἡ μὲν γὰρ γνῶσις ἡ ἑκάστου κατὰ τὴν τοῦ εἴδους αὐτοῦ γνῶσιν γίνεται· κατὰ τοῦτο γὰρ καὶ τὸ τί ἦν εἶναι ἑκάστῳ· αἱ δὲ ἰδέαι οὐκ εἴδη τῶν ἐνταῦθα. εἰ τοίνυν ἡ γνῶσις ἑκάστου κατὰ τὸ εἶδος αὐτοῦ, οὔκ εἰσι δέ γε αἱ ἰδέαι ἐν τοῖς ἐνταυθοῖ, εἴ γε καθ’ αὑτά τε καὶ καὶ κεχωρισμένα, δῆλον ὅτι οὔκ εἰσιν ἐπιστήμης ἤγουν γνώσεως ποιητικαί. p. 991a13 Ἀλλ’ οὐδὲ εἰς τὸ εἶναι αὐτοῖς συντελεῖ. Δείξας ὅτι μήτε κινήσεως μήτε μεταβολῆς ὅλως τὰ εἴδη αἴτια τοῖς πρὸς αὐτὰ λεγομένοις οἷόν τε εἶναι, μήτε ἐπιστήμης τε καὶ γνώσεως, διὰ τὸ μηδὲ ἐνυπάρχειν αὐτοῖς, τούτῳ προσχρώμενος ἐφεξῆς τοῖς προειρημένοις δι’ ὧν λέγει δείκνυσιν ὅτι μηδὲ εἰς τὸ εἶναι τὰ εἴδη αὐτοῖς συντελεῖ. τὰ μὲν γὰρ [εἴδη] εἰς τὸ εἶναι συντελοῦντα ἐνυπάρχουσι τοῖς βοηθουμένοις εἰς τὸ αὐτό, ἢ ὕλη ὄντα αὐτῶν ἡ εἴδη, τὰ δὲ εἴδη οὐκ ἐνυπάρχει τούτοις, ἀλλ’ ἔστιν αὐτῶν κεχωρισμένα. p. 991a14 οὕτω μὲν γὰρ ἄν ἴσως αἴτια δόξειεν εἶναι. Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἱ περὶ Ἀναξαγόραν καὶ Εὔδοξον τὸν ἀστρονόμον τὸν Πλατωνικόν ἀκροατὴς γὰρ γέγονε Πλάτωνος, καί τινα τῶν Εὐκλείδου αὐτόν φασιν εἶναι), φησὶν οὖν ὅτι οὗτοι πάντα ἐν πᾶσιν ὑπετίθεντο εἶναι καὶ ἔλεγον ἐκ τοῦ ἐπικρατοῦντος ὀνομάζεσθαι σάρκα ἢ λευκὸν ἤ τι τοιοῦτον ἄλλο. οὗτοι οὖν λέγοντες ταῦτα πολλὰς ἔχουσιν ἀπορίας. εἰ γὰρ πάντα ἐν πᾶσι μέμικται, συμβήσεται τὰ συμβεβηκότα καὶ τὰ εἴδη αὐτὰ καθ’ αὑτὰ ὑφίστασθαι πρὸ τῆς μίξεως, ὅπερ ἐστὶν ἀδύνατον. τὰς γὰρ ὁμοιομερείας ἀρχὰς τῶν ὄντων ὑπετίθεντο οἱ περὶ Ἀναξαγόραν. φησὶν οὖν ὅτι οἱ λέγοντες πάντα ἐν πᾶσι μεμῖχθαι μᾶλλον κατορθοῦσι τῶν ὑποτιθεμένων εἶναι ἰδέας, ἐπειδὴ τὰ αἴτια τῶν γινομένων ἐν αὐτοῖς τοῖς γινομένοις ἐναποτίθενται, οἱ δὲ ἰδέας λέγοντες ἐξαιροῦσιν αὐτάς. †μᾶλλον δὲ βοηθῶν θεωρουμένων ἤ περ ἀφισταμένων. τοῦτο οὖν ἐστιν ὃ λέγει ὅτι οὕτω μὲν γὰρ ἂν ἴσως αἴτια μᾶλλον δόξειεν εἶναι<ὡς> τὸ λευκὸν μεμιγμένον τῷ λευκῷ, διότι ἐνυπάρχει αὐτῷ. ἀλλ’ οὗτος μὲν ὁ λόγος λίαν ἐστὶν εὐανάτρεπτος, ὃν Ἀναξαγόρας μὲν πρῶτος, Εὔδοξος δὲ δεύτερος καὶ ἄλλοι τινὲς ἔλεγον· ῥᾴδιον γὰρ συναγαγεῖν πολλά καὶ ἀδύνατα πρὸς τὴν τοιαύτην δόξαν τὴν λέγουσαν πάντα ἐν πᾶσι μεμῖχθαι. ἀδύνατον οὖν λέγειν τὰ εἴδη τοῖς πρὸς αὐτὰ λεγομένοις τὸ εἶναι ἔχειν ἐν τῷ μεμῖχθαι· λίαν γάρ ἐστιν οὗτος ὁ λόγος εὐκίνητος καὶ σαθρός. p. 991a19 Ἀλλὰ μὴν οὐδὲ ἑκτῶν εἰδῶν ἐστι τὰ ἄλλα. Φησὶν ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαι δυνατόν ἐστιν ἐκ τῶν ἰδεῶν λέγειν γίνεσθαι τὰ ἄλλα. ἢ γὰρ ὡς ἀπὸ ὑλικοῦ αἰτίου γίνονται τὰ γινόμενα, ὡς ὅταν λέγωμεν ὅτι ἀπὸ τοῦ ξύλου γέγονε κλίνη καὶ ἀπὸ τοῦ χαλκοῦ ἀνδριάς. οὐ δυνατὸν οὖν ἐστιν ὑλικὸν αἴτιον τὰς ἰδέας ὑπαοτίθεσθαι καὶ οὕτως ἐξ αὐτῶν λέγειν γίνεσθαι τὰ τῇδε· ἐξῃρη- μένας γὰρ βούλονται εἶναι τὰς ἰδέας, ὡς πολλάκις εἴρηται. ὁμοίως δὲ καὶ ἐκ τοῦ εἴδους φαμὲν τὰ ἔνυλα γίνεσθαι πράγματα, τοῦ εἴδους ἐν τῇ ὕλῃ θεωρουμένου· αὐτοὶ δὲ τοῦτο οὐ βούλονται. ἢ ὡς τὸ μεθ’ ὅ, ὥσπερ · φαμὲν ἐκ χειμῶνος ἔαρ γίνεσθαι. λέγεται δὲ ἔκ τινος καὶ ὡς ἐκ τοῦ ποιοῦντος, καὶ ὡς ἐκ τοῦ ἀτελοῦς τὸ τέλειον οὕτω γὰρ λέγομεν ἐκ παιδὸς ἄνδρα γίνεσθαι), καὶ ἐκ τῶν μερῶν τὸ ὅλον, καὶ ὡς ἐκ τῶν ἐναντίων τὰ ἐναντία. λέγεται ἔκ τινος καὶ τὸ μετά τι γινόμενον, ὡς ἐξ ’Ολυμπίων Ἴσθμια ἤγουν ἐκ χειμῶνος ἔαρ. κατ’ οὐδένα οὖν τρόπον τοῦ ἔκ τινος ἐκ τῶν ἰδεῶν τὰ ἐνταῦθα· οὔτε γὰρ ὕλη αὐτῶν, ὡς ἐδείχθη, οὔτε εἶδος αἱ ἰδέαι, εἴ γε τὰ μὲν εἴδη ἐνυπάρχουσιν, αἱ δὲ ἰδέαι οὐκ ἐνυπάρχουσιν· ἀλλ’ οὐδὲ μέρη. ἀλλ’ οὐδ’ ὡς ἐξ ἐναντίων ταῦτα ἐκείνων. τὸ γὰρ ἐξ ἐναντίου γινόμενον ὑπομένοντος τοῦ αὐτοῦ ὑποκειμένου καὶ μεταβάλλοντος ἐκ τοῦ ἐναντίου γίνεται· εἰ δὲ οὕτως, εἴη ἂν ταὐτὸν ὑποκείμενον ταῖς τε ἰδέαις καὶ τοῖς πρὸς αὐτάς, ὥστε ἁ ἰδέαι ἐναντίαι ἄν εἶεν τοῖς πρὸς ὐτὰς γινομένοις ἀλλ’ οὐχ ὅμοιαι. ἔτι φθειρόμεναι ἐν τῇ τούτων γενέσει. ἔτι ὡς ἐξ ἐκείνων ταῦτα, καὶ ἐκ τούτων ἐκεῖναι· τοιαύτη γὰρ ἡ ἐξ ἐναντίων γένεσις. ἀλλ’ οὐδ’ ὡς ὑπομενουσῶν καὶ τελειότητά τινα προσλαμβανουσῶν γίνονται τὰ πρὸς αὐτάς, ὡς ἐκ τοὐ παιδὸς ἀνὴρ ἐλέγετο γίνεσθαι· οὔτε γὰρ ἐνυπάρχει τούτοις οὔτε τελειοῦται οὕτως ὑπὸ τούτων. εἴη γὰρ ἄν ἀτελέστερα τούτων καὶ οὕτως φθαρτά· ἡ γὰρ τῶν τελείων φθορὰ κἀκείνων ἐστὶ φθορά. ἀλλ’ οὐδὲ ποιητικαὶ αἱ ἰδέαι τῶν ἐνταῦθα, ὡς ὁ πατὴρ τοῦ τέκνου· ἀκίνητοι γὰρ ἐκεῖναι, καὶ ἄνθρωπος ἄνθρωπον γεννᾷ ὁ καθ’ ἕκαστα τὸν καθ’ ἕκαστα, ἀλλ’ οὐχ ὁ αὐτοάνθρωπος. ἀλλ’ οὐδὲ οὕτως ὡς ἐξ ’Ολυμπίων Ἴσθμια · χρόνου γὰρ παράτασίς ἐστιν ἐπὶ τούτων. φαμὲν οὖν ἡμεῖς πρὸς ταῦτα ὅτι τῷ ὄντι καλῶς φησιν ὁ Ἀριστοτέλης ὅτι κατ’ οὐδένα τρόπον τῶν εἰωθότων λέγεσθαί φαμεν τὰ τῇδε γινόμενα ὑπὸ τῶν ἰδεῶν, εἴ γε ἐξῃρημέναι ὑπάρχουσιν· ἀλλ’ οὕτω φαμὲν γίνεσθαι ἐκ τῶν ἰδεῶν ὡς παρακτικὰ καὶ αἴτια τῆς ἀιδιότητος. οὔτε γὰρ ὡς τελικὸν οὕτε ὡς ὑλικὸν ἢ εἰδικόν, ἀλλ’ ὡς συμβαλλόμενον τῷ ποιητικῷ· πρὸς γὰρ τούτους τοὺς λόγους ἀποβλέπουσα ἡ φύσις δημιουργεῖ, καὶ διὰ τὴν ἀιδιότητα τῶν ἰδεῶν ὑπάρχει ἡ διαμονὴ καὶ ἀιδιότης τοῖς ἐνταῦθα γινομένοις. p. 991a20 Τὸ δὲ λέγειν παραδείγματα ταῦτα εἶναι. Φησὶν ὅτι τὸ ὑποτίθεσθαι τὰς ἰδέας παραδείγματα εἶναι τῶν τῇδε κενολογεῖν ἐστιν· οἱ γὰρ τοιοῦτοι μεταφοραῖς κέχρηνται, καθάπερ καὶ οἱ ποιηταί φασι πόδας Ἴδης. οὐ δεῖ οὖν τοὺς ζητοῦντας τὰς τῶν πραγμάτων φύσεις κεχρῆσθαι μεταφοραῖς καὶ ὀνοματοθετεῖν. διὰ τί δὲ ὅλως παράδειγμα ἐκάλεσεν ἄν τὰς ἰδέας ἢ τί ἐστι τὸ ἐργαζόμενον ἀποβλέπον πρὸς τὰς ἰδέας; φαμὲν οὗν πρὸς τοῦτο ὅτι ὁ δημιουργὸς ἀποβλέπων πρὸς τὰς ἰδέας, καὶ ἡ φύσις οὕτως παράγει ἃ παράγει· ἀποβλέπων πρὸς τοὺς λόγους τοὺς δημιουργικοὺς τοὺς ἐν αὐτῷ ,ὥσπερ καὶ ὁ ἰατρὸς ἀνασκοπῶν τοὺς λόγους τῆς ὑγείας τοὺς ἐν αὐτῷ ὄντας οὕτως ποιεῖ τὴν ὑγείαν. τὸ δὲ κεχρῆσθαι μεταφοραῖς καὶ κλεῖν αὐτὰ παραδείγματα οὐδέν ἐστιν ἄτοπον, ἐπειδὴ πρὸς αὐτὰ ἀποβλέπων ὁ δημιουργὸς οὕτως παράγει· ὥστε ἐκεῖ μὲν παραδείγματα, ἐνταῦθα δὲ εἰκόνες. μήποτε δὲ καὶ νεμεσητὸν τὸ οὕτως λέγειν· καὶ αὐτός γὰρ κέχρηται μεταφοραῖς, ἡνίκα λέγει “ὅρον δὲ καλῶ εἰς ὃν ἀναλύεται ἡ πρότασις”, καὶ πάλιν πρῶτον σχῆμα καὶ δεύτερον καὶ τρίτον τὰ ἐν τοῖς συλλογισμοῖς ἀπὸ μεταφορᾶς τῶν εἰρημένων ἐν γεωμετρίᾳ· ἐπεὶ τίνα ἔχει κοινωνίαν σχῆμα πρὸς συλλογισμόν; ὃ οὖν λέγει ὁ ’Αριστοτελης, τοῦτό ἐστιν, ὅτι τὸ λέγειν παραδείγματα καὶ ὅτι μετέχει ἐκείνων τὰ κενολογεῖν ἐστι καὶ μεταφοραῖς κεχρῆσθαι ποιητικαῖς· τοῦτο δέ, ὅτι τοῖς ποιηταῖς οἰκεῖον τὸ χρῆσθαι μεταφοραῖς. μετενήνεκται δὲ ἀπὸ τῶν γραφέων τὸ παράδειγμα, οἳ γράφειν λέγονται πρὸς παράδειγμα. ὅτι δὲ κενολογοῦσιν οἱ τὰς ἰδέας παραδείγματα λέγοντες, ἔδειξε διὰ τοῦ εἰπεῖν γάρ ἐστι τὸ ἐργαζόμενον ἀποβλέπον πρὸς τὰς ἰδέας; ἐνδέχεται γὰρ καὶ εἶναι καὶ γίνεσθαι ὁτιοῦν ὅμοιον καὶ μὴ εἰκαζόμενον πρὸς ἐκεῖνο. δυνατὸν γάρ ἐστι μὴ μόνον τὸν Θεαίτητον ὅμοιον εἶναι Σωκράτους, ἀλλὰ καὶ ἐν Πέρσιδι γενέσθαι ὅμοιον αὐτοῦ κατὰ τύχην τινά. λέγομεν οὗν αὖθις πρὸς τοῦτο ὅτι τὸ κατὰ τύχην τῶν σπανίων ἐστὶ καὶ ἐνταῦθα ἔχει χώραν, ἐπὶ μέντοι γε τῶν ἀεὶ γινομένων οὐ θεωρεῖται τὸ κατὰ τύχην, ἀλλὰ δεῖ πάντως παραδείγματος, πρὸς ὃ γίνεται τὸ γινόμενον. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι καὶ ὄντος Σωκράτους καὶ μὴ ὄντος δυνατόν ἐστι γενέσθαι ὅμοιον αὐτοῦ. ὁμοίως δὲ καὶ εἰ ὑπῆρχε Σωκράτης ἀίδιος καὶ μὴ ἐφθείρετο, δυνατὸν ἦν γενέσθαι ὅμοιον αὐτοῦ, ἀλλὰ κατὰ τύχην, ὡς εἰρήκαμεν. δύναται οὖν καὶ ὅμοιός τις Σωκράτει εἶναί τε καὶ γίνεσθαι. εἰ δὲ μηκέτι ὄντι τινὶ ὅμοιόν τι γίνεται, ἐναργές ἐστιν ὅτι μὴ πάντως εἰκάζοντός τινος καὶ πρὸς παράδειγμα ποιοῦντος ὅμοιά τισί τινα γίνεται. ὡς γὰρ <ὁ τῷ> μηκέτι ὄντι ὅμοιος ὢν οὐ πρὸς ἐκεῖνο γέγονεν, οὕτως οὐδ’ ἂν ἀίδιόν τι εἶδος εἴη καὶ συγχωρηθείη γοῦν τις τοιαύτη φύσις, ἡ πρὸς αὐτὸ ὁμοιότης ὡς πρὸς παράδειγμα ἔσται, καὶ] μηδενός γε ὄντος τοῦ πρὸς ἐκεῖνο ποιοῦντος. τοῦτο δ’ ἂν λέγοιτο καὶ πρὸς τοὺς 〈λόγους τινὰς〉 λέγοντας εἶναι τὰς ἰδέας καὶ νοήματα. καὶ γὰρ εἰ ἔστιν, οὐ διὰ τοῦτο ἤδη καὶ γίνονται ταῦτα πρὸς ἐκεῖνα, μηδενὸς τοῦ πρὸς αὐτὰ ποιοῦντος ὄντος. ἄλλως τε δὴ ὁ ἵππος καὶ ὁ ἄνθρωπος κατὰ τὴν ἐν αὐτῷ φύσιν καὶ αἰτίαν καὶ ἀρχὴν καὶ δύναμιν ποιεῖ· οὔτε γὰρ πρός τι παράδειγμα ἀποβλέπων ποιεῖ ὁ ἵππος ἵππον ἢ ὁ ἄνθρωπος ἄνθρωπον, ἀλλὰ κατὰ τὴν ἐν αὐτῷ οὐσίαν. εἰ δὲ ἀίδιος, ὥς φασιν, ὁ κόσμος, φανερὸν ὅτι οὔκ εἰσιν ἰδέαι· ἀεὶ γὰρ ἵππος ἐξ ἵππου καὶ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ τὰ ἄλλα ὁμοίως μὴ πρὸς ἰδέας ἀποβλέποντα. λέγομεν οὖν ὅτι οὐ τῶν καθ ἕκαστα ὑπάρχουσιν ἰδέαι ἀλλὰ τῶν καθόλου· οὐ γὰρ Σωκράτους ἀλλ’ ἀνθρώπου· διὸ καὶ τὸ εἶδος μένει ἀεὶ διὰ τὸν λόγον ὃν ἔχει ἡ φύσις καὶ οὕτως ποίει. p. 991a27 ἔσται πλείω τοῦ αὐτοῦ παραδείγματα ὥστε καὶ εἴδη. ’Ετερον ἔγκλημα ἐπιφέρει κατ’ αὐτῶν· φησὶ γὰρ ὅτι ἐπεὶ ὁ ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον καὶ δίπουν, πάντων τῶν τοιούτων ἔσονται ἰδέαι, καὶ ἀνθρώπου καὶ δίποδος καὶ ζῴου, ὥστε ἄπειροι ἔσονται ἰδέαι. ἔπειτα καὶ ἰδέα ἔσται, ἔσται, καὶ τὸ αὐτὸ παράδειγμα καὶ εἰκών. τὸ γὰρ αὐτοζῷον παράδειγμα ἔσται τοῦ αὐτοανθρώπου, ἐπειδὴ τὸ μὲν καθολικώτερον τὸ δὲ εἰδικώτερον· πάλιν ὁ αὐτοάνθρωπος παράδειγμα μὲν του ενταῦθα ἀνθρώπου, εἰκὼν δὲ τοῦ αὐτοζῴου. φαμὲν οὖν πρὸς ταῦτα ὅτι ἡ μὲν ψυχὴ τῷ ὄντι καὶ εἰκὼν καὶ παράδειγμά ἐστι ,παράδειγμα μὲν τῶν τῇδε ὡς ἔχουσα τοὺς λόγους τῶν εἰδῶν ἐν ἑαυτῇ, εἰκὼν δὲ τοῦ παντελείου νοῦ τοῦ ἀεὶ ἐνεργείᾳ ὄντος καὶ ἔχοντος τὴν ἐνέργειαν οὐσίαν· ἐπὶ μέντοι γε τῶν ἰδεῶν οὐ δυνατόν ἐστι τοῦτο· οἱ γὰρ λόγοι οἱ δημιουργικοὶ ἀεὶ παραδείγματα ὑπάρχουσιν. οὐκ ἔστι δὲ ἰδέα καὶ ἀνθρώπου καὶ ζῴου καὶ δίποδος, ἀλλὰ ἀνθρώπου μόνου. ἐν γὰρ τοῖς καθολικωτέροις ἐμπεριέχονται τὰ μερικά· ἐν οὖν τῷ λόγῳ τοῦ ἀνθρώπου καθολικῷ ὄντι ἐμπεριέχεται καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ δίπουν καὶ ὅσα ἄλλα τοιαῦτα, ὥσπερ καὶ ὁ ἰατρὸς ἔχει τὸν λόγον τῆς ἰατρικῆς, καὶ ἐμπεριέχεται ἐν τῷ λόγῳ τούτῳ καὶ τὸ χειρουργικὸν καὶ διαιτητικὸν καὶ τὰ ἄλλα μέρη, καὶ ὅμως οὔ φαμεν σύνθετον τὴν ἰατρικήν· ὁμοίως δὲ καὶ ἐπὶ πασῶν τῶν άλλων ἐπιστημῶν. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἑνὸς καὶ τοῦ αὐτοῦ εἴδους πλείονα ἔσονται παραδείγματα, ὥστε καὶ ἰδέαι· οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τὸ δίπουν ἅμα δὲ καὶ ὁ αὐτοάνθρωπος· ὥστε πλείονα ἔσονται τοῦ ἑνός. ἔτι δὲ οὐ μόνον τῶν αἰσθητῶν ἔσονται παραδείγματα αἱ ἰδέαι, ἀλλὰ καὶ αὐτῶν τῶν ἰδεῶν, οἷον τὸ γένος ὡς γένος εἰδῶν· τὸ γὰρ αὐτοζῷον ὡς γένος ἔσται ἰδέα τοῦ αὐτοανθρώπου εἴδους ὄντος. ὥστε ὁ αὐτοάνθρωπος ἔσται παράδειγμα μὲν τοῦ αἰσθητοῦ ἀνθρώπου, εἰκὼν δὲ τοῦ αὐτοζῴου. p, 991b1 Ἔτι δόξειεν ἄν ἀδύνατον εἶναι χωρὶς τὴν οὐσίαν κα. ὶ οὐ ἡ οὐσία. ’Ετερον αὖθις ἐπιχείρημα τῶν ἰδεῶν ἀνασκευαστικὸν ὅτι ἀδύνατόν ἐστι τὴν οὐσίαν χωριστὴν εἶναι αὐτὴν καθ’ αὑτὴν οὗ τινός ἐστιν οὐσία. τὴν γὰρ οὐσίαν τοῦ ἀνθρώπου ἀδύνατόν ἐστιν εἶναι ἄνευ τοῦ ἀνθρώπου, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. εἰ τοίνυν τὰς ἰδέας φατὲ εἶναι οὐσίας τῶν αἰσθητῶν, ταύτας δὲ ἐξῃρημένας ὑποτίθεσθε, συμβαίνει τὰς οὐσίας χωριστὰς εἶναι τῶν πραγμάτων ὧν οὐσίαι ὑπάρχουσιν· ὅπερ ἐστὶν ἀδύνατον. καὶ ταῦτα μὲν ὁ ’Αριστοτέλης· φαμὲν δὲ πρὸς τοῦτο ὅτι τῷ ὄντι αἱ ἰδέαι οὐσίαι τῶν αἰσθητῶν ὑπάρχουσιν οὐχ ὡς μέρη αὐτῶν οὖσι, ἀλλ’ ὡς παρακτικαὶ αὐτῶν ὑπάρχουσαι καὶ αἰτίαι οὖσαι τῆς διαμονῆς αὐτῶν καὶ ἀιδιότητος. ὡς γὰρ εἴρηται πολλάκις, πρὸς ταῦτα ἀφορῶσα ἡ φύσις ποιεῖ ἃ ποιεῖ. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι ἀδύνατον χωρὶς εἶναι τὴν οὐσίαν ἐκείνου τοῦ πράγματος οὗ ἐστιν οὐσία· ὥστε πῶς αἱ ἰδέαι οὐσίαι τῶν πραγμάτων ὑπάρχουσιν οὖσαι χωρισταὶ κατ’ αὐτούς; εἰ οὖν αἱ ἰδέαι οὐσίαι τῶν ἐνταῦθα ἦσαν, οὐκ ἂν ἦσαν αὐτῶν κεχωρισμέναι· ὥστε οὔκ εἰσιν αὐτῶν οὐσίαι. ἀλλὰ μὴν οἱ λέγοντες τοὺς ὁρισμοὺς τῶν ἐνταῦθα γίνεσθαι κατὰ τὰς ἰδέας οὐσίας ποιοῦσι τὰς ἰδέας τῶν αἰσθητῶν. οἱ γὰρ ὁρισμοὶ τὰς οὐσίας τῶν πραγμάτων δηλοῦσι καὶ κατὰ τὰ οἰκεῖα εἴδη γίνονται· τὸ γὰρ εἶναι ἑκάστῳ, οὗ ὁρισμὸς δηλωτικός, κατὰ τὴν οἰκείαν οὐσίαν· οὕτως τε ἂν εἶεν ἰδέαι τὰ εἴδη. p. 991b3 ’Ev δὲ τῷ Φαίδωνι οὕτως λέγομεν. Ὅτι τοῦ Πλάτωνός ἐστιν ὁ Φαίδων σαφῶς ὁ Ἀριστοτέλης δηλοῖ· ἀντιλέγων γὰρ πρὸς τὸν Πλάτωνα παράγει μαρτυρίαν ἐκ τῶν παρ’ αὐτοῦ εἰρημένων ἐν τῷ Φαίδωνι. καὶ ἐν τοῖς Μετεώροις δὲ παρήγαγε τὸν Φαίδωνα, ἡνίκα περὶ τοῦ Ταρτάρου λόγον ἐποιεῖτο. Παναίτιος γάρ τις ἐτόλμησε νοθεῦσαι τὸν διάλογον. ἐπειδὴ γὰρ ἔλεγεν εἶναι θνητὴν τὴν ψυχήν, ἐβούλετο συγκατασπάσαι καὶ τὸν Πλάτωνα· ἐπεὶ οὖν ἐν τῷ Φαίδωνι σαφῶς ἀπαθανατίζει τὴν λογικὴν ψυχήν, τούτου χάριν ἐνόθευσε τὸν διάλογον. ἐν δὲ τῷ Φαιδρῷ φησὶν ὁ Πλατῶν ὅτι πᾶσα ψυχὴ ἀθάνατος, καὶ ὡς ὁ ἡμέτερος φιλό· σοφος ἔφασκε, περὶ τῆς τοῦ κόσμου ψυχῆς λέγει. καὶ ἐν τῇ Πολιτείᾳ δὲ ἀπαθανατίζει τὴν ψυχήν, ἀλλ’ οὐχ ὁμοίως ὡς ἐν τῷ Φαίδωνι. τὸ οὖν λέγομεν ὁμοίως εἴρηται τοῖς πρόσθεν· κοινοῦται γὰρ τὴν δόξαν ὡς οὖσαν καὶ αὐτοῦ, ἐπειδὴ τοῦ αὐτοῦ διδασκαλείου ἦν. δείκνυσι δὲ ψεῦδος ὂν τὸ εἰρημένον ἐν τῷ Φαίδωνι· εἴρηται μὲν γὰρ ὅτι καὶ τοῦ εἶναι τὰ ἐνταῦθα καὶ τοῦ γίνεσθαι αἴτια τὰ εἴδη. καὶ τοῦ μὲν εἶναι λέγει περὶ τῶν θείων σωμάτων, ἐπειδὴ ἀεὶ ὑπάρχουσι, τοῦ δὲ γίνεσθαι περὶ τῶν τῇδε. ἢ τὸ εἶναί φησι περὶ τῶν τῇδε καὶ τὸ γίνεσθαι· εἰσὶ μὲν γὰρ ἀεὶ τὰ εἴδη, γινόμενα δὲ τὰ καθ’ ἕκαστα. ὅμως πάντων φασὶν εἶναι εἶναι ἰδέας, εἴ γε ἀδύνατον, ὡς προείρηται, χωρὶς τὴν οὐσίαν εἶναι καὶ τὸ οὗ ἐκείνη οὐσία ἦν. νῦν οὖν δείκνυσιν ὅτι οὔκ εἰσιν αἴτια τὰ εἴδη τοῦ εἶναι καὶ γίνεσθαι. καὶ τῶν ἰδεῶν γὰρ ὑπαρχουσῶν ὅμως οὐ γίνονται τὰ μετέχοντα, ἐὰν μὴ ὑπάρχῃ τὸ κινητικόν, τουτέστι τὸ ποιητικὸν αἴτιον· οὐδὲ γὰρ αἱ ἰδέαι αὐτοῖς εἰσιν αἴτιαι ὡς ποιοῦσαι. ὅτι γὰρ τὸ ποιοῦν τοῖς γινομένοις αἴτιον καὶ οὐ τὸ παράδειγμα, ἔδειξε διὰ τοῦ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι, ὧν οὔ φαμεν ἰδέας εἶναι, ὥσπερ τὰ τεχνητά· οἰκία γὰρ καὶ δακτύλιος οὐ πρὸς ἰδέαν. εἰ δὲ ταῦτα οὐ κωλύονται γίνεσθαι καὶ εἶναι καὶ μὴ οὐσῶν ἰδεῶν, διὰ τὸ εἶναι τὸ ποιητικὸν αἴτιον, οὐδὲ ἐκεῖνα ὧν φασιν ἰδέας εἶναι κωλυθήσεται εἶναί τε καὶ γίνεσθαι καὶ μὴ οὐσῶν τῶν ἰδεῶν. δι’ ἃς γὰρ αἰτίας γίνεται ἐκεῖνα ὧν οὐ λέγουσιν εἶναι ἰδέας, φημὶ δὲ τὰ τεχνητά, διὰ τὰς ὁμοίας αἰτίας ἔσται καὶ ἐκεῖνα, ὧν φασιν εἶναι ἰδέας, ἄνευ ἰδεῶν· ὡς γὰρ ἐκεῖνα κατὰ τέχνην γίνεται οὐ πρὸς ἰδέαν τινά, οὕτως καὶ τὰ. φύσει ἐστὶ κατὰ τὴν φύσιν χωρὶς παραδείγματος, ἀνάλογον ὄντος τοῦ μὲν γεννῶντος τῷ τεχνίτῃ, τοῦ δὲ θήλεος τὴν τῆς ὕλης χώραν ἐπέχοντος· τὰ μὲν γὰρ παραδείγματα ἄχρηστα μὴ ὄντος τοῦ ποιοῦντος πρὸς ταῦτα, τὸ δὲ ποιοῦν τι οὐ κεκώλυται ποιεῖν καὶ χωρὶς παραδείγματος, ὡς αὐτοὶ συγχωροῦσιν ἔχειν ἐπὶ τῶν τεχνητῶν. καὶ ταῦτα μὲν ὁ ’Αριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφος προσέχων τῷ δόγματι, μᾶλλον δὲ τῷ πατρὶ τοῦ δόγματος ἔλεγεν ὅτι τῶν φύσει ὑπάρχουσιν αἱ ἰδέαι, καὶ τῶν εἰδῶν· οὐ γὰρ τῶν καθ’ ἕκαστα, ἐπεὶ οὕτως ἄπειροί εἰσιν αἱ ἰδέαι· τῶν δὲ τεχνητῶν οὔ φαμεν εἶναι ἰδέας ἀλλὰ λόγους ἐν τῇ ψυχῇ τῶν ποιούντων. οὐκ ἠδύνατο οὖν φύσις ποιεῖν μὴ ἔχουσα ἐν ἑαυτῇ τοὺς δημιουργικοὺς λόγους, ὥσπερ οὐδ’ ὁ ἰατρὸς ἐποίει ὑγείαν μὴ ἔχων ἐν ἑαυτῷ τοὺς λόγους τῆς ὑγείας· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. p. 991b9 Ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτιοι ἔσονται; πότερον ὅτι ἕτεροι ἀριθμοί τὰ ὄντα. Ἔστιν ἔνστασις αὐτῷ πρὸς τὰς ἰδέας. λέγει οὖν πρὸς αὐτοὺς ὅτι οἱ ἀριθμοί, τουτέστι τὰ αἰσθητὰ πράγματα, καθὸ ἀριθμοὶ ὑπάρχουσιν, οὐδὲν ἀλλήλων διαφέρουσι· πῶς οὖν φατε τοὺς νοητοὺς ἀριθμοὺς παρακτικοὺς εἶναι τῶν αἰσθητῶν ἀριθμῶν; εἰ πάλιν τοὺς νοητοὺς ἀριθμοὺς ἀιδίους ὑποτίθεσθε, τοὺς δὲ αἰσθητοὺς φθαρτούς, οὐκ ἤδη διὰ τοῦτο, ἐπειδὴ ἀίδιοι ὑπάρχουσιν οἱ νοητοί, παρακτικοὶ ὑπάρχουσι τῶν τῇδε· καὶ ἡ ψυχὴ γὰρ ἀθάνατος καὶ ἀίδιος ὑπάρχει, καὶ ὅμως οὐκ ἔστι παρακτικὴ τῶν αἰσθητῶν. οὕτως οὖν φημι καὶ περὶ τῶν ἰδεῶν ὅτι κἂν ἀιδίους αὐτὰς ὑποθῶνται, οὐκ ἔχουσιν ἐνταῦθα συνάξαι ὅτι παρακτικαὶ ὑπάρχουσι· τὰ γὰρ παράγοντά τι κατὰ τὴν παραγωγὸν αὐτῶν δύναμιν παράγουσιν, οὐ κτὰ τὴν ἀιδιότητα. δειξάτωσαν οὖν τὸ τοιοῦτον ὑπάρχειν τοῖς εἴδεσιν. εἰ δὲ πάλιν φῶσι μὴ εἶναι ἀριθμοὺς τὰ αἰσθητὰ πράγματα ἀλλὰ λόγους ἐξ ἀριθμῶν συγκειμένους, ὥσπερ καὶ ὁ ’Εμπεδοκλῆς ἔλεγε περὶ τοῦ ὀστέου ὅτι ἐκ τοσῶνδε λόγων σύγκειται, οἷον πυρὸς μὲν ἔχει τοσόνδε, γῆς δὲ τοσόνδε, καὶ οὕτως ῥᾴδιόν ἐστι διελέγξαι αὐτούς. εἰ γὰρ λόγοι ὑπάρχουσι τὰ αἰσθητὰ πράγματα ἐξ ἀριθμῶν συγκείμενοι, ἵνα ὑποθώμεθα τὸν ἄνθρωπον συγκεῖσθαι ἐκ τοὐ λόγου τοῦ πυρὸς καὶ τῆς γῆς καὶ τῶν ἑξῆς, ὑπάρχουσι δὲ ὅμοια κατ’ αὐτοὺς τὰ αἰσθητὰ τοῖς νοητοῖς, φανερὸν ὅτι λόγοι ἔσονται καὶ τὰ νοητά· ὥστε καὶ σχέσις θεωρηθήσεται ἐν αὐτοῖς ὅπου γὰρ λόγος, ἐκεῖσε καὶ σχέσις