# In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΣΧΟΛΙΑ ΤΟΥ ΑΥΤΟΥ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ ΕΙΣ TO ΕΛΑΤΤΟΝ ΑΛΦΑ..1

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ΣΧΟΛΙΑ ΤΟΥ ΑΥΤΟΥ ΑΣΚΛΗΠΙΟΥ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΤΟΥ ΕΡΜΕΙΟΥ ΕΙΣ TO ΕΛΑΤΤΟΝ ΑΛΦΑ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepius/in-aristotelis-metaphysicorum-libros-a-z-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%91%20%CE%A4%CE%9F%CE%A5%20%CE%91%CE%A5%CE%A4%CE%9F%CE%A5%20%CE%91%CE%A3%CE%9A%CE%9B%CE%97%CE%A0%CE%99%CE%9F%CE%A5%20%CE%91%CE%A0%CE%9F%20%CE%A6%CE%A9%CE%9D%CE%97%CE%A3%20%CE%91%CE%9C%CE%9C%CE%A9%CE%9D%CE%99%CE%9F%CE%A5%20%CE%A4%CE%9F%CE%A5%20%CE%95%CE%A1%CE%9C%CE%95%CE%99%CE%9F%CE%A5%20%CE%95%CE%99%CE%A3%20TO%20%CE%95%CE%9B%CE%91%CE%A4%CE%A4%CE%9F%CE%9D%20%CE%91%CE%9B%CE%A6%CE%91..1

p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία.· σημεῖον δὲ τὸ μήτε ἀξίως. Πληρώσαντες τὸ μεῖζον Α νῦν ἥκομεν ἐπὶ τὸ ἔλαττον Α. γνήσιον δέ ἐστι καὶ αὐτοῦ τοῦ Ἀριστοτέλους τὸ βιβλίον. καὶ τοῦτο δῆλον ἔκ τε τῶν δογμάτων καὶ ἐκ τῆς λέξεως· καὶ τῆς φράσεως γὰρ τὸ ποικίλον πατέρα τὸν Ἀριστοτέλην προσαγορεύει. τινὲς δὲ ὑπέλαβον ἀλλότριον αὐτοῦ εἶναι, ἀποβλέψαντες εἴς τε τὴν ἀρχὴν τοῦ βιβλίου καὶ εἰς τὸ συμπέρασμα αὐτοῦ· ἐν μὲν γὰρ τῇ ἀρχῇ περὶ τῶν αἰτίων τῶν πρώτων διαλέγεται, τουτέστι τῶν πρωτίστων ἀρχῶν, ἐν δὲ τῷ συμπεράσματι περὶ φύσεως, ζητῶν τί ἐστι φύσις· τὸ δὲ τοιοῦτον τοῖς Φυσικοῖς μᾶλλον ἁρμόττει ἤπερ τοῖς Μετὰ τὰ φυσικά. ἄλλως τε δὴ ἐν τῷ τέλει τοῦ μείζονος Α ἔλεγε δεῖν ἀπορῆσαι περὶ τῶν ἀρχῶν· ἐνταῦθα δὲ τοῦτο οὐ πεποίηκεν, ἀλλ’ ἐν ἀρχῇ τοῦ Β ἀπορεῖ περὶ τῶν ἀρχῶν· ὥστε μᾶλλον τὸ Β ἐστὶν ἐφεξῆς, τοῦτο δὲ παρεμβέβληται. λέγομεν τοίνυν πρὸς ταῦτα ὅτι ἠβουλήθη πρότερον διαλεχθῆναι περὶ τῶν πρωτίστων ἀρχῶν. αἱ γὰρ πρώτισται ἀρχαὶ κυρίως ὄντα ὑπάρχουσι, τὰ δὲ κυρίως ὄντα ἀληθείας ἐστὶ δηλωτικά, ἡ δὲ κυρίως ἀλήθεια καὶ τοῖς ἄλλοις αἰτία γίνεται ἀληθείας.· διὰ τοῦτο τοίνυν ἐνταῦθα πρότερον περὶ τῶν πρωτίστων ἀρχῶν διαλέγεται. ἀμέλει τοι καὶ διὰ τοῦτο εἰρήκασιν ἔλαττον αὐτὸ Α προσαγορεύεσθαι, ὡς ἄν ἀρχῆς οὔσης τοῦ ὄντος πρωτίστου τοῦ βιβλίου, ἐπειδὴ περὶ τῶν πρωτίστων ἀρχῶν διαλέγεται, εἶτα λοιπὸν πρὸς τῷ συμπεράσματι διαλέγεται καὶ περὶ τῶν φυσικῶν ἀρχῶν. ἔδει γὰρ περὶ πασῶν ἀπλῶς τῶν ἀρχῶν διαλεχθῆναι· ἡ γὰρ ἀρχὴ ὁμώνυμός ἐστι φωνὴ ἢ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. ἐφεξῆς τοίνυν διαλέγεται ἡμῖν περὶ τῆς θεωρητικῆς φιλοσοφίας καὶ δείκνυσιν ὅτι ἡ θεωρητικὴ φιλοσοφία προτέρα ἐστὶ τῆς πρακτικῆς, καὶ ὅτι οὐχ ὑπάρχουσιν αἱ ἀρχαὶ ἄπειροι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ὃ δὲ λέγει ἐν προοιμίοις τοιοῦτόν ἐστιν, ὅτι ἡ περὶ τῆς ἀληθείας θεωρία κατὰ τὶ μὲν χαλεπή ἐστιν εἰς τὸ θηραθῆναι, κατὰ τὶ δὲ ῥᾳδία. χαλεπὴ μέν ἐστι διὰ τὴν ἡμετέραν φύσιν μὴ δυναμένων ἐξικνεῖσθαι πρὸς τὸ ὕψος τῆς ἀύλου δυνάμεως, ὥσπερκαὶ ἐπὶ τῶν νυκτερίδων ὁρῶμεν γινόμενον ὅτι οὐκ ἀντιλαμβάνονται τοῦ ἡλιακοῦ φωτός, οὐ διὰ τὴν τοῦ ἡλίου οὐσίαν φύσει γὰρ φανοτάτη ἐστίν), ἀλλὰ διὰ τὴν αὐτῶν ἀσυμμετρίαν τε καὶ ἀνεπιτηδειότητα· οὕτως οὖν καὶ ἐπὶ ἡμῶν χαλεπή ἐστιν ἡ περὶ τῆς ἀληθείας θεωρία διὰ τὴν ἡμῶν ἀσθένειαν, οὐ διὰ τὴν ἐκείνων φύσιν. ῥᾳδία δὲ πάλιν ἐστὶ διὰ τὸ πλάτος καὶ τὸ ,10 φανότατον τῶν τῆς ἀληθείας δυνάμεων. φησὶ γὰρ ὅτι <ὡς> οἱ πρὸς θύραν τοξεύοντες διὰ τὸ πλάτος τῆς θύρας οὐκ ἀποτυγχάνουσι τοῦ σκοποῦ, οὕτως οὐδὲ οἱ προσβάλλοντες τοῖς νοητοῖς γνησίως καὶ καθαρῶς ἀποτυγχάνουσι τῆς ἀληθείας· ἀλλ’ ἕκαστον αἱρεῖν τι ἐξ αὐτῶν· ὥστε τὸ ἐκ πάντων συναθροιζόμενον μέγα τι εἶναι, ἐπειδὴ ὁ μὲν προσβάλλει τῷδε τῷ μέρει τῆς ἀληθείας, ὁ δὲ τῷδε· καὶ λοιπὸν τὸ ἐκ πάντων συναθροιζόμενον μέγα τι γίνεται. οὐκ ἔστιν οὖν, ὡς εἴρηται, ἀλλότρια τὰ νῦν λεγόμενα τῆς προκειμένης πραγματείας, ἀλλ’ ἔστι προγραφόμενα· τελείως γὰρ ἐνταῦθα διαλέγεται περὶ τῆς θεωρητικῆς φιλοσοφίας, καὶ τί διαφέρει ἡ θεωρητικὴ τῆς πρακτικῆς, καὶ ὅτι ἡ τῆς αἰτίας γνῶσίς ἐστι κυρίως ἡ θεωρητικὴ φιλοσοφία, καὶ ὅτι εἰς τὴν εὕρεσιν ταύτης ἡ τῶν ἀρχῶν καὶ αἰτιῶν γνῶσις συντελεῖ. p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾳδία. σημεῖον δὲ τὸ μήτε ἀξίως μηδένα δύνασθαι τυχεῖν αὐτῆς. Βούλεται διὰ τῶν νῦν λεγομένων ὑπ’ αὐτοῦ ὁ Ἀριστοτέλης καὶ προτρέψασθαι. διὰ μὲν γὰρ τοῦ εἰπεῖν ὅτι χαλεπή ἐστιν ἡ περὶ τῆς ἀληθείας θεωρία συντονωτέρους ἡμᾶς ποιεῖ πρὸς τὴν ἀντίληψιν αὐτῆς διὰ τὴν δυσχέρειαν· διὰ δὲ πάλιν τοῦ εἰπεῖν τῇ δὲ ῥᾳδία προτρέπει, ὅτι οὐ δεῖ, φησίν, ἀποκνεῖν πρὸς τὰ ῥᾷστα τῶν πραγμάτων. εἶτα λοιπὸν δείκνυσι πῶς χαλεπὴ καὶ πῶς ῥᾳδία, καί φησιν ὅτι τὸ χαλεπὸν διττόν ἐστιν, ἢ διὰ τὴν φύσιν τῶν γινωσκομένων ἢ διὰ τὴν τῶν γινωσκόντων. ἡ περὶ τῆς ἀληθείας οὖν θεωρία, τουτέστιν ἡ περὶ τῶν νοητῶν κατάληψις, χαλεπή ἐστι διὰ τὴν ἡμετέραν ἀσθένειαν, οὐ διὰ τὴν οἰκείαν φύσιν· ὥσπερ γὰρ ὁ ἥλιος φανότατος ὢν τῇ ἑαυτοῦ φύσει ἀσύμμετρός ἐστι ταῖς νυκτερίσι διὰ τὴν αὐτῶν ἀσθένειαν οὔτε γὰρ δύνανται φέρειν τὸ μεθ’ ἡμέραν φῶς), οὕτω δὲ καὶ τὰ νοητὰ φανότατα ὑπάρχοντα παντὸς μᾶλλον κτὰ τὴν αὐτῶν φύσιν ὅμως ἡμῖν δύσβατα ὑπάρχουσιν πρὸς ἀντίληψιν διὰ τὴν ἐν ἡμῖν ἀσθένειαν. καὶ ὥς φησιν ὁ Ἀλέξανδρος, ὅτι διὰ τοῦτο οὐ δυνατὸν ἡμᾶς ἀντιλαβέσθαι τῶν νοητῶν, ἐπειδὴ ὁ ἡμέτερος νοῦς ἀσθενής ἐστι πρὸς τὴν τῶν φύσει σαφῶν γνῶσιν, διότι συμπλέκεται αἰσθήσει καὶ φαντασίᾳ· εἰ δὲ χωρισθείη, φησί, ποτέ, ἀντιλήψεται. ὥστε οἶδε καὶ αὐτὸς ἄκων τε καὶ ἑκὼν ὅτι χωριστή ἐστιν ἡ ἡμετέρα ψυχὴ τοῦ σώματος. πάλιν κατασκευάζει τὸ ῥᾴδιον, ἐπειδὴ πάντες οἱ ἐπιχειρήσαντες γνῶναί τι, καὶ οἱ ἐπιπολαιότεροι, μετρίως κατώρθωσαν· παντάπασι γὰρ οὐδεὶς αὐτῆς ἀπέτυχε, καθάπερ, φησί, παροιμιαζόμενοί φαμεν τί τις ἄν θύρας ἁμάρτοι᾿ ; διότι ὁ εἰς θύραν τοξεύων οὐχ ἁμαρτάνει διὰ τὸ μέγεθος τῆς θύρας. οὕτως οὖν, φησί, καὶ ὁ περὶ τῶν νοητῶν διαλεγόμενος οὐχ ἁμαρτάνει παντάπα.