ὑπάρχει), ὥσπερ ἐπὶ τῆς συμφωνίας φαμὲν τὸν ἐπίτριτον ἕτερον λόγον τοῦ φθόγγου καὶ τὸν ἡμιόλιον, οἷον, εἰ τύχοι, ὁ ἓξ πρὸς τὸν τέσσαρα ἡμιόλιον ἔχει λόγον, καὶ διὰ τοῦτο ὁ μέν ἐστι τετραπλάσιος, ὁ δὲ ἑξαπλάσιος· καὶ ὅτι τοῦ ἐπιτρίτου ἐλάττων κατ’ ἀριθμὸν καὶ τὸν μείζονα καὶ τὸν ἐλάττονα· καὶ τοῦ μέν, εἰ τύχοι, ἐστὶν ἐπίτριτος τοῦ δὲ ἐπιτέταρτος· ὁμοίως καὶ ἐπὶ τῆς διὰ πασῶν ἁρμονίας, ἥτις ἐστὶ καὶ κατακορεστάτη· ἔστι δ’ ὁ τοιοῦτος λόγος διπλάσιος. διὸ ἐάν τις πλαγίαν θείη τὴν κιθάραν, ἐμβάλοι δὲ κάρφος εἰς τὴν νευρὰν τὴν ἀποτελοῦσαν τὸν διπλάσιον λόγον, κρούσῃ δὲ πρὸς ἣν ἡ σχέσις, ἀποπάλλεται τὸ κάρφος· τοσαύτη ἐστὶν ἡ συμπάθεια, καίτοι ἄλλων καρφῶν, εἴπερ εἶεν, μὴ κινουμένων. εἰ τοίνυν λόγον ἔχουσι πρὸς ἄλληλα οἵ τε αἰσθητοὶ ἀριθμοὶ καὶ οἱ νοητοί, δῆλον ὅτι καὶ σχέσιν ἕξουσιν. εἰ δὲ σχήσουσι σχέσιν πρὸς ἄλληλα, φανερὸν ὅτι ὁμογενῆ εἰσιν ὥσπερ πατὴρ καὶ υἱός· εἰ δὲ τοῦτο, καὶ ὁμόυλα· ὥστε ἐν ὕλῃ ἔσονται τὰ νοητά, ὅπερ οὐδὲ αὐτοὶ βούλονται λέγειν. καὶ ταῦτα μὲν τὰ παρὰ Ἀριστοτέλους· ὁ δὲ ἥρως Ἀμμώνιος ὁ Πρόκλου μὲν γεγονὼς ἀκροατὴς ἐμοῦ δὲ Ἀσκληπιοῦ διδάσκαλος ἔλεγεν ὅτι συμβολικῶς ἐκεῖνοι ἔλεγον τὰς ἰδέας ἀριθμούς· οὔτε γὰρ τούτους τοὺς ψηφιζομένους, ἐπεὶ τῷ ὄντι εὐλόγως <ἂν> αὐτῶν ἐλαμβάνετο ὁ ’Αριστοτέλης, ἀλλ’ ἐπειδὴ οἱ ἀριθμοὶ περατοῦσι καὶ περιορίζουσι τὰ πράγματα ὧν εἰσιν ἀριθμοί, τοιαῦτα δὲ καὶ τὰ εἴδη περιοριστκὰ τῆς ὕλης, συμβολικῶς ἀριθμοὺς προσηγόρευσαν τὰς ἰδέας. διὸ καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητὰ ἀριθμοὺς ἔλεγον· ὥσπερ γὰρ λέγεται καὶ τὸ μέτρον ξέστης καὶ τὸ μετρούμενον, οὕτως ἔφασκον καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ ἀριθμούς, ἀλλὰ τὰ μὲν νοητὰ ἀριθμοὺς μετρητικούς, τὰ δὲ αἰσθητὰ ἀριθμοὺς μετρουμένους. p. 991b9 ἔτι εἴπερ εἰσὶν ἀριθμοί. Εἴ φατε ἀριθμοὺς εἶναι τὰ εἴδη, πῶς αἴτιοι ἔσονται τῶν αἰσθητῶν πραγμάτων; πότερον ὅτι καὶ τὰ ἐνθάδε, τουτέστι τὰ αἰσθητά, ἕτεροι ἀριθμοὶ ὑπάρχουσιν; οἷον ὅδε μὲν ὁ ἀριθμὸς ἄνθρωπος, ὁδὶ δὲ Σωκράτης, ὁδὶ δὲ Καλλίας. οὔτε οὖν ἐκεῖνοι οἱ ἀριθμοὶ οἱ νοητοὶ τούτοις αἴτιοι ὑπάρχουσιν· οὐ δὴ γάρ, εἰ τοὺς μὲν νοητοὺς ἀριθμοὺς ἀιδίους ὑποθώμεθα, τοὺς δὲ αἰσθητοὺς φθαρτούς, ἤδη διὰ τὸ ἀίδιον οἱ νοητοὶ παρακτικοὶ ὑπάρχουσι τῶν αἰσθητῶν, ὡς ἐν τῆ θεωρίᾳ μεμαθήκαμεν. εἰ δέ τις πάλιν ὑποθῆται ὅτι λόγοι ἀριθμῶν εἰσι τὰ ἐνταῦθα, οἷον συμφωνία τις, δῆλον ὅτι ὡς λόγοι ὄντες σχέσιν ἕξουσι πρὸς ἀλλήλους οἵ τε νοητοὶ ἀριθμοὶ καὶ οἱ αἰσθητοί· εἰ δὲ σχέσις, φανερὸν ὅτι καὶ ἕν τι ἔσονται, ὥστε καὶ ὁμόυλα, καθάπερ ἐδείξαμεν· ὥστε καὶ αὐτοὶ ἀριθμοὶ λόγοι τινὲς ἔσονται ἑτέρου πρὸς ἕτερον. οἷον εἰ ἔστι Καλλίας λόγος ἐν ἀριθμοῖς ἐκ πυρὸς καὶ ὕδατος καὶ γῆς· καὶ αὐτοάνθρωπος, τουτέστιν ἡ ἰδέα, εἴτε ἀριθμός τίς ἐστιν εἴτε καὶ οὔ, ὅμως ἔσται λόγος ἐν ἀριθμοῖς τινων ἡ ἰδέα καὶ οὐκ ἀριθμός· αὐτοὶ δὲ τὰς ἰδέας ἀριθμοὺς βούλονται · εἶναι. p. 991b9 Ἔτι εἴπερ εἰσὶν ἀριθμοὶ τὰ εἴδη, πῶς αἴτοι ἔσονται; Ὁ ἐξ Ἀφροδισιάδος ἐξηγητὴς οὕτως ἑρμηνεύει τὸ χωρίον. πειρᾶται καὶ κτὰ ταύτην τὴν δόξαν, καθ’ ἣν ἀριθμοὺς ἔλεγον τὰς ἰδέας, εὐθύνειν τὸν λόγον· εἰ γὰρ ἀριθμοὺς μὲν ἔλεγον αὐτὰς εἶναι, μὴ δύνανται δὲ ἀριθμοὶ εἶναι, δῆλον ὅτι οὐδὲ εἶεν ἄν κατ’ αὐτούς. ζητεῖ δὲ ὅτι, εἴπερ εἰσὶν αἱ ἰδέαι ἀριθμοί, πῶς αἴτιοι ἔσονται τοῖς ἐνθάδε; πότερον ὅτι καὶ τὰ ἐνθάδε εἰσὶν ἀριθμοὶ ὥσπερ καὶ αἱ ἰδέαι, ἕτεροι δὲ ἐκείνων τε δηλονότι ἀλλὰ καὶ ἀλλήλων, ὥσπερ κἀκεῖναι ἀλλήλων ἕτεραι, καὶ ἄλλος μέν ἐστιν ἀριθμὸς ἄνθρωπος, ἄλλος δὲ ἵππος, ἄλλος δὲ Πλατῶν καὶ ἄλλος Σωκράτης, ὡς κατὰ τὴν διαφορὰν τῶν ἀριθμῶν διαφέρειν ἀλλήλων τὰ ὄνια; ἀλλ’ εἰ τοῦτο, πῶς αἴτιοι ἐκεῖνοι οἱ ἀριθμοὶ <οἱ> τῶν ἰδεῶν τοῖς ἐνθάδε ἀριθμοῖς, ἐν οἷς ἐστι τὰ ὄντα, ἔσονται; εἰ γὰρ καὶ εἶεν ἴσοι οἱ ἐνταῦθα ἐκείνοις, ὡς εἶναι φέρε εἰπεῖν πεντάδα τόν τε αὐτοάνθρωπον καὶ τὸν αἰσθητόν, ἀλλὰ τὴν μὲν ἀίδιον πεντάδα τὴν δὲ μὴ ἀίδιον, πῶς ἐκείνη ἡ πεντὰς ταύτῃ τῇ πεντάδι αἰτία ἔσται τοῦ εἶναι; οὐ γὰρ δὴ οἱ ἴσοι ἀριθμοὶ ἀλλήλοις αἴτιοι τοῦ εἶναι· πῶς γὰρ ὅλως ἀριθμὸς ἀριθμῷ αἴτιος τοῦ εἶναι; p. 9911)13 Εἰ δὲ ὅτι λόγοι ἀριθμῶν τὰ ἐνταῦθα. Πρόκειται μὲν αὐτῷ δεῖξαι ὅτι <εἰ> αἱ ἰδέαι ἀριθμοί εἰσιν, οὐ δύνανἔστι τᾶι δὲ] αἴτιαι εἶναι τοῖς ἐνταῦθα. ὃ δεῖξαι βουλόμενος πρῶτον μὲν ἔλαβε τὸ καὶ τὰ ἐνθάδε, ἅ φασι πρὸς ἐκεῖνα γίνεσθαι, ἀριθμοὺς λέγεσθαι εἶναι ὑπ’ αὐτῶν ἴσους ἐκείνοις ἀιδίοις οὖσιν, οὐκ ὄντας αὐτοὺς ἀιδίους, καὶ ἔδειξεν ὅτι οὐδὲ ἴσοι ἀριθμοὶ τοῖς ἴσοις ἀριθμοῖς αἴτιοι εἶναι τοῦ εἶναι δύνανται, οὐδὲ εἰ οἱ μὲν εἶεν ἀίδιοι οἱ δὲ μή. νῦν οὖν πάλιν λαμβάνει τὰ ἐνταῦθα μὴ ἀριθμοὺς εἶναι λέγεσθαι ὑπ’ αὐτῶν, ἀλλ’ ἐν λόγῳ τινὶ ἀριθμῶν συνεστάναι, ὃ καὶ βούλονται λέγειν· καὶ δείκνυσιν ὅτι οὐδὲ οὕτως αἱ ἰδέαι καὶ ἐκεῖνοι οἱ ἀριθμοὶ αἴτιοι δύνανται εἶναι τοῖς ἐνθάδε οὖσιν ἐν ἀριθμῶν λόγῳ. βουλόμενος δὲ δεῖξαι τί ἐστι τὸ λέγειν λόγους ἀριθμῶν τὰ ἐνταῦθα εἶναι παρέθετο τὴν συμφωνίαν· καὶ γὰρ ἡ συμφωνία οὐκ ἀριθμός ἐστιν ἀλλὰ λόγος τις ἀριθμῶν, τουτέστι πράγματά τινα λόγον ἀριθμῶν πρὸς ἄλληλα ἔχοντα. τὸ γὰρ ἐν διπλασίῳ εἶναι ἐν λόγῳ ἀριθμῶν ἐστιν εἶναι, ὅπερ ἔχει ἡ διὰ πασῶν συμφωνία· ἐν ταύτῃ γὰρ αὐτῇ τὸ εἶναι, καὶ αὖ πάλιν ἄλλῃ ἐν ἡμιολίῳ καὶ ἄλλῃ ἐν ἐπιτρίτῳ, ἃ πάντα ἀριθμῶν εἰσι λόγοι. εἰ δὲ καὶ τὰ ὄντα πάντα λέγοι τις λόγους ἀριθμῶν εἶναι, οὐδὲ οὕτως αἴτιαι αἱ ἰδέαι καὶ οἱ ἀριθμοὶ ἐκεῖνοι τούτοις ἔσονται. εἰ γὰρ τοῦτο, οὐδὲ ἐκεῖναι ἀριθμοὶ ἔτι ἔσονται. εἰ γάρ εἰσι τὰ ἐνταῦθα λόγοι τινὲς ἀριθμῶν, δῆλον ὅτι ἔστι τινὰ ἐν αὐτοῖς, ἃ τὸν λόγον ἔχει τοῦτον ἐν ᾧ ἑκάστῳ αὐτῶν τὸ εἶναι, ὥσπερ ἡ συμφωνία λόγος ἀριθμῶν οὖσα ἔχει τι ὑποκείμενον καὶ φύσιν τινὰ ὑποκειμένην, ἧς ἀριθμός ἐστι καὶ λόγος ἡ συμφωνία, καὶ ἔστι τοῦτο οἱ φθόγγοι. εἰ δὲ καὶ τὰ πράγματα τὰ πρὸς τὰς ἰδέας λεγόμενα τὸ εἶναι ἔχειν ἐν λόγῳ ἀριθμῶν ἐστιν, ἔστι τι αὐτοῖς ὑποκείμενον, ὅπερ τὸν τῶν ἀριθμῶν λόγον ἀναδεχόμενον ποιὲ μὲν ἄνθρωπος γίνεται ποτὲ δὲ ἄλλο τι, κατὰ τοὺς διαφέροντας λόγους ἄλλοτε ἄλλο γινόμενον, ὡς αἱ συμφωνίαι τῇ τῶν ἐν τοῖς φθόγγοις λόγων ἑτερότητι. τοῦτο δὲ οὐκ ἄλλο τι εὑρεθήσεται ὂν ἢ τὸ ὑποκείμενον καὶ ἡ ὕλη, ἧς ἐν ἀριθμῷ καὶ ἐν λόγῳ τινὶ ἕκαστον ἔσται τῶν ὄντων, οἷον πυρὸς ἀέρος ὕδατος, ἢ ὅ τί ποι’ ἄν καὶ ᾖ τούτων· ἐν γὰρ τῷ τούτων λόγῳ πρὸς ἄλληλα τὸ εἶναι τοῖς ἐξ αὐτῶν καὶ εἰδοποιεῖσθαι. εἰ δὲ τοῦτο, δεήσει καὶ τὰς ἰδέας παραδείγματα τούτων οὔσας καὶ αὐτὰς λόγους ἀριθμῶν εἶναι καὶ οὐκ ἀριθμοὺς ἁπλῶς· εἰ γὰρ ὁ Καλλίας φέρε εἰπεῖν ἢ ὁ ἄνθρωπος ὡμοιωμένος τῇ ἰδέᾳ λόγος ἐν ἀριθμοῖς τισίν ἐστι πυρὸς καὶ γῆς καὶ· ὕδατος καὶ ἀέρος ἢ ἄλλων τινῶν ὑποκειμένων, ἔσται καὶ ἡ ἰδέα ἀριθμὸς εἶναι λεγόμενος ὁ αὐτοάνθρωπος, πρὸς ἣν ὁ ἄνθρωπος, λόγος ἐν ἀριθμοῖς, ἤτοι ἀριθμῶν αὐτῶν, εἰ εἴη τοῦτο ὑποκείμενον ἐν αὐτοῖς, ἢ ἄλλου τινὸς ὅ τί ποτ’ ἄν ᾖ ἐν αὐτοῖς· τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἴτε ἀριθμός. οὐ γὰρ δὴ ὁ ἀριθμὸς αἴτιος τοῦ ἐν ἀριθμῶν λόγῳ εἶναι· ἐν γὰρ τῷ αὐτῷ ἀριθμῷ διαφέροντες γίνονται οἱ λόγοι· ἐν γάρ τῷ ἓξ καὶ ὁ διπλάσιος καὶ ὁ ἡμιόλιος. εἰ δὲ τοῦτο, οὐκ ἀριθμὸς ἁπλῶς ἡ ἰδέα· οὐ γάρ ἐστι ταὐτὸν ἀριθμός τε καὶ λόγος ἐν ἀριθμοῖς· οὐδέ ἐστιν ἄρα τις αὐτοαριθμὸς ἡ ἰδέα. ***ὁ ἔχουσιν ἐν λόγῳ ἀριθμῶν. οὗτος δὲ ὁ λόγος πρῶτον μὲν ἀναιρεῖ τὸ εἶναι ἀριθμοὺς τὰς ἰδέας,. ἔπειτα καὶ συνθέτους δείκνυσιν αὐτάς, οὐχ ἁπλάς. εἰ γάρ εἰσι λόγοι ἀριθμῶν, ἐκ πλειόνων τε ἔσονται καὶ ἔσται αὐταῖς ὑποκείμενόν τι, οὗ ἐν λόγῳ ἀριθμῶν τὸ εἶναι αὐτῶν ἑκάστῃ. ἀκολουθήσει τε τούτοις μηδὲ εἶναί τινα ἀριθμόν· εἰ γὰρ μὴ ἔστιν αὐτοάριθμος, οὐδ’ ἂν ἀριθμὸς εἴη, †οὐδ’ εἴ γε τῶν ὄντων πρὸς παράδειγμα ἀριθμός. ἀλλὰ μὴν μὴ ὄντος ἀριθμοῦ οὐδὲ λόγος ἀριθμῶν εἴη ἄν, ὥστε οὐδ’ ἐν λόγῳ ἀριθμῶν οἷόν τε λέγειν αὐτοῖς τὰ ὄντα εἶναι. τὸ δὲ οὐδ’ ἔσται τις διὰ ταῦτα ἀριθμὸς ἴσον ἂν εἴη τῷ οὐδὲ ἔσται διὰ ταῦτα ἡ ἰδέα ἀριθμός, ἐπεὶ μὴ τὸ ἐν λόγῳ ἀριθμῶν ὂν ἀριθμός. p. 9911)21 Ἔτι ἐκ πολλῶν ἀριθμῶν εἷς ἐριθμὸς γίνεται. Φησὶν ὅτι δυνατόν ἐστιν ἐκ πολλῶν ἀριθμῶν γενέσθαι ἕνα ἀριθμόν, οἷον ἐκ πολλῶν μονάδων τὸν ἑκατόν, ἐξ εἰδῶν δὲ πολλῶν συνθέτων ἓν εἶδος οὐ γίνεται· ὥστε οὐ καλῶς φασι τὰς ἰδέας ἀριθμούς. †ἐκ γὰρ ἡμιόνου καὶ ἵππου οὐκ ἄν ποτε γένοιτό τι εἶδος ἕτερον, ὥς φησι καὶ Πορφύριος ἐν ταῖς Εἰσαγωγαῖς, ἐκ μέντοι ἵππου καὶ ἡμιόνου δυνατόν, ἐκ δὲ ἵππου μονου οὐ δύνατον. p. 991b22 Εἰ δὲ μὴ ἐξ αὐτῶν ἀλλ’ ἐκ τῶν ἀριθμῶν. Ἰστέον ὅτι ἐκ τοῦ ἑπτὰ καὶ τρία οὐδὲν γίνεται· ἕκαστος γὰρ ἀριθμὸς φυλάττει τὸ οἰκεῖον εἶδος, καὶ οὐδέποτε φθείρεται οὔτε ὁ ἑπτὰ καθὸ ἑπτὰ οὔτε ὁ τρία. ἡ οὖν σύνθεσις ἐκ τῶν μονάδων γίνεται. φησὶν οὖν ὅτι αἱ μονάδες αὗται, ἐξ ὧν συντίθεται ὁ ἀριθμός, πότερον ὁμοειδεῖς ὑπάρχουσιν ἢ ἀνομοειδεῖς; εἰ μὲν οὖν φῶσιν ἀνομοειδεῖς αὐτὰς εἶναι παρὰ τὰ δοκοῦντα αὐτοῖς λέγουσιν· ἡ γὰρ μονὰς πρὸς τὸ σημεῖον, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, θέσει καὶ μόνῃ διαφέρει, αὐτοὶ δὲ ταύτας τὰς ἰδέας οὐχ ὑποτίεἴτε θενται θέσιν ἔχειν, εἴ γε καὶ νοητὰς αὐτὰς εἶναι πρεσβεύουσιν. ὥστε οὐ δυνατὸν εἶναι τὰς μονάδας κατ’ αὐτοὺς ἀνομοειδεῖς· οὐδὲν γὰρ ἀλλήλων διαφέρουσι, καθὸ νοηταὶ ὑπάρχουσιν. εἰ δὲ. πάλιν φῶσιν αὐτὰς ὁμοειδεῖς εἶναι, δῆλον ὅτι πλῆθος μὲν γίνεται ἐκ τῆς συνθέσεως αὐτῶν, διάφορα δὲ εἴδη οὐ γίνονται· καὶ ἔσται ταὐτὸν ἄνθρωπος καὶ ἵππος κατὰ τὸ εἶδος, ὅπερ ἐστὶν ἀδύνατον. εἰ δέ φασιν ἐκ μὲν τῆς τριάδος γίνεσθαι τὸν ἵππον, ἐκ δὲ τῆς τετράδος τὸν ἄνθρωπον, ἐὰν προστεθῇ μία μονάς, γίνεται ἐξ ἵππου ἄνθρωπος, ὅπερ ἐστὶν ἀδύνατον. κ· αὶ ἐνταῦθα μὲν οὐ λέγει τὰ ἄτοπα τὰ ἐπακολουθοῦντα, ἅπερ ἡμεῖς εἰρήκαμεν ἀλλ’ ἐν τῷ Μ· ἀντιλέγει γὰρ ἐκεῖσε ταῖς ἰδέαις. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ Πλατῶν, ὡς πολλάκις εἴρηται, συμβολικῶς πάντα ταῦτα ἐπρέσβευε καὶ ἐκάλει ἀριθμοὺς ὡς μετρητικοὺς καὶ συστατικοὺς τῆς ὕλης· τὰ γὰρ εἴδη ἐκεῖθεν προέρχονται καὶ καταλάμπουσι τὴν ὕλην καὶ ὁρίζουσιν αὐτὴν ἀόριστον οὖσαν. p. 991b22 Εἰ δὲ μὴ ἐξ αὐτῶν. Φησὶν ὅτι εἰ μὴ γίνεται ἡ σύνθεσις ἐξ αὐτῶν, τουτέστιν ἐκ τοῦ ἑπτὰ καὶ τοῦ τρία, διότι οὐκ ἀπολλύουσι τὰ οἰκεῖα εἴδη, ὡς εἴρηται, ἀλλ’ ἐκ τῶν ἀριθμῶν, τουτέστιν ἐκ τῶν μονάδων, ἐστὶν ἡ σύνθεσις γράφεται δὲ ἐκ τῶν ἀριθμῶν, ἵνα δηλώσῃ τὸ ἐκ τῶν λόγων τοῦ ἀριθμοῦ), οἷον ἐν τῇ μυριάδι, ὥς φησιν αὐτός, πῶς ἔχουσιν αἱ μονάδες; εἴτε γὰρ ὁμοειδεῖς, πολλὰ ἄτοπα συμβήσεται, ὡς εἴρηται, εἴτε μὴ ὁμοειδεῖς, μήτε αἱ αὐταὶ ἀλλήλαις μήτε δὲ αἱ ἄλλαι πᾶσαι πάσαις· ἀπαθεῖς γὰρ οὖσαι αἱ μονάδες, τίνι διοίσουσιν ἀλλήλων; οὔτε γὰρ αὐτῶν αἱ μὲν λευκαὶ ὑπάρχουσιν αἱ δὲ μέλανες. ὥστε οὔτε εὔλογά φασιν οὔτε δὲ τῇ νοήσει ὁμολογούμενα. δείκνυσιν οὖν ὅτι οὐχ ὑπάρχουσιν αἱ ἰδέαι ἀριθμοὶ καὶ διὰ τοῦ ἐκ μὲν πολλῶν ἀριθμῶν συντιθεμένων γίνεσθαι ἕνα ἀριθμόν τὰ γὰρ τρία καὶ τέσσαρα συντεθέντα ἀλλήλοις ποιεῖ τὸν ἑπτὰ ἀριθμόν), ἐξ εἰδῶν δὲ πλειόνων συντεθέντων ἓν εἶδος οὐ γίνεται· οὐ γὰρ τὸ τοῦ ἀνθρώπου εἶδος καὶ τὸ τοῦ κυνός, ἐὰν οὕτω τύχοι, συντεθέντα ἕν τι εἶδος ποιεῖ. οὐ γὰρ ἐπειδὴ ἐν τῷ ἀνθρώπῳ τὸ ζῷον περιέχεται, σύνθετος ὁ ἄνθρωπος ἔκ τε ζῴου καὶ ἄλλου εἴδους· οὔτε γὰρ τὸ ζῷον καθ’ αὑτό τι ὑφεστὼς εἶδός ἐστιν, οὔτε ὁ ἄνθρωπος χωρὶς τοῦ. ζῴου εἶναι ἄνθρωπος δύναται, ἀλλ’ ἔστιν ἑκάστου τῶν ἐν ὑποστάσει ζῴων τὸ ζῷον μόριον. ἕκαστος δὲ τῶν ἀριθμῶν μέρος τοῦ ὅλου γίνεται σωζόμενος ὁ αὐτός· ὥστε οὐκ ἄν εἶεν ἰδέαι οἱ ἀριθμοί. εἰ δέ τις λέγοι καὶ τῶν ἰδεῶν ἑκάστην ἐκ πλειόνων ἰδεῶν εἶναι, οἷον τὸν ἄνθρωπον ἐκ ζῴου καὶ δίποδος φέρε εἰπεῖν, πρῶτον μὲν οὐχ ἁπλαῖ αἱ ἰδέαι αὐτῶν ἔσονται ἀλλὰ σύνθετοι, ἔπειτα αἱ μὲν πρῶται αὐτῶν αἱ δὲ δεύτεραι· πρῶτον γὰρ τὸ τοῦ ζῴου εἶδος, ἔπειτα τὸ τοῦ ἀνθρώπου ἢ ἵππου. ἔτι ἐπὶ μὲν τῶν ἀριθμῶν ἐκ πάντων τῶν διαφερόντων συντεθέντων εἷς ἀριθμὸς γίνεται, ἐπὶ δὲ τῶν ἰδεῶν ἀδύνατον τοῦτο· οὐ γὰρ πάντα τὰ διαφέροντα εἴδη ἕν τι ποιεῖ συντεθέντα, οἷον ἵππος καὶ κύων. ἔτι τὰ μὲν συντεθέντα ἰδίᾳ προυπάρχοντα συντίθενται· οὐχ οἷόν τε δὲ ἄνθρωπον καὶ ζῷον κεχωρισμένα ἢ λαβεῖν ἤγουν ἐπινοῆσαι. p. 991b22 εἶδέ μὴ ἐξ αὐτῶν ἀλλ’ ἑκτῶν ἀριθμῶν. Εἴ τις, φησί, λέγοι διὰ τοῦτο μὴ ἐκ τῶν εἰδῶν αὐτῶν συντιθεμένων ἓν εἶδος γίνεσθαι, ὅτι μηδ’ ἐπὶ τῶν ἀριθμῶν συμβαίνει τῶν ἀριθμῶν συντιθεμένων ἕνα γίνεσθαι ἀριθμόν, ἀλλὰ τῶν μονάδων πᾶς γὰρ ἀριθμὸς ἐκ μονάδων συνθέσεως, οὐ τριάδων ἢ τετράδων, ὡς ἀνωτέρω ἐδείξαμεν, οἳ ἤδη εἰσὶν ἀριθμοί, ἡ τριὰς καὶ ἡ τετράς· καὶ γὰρ ἡ μυριὰς ἐκ μονάδων σύγκειτ· αι, οὐ χιλιάδων ἢ ἑκατοντάδων · εἰ δὲ καὶ τοῦτο, ἀλλὰ τάς γε ἰδέας μὴ κατὰ τοῦτο ἐοικέναι τοῖς ἀριθμοῖς, καθὸ γίνεται ἐξ ἐκείνων εἷς ἀριθμός, ἀλλὰ καθ’ ὅσον ἐκ μονάδων σύγκεινται), ἄξιον παρ’ αὐτῶν μαθεῖν, πότερον αἱ μονάδες ἐξ ὧν αἱ ἰδέαι συντιθέμεναι ὁμοειδεῖς ὑπάρχουσιν, ἢ οὔ. εἰ γὰρ πᾶσαι αἱ μονάδες ὁμοειδεῖς, τί δήποτε αἱ μὲν ἰδέαν ποιοῦσι κατ’ αὐτοὺς αἱ δὲ οὔ; ὥστε πᾶς ἀριθμὸς ἰδέα ἔσται, καὶ οὐδὲν διοίσουσιν ἀλλήλων τὰ ἐξ ἐκείνων γινόμενα. εἰ οὖν ὁμοειδεῖς ἀλλήλαις ὑπάρχουσι, κατ’ οὐδὲν ἄλλο διοίσουσιν ἢ κατὰ πλῆθος μονάδων· οὕτως δὲ 〈καὶ τὰ〉 μετασχόντα αὐτῶν ἀλλήλοις ὁμοειδῆ ἔσονται. ἀλλὰ τὸ λογικὸν καὶ τὸ ἄλογον οὐ δοκοῦσιν ἀλλήλων πλήθει διαφέρειν ἀλλὰ ποιότητι. εἰ γὰρ εἴποιεν ὅτι τὸ λογικὸν μιᾷ μονάδι ὑπερέχει τοῦ ἀλόγου, ἐὰν προστεθῇ ἡ μία μονάς, ἔσται τὸ ἄλογον λογικόν, ὅπερ ἀδύνατον. εἰ δὲ ἀνομοειδεῖς λέγοιεν αὐτάς, αὐτὸς ἐπιφέρει τὰ ἄτοπα. εἰ γὰρ μήτε ἐκεῖναι ἀλλήλαις ὁμοειδεῖς μήτε πᾶσαι πάσαις μηδὲ αἱ αὐταὶ κατὰ τὸ εἶδος τούτου γὰρ δηλωτικὸν τὸ μηδὲ αἱ αὐταί), ἀλλ’ ἔστι τις ἐν αὐταῖς διαφορά, ὡς τάσδε μὲν εἶναι ἰδεῶν ποιητικὰς τὰς δὲ μή, τίς ἔσται αὐταῖς διαφορὰ ἀπαθέσι τε οὔσαις; οὔτε γὰρ αἱ μὲν λευκαὶ αἱ δὲ μέλανες. θέσιν δὲ οὐ δυνατὸν εἰπεῖν, ἐπεὶ οὕτως σημεῖα λέγουσι τὰς μονάδας· ἄλλως τε δὴ τὰ νοητὰ θέσιν ἔχειν οὐ βούλονται· p. 991b27 Ἔτι δὲ ἀναγκαῖον ἑτερόν τι γένος ἀριθμοῦ κατασκευάζειν. Παραλελοίπασι καὶ τὰς ἀρχὰς τὰς μαθηματικάς· μόνα γὰρ ὑποτίθενσυντιθέμενα τᾶι νοητὰ καὶ αἰσθητά· οὐδὲν οὖν περὶ τῶν μαθηματικῶν εἰρήκασι. λέγομεν οὖν ἡμεῖς πρὸς αὐτὸν ῾καίτοι αὐτός, ὦ Ἀριστότελες, ἐγκαλεῖς αὐτοῖς ὡς διατρίψασι περὶ τὰ μαθήματα καὶ μὴ φροντίσασι φυσικῆς θεωρίς, ὡς εἴρηται ἐν τῷ πρώτῳ τῶν Περὶ ψυχῆς· καὶ προϊὼν δὲ τοῦτο ἐγκαλεῖς αὐτοῖς. ᾿εἰδέναι γὰρ χρὴ ὅτι ἐπειδὴ μέσην τάξιν ἀνεδέξατο ἡ ψυχὴ καὶ ποτὲ μέν ἐστιν ἐν τοῖς νοητοῖς ποτὲ δὲ ἐν τοῖς αἰσθητοῖς, ἐδεήθη καὶ φαντασίας, ἵνα δι᾿ αὐτῆς φυλάττῃ τοὺς τύπους τῶν αἰσθητῶν. χρεία οὖν ἐστι μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως· ἀπὸ γὰρ τῶν μαθημάτων ἄνιμεν ἐπὶ τὰ νοητά. οὔτε γὰρ ἀμέσως δυνατόν ἐστιν ἀπὸ τῶν φυσικῶν ἐπὶ τὰ νοητὰ ἀνελθεῖν· οὔτε γὰρ δεῖ κατὰ τὸ εἰρημένον ὑπερβάθμιον πόδα ἀποτείνειν. διὰ τοῦτο οὖν καὶ διφόρους ἐνεργείας προβάλλεται πρὸς τὸ ἀμφίβιον τῆς ζωῆς αὐτῆς, ποτὲ μὲν νοερῶς ποτὲ· δὲ μετὰ αἰσθήσεως ἐνεργοῦσα· ἔχει δὲ καὶ φαντασίαν, ἥτις τῶν μερικῶν ἀντιλαμβάνεται· τὰ γὰρ καθόλου φαντασθῆναι τῶν ἀδυνάτων ἐστίν. ὥσπερ οὖν ἡ ψυχὴ μεταξύ ἐστι τῶν ἀιδίων καὶ φθαρτῶν, οὕτως καὶ τὰ μαθήματα μεταξὺ τῶν πάντῃ χωριστῶν εἰδῶν τῆς ὕλης καὶ τῶν ἀχωρίστων τῇ ἐπινοίᾳ χωρίζομεν. τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὅτι ἔδει αὐτοὺς καὶ ἕτερον γένος ἀριθμοῦ κατασκευάζειν, περὶ ὃ ἡ ἀριθμητικὴ καταγίνεται, τουτέστι τὰ μαθήματα. καὶ πάντα τὰ μεταξὺ λεγόμενα, τουτέστι τὰ μαθήματα, ὑπὸ τίνων ἐστὶν ἀρχῶν ἤγουν ἐκ τίνων καὶ ποῖαι ἀρχαὶ τῶν μαθημάτων ὑπάρχουσιν. εἰπεῖν δὲ ἔδει αὐτοὺς καὶ δι᾿ ἣν αἰτίαν μεταξύ ἐστι (τὰ μαθήματα γὰρ μεταξύ), εἰ μὴ ἐκ τῶν αὐτῶν ἐξ ὧν καὶ αἱ ἰδέαι καὶ ὁ εἰδητικὸς ἀριθμός, ἅτινα πάντων ἀρχὰς ὑπέθεντο. †τίνων κατὰ κοινωνίαν τινὰ καὶ οἰκειότητα μεταξύ τί ἐστι· ταῦτα δὲ ἑτέρου γένους καὶ ἑτέρας ὄντα φύσεως πῶς ἄν ἔτι μεταξὺ εἴη τῶν ἰδεῶν καὶ τῶν πρὸς αὐτὰς λεγομένων τὸ εἶναι ἔχειν, τῶν αἰσθητῶν καὶ τῶν νοητῶν; p. 991b 31 Ἔτι αἱ μονάδες αἱ ἐν τῇ δοάδι. Ἕτερον ἔγκλημα ἐπιφέρει αὐτοῖς, καί φησιν ὅτι τὴν δυάδα ἀρχὴν ὑποτίθενται, καὶ λέγοντες αὐτὴν εἶναι ἀρχὴν ἑτέραν ἀρχὴν ποιοῦσιν αὐτῆς τὴν μονάδα (ἐκ γὰρ τῶν δύο μονάδων σύγκειται ἡ δυὰς κατ᾿ αὐτούς), ὥστε ἡ ἀρχὴ ἐξ ἀρχῶν ἔσται. λέγομεν οὖν αὖθις πρὸς τοῦτο ὅτι εἰ τῷ ὄντι οὕτως ἀριθμὸν ἔλεγον τὴν δυάδα, καλῶς ἐλαμβάνετο ὁ Ἀριστοτέλης· νῦν δὲ συμβολικῶς λέγουσι τὴν δυάδα ἀρχὴν τῶν μεριστῶν πάντων, ἐπειδὴ πρώτη ἀρχὴ τοῦ μερίζεσθαί ἐστιν ἡ δυάς. τοῦτο οὖν φησιν ὅτι αἱ μονάδες αἱ ἐν τῇ δυάδι ὑπάρχουσαι ἑκατέρα αὐτῶν ἐκ μονάδος ὑπάρχει, ἐπειδὴ προτέρα τῆς δυάδος ἡ μονάς· καίτοι ἀδύνατον τῆς ἀρχῆς ἀρχὴν εἶναι. p. 992a1 Ἔτι διὰ τί ἓν ὁ ἀριθμὸς συλλαμβανόμενος. Φησὶν ὅτι ὁ ἀριθμὸς συνεχές ἐστι, τὴν δὲ συνέχειαν ταύτην ἔχει ἐκ τῆς ἑνάδος· ὥστε πρώτου ἀριθμοῦ ἡ ἑνάς ἐστιν ἀρχὴ καὶ οὐκ ἀριθμός, τελες, καὶ τὰ δοκοῦντα αὐτοῖς λέγεις· τὴν γὰρ τῶν πάντων ἀρχὴν τὴν ἑνάδα ὑποτίθενται καὶ αὕτη ἐστὶν ἡ διὰ πάντων τῶν ὄντων διήκουσα. p. 992a2 Ἔτι πρὸς τοῖς εἰρημένοις εἴπερ εἰσὶν αἱ μονάδες διάφοροι. Εἴ φατε ταύτας τὰς μονάδας εἶναι διαφόρους ἐξ ὧν τὰ ἄλλα πάντα γεννᾶτε, ἐχρῆν ὑμᾶς οὕτως λέγειν ὥσπερ λέγουσιν οἱ τὰ στοιχεῖα τέσσαρα ἤγουν δύο ὑποτιθέμενοι· καὶ γὰρ τούτων ἕκαστος οὐ τὸ κοινὸν λέγει στοιχεῖον, οἷον ὅτι ἐκ σώματος ταῦτα πάντα, ἀλλὰ πῦρ καὶ γῆν, εἴτε τῷ ὄντι ἔστι τι σῶμα κοινὸν αὐτὸ καθ’ αὑτὸ ὑφεστὼς ἄποιον, εἴτε μή, ὅπερ ἐστὶν ἀληθές. ἐχρῆν μὲν οὖν καὶ τούτους ὁμοίως ὁρίσαντας ἕν τι, ὥσπερ οἱ σῶμά τι τὸ στοιχεῖον λέγοντες, τοῦτο ἀρχὴν ὑποθέσθαι· νῦν δὲ ἁπλῶς τὸ ἓν λέγουσιν ἀρχήν, οὐχ ὡς πολλῶν οὐσῶν τῶν μονάδων καὶ κεχωρισμένων ἀλλήλων καὶ τοῦ ἑνὸς κατηγορουμένου κοινῶς κατ’ αὐτῶν, ἀλλ’ ὡς ὅλου τινὸς οὔσης τῆς μονάδος καὶ ἑνὸς καὶ ὁμοιομεροῦς καὶ μόρια ἔχοντος ὅμοια αὐτῷ τὰς μονάδας, ὡς τὸ πῦρ καὶ τὸ ὕδωρ· καὶ γὰρ τούτων ἑκάτερον ἕν τι ὁμοιομερές· τὰ γὰρ μόρια τοῦ ὕδατος ὅμοια τῷ ὅλῳ. p. 992a8 Εἰ δὲ οὕτως, οὐκ ἔσονται οὐσίαι οἱ ἀριθμοί. Τουτέστιν εἰ δὲ οὕτως λέγοιεν τὸ ἓν καὶ ὁμοιομερές τι, οὐκέτι αὐτοῖς οἱ ἀριθμοὶ οὐσίαι καὶ ἰδέαι ἔσονται ἀλλ’ ὑποκείμενον καὶ ὑλικά τοιαῦτα γὰρ τὰ ὁμοιομερῆ), καὶ ἔτι τὸ ὅλον οὐκ ἔσται τῶν αὐτοῦ μερῶν ἰδέα. ἔτι τε οὐσία ἑκάστου κυρίως τὸ εἶδος, οἱ δὲ ἀριθμοὶ ὕλης οὐκ εἴδους λόγον ἕξουσι. δύναται δὲ καὶ οὕτως τις εἰπεῖν· εἰ δὲ λέγοιεν τὸ ἓν τοιοῦτον εἶναι ὡς φύσιν τινὰ μίαν, ὡς τὸ πῦρ, ὡς τὸ ὕδωρ, καὶ τοιοῦτον ὂν ἀρχὴν εἶναι, οὐκέτι αὐτοῖς ἔσονται οὐσίαι τε καὶ ἰδέαι καὶ ἀρχαὶ οἱ ἀριθμοί· οὐ γὰρ ἐκ τῆς τοῦ τοιούτου ἑνὸς συνθέσεως ὁ ἀριθμός· ἓν γάρ τι καὶ τὸ αὐτὸ γίνεται ἐκ τῆς τούτων συνθέσεως. εἴπερ οὖν ἔστι τι ἓν αὐτὸ καὶ τοῦτό ἐστιν ἀρχή, πλεοναχῶς λέγεται τὸ ἕν · ἄλλως γὰρ ἀδύνατον. οὔτε γὰρ ὡς γένος πλεοναχῶς λέγεται οὗτε ὡς ὅμοιον, ἀλλ’ ὡς ὁμώνυμον · εἰ δὲ τοῦτο, οὐκέτι παράδειγμα. λέγομεν οὖν ὅτι τῷ ὄντι καὶ καλῶς λέγεις, καὶ πλεοναχῶς λέγεται τὸ ἕν · πάντα γὰρ λέγεται μετέχειν τῆς ἑνάδος καὶ διὰ τοῦτο καὶ ἓν λέγεται. εἰ τοίνυν ἁπλῶς λέγοντες τὸ ἓν οὕτως λέγουσιν ὡς ὁμοειδῶν καὶ ἀδιαφόρων οὐσῶν πασῶν τῶν μονάδων τοῦτο γὰρ ἐσήμανε διὰ τοῦ εἰπεῖν ὡς ὄντος τοῦ ἑνὸς ὥσπερ πυρὸς ἢ ὕδατος ὁμοιομεροῦς· τὸ γὰρ μὴ διαφέρον τῶν μονάδων καὶ ὁμοειδὲς διὰ τοῦ ὁμοιομερὲς εἰπεῖν ἔδειξεν), ἀλλ’ εἰ οὕτως ἔχοιεν αἱ μονάδες, οὐκ ἄν εἶεν ἔτι οὐσίαι οἱ ἀριθμοί, τουτέστιν αἰ ἰδέαι· περὶ γὰρ ἐκείνων τῶν ἀριθμῶν λέγει. εἰ γὰρ ὁμοειδεῖς πᾶσαι αἱ μονάδες, ὡς ὁ παρ’ ἡμῖν ἀριθμὸς οὐκ ἔστιν οὐσία, οὕτως οὐδ’ ἄν ἐκεῖνος εἴη ὁ ἐξ ὁμοιειδῶν τούτῳ τῷ ἀριθμῷ τῶν μονάδων συγκείμενος. ἀλλὰ δῆλον ὅτι οὐχ οὕτως λέγουσιν, ἀλλ’ ἔστι κατ’ αὐτοὺς ἕν τι αὐτὸ οὐχ ὁμοειδὲς τοῖς ἄλλοις, καὶ τοῦτο ἀρχή· εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς αἱ μονάδες, ἀλλὰ πλεοναχῶς τὸ ἓν λέγεται· ἄλλως γὰρ ἀδύνατον τὸ ἓν τὴν ἀρχὴν λέγειν. ὥστε ἐχρῆν αὐτοὺς ποῖον λέγουσιν ἀρχὴν ὡρικέναι. ἔπειτα δὲ εἰ μὴ ὑπάρχουσιν ὁμοειδεῖς, ἕπεται ἄπορον, τίς ἡ τῶν μονάδων διαφορά. p. 992a10 Βουλόμενοι δὲ τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχάς. Βουλόμενοι ὑμνεῖν τὴν δυάδα ὡς ἀρχὴν οὖσαν καὶ τὰς οὐσίας τῶν πραγμάτων ἀνάγειν εἰς αὐτήν, φασὶν οὕτως ὅτι τὰ μήκη ἐστὶν ἐκ βραχέος καὶ μακροῦ· τὰς δὲ ἐπιφανείας ἐκ πλατέος καὶ στενοῦ, τὰ δὲ στερεὰ ἐκ βαθέος καὶ ἐπιπολαίου. ταῦτα δὲ οὐχ ὑπάρχουσιν ὑπάλληλα γένη. φανερὸν <οὖν> ὅτι οὐ θεωρηθήσονται ἐν ἀλλήλοις· τὰ γὰρ ὑπάλληλα γένη ἅμα θεωροῦνται ὡς τὸ ἔμψυχον καὶ τὸ ζῷον. τὸ γοῦν μακρὸν καὶ βραχὺ ὑπὸ ἄλλο γένος τελεῖ καὶ τὸ στενὸν καὶ πλατὺ καὶ βαθὺ καὶ τὸ ἐπιπόλαιον· ὥστε οὐ δυνατόν ἐστι κατ’ αὐτοὺς τὸ ἐπίπεδον θεωρεῖσθαι ἐν τῷ στερεῷ οὔτε δὲ τὴν γραμμὴν ἐν τῷ ἐπιπέδῳ, ὥσπερ οὐδὲ ὁ ἀριθμὸς ὑπάρχει ἐν αὐτοῖς, ὅτι τὸ μὲν πολὺ καὶ ὀλίγον ἐπὶ ἀριθμοῦ λέγεται, τὸ δὲ βαθὺ καὶ ἐπιπόλαιον ἐπὶ σώματος, καὶ οὐ λέγομεν τὸν ἀριθμὸν ὑπάρχειν ἐν τῷ σώματι, διότι ὑπὸ ἄλλο ἐστὶ γένος τὸ πολὺ καὶ τὸ ὀλίγον ὑπὸ τὸ διωρισμένον, τὸ δὲ βαθὺ καὶ ἐπιπόλαιον ὑπὸ τὸ συνεχές. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· ὁ δὲ ἡμέτερος φιλόσοφός φησι πρὸς αὐτὸν ὅτι θεωροῦνται ταῦτα ἐν ἀλλήλοις οὐχ ὡς ὑπάλληλα γένη ἀλλ’ ὡς δεκτικὰ ἀλλήλων· δεκτικὴ γὰρ ἡ μὲν ἐπιφάνεια τῶν γραμμῶν, τὰ δὲ σώματα τῶν ἐπιφανειῶν, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ἀριθμοὺς θεωρεῖσθαι ἐν τοῖς μεγέ- θεσι. λέγομεν γὰρ δέκα μεγέθη οὐχ ὡς ὑπάλληλα γένη ἀλλ’ ὅτι δεκτικόν ἐστι τὸ μέγεθος τῶν ἀριθμῶν. ἐπὶ μὲν γὰρ τοῦ μεγέθους θεωρεῖται τὸ μέγα καὶ τὸ μικρόν, ἐπὶ δὲ τοῦ ἀριθμοῦ τὸ πολὺ καὶ τὸ ὀλίγον· ταῦτα δὲ οὐχ ὁ· μογενῆ ὑπάρχουσιν, ἀλλὰ τὸ μέν ἐστι τοῦ συνεχοῦς τὸ δὲ τοῦ διωρισμένου. βουλόμενοι οὖν, φησί, τὰς οὐσίας ἀνάγειν εἰς τὰς ἀρχὰς μήκη μὲν τίθεμεν (ὡς τοῦ αὐτοῦ διδασκαλείου ὑπάρχων) ἐκ μακροῦ καὶ βραχέος. ἀρχαὶ οὖν αὐτῶν τὸ μέγ. α καὶ τὸ μικρόν· ταύτην γὰρ ἔλεγον τὴν ἀόριστον εἶναι δυάδα. εἰς ταύτην οὖν θέλοντες πάντα ἀνάγειν τοῦ μὲν μήκους ἀρχὴν ἔλεγον τὸ βραχὺ καὶ τὸ μακρόν, ὡς ἐκ μακροῦ τινος καὶ βραχέος τὴν γένεσιν ἔχοντος τοῦ μήκους, ἅπερ ἐστὶ μέγα καὶ μικρόν, τοῦ δὲ στερεοῦ τό τε βαθὺ καὶ ταπεινόν, ὄντα καὶ αὐτὰ μέγα καὶ μικρόν. εἰπὼν δὲ ταῦτα καὶ ἐκθέμενος τὴν δόξαν αὐτῶν ἐπὶ τούτοις ἐπιφέρει τὸ ἄτοπον λέγων καὶ πῶς ἕξει τὸ ἐπίπεδον γραμμήν, ἢ τὸ στερεὸν γραμμὴν ἢ ἐπίπεδον; ἔστι δὲ τοιοῦτον τὸ λεγόμενον. τοῦ μὲν σώματος, ὅπερ στερεόν ἐστι, πέρας ἡ ἐπιφάνεια, ὅπερ ἐπίπεδον εἶπε, καὶ τοῦ ἐπιπέδου πέρας ἡ γραμμή, ὅπερ μῆκος γίνεται· ὥστε καὶ ἐν τῷ ἐπιπέδῳ τὸ μῆκός ἐστι καὶ ἐν τῷ στερεῷ τὸ ἐπίπεδον. λέγεται οὖν τὸ μὲν σῶμα βάθος ἔχειν καὶ πλάτος καὶ μῆκος, ἡ δὲ ἐπιφάνεια πλάτος καὶ μῆκος, ἡ δὲ γραμμὴ μῆκος. ταῦτα μὲν οὕτως ἔχει φύσει· κατὰ δὲ ἐκείνους ἄλλα λέγοντας καὶ διαφέροντα γένη εἶναι τὸ βραχὺ καὶ μακρόν, καὶ στενὸν καὶ πλατύ, καὶ βαθὺ καὶ ταπεινόν, καὶ ὡς ὑπὸ διαφέροντα γένη καὶ οὐχ ὑπάλληλα αὐτὰ ὄντα τιθέντας πῶς δυνήσονται ἔτι ἢ τὸ μηκος ἐν τῳ ἐπιπέδῳ εἶναι ἢ ταῦτα ἐν τῷ στερεῷ; ὥσπερ γὰρ οὐδὲ ὁ ἀριθμός ἐστιν ἐν τούτων τινί, ὅτι ἄλλαι αἱ τοῦ ἀριθμοῦ ἀρχαὶ κατ’ αὐτοὺς ἦσαν, οὕτως. οὐδὲ ἐπὶ τούτων ὅτι] ὑπάρχει οὐδὲν τῶν ἀνωτάτω ἐν τοῖς κάτω, τουτέστι τῶν πρώτων ἐν τοῖς ὑστέροις. ἔστι γὰρ τούτων τῶν τριῶν πρῶτον καὶ ἄνω γραμμή, δεύτερον τὸ ἐπίπεδον, τρίτον τὸ στερεόν· ἔστι γὰρ ἐκεῖνα ἁπλούστερα τοῦ στερεοῦ καὶ προεπινοούμενα· τούτων δὲ πάντων ἓν πρῶτον ὁ ἀριθμός. ὡς οὖν ὁ ἀριθμὸς οὐκ ἔστιν ἐν τούτοις, καίτοι πρῶτος ὤν, διότι ἄλλο γένος τὸ πολὺ καὶ τὸ ὀλίγον, ἐφ’ (. 0 ὁ ἀριθμός, τῶν γενῶν ἑκάστου ὑφ’ ἃ ταῦτα, οὕτως οὐδὲ ἐπὶ τούτων ἔσται κατ’ αὐτοὺς θάτερον ἐν θατέρῳ. · οὔτε γὰρ τὸ μῆκος ἐν τῷ ἐπιπέδῳ, ἐπειδὴ τὸ μὲν μῆκος ἐκ βραχέος καὶ μακροῦ, τὸ δὲ ἐπίπεδον ἐκ στενοῦ καὶ πλατέος, ἅ ἐστιν ἕτερα ἀλλήλων γένη, οὔτε δὲ ταῦτα ἐν τῷ στερεῷ. οὐδὲ γὰρ τοῦτο ἔνεστι λέγειν, ὅτι ταῦτα μὲν ἀλλήλων διαφέρει τὰ γένη καὶ ἔστιν ἕτερα, ὑπάλληλα μέντοι ἐστίν ὡς εἶναι ὑπὸ τὸ πλατὺ τὸ βαθὺ καὶ ὁμοίως ὑπὸ τὸ μακρὸν τὸ πλατύ, καὶ διὰ τοῦτο δύνασθαι ἐν τῷ στερεῷ ἐκεῖνα εἶναι, ὡς ἔστιν ἐν τῷ ὄρνιθι τὸ πτερωτὸν καὶ τὸ ζῷον. ταῦτα γὰρ τῶν διαφερόντων γενῶν ἃ κοινωνίαν ἔχει πρὸς ἄλληλα· γένος γὰρ τὸ ζῷον τοῦ πτερωτοῦ καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖται· ὑπάλληλα γάρ ἐστιν. ὥστε εἰ ἔστι τοῦ βάθους γένος τὸ πλατύ, καὶ ἔστι βαθὺ μὲν τὸ στερεόν, πλατὺ δὲ τὸ ἐπίπεδον, ἔσται τὸ στερεὸν ὅπερ ἐπίπεδον· καὶ γὰρ τὸ ὄρνεον ὅπερ ζῷον· ἄτοπον δὲ τὸ σῶμα ἐπίπεδον λέγειν, ὁμοίως δὲ καὶ τὸ ἐπίπεδον μῆκος. p. 992a19 Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ἐνυπάρχουσι; Φησὶν οὖν ὅτι κατ’ αὐτοὺς οὐκ ἔσονται στιγμαί· οὔτε γὰρ ἐμνημόνευσε τῶν στιγμῶν, ἀλλὰ γραμμῶν καὶ ἐπιπέδων καὶ στερεῶν. ταῖς οὖν στιγμαῖς, φησίν, ὁ Πλάτων καὶ διεμάχετο ὡς ὄντι γεωμετρικῷ δόγματι· ἔλεγε γὰρ ὅτι οὐχ ἁρμόττει τῷ πρώτῳ φιλοσόφῳ περὶ στιγμῶν διαλέγεσθαι, ἀλλὰ τῷ μαθηματικῷ. καὶ ταῦτα λέγων, φησίν, οὐδὲν ἧττον εἰσέφερε τὰς στιγμάς· ἐκάλει γὰρ ἀρχὴν γραμμῆς, τὴν δὲ ἀρχὴν τῆς γραμμῆς ἔλεγε τὰς ἀτόμους γραμμάς. εἰ τοίνυν πέρατα τῶν γραμμῶν ὑπάρχουσι τὰ σημεῖα, φανερὸν ὅτι εἰσάγων ἄτομον γραμμὴν εἰσῆγε καὶ τὰς στιγμάς. λέγομεν οὗν ἡμεῖς ὅτι συμβολικῶς ταῦτα ἔλεγεν ὁ Πλάτων· διὰ γὰρ τῆς ἀτόμου γραμμῆς τοὺς ἀμερίστους λόγους τῆς ψυχῆς ἐδήλου· ὥσπερ γὰρ ἡ ἄτομος γραμμὴ ἀμέριστος, οὕτω καὶ οἱ λόγοι τῆς ψυχῆς. p. 992a19 Ἔτι αἱ στιγμαὶ ἐκ τίνος