σιν, ἀλλὰ μέρος τι γινώσκει διὰ τὸ ὑπερβάλλον τῆς οὐσίας αὐτῶν φανοτάτης οὔσης · ὥστε τὸ ἐκ πολλῶν συναθροιζόμενον γίνεσθαι ἕν τι μέγεθος. εἶτα λοιπὸν καὶ εὐγνωμόνως φερόμενος ἀποδέχεται τοὺς πρὸ αὐτοῦ καὶ τοὺς ἐπιπολαιοτέρους, ἅτε δὴ ἀρχὴν παρεσχηκότας, καὶ τοὺς ὕστερον ἀκριβώσαντας, καί φησιν οὕτως, ὅτι εἰ μὴ γέγονε Τιμόθεος, οὐκ ἄν εἰδέναι ἐμέλλομεν πολλὴν μελοποιίαν· οὗτος γὰρ ἠκρίβωσε· καὶ πάλιν φησὶν ὅτι εἰ μὴ Φρῦνις ἀρχὴν ἡμῖν παραδέδωκεν, οὐκ ἄν ποτε Τιμόθεος γέγονεν. οὕτως οὖν, φησί, δεῖ καὶ ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας ἀποδέξασθαι καὶ τοὺς ἀρχὴν εἰρηκότας καὶ τοὺς ἀκριβώσαντας. εἶτα ταῦτα εἰρηκώς φησιν ὅτι διττή ἐστιν ἡ ἀλήθεια, ἡ μὲν ἐν τοῖς πράγμασιν ἡ δὲ ἐν τῇ γνώσει. καὶ κρείττων ἐστὶν ἡ ἀλήθεια ἡ ἐν τοῖς πράγμασι τῆς ἀληθείας τῆς ἐκ τῆς γνώσεως, διότι ἡ ἀλήθεια ἡ ἐν τοῖς πράγμασι τὰ νοητὰ ὑπάρχει, ἀεὶ ἔχοντα ταύτην τὴν ἀλήθειαν καὶ διδόντα ἡμῖν, τὰ δὲ παρέχοντα τῶν λαμβανόντων κρείττονα. ὥσπερ γὰρ τὸ εἶναι ἔχει ὁ γεγραμμένος ἄνθρωπος διὰ τὸν Σωκράτην, εἰ τύχοι, οὕτως ἡ ἡμετέρα γνῶσις τὴν ἀλήθειαν ἔχει ἐκ τῆς ἐν τοῖς πράγμασιν ἀληθείας. ὥστε λέγει καὶ αὐτὸς ἰδέας εἶναι, εἴ γε † ἐκεῖθέν φησιν ἐνταῦθα παραγίνεσθαι. ἰστέον δὲ ὅτι οὐ μόνον ἐν τῇ θεωρίᾳ ἐστὶν ἀλήθεια, ἀλλὰ καὶ ἐν τῇ πράξει. πῶς οὖν φησιν ἡ περὶ τῆς ἀληθείας θεωρία; καὶ γὰρ ἡ πρακτική τέ καὶ πολιτικὴ φιλοσοφία περὶ τὸ ἐν ἐκείνοις ἐστὶν ἀγαθόν· τέλος γὰρ τῶν πράξεων τὸ ἀγαθόν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν τεχνῶν. ἀληθείας γὰρ φροντίζει καὶ ὁ ἰατρὸς φάσκων ὅτι ὑγιανεῖ ὁ κάμνων, εἴ γέ ἐστιν ἡ τέχνη ἕξις μετὰ ἀληθοῦς λόγου