ἐνυπάρχουσιν; Ὅ λέγει τοιοῦτόν ἐστι. δοκεῖ μὲν τὰ σημεῖα καὶ αἱ στιγμαὶ ἐνυπάρχειν τῷ μήκει καὶ τῇ γραμμῇ, ὥσπερ καὶ αὕτη τῷ ἐπιπέδῳ καὶ τὸ ἐπίπεδον τῷ στερεῷ, εἶναι δὲ ἄλλης φύσεως παρ’ ἐκεῖνα ὡς κἀκεῖνα ἀλλήλων. τίνες οὗν αἱ τούτων ἀρχαί; καὶ εἰς τί γένος ταῦτα ὑπαχθήσεται; καὶ πῶς ἀναχθήσεται εἰς τὸ μέγα καὶ τὸ μικρόν; καὶ πῶς ἔσονται ἐν τῷ μήκει; ἀπορήσας δὲ τοῦτο ἐφεξῆς ἱστορεῖ τὴν Πλάτωνος δόξαν περὶ τῶν στιγμῶν· φησὶ γὰρ αὐτὸν μηδὲ τὴν ἀρχὴν παραδέχεσθαι ὡς οὖσάν τινα φύσιν σημείου, ἀλλὰ λέγειν δόγμα τι τοῦτο καὶ θέσιν τινὰ γεωμετρικήν, οὐκ ἐν τῇ φύσει τῶν ὄντων οὖσαν. τὸ μὲν οὖν σημεῖον οὐκ ἔλεγεν εἶναί τι οὐδὲ ὠνόμαζεν, ἐκάλει δέ τινα ἀρχὴν γραμμῆς, ἣν ἄτομον πολλάκις γραμμὴν ἔλεγεν. ἱστορεῖ δὲ καὶ ὡς Πλάτωνος, οὐ μόνον Ξενοκράτους, ἀτόμους γραμμὰς τιθεμένου. καίτοι πᾶσα ἀνάγκη ἐστὶν εἶναί τι πέρας ἀτόμου ταύτης γραμμῆς· ἔστι δὲ πέρατα τὰ σημεῖα· ὥστε ἐξ οὗ λόγου γραμμή ἐστι, καὶ στιγμὴ ὑπάρχει. p. 992a24 Ὅλως δὲ ζητούσης τῆς σοφίας περὶ τῶν φανερῶν τὸ αἴτιον. Ἐντεῦθεν δείκνυται ὁ Ἀριστοτέλης ἄντικρυς λέγων ποιητικὸν αἴτιον εἶναι τὸν θεόν. φησὶ γὰρ ὅτι ἡ σοφία ζητεῖ τῶν φανερῶν τὸ αἴτιον, οἱ δὲ Πυθαγόρειοι τοῦτο παραλελοίπασιν· οὐδὲν γὰρ εἰρήκασι περὶ τῆς αἰτίας τῆς ποιητικῆς. ὡς γὰρ ἀνωτέρω ἐδείξαμεν, οἱ τὰς ἰδέας λέγοντες οὔτε ποιητικὸν αὐτὰς αἴτιον δύνανται ὑποτίθεσθαι οὐδὲν γὰρ αἱ ἰδέαι ποιοῦσιν) οὔτε δὲ τελικόν τὰ γὰρ γινόμενα οὐ πρὸς αὐτὰ ἐπεστραμμένα ὑπάρχουσιν) οὔτε δὲ εἰδικόν, ἀλλ’ εἰ ἄρα, ὑλικόν. λέγομεν οὖν ὅτι καὶ τελικὸν αἴτιον ὑπετίθετο Πλατῶν, ἐξ οὗ λαβὼν εἶπεν ὅτι καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. καὶ ποιητικὸν δὲ λέγων “θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργός”, καὶ ὅτι “περὶ τὸν βασιλέα πάντων.” αἰτιᾶται οὖν τοὺς περὶ τῶν ἰδεῶν πραγματευσαμένους, ὅτι προκειμένης ζητήσεως τοῖς τὴν τῶν ὄντων θεωρίαν ἐπανῃρημένοις ἰδεῖν τί ποτέ ἐστιν αἴτιον ποιητικὸν τούτων τῶν αἰσθητῶν καὶ φανερῶν, καὶ πῶς ἕκαστα τούτων γίνεται, τὸ μὲν οὖν ζητεῖν τίς ποτέ ἐστιν ἡ αἰτία αὕτη παρέλιπον οὐδὲν γὰρ λέγουσι περὶ τῆς ποιητικῆς αἰτίας ἢ τίς ποιητική· οὐδενὸς γὰρ ποιητικὸν ἡ ἰδέα· οὐδὲ γὰρ τὴν ἀρχὴν ποιητικόν), οἰόμενοι δὲ τὴν οὐσίαν καὶ τὴν κατὰ τὸ εἶδος 〈αἰτίαν〉 αὐτῶν ἀποδιδόναι τετραχῶς γὰρ τὰ αἴτια) ἄλλας μέν τινας οὐσίας καὶ ἄλλα εἴδη παρὰ τὰ φανερὰ ὑποτίθενται τὰς γὰρ ἰδέας), πῶς δὲ τούτων ἐκεῖνά ἐστιν εἴδη, οὐκέτι λέγουσιν, ὥσπερ λέγει καὶ ἀλλαχοῦ ὅτι ἐδιπλασίασαν τὰ ὄντα, ὡς ἐντεῦθεν καὶ τὰς αἰτίας τῶν ὄντων ἀποδιδόασι. κενὴν γὰρ φωνὴν προφέρονται τὴν μετοχήν· οὐ γὰρ διασαφοῦσι πῶς ταῦτα τῶν ἰδεῶν μετέχει, ὡς ἤδη εἶπεν. ὥστε εὐλόγως κατὰ τὴν ἀρχὴν αὐτοὺς ᾐτιάσατο ὡς τοῖς ζητουμένοις ἰσάριθμα προσθέντας. δείξας τοίνυν ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε δὲ ὡς εἴδη τὸ γὰρ εἶδοε ἐν τούτῳ οὗ ἐστιν εἶδος †οὔτε μηδὲν οὔτε τὸ τῆς μετοχῆς ὄνομα σημαίνει τι), λέγει ἐπὶ τούτοις ὅτι μηδὲ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος αἰτίαι τοῖς οὖσιν αἱ ἰδέαι κατ’ αὐτούς, ἥτις αἰτία ἐν πᾶσι τοῖς κατ’ ἐπιστήμην καὶ νοῦν καὶ φύσιν γινομένοις ἐστὶ κυριωτάτη αἰτία· πάντα γὰρ τά τε κτὰ φύσιν καὶ κατὰ τέχνην καὶ ἐπιστήμην, ἔτι δὲ καὶ κατὰ προαίρεσιν γινόμενα ἕνεκά του γίνεται, καὶ ἔστιν ἐν αὐτοῖς κυριωτάτη αἰτία· οἷον ἡ ἰατρικὴ ἕνεκα τῆς ὑγιείας, ὁ νοῦς ἕνεκα τοῦ εὖ, ὁμοίως καὶ ἡ φύσις καὶ ἡ βούλησις. οὐχ οὕτως δὲ αἱ ἰδέαι αἰτίαι τοῖς οὖσι κατ’ αὐτούς· οὐ γὰρ τοῦ <εὖ> εἶναι τὰ πρὸς τὰς ἰδέας γινόμενα αἴτια τὰς ἰδέας λέγουσιν, ἀλλὰ τοῦ ὅλως εἶναι· παραδείγματα γὰρ ἀλλ’ οὐ τέλη λέγουσιν αὐτάς. πῶς γὰρ ἄν καὶ εἶεν ἐκεῖνα τέλη τούτων; οὔτε γὰρ προυφέστηκε τὸ τέλος οὗ ἐστι τέλος, ἀλλὰ μόνον προεπινοεῖται ὕστερόν τε ἐπιγινόμενον ἐν τούτῳ ἐστὶν οὗ ἐστι τέλος· αἱ δὲ ἰδέαι καὶ προυφεστᾶσι καὶ οὔτε γίνονται οὔτε εἰσὶν ἐν τοῖς γινομένοις. δείξας δὲ ὅτι μήτε ποιητικὰ αἴτια αἱ ἰδέαι μήτε δὲ εἴδη τῶν γινομένων μήτε τέλη, λέγει πόθεν αὐτοῖς ἡ τῆς περὶ αὐτὰ πλάνης αἰτία· τῷ γὰρ σπουδάσαι περὶ τὰ μαθήματα καὶ τὸ φιλοσοφεῖν ὑπολαβεῖν εἶναι ἐν τῇ περὶ ταῦτα θεωρίᾳ, καὶ διὰ τοῦτο περὶ ταῦτα μόνα διατρῖψαι, ἦλθον ἐπὶ τὸ ταύτας ἀρχὰς ὑποθέσθαι τῶν ὄντων, ἃς ᾤοντο καὶ τῶν μαθηματικῶν ἀρχὰς εἶναι, καίτοι λέγοντες περὶ τῶν μαθηματικῶν ὅτι μὴ χρὴ ταῦτα ποιεῖσθαι τέλη, ἀλλ’ ὅτι δεῖ ἄλλων χάριν ταῦτα μεταδιώκειν πρὸς συνεθισμὸν τῆς ἀσωμάτου φύσεως. προπαιδείαν γοῦν τὴν τούτων θεωρίαν ἔλεγον, καὶ συνερίθους ὁ Πλατῶν φιλοσοφίας τὰς μαθηματικὰς ἐπιστήμας καλεῖ. ὅτι ταῦτα λέγοντες οὐδὲν ἄλλο χωρὶς τούτων φιλοσοφοῦσί τε καὶ πραγματεύονται, καὶ τοῦτο δηλοῦσιν ἔκ τε τοῦ πάντων τῶν ὄντων ἀρχὰς τοὺς ἀριθμοὺς λέγειν καὶ τὰς ἰδέας ἀριθμούς τινας ὑποτίθεσθαι καὶ τὰ φυσικὰ γεννᾶν ἐκ τῶν μαθηματικῶν. p. 992b1 Ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτέραν ἄν τις ὑπολάβοι. Ἔτι ἔνστασις πρὸς τὰς ἰδέας ἐκ τῆς ὕλης, ἐπειδὴ βουλόμενος δηλῶσι ὁ Πλατῶν τὴν ὕλην διὰ τοῦ μεγάλου καὶ τοῦ μικροῦ ἐδήλου αὐτήν. φησὶν οὖν ὁ Ἀριστοτέλης ὅτι τὸ μέγα καὶ τὸ μικρὸν ἐπὶ τῶν μεγεθῶν θεωρεῖται, ἅτινα μεγέθη τῶν μαθημάτων ὑπάρχουσιν. ἔπειτα αἱ διαφοραὶ κατηγοροῦνται μᾶλλον ἤπερ ὑπόκεινται· τὸ δὲ κατηγορεῖσθαι τοῖς εἴδεσιν ἁρμόττει. αἱ γὰρ ἐναντιότητες κατὰ τὰ εἴδη θεωροῦνται τὰ ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχοντα· μάχεται γὰρ τὸ λευκὸν τῷ μέλανι καὶ τὸ θερμὸν τῷ ψυχρῷ, ταῦτα δὲ εἴδη ὑπάρχουσιν. αὐτὸς δὲ τὰς ἐναντιότητας κατὰ τὴν ὕλην ἐχαρακτήρισε, τουτέστι κατὰ τὸ μέγα καὶ τὸ μικρόν· διὰ γὰρ τούτων τὴν ὕλην δηλοῖ. ἔπειτα οὐκ ἔδει αὐτὸν εἰπεῖν τὸ μέγα καὶ τὸ μικρόν, ἀλλ’ εἰ ἄρα, τὴν ὑπεροχὴν καὶ τὴν ἔλλειψιν· τοῖς γὰρ φυσικοῖς πράγμασι ταῦτα μᾶλλον οἰκειότερα. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης. αὖθις δὲ ὁ φιλόσοφός φησιν ὅτι συμβολικῶς ὁ Πλατῶν διὰ τοῦ μεγάλου καὶ μικροῦ τὴν ὕλην ἐδήλου, ἐπειδὴ πρῶιον ἡ ὕλη ποσοῦται καὶ ὄγκον δέχεται καὶ τότε ποιότητας, τὸ δὲ μέγα καὶ τὸ μικρὸν τοῦ ποσοῦ ὑπάρχουσιν. p. 992b1 Ἔτι δὲ τὴν ὑποκειμένην οὐσίαν ὡς ὕλην μαθηματικωτεραν. Φησὶν ὅτι καὶ ἡ ὑποκειμένη οὐσία, ἥντινα οὐσίαν ὡς ὕλην ὑποτίθενται τῶν φύσει γινομένων αὕτη δέ ἐστιν ἡ ἀόριστος δυάς, τὸ μέγα καὶ τὸ μικρόν), μαθηματικὴ μᾶλλόν ἐστιν ἢ φυσική· ἡ γὰρ δυὰς ἀριθμοῦ μᾶλλόν ἐστιν ἀρχὴ ἤπερ τῶν φύσει συνεστώτων· διὸ μαθηματικωτέρα καὶ οὐχ ὑποκειμένη τις φύσις, ἀλλὰ μᾶλλον κατηγορούμενόν τι τῆς ὕλης δόξειεν ἂν εἶναι καὶ διαφορὰν αὐτῆς δηλοῦν ἢ ὑποκείμενόν τι αὐτὸ καὶ ὕλην. εἰπὼν δὲ καὶ μᾶλλον κατηγορεῖσθαι πῶς κατηγορεῖται ἐδήλωσεν εἰσενεγκὼν τὸ καὶ διαφορὰν εἶναι τῆς οὐσίας καὶ τῆς ὕλης· αἱ γὰρ διαφοραὶ τοῖς εἴδεσι μᾶλλον ἁρμόττουσιν ἤπερ τῇ ὕλῃ, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ. ὡς γὰρ καθ’ οὕς ἐστιν ἐν ταῖς ἀρχαῖς τῶν φυσικῶν τὸ μανὸν καὶ τὸ πυκνόν, οὐχ ὕλη ταῦτα ἀλλὰ διαφοραὶ τῆς ὕλ· ης καὶ τοῦ ὑποκειμένου κατ’ αὐτούς, εἴτε ἄπειρον εἴτε πῦρ εἴτ’ ἄλλο τι ὑποκείμενον, οὕτως καὶ τὸ μέγα καὶ τὸ μικρὸν καὶ ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις διαφοραί τινες μᾶλλον ἂν δόξαιεν εἶναι ὑποκειμένου τινός, καθ’ ἃς ἡ μεταβολὴ αὐτῶν, ἀλλ’ οὐχὶ αὐτὰ ὑποκείμενα. τὸ δὲ ταῦτα δέ ἐστιν ὑπεροχή τε καὶ ἔλλειψις ἐπὶ τοῦ μανοῦ καὶ τοῦ πυκνοῦ εἶπε· τὸ γὰρ μανὸν ἐν ὑπεροχῇ ἐστιν ὡς πλείονα τόπον κατέχον, τὸ δὲ πυκνὸν ἐν ἐλλείψει ὡς ἥττονα. p. 992b7 Περί τε κινήσεως, εἰ μέν ἐστι ταῦτα κίνησις, δῆλον ὅτι κινήσεται τὰ εἴδη· εἰ δὲ μή, πόθεν ἦλθεν; ‘Eτέρα· ἀντιλογία πρὸς τὰς ἰδέας· καί φησιν ὅτι ἀκίνητοι ὑπάρχουσιν αἱ ἰδέαι ἢ κινοῦνται. εἰ μὲν γὰρ ἐν κινήσει ὑπάρχουσι τὰ εἴδη, φανερὸν ὅτι καὶ αἱ ἰδέαι κινηθήσονται· καθ’ ὁμοιότητα γὰρ τῶν ἰδεῶν βούλονται εἶναι τὰ ἐνταῦθα. νῦν δὲ τοῦτο ὑμεῖς οὐχ ὁμολογεῖτε· ἀκινήτους γὰρ ὑποτίθεσθε τὰς ἰδέας. εἰ δὲ μὴ κινοῦνται αἱ ἰδέαι, πόθεν γέγονεν ἐνταῦθα ἡ κίνησις; εἰ γὰρ αἱ ἀρχαὶ ἀκίνητοι, φανερὸν ὅτι καὶ τὰ ἐκ τῶν ἀρχῶν, καὶ οὕτως ἔσται ἀκινησία ἐν τοῖς οὖσι· καὶ οὕτως ἀναιρεθήσεται πάσα ἡ φυσικὴ θεωρία, εἴ γε οὐδέν ἐστιν ἕτερον φύσις ἢ ἀρχὴ κινήσεως καὶ ἠρεμίας. καὶ ταῦτα μὲν ὁ Ἀριστοτέλης· οὐδὲν δὲ ἧττον καὶ πρὸς τοῦτο ἐνίσταται ὁ φιλόσοφος πρὸς αὐτὸν λέγων ‘ὥσπερ σὺ λέγεις τὴν μίαν τῶν πάντων ἀρχὴν ἀκίνητον εἶναι καὶ ἐξ αὐτῆς προαχθῆναι τὴν ψυχήν, καὶ ὑπὸ τῆς ψυχῆς κινεῖσθαι τὰ σώματα διὰ τῆς ὀρεκτικῆς δυνάμεως, οὕτως καὶ αὐτοί φασι τοὺς λόγους τοὺς δημιουργικοὺς ἀκινήτους εἶναι καὶ γίνεσθαι αἰτίους κινήσεως τῆς ἐνθάδε.’ χρὴ δὲ εἰδέναι ὅτι τὸ ἐζωωμένον σῶμα τὸ σύνθετον καθ’ αὑτὸ κινεῖται καὶ ἐνεργοῦν καὶ κατὰ τόπον· τοῦτο δέ φημι διὰ τὴν φυσικὴν ψυχήν, ἐπειδὴ ζωή ἐστι τοῦ σώματος, καὶ οὐχ ὥσπερ ἡ λογικὴ ψυχὴ κατὰ συμβεβηκὸς κινεῖται κινουμένου τοῦ σώματος, οὕτως καὶ ἡ φυσικὴ σύνθετος οὖσα. ὥστε, φησίν, οὐδὲ περὶ κινήσεως τι λέγουσι τῶν φύσει γινομένων, πόθεν ἡ κίνησις ἐν αὐτοῖς· καίτοι <τῷ περὶ> τῶν φυσικῶν λέγοντι καὶ παραδείγματα τὰς ἰδέας τιθέντι ἀναγκαιότερος ὁ περὶ κινήσεως λόγος. εἰ μὲν γάρ ἐστι ταῦτα κίνησις, ἡ ὑπεροχὴ καὶ ἡ ἔλλειψις, ἔσται κινούμενα τὰ εἴδη, ἔχοντά γε ὡς ἀρχὰς ἐν ἑαυτοῖς τὴν ὑπεροχήν τε καὶ ἔλλειψιν οὔσας κινήσεις, ὃ οὐ βούλονται· ἀκίνητα γὰρ τὰ εἴδη κατ’ αὐτούς. εἰ δὲ μὴ κινήσεις ἐκεῖναι, πόθεν ἡ κίνησις ἐν τοῖς φυσικοῖς τοῖς κατὰ τὴν ἐκείνων μετοχὴν οὖσιν ἃ ἔστι; τὸ γὰρ πρὸς παράδειγμα τὸ εἶναι ἔχον καὶ σύμφυτον ἔχον τὴν κίνησιν παρὰ τοῦ παραδείγματος ἔχειν <δεῖ> τοῦτο, ὄντος καὶ αὐτοῦ τοιούτου, ἢ παρά τινος ἄλλης αἰτίας. ἀναιρουμένης δὲ κινήσεως πάσα ἡ περὶ φύσεως ἀναιρεῖται θεωρία. p. 992b9 Καὶ ὃ δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν τὰ πάντα, οὐ γίνεται· τῇ γὰρ ἐκθέσει οὐ γίνεται τὰ πάντα ἐν. Πάλιν ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας· καί φησιν ὅτι ἐν ἅπασι τοῖς οὖσίν ἐστιν ἡ ἑνάς. εἰ μὴ γὰρ τῷ ὄντι ὑποθώμεθα εἶναι ἐν ἅπασι τοῖς οὖσι τὴν ἑνάδα, ἀπειρίαν εἰσάξομεν ἐν τοῖς οὖσιν. εἰ μὴ γάρ ἐστιν ἡ μονὰς ἐν ὅλῳ, ἀλλ’ ἐν τῷ μέρει· εἰ δὲ μηδὲ ἐν τῷ μέρει, φανερὸν ὅτι ἀπειρία ἔσται. ὥστε φησὶν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἐνταῦθα ἑνὰς καὶ πανταχοῦ, φανερὸν ὅτι δεῖ εἶναι ἑνάδα ἐξῃρημένην πάντων τούτων, ἥτις ἐστὶ παρακτικὴ ἁπασῶν τῶν ἑνάδων. φησὶν οὖν πρὸς αὐτοὺς ὁ Ἀριστοτέλης, ὅτι τὸ οὕτως λέγειν ὅτι ἐπειδὴ ἐνταῦθά ἐστιν ἑνάς, καὶ ἀλλαχοῦ δεῖ εἶναι μονάδα ἐξῃρημένην ***οὐδὲν γὰρ ἔστιν ἄλλο συνάγειν ἐντεῦθεν ἢ τὸ καθόλου τὸ ἐννοηματικόν. λέγομεν γὰρ ὅτι ὅδε ἄνθρωπος καὶ ὅδε ἄνθρωπος, καὶ ἔχομεν λοιπὸν ἐννοηματικῶς ἅπαντα τὸν ἄνθρωπον ἤγουν τὸ ζῷον. οὐδὲ ὅπερ ἄρα βούλεσθε δείκνυται· βούλεσθε μὲν γὰρ τὸ ἐξῃρημένον αἴτιον δηλῶσαι, οὐ δείκνυται δὲ τοῦτο ἀλλὰ τὸ ἐννοηματικόν, καὶ αὐτὸ ἡνίκα γένος ἐστὶ τὸ κατηγορούμενον, ὡς ἐπὶ ζῴου· εἰ γάρ ἐστιν ὁμώνυμος φωνή, οὐδὲ ἐννοηματικῶς ἔστιν ἑλεῖν τοῦτο οὐδὲ γὰρ ἔστιν ἐννοηματικῶς ἑλεῖν ὅτι ἔστι καθόλου Αἴας ἢ κύων), ἤγουν ἐπὶ ἀποφάσεων ὅ ἐστι καθολικόν, τὸ οὐ περιπατεῖ ἤγουν τὸ οὐχ ὑγιαίνει. λέγομεν οὖν ἡμεῖς πρὸς αὐτὸν ὅτι καὶ πάνυ ἀκριβῶς λέγουσι περὶ τῆς πρώτης ἑνάδος. φασὶ γὰρ ὅτι πάντα ὀρεγόμενα αὐτοῦ ἐπέστραπται πρὸς αὐτό. εἰ τοίνυν ἕτερόν ἐστι τὸ ὀρεκτὸν παρὰ τὸ ὀρεγόμενον οὐδεὶς γὰρ ὀρέγεται οὗ ἔχει), φανερὸν ὅτι ἕτερόν τι ὑποτίθενται εἶναι τὴν πρώτην ἑνάδα, ἥν φασιν ὀρεκτήν, πρὸς ἣν πάντα τὰ ὄντα ἐπεστραμμένα ὑπάρχουσι. διὸ καὶ αὐτὸς ἀπεδέχετο αὐτοὺς λέγοντας τἀγαθὸν οὗ πάντα ἐφίεται. p. 992a9 Ὅ τε δοκεῖ ῥᾴδιον εἶναι, τὸ δεῖξαι ὅτι ἓν ἅπαντα. Ὅπερ δοκεῖ εὐχερὲς εἶναι, τὸ δεῖξαι ὅτι ἓν ὑπάρχουσιν ἅπαντα. οὐ γίνεται· διὰ γὰρ τῆς ἐκθέσεως οὐ γίνεται τὰ πάντα ἕν. ἐξετίθεντο γὰρ τὰ εἴδη, οἷον ἄνθρωπον, ἵππον, κύνα, φυτόν, ζῷον καὶ λίθον καὶ ἐπὶ πάντων ἐδείκνυον οὖσαν τὴν ἑνάδα, καὶ ὅτι μετέχουσι τῆς ἑνάδος, ἔστ’ ἂν ὧσι, διαφθαρέντα δὲ εἰς πολλὰ διαλύονται. ἐντεῦθεν οὖν ἐβούλοντο συλλογίζεσθαι ὅτι ἐπειδὴ πάντα μετέχουσι τῆς ἑνάδος, ἔστ’ ἂν ὦσι, φανερὸν ὅτι ἔστι τις ἑνάς ἐξῃρημένη προακτικὴ πασῶν τῶν ἑνάδων. κἂν δὲ δοθῇ αὐτοῖς καὶ συγχωρηθῇ τὸ πρὸς παράδειγμα γίνεσθαι τὸ αὐτοέν, καὶ εἶναί τι ἕν, οὗ μετασχέσει ταὐτὰ τὰ πολλὰ ἀλλήλοις ἢ κατὰ εἶδος ἢ κατὰ γένος, οὐδὲ οὕτως γίνονται τὰ πάντα ἕν ἀλλὰ καθ’ ἑκάστην ὁμοιότητα τῶν πολλῶν τούτων αὐτό τι ἓν γίνεται καὶ ἑνάς τις ἐννοηματική· οὐ γὰρ ταῦτα ἕν. ἀλλ’ οὐδὲ τοῦτο ἐπὶ πασῶν τῶν ὁμοιοτήτων οἷόν τε δείκνυσθαι καὶ γενέσθαι, ὡς κατὰ πᾶσαν ὁμοιότητα αὐτό τι ἓν εἶναι, κἀν μὴ κατά τι εἶδος ἢ γένος ἡ ὁμοιότης ᾖ τῶν λαμβανομένων· ἡ γὰρ κατὰ τὴν οὐσίαν καὶ τὸ γένος τε καὶ τὸ εἶδος ταὐτότης τε καὶ ὁμοιότης ἰδέα, ἀλλ’ οὐχ ἡ κατά τι συμβεβηκός. πολλὰ γάρ ἐστιν ἃ διά τινα ὁμοιότητα ἀλλήλοις ὁμοίως λέγεται, τῷ δὲ μὴ εἶναι ταὐτὸν τὴν ὁμοιότητα γένος ἢ εἶδος αὐτῶν οὐδὲ αὐτό τι ἓν ἔσται ἐπ’ αὐτῶν· ταῦτα δέ ἐστι τὰ ἀποφατικῶς λεγόμενα. τὸ γὰρ οὐ τρέχει κοινὸν μὲν καὶ ὅμοιον τούτοις ὧν ἀληθῶς κατηγορεῖται, ἀλλ’ οὔτε γένος τὸ οὐ τρέχει οὔτε εἶδος οὔτε ἰδέα τὸ οὐ τρέχει καὶ ἄλλα τοιαῦτα. p. 992b13 οὐδένα δὲ ἔχει λόγον οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη καὶ ἐπίπεδα. Πάλιν ἑτέρα ἀντιλογία πρὸς τὰς ἰδέας. φασὶ γὰρ οὕτως ὅτι τὰ μεγέθη δεύτερα ὑπάρχουσι τῶν ἀριθμῶν· ἡ γὰρ γραμμὴ τὸ ἐφ’ ἓν διαστατὸν ἐκ τῆς μονάδος ἔχει, ὁμοίως δὲ καὶ τὸ τρίγωνον τὸ ἔχειν τρεῖς πλευρὰς ἐκ τῶν ἀριθμῶν. διὸ εἴρηται καὶ ἐν τῇ ἀριθμητικῇ πραγματείᾳ ὅτι προτέρα ἐστὶ πασῶν τῶν ἐπιστημῶν ἡ ἀριθμητικὴ καὶ παρὰ τῷ θεῷ ἐστιν. εἰ τοίνυν τὰ μεγέθη δεύτερα ὑπάρχουσι τῶν ἀριθμῶν, αἱ δὲ ἰδέαι ἀριθμοί, δῆλον ὅτι οὐχ ὑπάρχουσι τῶν μεγεθῶν ἰδέαι. λέγομεν οὖν πρὸς αὐτὸν ὅτι παραλογίζῃ ἡμᾶς ἐκ τῆς ὁμωνυμίας· αἱ μὲν γὰρ ἰδέαι τῶν μεγεθῶν ὑπάρχουσιν, ἐπειδὴ ἐκεῖναι οὔκ εἰσι δεύτεραι τῶν ἀριθμῶν. τὰ γὰρ αἰσθητὰ μεγέθη ὑπάρχουσι δεύτερα τῶν ἀριθμῶν, οὐχ αἱ ἰδέαι τῶν μεγεθῶν. ὃ οὖν λέγει ὁ Ἀριστοτέλης τοῦτό ἐστι· φησὶν ὅτι οὐδένα ἔχει λόγον, τουτέστιν ἰδέαν, οὐδὲ τὰ μετὰ τοὺς ἀριθμοὺς μήκη καὶ ἐπίπεδα καὶ στερεά, οὔτε ὅπως ὑπάρχουσιν ἢ ὑπάρξουσι μὴ ἔχοντα ἰδέας δι’ ἣν εἰρήκαμεν, οὔτε εἰ ἔχουσί τινα δύναμιν τὴν προχειριζομένην αὐτά. ταῦτα γὰρ τὰ μεγέθη ἰδέαι οὐ δύνανται εἶναι οὐ γὰρ ὑπάρχουσιν ἀριθμοί· δεύτερα γὰρ ὑπάρχουσι τῶν ἀριθμῶν, ὡς ἐδείξαμεν), οὔτε δὲ τὰ μεταξύ· τὰ γὰρ μαθήματα οὐκ ἔχουσιν ἰδέας· λόγοι γάρ εἰσιν ἐν τῇ φαντασίᾳ ὄντες ἤγουν ἐν τῇ ψυχῇ. εἰπὼν οὖν οὔτε τὰ μεταξὺ καὶ βουλόμενος δηλῶσαι τί ἐστι τὰ μεταξύ, φησὶ τὰ μαθηματικὰ γὰρ ἐκεῖνα. οὔτε πάλιν τὰ φθαρτὰ ἰδέαι ὑπάρχουσι, διότι αἱ ἰδέαι ἀίδιοι ὑπάρχουσιν. εἰ τοίνυν μήτε ἰδέαι ὑπάρχουσι μήτε μεταξύ, διότι αἱ μὲν ἰδέαι ἀρχαὶ καὶ ἀδιαίρετοι, τὰ δὲ μαθήματα οὔτε ἀρχαὶ καὶ διαιρεῖται οὔτε δὲ φθαρτὰ δι’ ἣν εἰρήκαμεν αἰτίαν, δῆλον ὅτι τετάρτη τις φύσις τῶν ὄντων ἔσται αὐτοῖς αὕτη, καὶ τέταρτόν τι γένος παρὰ τὰ τρία τὰ ὑπ’ αὐτῶν τιθέμενα. p. 992b18 Ὅλως τε τῶν ὄντων ζητεῖν στοιχεῖα. Πάλιν ἑτέρα ἐπιχείρησις κατὰ τῶν ἰδεῶν· καί φησιν. ὅτι τὸ ὑποτίθεσθαι στοιχεῖα πάντων τῶν ὄντων οὐκ ἀληθές. ἔλεγον γὰρ τὴν δύαδα καὶ τὴν μονάδα στοιχεῖα εἶναι τῶν πάντων. τοῦτο οὗν εἶναι οὐκ ἔστιν ἀληθές· οὔτε γὰρ τὰ τῶν σωμάτων στοιχεῖα πάντως καὶ τῶν ἀσωμάτων ὑπάρχουσιν ἀρχαί. λέγομεν οὖν ὅτι τὸ μὲν ποιητικὸν καὶ τὸ τελικὸν πάντων τῶν ὄντων ἐστὶν αἴτια ὁ γὰρ θεὸς πάντων ἐστὶν αἴτιος τῶν ὄντων, ὡς φῄς καὶ αὐτός, καὶ <τὸ> τελικόν, διότι πρὸς αὐτὸ ἐπεστραμμένα ὑπάρχουσι), πάντων μέντοι τῶν ὄντων ὑλικὰ αἴτια ὑποτίθεσθαι οὐκ ἔστιν ἀληθές. καὶ Πλατῶν μὲν συμβολικῶς ταῦτα ὑπετίθετο· τὴν γὰρ δυάδα ἀρχὴν τῆς προόδου ὑπετίθετο, τὴν δὲ μονάδα τῆς ἑνώσεως, ἐπειδὴ καὶ ἕνωσίς ἐστιν ἐν πᾶσι τοῖς οὖσι καὶ διαφορὰ καὶ πρόοδος. ὁ λόγος οὖν οὕτως προέρχεται· ὧν μή εἰσι κοιναὶ ἀρχαί, τούτων ἀδύνατον κοινάς τινας ἀρχὰς εὑρεῖν· τῶν δὲ ὄντων οὔκ εἰσιν κοιναὶ ἀρχαί· ὥστε καὶ ἀδύνατόν ἐστιν εὑρεῖν αὐτῶν κοινὰς ἀρχάς. ὅτι δὲ τῶν ὄντων οὔκ εἰσιν ἀρχὶ κοιναί τε καὶ αἱ αὐταί, φανερὸν ἐντεῦθεν· τῶν πολλαχῶς λεγομένων οὔκ εἰσιν ἀρχαὶ κοιναὶ καὶ αἱ αὐταί· τὰ δὲ ὄνια πολλαχῶς λέγεται· τῶν ὄντων ἄρα οὔκ εἰσιν ἀρχαὶ αἰ αὐταί. ὅτι δὲ τὸ ὂν τῶν πολλαχῶς λεγομένων, ἐν πολλοῖς εἴρηται, εἴ· γε ὁμώνυμός ἐστι φωνὴ καὶ κατηγορεῖται πασῶν τῶν κατηγοοὐχ ριῶν. αἰτιᾶται οὗν αὐτοὺς ὅτι ἐζήτουν ἀρχὰς τῶν ὄντων μὴ πρότερον διελόμενοι αὐτὰ καὶ τὰ σημαινόμενα ἐκθέμενοι τοῦ ὄντος. ἄλλως τε αἰτιᾶται πρότερον τὸ τὰς τοιαύτας τῶν ὄντων ἀρχὰς τὰς αὐτὰς ζητεῖν τὰς ἐξ ὧν εἰσιν· αὗται δέ εἰσιν ἡ ὕλη τε καὶ τὸ εἶδος· τοιαῦται γὰρ ἃς ὑποτίθενται ἀρχάς, ἥ τε ἀόριστος δυὰς καὶ ἡ μονάς. ἔνια γὰρ τῶν ὄντων οὐδὲ ἔχει κατὰ τὴν οἰκείαν φύσιν τοιαύτας ἀρχὰς καὶ στοιχεῖα, εἰ μὴ κατὰ συμβεβηκός· ἐκ τίνος γὰρ ὕλης τὸ ποιεῖν ἢ πάσχειν; κατὰ συμβεβηκὸς μὲν γὰρ καὶ ταῦτα ὕλην ἔχει· ὅτι γὰρ ταῖς οὐσίαις, ὧν ἐστί τις ὕλη, ταῦτα ὑπάρχει, κατὰ τοῦτο ἄν εἴη τις ὕλη καὶ τῶν τοιούτων, καθ’ αὑτά δὲ οὔ. ὁμοίως δὲ οὐδὲ τοῦ εὐθέος ὕλη τίς ἐστιν οὐδέ τινος ἄλλου παρὰ τὴν οὐσίαν. διὰ τοῦτο γὰρ εἶπε μὴ εἶναι τούτων λαβεῖν τοιαῦτα στοιχ· εῖα, ὅτι μηδὲ τὴν ἀρχὴν ἔστι· τὰς γὰρ τοιαύτας ἀρχὰς τὰς ὡς στοιχεῖα καὶ ἐνυπαρχοντα καὶ ἐξ ὧν λέγεταί τι εἶναι μόνης τῆς οὐσίας ἔστιν εὑρεῖν· μόνη γὰρ αὕτη τῶν ὄντων ὑποκείμενον, τὰ δὲ ἀλλὰ ἐν ταύτῃ. ὥστε τὸ ζητεῖν πάντων τῶν ὄντων στοιχεῖα †ποιεῖσθαι οὐκ ἔχει ἀληθές. p. 992b24 24 Πῶς δὲ ἄν τις καὶ μάθοι τὰ τῶν πάντων στοιχεῖα; Ἐντεῦθεν πειρᾶται δεικνύναι αὐτοὺς ἀναιροῦντας γνῶσ· ιν. μεμαθήκαμεν γὰρ ὅτι “πάσα διδασκαλία καὶ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως.” εἰ τοίνυν πάντων τῶν ὄντων αἱ αὐταὶ ἀρχαὶ ὑπάρχουσι, τὰ δὲ πράγματα γινώσκομεν τῶν ἀρχῶν αὐτῶν γινωσκομένων, φανερὸν ὅτι ἀδύνατόν ἐστιν ἐκ τῶν πραγμάτων γνῶναι τὰς ἀρχάς· τοὐναντίον γὰρ ἐκ τῶν ἀρχῶν γινώσκομεν τὰ πράγματα· ὥστε ἢ οὐδὲν εἰσόμεθα, εἴπερ τῶν πάντων αἱ αὐταὶ ἀρχαί, ἢ τῶν ἀρχῶν ἀρχὰς <δεῖ> ζητῆσαι. καίτοι κοινὰς ἀρχάς, καθάπερ αὐτὸς λέγεις, ἀνιχνεύομεν ἢ διὰ τῶν κοινῶν ἐννοιῶν ἢ διὰ ἀναλογίας ἤγουν ἐξ ἀποφάσεως. οὕτως τοίνυν καὶ αὐτὸς ἐν τῇ Φυσικῇ ἀκροάσει πεποίηκας· ἐξ ἀναλογίας γάρ τινος ἔννοιαν ἡμῖν τῆς ὕλης δέδωκας φάσκων ὅτι ὃν τρόπον ὁ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα, καὶ ξύλον καὶ] πρὸς ναῦν καὶ κλίνην, τοῦτον καὶ ἡ ὕλη πρὸς τὰ φυσικὰ πράγματα. τοῦτο οὗν ἐστιν ὅπερ λέγει ὁ Ἀριστοτέλης· πῶς δὲ δύνατόν ἐστι γνῶναι τὰ τῶν πάντων στοιχεῖα; εἰ γὰρ πάντων στοιχεῖά εἰσι, φανερόν ἐστιν ὅτι ἀδύνατόν ἐστι προϋπάρχειν γνωριζόμενον, εἴ γε πάντων ὑπόκεινται ἀρχαί, τὰ δὲ ἐκ τῶν ἀρχῶν γινώσκονται τῶν ἀρχῶν γινωσκομένων. ὥσπερ γὰρ τῷ γεωμετρεῖν μανθάνοντι ἄλλα μὲν ἐνδέχεται προειδέναι, οἷον ἀριθμητικὴν μουσικήν, ὧν δέ ἐστιν ἡ ἐπιστήμη καὶ περὶ ὧν μέλλει μανθάνειν, τουτέστι περὶ τῶν γεωμετρικῶν θεωρημάτων, οὐδὲν προγινώσκει οὐκ οἶδε γὰρ τί σημεῖον ἢ γραμμὴ ἤγουν ἄλλο τι τοιοῦτον), ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὥστε εἴ τις τῶν πάντων ἐστὶν ἐπιστήμη, ὥς τινές φασιν, οὐδὲ προυπάρχει ὅπερ δυνατὸν γνωρίζειν, ὡς εἰρήκαμεν. καίτοι πᾶσα μάθησις διὰ προγινωσκομένων πάντων ἢ τινῶν ἐστιν ἢ δι’ ἀποδείξεως ἤγουν δι’ ὁρισμοῦ· δεῖ γὰρ τὸν μέλλοντα εἰδέναι τί ἐστιν ὁρισμὸς γινώσκειν τὰ ἐξ ὧν ὁ ὁρισμός· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐπαγωγῆς δεῖ προγινώσκειν τὰ ἐξ ὧν ἡ ἐπαγωγή. p. 992b33 Ἀλλὰ μὴν καὶ εἰ τυγχάνει σύμφυτος οὖσα. Ἀντιπῖπτον λύει, ἵνα μή τις εἴποι πρὸς αὐτὸν ὅτι συνουσίωται ἡμῖν ἡ ἐπιστήμη, καὶ ἅτε συνουσιωμένην ἔχοντες αὐτὴν ἐν τῇ ψυχῇ προχειριζόμεθα ἀυτήν. πρὸς ταύτην οὖν τὴν ἀπορίαν ἀπαντῶν φησιν ὅτι θαυμαστόν, πῶς σύμφυτον ἔχοντες αὐτὴν λανθάνομεν τῆς κρατίστης τῶν ἐπιστημῶν μετέχοντες. λέγομεν οὖν πρὸς αὐτὸν ὅτι σύμφυτον αὐτὴν ἔχομεν, ἀλλὰ λοιπὸν πίπτουσα ἡ ψυχὴ εἰς τὴν λήθην τῆς γενέσεως καὶ πληρουμένη τῆς ἐντεῦθεν ἀχλύος ἐπιλανθάνεται καὶ σκοτίζεται· εἰ γὰρ μὴ εἴχομεν οὐκ ἄν ποτε μεμαθήκαμεν, καθάπερ. εἴρηται ἐν τῷ Φαίδωνι, ὅτι τὸ ἀγνοούμενον κἄν τις θεάσηται, οὐδέποτε γινώσκει. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ οἰκέτου τοῦ Μένωνος. p. 993a2 Ἔτι πῶς τις γνωρίσειεν ἐκ τίνων ἐστί, καὶ πῶς ἔσται δῆλον; Ἀδύνατόν ἐστι γνωρίζειν τὰ πράγματα μὴ γνωριζομένων τῶν ἀρχῶν. τὰς δὲ κοινὰς ἀρχὰς ἀδύνατόν ἐστιν εὑρεῖν· εἰ γὰρ κοιναὶ ὑπάρχουσιν, οὐ δύνατόν ἐστιν αὐτὰς ἑλεῖν ἐκ προϋπαρχούσης γνώσεως. ἀμέλει τοι, ὥς φησιν αὐτὸς ἐπὶ τῆς σݲμݲαݲ συλλαβῆς, οἱ ἀγνοοῦντες τὰ στοιχεῖα, ἐξ ὧν σύγκειται ἡ σݲμݲαݲ συλλαβή, οὐδέποτε δύνανται γνῶναι εἴτε ἐκ τοῦ σ σύγκειται εἴτε ἐκ τοῦ ζ ἢ δ· ὥσπερ γάρ ἐστιν ἄδηλον τὸ τݲιݲ τῶν Ἀλεξανδρέων, ὥς φησιν ὁ ἡμέτερος φιλόσοφος. πῶς οὖν τις, φησί, γνωρίσειε; καὶ γὰρ τοῦτο ἔχει ἀπορίαν. ἀμφισβητήσειε γὰρ ἄν τις, ὥσπερ καὶ περὶ ἐνίας συλλαβάς· οἱ μὲν γὰρ τὴν σݲμݲαݲ ἐκτοῦ σ μ α φασὶν εἶναι, οἱ δέ τινες ἕτερον φθόγγον φασὶν εἶναι καὶ οὐδένα τῶν γνωρίμων· p. 993a7 ἔτι δὲ ὧν ἡ αἴσθησις, ταύτα πῶς ἄν τις μὴ ἔχων τὴν αἴσθησιν γνοίη; Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι εἰ κοιναὶ ἀρχαὶ ὑπάρχουσι πάντων τῶν ὄντων καὶ οὐ διῄρηνται, ὁ εἰδὼς αὐτὰς φανερὸν ὅτι εἴσεται πάντα τὰ ὄντα. ὁ γοῦν ἐκ γενετῆς τυφλὸς ἢ κωφὸς εἰδὼς τὰς κοινὰς ἀρχὰς εἴσεται καὶ περὶ χρωμάτων καὶ ψόφων. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἐὰν οἶδε τὰς κοινὰς ἀρχάς, εἰ καὶ μὴ ὡς ψόφους οἶδεν ἢ ὡς χρώματα, ἀλλ’ οὖν ὡς ὄντα οἶδεν αὐτὰ καὶ ὡς ἔχοντα ὕπαρξιν, ὥσπερ καὶ αὐτὸς φής, ὦ Ἀριστότελες, ὅτι ἴσμεν καὶ τὸν ἰδίᾳ ἄνθρωπον καὶ πάντας ὡς ζῷον λογικὸν θνητὸν ὑπάρχοντα. τοῦτο οὖν ἐστιν ὃ λέγει. ἔτι δὲ ὧν ἔστιν αἴσθησις, ταῦτα πῶς δυνατόν ἐστι γνῶναι, φησίν, τὸν μὴ ἔχοντα αἴσθησιν, ὡς ἄνθρωπον; καίτοι ἔδει, εἴ γε πάντων τὰ αὐτὰ στοιχεῖα τῶν ὄντων· ὁ γὰρ εἰδὼς τὰς ἀρχὰς οἶδε καὶ τὰ ἐκ τῶν ἀρχῶν, ὥσπερ καὶ αἱ σύνθετοι φωναὶ ὑπάρχουσιν ἐκ τῶν οἰκείων στοιχείων, καὶ γινωσκομένων τῶν στοιχείων αὐτῶν καὶ αἱ φωναὶ γινώσκονται. p. 993a11 Ὅτι μὲν οὖν τὰς εἰρημένας ἐν τοῖς φυσικοῖς αἰτία ζητεῖν. Συμπεραίνεται τὰ εἰρημένα πληρώσας τὴν ἀντιλογίαν τὴν πρὸς τὰς ἰδέας, καί φησιν ὅτι σαφὲς ἡμῖν γέγονεν ὅτι πάντες οἱ περὶ ἀρχῶν διαλεχθέντες ἐοίκασι ζητεῖν τὰς ἀρχὰς τὰς εἰρημένας ἐν τοῖς Φυσικοῖς, τουτέστι τελικὴν ποιητικήν, ὑλικὴν εἰδικήν. τούτων γὰρ ἐκτὸς οὐδεμίαν ἐστὶν εἰπεῖν δυνατόν· ἐδείχθη γὰρ ὅτι ἡ παραδειγματικὴ οὐκ ἔστι, τουτέστιν ἡ περὶ τῶν ἰδεῶν. ἀμυδρῶς οὖν περὶ τῶν τεσσάρων τούτων ἀρχῶν εἰρήκασι· καὶ τρόπον μέν τινα πᾶσαι εἴρηνται πρότερον αἱ τέσσαρες ἀρχαὶ ὑπὸ τῶν παλαιοτέρων, διότι οἱ μὲν αὐτῶν μίαν εἰρήκασι τὴν ὑλικήν, ὥσπερ Θαλῆς Ἀναξίμανδρος καὶ Ἡράκλειτος, οἱ δὲ δύο, τὴν ποιητικὴν πρὸς τῇ ὑλικῇ, Ἀναξαγόρας καὶ Ἐμπεδοκλῆς, οἱ δὲ καὶ τὴν εἰδικήν, ὥσπερ οἱ τὰς ἰδέας· τρόπον οὖν τινα οὐκ εἰρήκασιν. ἀδιαρθρώτως γὰρ γέγονεν ἡ προσεχῶς ἐπαναβεβηκυῖα φιλοσοφία, ἤγουν πᾶσα ἡ πρὸ ἡμῶν Πλατῶν μὲν γὰρ ἐμνημόνευσε τῶν τεσσάρων, Ἐμπεδοκλῆς δὲ τῶν τριῶν ἀλλ’ οὐ διηρθρωμένως περὶ πάντων), ἅτε νέα τε οὖσα κατ’ ἀρχὰς καὶ τὸ πρῶτον. φησὶ δὲ ὁ ἡμέτερος φιλόσοφος ὅτι ‘καὶ διηρθρωμένως ὁ Πλατῶν καὶ πρὸ σοῦ, καὶ αὐτὸς ἐξ αὐτοῦ λαβὼν λέγεις’. p. 993a17 Ἐπεὶ Ἐμπεδοκλῆς ὀστοῦν τὸν λόγον φησὶν εἶναι. Ἐντεῦθεν βούλεται δεῖξαι πῶς ἐμνημόνευσαν οἱ πρὸ αὐτοῦ τῶν ἀρχῶν, καί φησιν ὅτι ὁ Ἐμπεδοκλῆς ἐμνημόνευσε τοῦ εἰδικοῦ αἰτίου ἐπειράθη γὰρ ἀποδοῦναι τὸν λόγον τοῦ ὀστέου πῶς γίνεται, καὶ τὴν οὐσίαν αὐτοῦ ἀποδοῦναι), οὐκέτι δὲ καὶ ἐπὶ πάντων τοῦτο εἶπεν· ἔδει γὰρ αὐτὸν καὶ περὶ σαρκὸς καὶ τῶν ἄλλων ἀπάντων ὁμοίως εἰπεῖν. διὰ τὸν λόγον γάρ ἐστι, τουτέστι τὸ εἶδος, καὶ σὰρξ καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον, καὶ οὐ διὰ τὴν ὕλην μόνην, ἣν ἐκεῖνος λέγει πῦρ καὶ γῆν. ἡ δὲ χθὼν ἐπίηρος ἐν εὐστέρνοις χοάνοισι τῶν δύο τῶν ὀκτὼ μερέων λάχε νήστιδος αἴγλης, τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λεύκ’ ἐγένοντο. εἰ δὲ τοῖς ὀστέοις κατὰ τὸν λόγον καὶ τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἶδος καὶ τὴν οὐσίαν, ἐστὶν ἡ ὕπαρξις κατ’ αὐτόν, δῆλον ὡς καὶ τῇ σαρκὶ καὶ τῷ νεύρῳ καὶ τῷ ξύλῳ καὶ τῷ λίθῳ καὶ ἑκάστῳ τῶν ὄντων· καὶ γὰρ ἐπὶ πᾶσι τὸ εἶδος καὶ ὁ λόγος αἴτιος τοῦ ἕκαστον εἶναι. διὰ γὰρ τὸν λόγον καὶ τὸ εἶδος ἡ διαφορὰ ἐν τοῖς οὖσι, καὶ ἔστιν αὐτῶν τὸ μέν τι σάρξ, τὸ δὲ ὀστοῦν, τὸ δ’ ἄλλο τι, ἐπεὶ ἥ γε ὕλη κατ’ αὐτὸν πᾶσι τοῖς οὖσιν ἡ αὐτή, ὡς ἔφαμεν· τὰ γὰρ τέσσαρα στοιχεῖα ἡ ὑλικὴ ἀρχὴ αὐτῷ. p. 993a22 Ἀλλὰ ταῦτα μὲν ἄλλου λέγοντος. Φησὶν ὅτι εἰ ἔσχε τινὰ ὁ Ἐμπεδοκλῆς χεῖρα ὀρέγοντα καὶ δεικνύντα ὅτι πάντα κατὰ τὸ εἶδος χαρακτηρίζεται, ἠγάπησεν ἂν τὰ λεγόμενα καὶ ἠκολούθησεν αὐτοῖς αὐτὸς μὲν γὰρ διαρθρῶσαι οὐκ ἴσχυσεν) ὥσπερ καὶ περὶ Ἀναξαγόρου εἶπε τὴν δόξαν αὐτοῦ ἐπανορθῶν, ὅτι ἄλλῳ μὲν ἄν λέγοντι ταῦτα ἐπηκολούθησεν ,οὐ μὴν αὐτὸς διήρθρωσε. περὶ γοῦν τῶν ἀρχῶν τούτων, φησί, καὶ πρότερον εἰρήκαμεν ἐν τοῖς Φυσικοῖς· εἶτα πάλιν ἐπαγγέλλεται λέγειν περὶ αὐτῶν ἐν τῷ ἐλάττονι ἄλφα καὶ ἀπορεῖν περὶ αὐτῶν καὶ ἐπιλύεσθαι τὰς ἀπορίας ἐν τοῖς Περὶ φιλοσοφίας. ἐκ γὰρ τῶν ἀποριῶν εὐπορώτεροι γινόμεθα εἰς τὰς λύσεις τῶν ἐν τοῖς ὑστέροις ἀπορουμένων· αἱ γὰρ περὶ τῶν. ἀρχῶν ἀπορίαι τε καὶ λύσεις ἀρχαὶ τῆς τῶν μετὰ ταῦτα ἀπορουμένων λύσεως γίνονται. καὶ λέγει περὶ τῶν ἀπορουμένων ἐν τῷ ἐλάττονι ᾱ· διὸ ἐφεξῆς ἀναγινώσκεται. Τέλος τῶν εἰς τὸ μεῖζον ἄλφα σχολίων Ἀσκληπιοῦ.