ποιητική· τέλος δὲ τὸ ἀγαθὸν θὸν τίθεται. ἀλλ’ ἡ θεωρία τὴν γνῶσιν, περὶ δὲ γνώσεως ἐστιν ὁ λόγος. ἔπειτα ἡ πρᾶξις μερικῶν τινων ἀντιλαμβάνεται καὶ ποτὲ μὲν ὄντων ποτὲ δὲ μὴ ὄντων, καὶ πρός τι, ὥς φησιν αὐτός· νῦν γάρ φησιν ὅτι ὑγιάζεται ἢ ὅτι οἰκοδομεῖ· ἡ μέντοι γε περὶ τὴν θεωρίαν ἀλήθεια, φησί, ἀίδιος ὑπάρχει, καὶ οὐ ποτὲ μέν ἐστι, ποτὲ δὲ οὐκ ἔστι. πάλιν δὲ καὶ αὕτη ἡ ἀλήθεια ἡ περὶ τὴν θεωρίαν διαιρεῖται· τὸ μὲν γὰρ αὐτῆς μεθεκτόν ἐστι τὸ δὲ ἀμέθεκτον. ἀμεθέκτως μὲν γὰρ μετέχουσι τῆς ἀληθείας τὰ νοητά, τουτέστι τὸ πρῶτον αἴτιον, εἴ γε πηγή ἐστι τῆς ἀληθείας· τὰ δὲ οὐράνια εἰ ·καὶ ἀίδια ὑπάρχουσιν, ἀλλ’ οὖν γε κατὰ μέθεξιν τῆς ἀληθείας μετέχουσι. ταῦτα τοίνυν εἰρηκὼς μετέρχεται ἐπὶ τὰς ἀρχὰς καὶ δείκνυσιν ὅτι οὐκ ἄπειροι ὑπάρχουσιν οὔτε κατὰ βάθος οὔτε κατὰ πλάτος, ὥστε εἶναι μὲν αἰτίας τὰς ψυχὰς τῆς κινήσεως, ταύτας δὲ <οὐκ> ἀπείρους ὑπάρχειν. εἶτα λοιπὸν δείκνυσιν ἐπὶ τῶν τεσσάρων αἰτιῶν τοῦτο. φησὶ γὰρ ὅτι οὐκ ἔστιν ἄπειρον τὸ ὑλικὸν αἴτιον· ἔστι γὰρ τὰ στοιχεῖα καὶ μετὰ ταῦτα ἡ ὕλη τὸ ὑποκείμενον· ὥστε οὐκ ἄπειρον. ὁμοίως δὲ καὶ τὸ. . ποιητικὸν αἴτιον καὶ τὸ τελικὸν καὶ εἰδικόν. καὶ λοιπὸν δείκνυσι τοῦτο χαριέντως. ἐὰν γάρ, φησίν, ὑποθώμεθα ἄπειρα τὰ αἴτια, πᾶσα ἀνάγκη ἀναιρεῖσθαι τὸ αἴτιον. ἔστω γὰρ καθ’ ὑπόθεσιν τρία αἴτια τὸ ἁ β γ, καὶ ἔστω τὸ μὲν γ αἰτιατόν, τὸ δὲ β μέσον, τὸ δὲ ἁ πρῶτον· δῆλον οὖν ὅτι ἀδύνατόν ἐστι τὸ γ εἶναι αἴτιον· αἰτιατὸν γὰρ μόνον ἐστίν. ἀλλ’ οὐδὲ τὸ μέσον ἐστὶν αἴτιον, φημὶ δὴ τὸ β, διότι καὶ αἰτιατόν ἐστι καὶ ἑνὸς μόνου αἴτιον· ὥστε τὸ ἁ μόνως ἐστὶν αἴτιον. εἰ τοίνυν ὑποθώμεθα ἄπειρα εἶναι τὰ αἴτια, οὐκ ἔσται τῷ ὄντι αἴτιον· πὰν γὰρ τὸ λαμβανόμενον καὶ αἴτιον ἔστι καὶ αἰτιατόν, τὸ δὲ κυρίως αἴτιον οὐκ ἔστιν αἰτιατόν. p. 993a30 Ἡ περὶ τῆς ἀληθείας θεωρία τῇ μὲν χαλεπή, τῇ δὲ ῥᾴδια. Τουτέστιν ἡ περὶ πάσης τῆς θεωρητικῆς φιλοσοφίας θεωρία κατὰ τὶ μὲν χαλεπή ἐστι, κατὰ τὶ δὲ ῥᾳδία· χαλεπὴ μὲν καθ’ ὅσον πολλῶν ἐπιχειρησάντων αὐτῇ οὐδεὶς κατ’ ἀξίαν τοὺς περὶ αὐτῆς πεποίηται λόγους· τοῦ γὰρ δυσεύρετον καὶ χαλεπὴν εἶναι τὴν περὶ αὐτῆς θεωρίαν σημεῖόν ἐστιν ἱκανὸν τὸ μὴ δύνασθαι τοὺς περὶ αὐτῆς λέγοντας ἀξίως τι εἰπεῖν περὶ αὐτῆς. τοῦ δ’ αὖ ῥᾳδίαν πάλιν εἶναι σημεῖον ποιεῖται τὸ μὴ πάντῃ τοὺς περὶ αὐτῆς εἰπόντας ἀποπλανηθῆναι, ἀλλὰ τῶν εἰπόντων ἕκαστον εἰπεῖν ὑγιές τι περὶ αὐτῆς. καθ’ ἕκαστον μὲν γὰρ τῶν ταῦτα φιλοσοφησάντων εἰ ἐπισκοποίημεν, ὀλίγα παντελῶς ἕκαστον αὐτῶν ὑγιῶς ἂν εὕροιμεν λέγοντα· εἰ δὲ τὰς ἀπάντων ἀθροίσομεν εἰς ταὐτό δόξας, ἀξιόλογος ἤδη καὶ μεγάλη ἡ περὶ αὐτὰ θεωρία φανεῖται, ὥσπερ ἐν τῷ πρὸ τούτου εἶπεν ὅτι ἕκαστος τῶν πρώτων μέρος τι εἶπε περὶ τῶν ἀρχῶν. τὸ δὲ τῆς φύσεως προσκείμενον τὸ πρὸ πάσης τοῦτο τῆς θεωρητικῆς φιλοσοφίας εἶναι τὸ βιβλίον συνίστησι. δῆλον οὖν ὅτι κατὰ φύσιν ἡμῖν ἁρμόττει ἥδε ἡ πραγματεία, διὰ τὸ μηδένα ἀποτυγχάνειν ταύτης ποτέ. p. 993b4 Ωστε εἴπερ ἔοικεν ἔχειν καθάπερ τυγχάνομεν παροιμιαζόμενοι. Οτι ῥᾳδία ἐστὶν ἡ περὶ τῆς ἀληθείας θεωρία, σημεῖον παρέθετο τὴν παροιμίαν προσχρησάμενος αὐτῇ ‘ τί τις ἄν θύρας ἁμάρτοι’, ἥτις λέγεται μὲν περὶ τῶν εὐκόλων καὶ μηδὲν χαλεπὸν καὶ δυσεύρετον ἐχόντων· εἴληπται δὲ ἀπὸ τῶν τοξοτῶν τῶν ἐπὶ σκοπὸν τοξευόντων· οὗτοι γάρ, ἄν μὲν στενὸς ᾖ ὁ προκείμενος σκοπός, οὐ ῥᾳδίως αὐτοῦ τυγχάνουσιν, ἐὰν δὲ πλατὺς ὥσπερ θύρα, ῥᾴδιον αὐτοῖς τὸ τούτου τυχεῖν. εἰ οὖν τοῦ ῥᾳδίου πάντες ἐπιτυγχάνουσι, ῥᾴδιόν ἐστι τοῦτο. p. 993b6 Τὸ δ’ ὅλον τ’ ἔχειν καὶ μέρος μὴ δύνασθαι δηλοῖ τὸ χαλεπὸν αὐτῆς. Ἐντεῦθέν φησιν ὡς ἔστι δυσχερὲς ἡ κατάληψις αὐτῆς, διότι, φησίν, ἀδύνατόν ἐστι τελείως αὐτὴν γνῶναι· μέρος γὰρ αὐτῆς οὐδεὶς δύναται γνῶναι, εἴ γε καὶ ἀμερής ἐστι, τὸ δὲ ὅλον πολύ ἐστι γνῶναι· χαλεπή ἐστιν ἄρα ἡ περὶ αὐτῆς θεωρία. ἀλλ’ εἴποι ἄν τις ὅτι ‘ πῶς φησιν ἐνταῦθα ὅτι τὸ μέρος οὐ δυνατόν ἐστι γνῶναι, ἀνωτέρω δὲ ἔλεγεν ὅτι μέρη νοοῦσι διάφορα, καὶ τὸ ἐκ πάντων συναθροιζόμενον ἕν τι γίνεται’; πρὸς ὃ ἐροῦμεν ὅτι ἀνωτέρω μέρος ἔλεγε τὸ ὅλως ἐλθεῖν εἰς ἔννοιαν καὶ ἐφάψασθαι αὐτῆς, οὐ τῆς οὐσίας αὐτῆς, ἀλλ’ ἐννοῆσαι περὶ αὐτῆς ὅτι ἀσώματός ἐστιν, εἰ τύχοι· ἐνταῦθα δέ φησι περὶ τῆς οὐσίας· ἡ γὰρ ὕπαρξις αὐτῆς ἢ ὅλη διαγινώσκεται ἢ οὐ γινώσκεται. δοκεῖ οὖν ὁ φιλόσοφος, ὡς εἴρηται, τὰ ἀντικείμενα λέγειν. προείρηκε μὲν γὰρ ὅτι κατὰ μέρος ἕκαστος ἐπιβάλλει τῇ τῶν ὄντων ἀληθείᾳ, ὅλου δὲ ἀποτυγχάνει· νῦν δὲ δοκεῖ λέγειν τὸ μὲν ὅλον ἔχειν τοὺς ἐπιβάλλοντας αὐτῇ, τὸ δὲ μέρος μὴ δύνασθαι. μήποτε δὲ οὕτως ἀκούειν ἄμεινον τῆς λέξεως, τὸ δείκνυσθαι τὸ χαλεπὸν τῆς πραγματείας διὰ τοῦ † πρὸς τὸ ὅλον ἔχειν μηδὲ μέρος ὁλοκλήρως ἔχειν δύνασθαι. φησὶν οὗν ὅτι ἡ χαλεπότης κατὰ δύο τρόπους χαρακτηρίζεται, ἢ διὰ τὰ γινωσκόμενα ἢ διὰ τὰ γινώσκοντα. ἡ οὖν χαλεπότης οὐκ ἔστιν ἐν τοῖς πράγμασι, τουτέστιν οὐ διὰ τὰ γινωσκόμενα, ἀλλ’ ἐν ἡμῖν, τουτέστι διὰ τὴν ἡμετέραν ἀσθένειαν. ὥσπερ γὰρ αἱ νυκτερίδες ἔχουσι πρὸς τὸ μεθ ἡμέραν φῶς οὐ γὰρ διὰ τὸν ἥλιον οὐκ ἀντιλαμβάνονται, εἴ γε φανότατός ἐστιν ὁ ἥλιος, ἀλλὰ διὰ τὴν τῶν ὀμμάτων ἀσθένειαν), οὕτω καὶ τῆς ἡμετέρας ψυχῆς ὁ νοῦς πρὸς τὰ τῇ φύσει φανερώτατα πάντων ὀκλάζει, οὐ διὰ τὴν ἐκείνων κρύψιν, εἴ γε φανότατα ὑπάρχουσιν, ἀλλὰ διὰ τὴν ἡμετέραν ἀσθένειαν· ἡ γὰρ παρὰ τὰ αἰσθητὰ ἡμῶν συνεχὴς γινομένη ἐνέργεια ταῖς κεχωρισμέναις τῆς αἰσθήσεως ἐνεργείαις ἐμποδὼν γίνεται. p. 993b11 Οὐ μόνον δὲ χάριν ἔχειν δίκαιον. Ἐντεῦθεν εὐγνωμόνως ἀποδέχεται καὶ τοὺς πρὸ αὐτοῦ εἰρηκότας περὶ τῶν ἀρχῶν, φάσκων οὕτως, ὅτι οὐ μόνον δεῖ ἔχειν χάριν τοῖς ἀκριβές τι εἰποῦσι καὶ ὧν ἄν ταῖς δόξαις ἀνὴρ φιλόσοφος συγκαταθῆται, ἀλλὰ καὶ τοῖς ἐπιπολαιοτέρως ἀποφηναμένοις· καὶ γὰρ οὗτοι πάνυ συνεβάλοντο, καθὸ εὑρεταὶ γεγόνασι τῆς ἀρχῆς. τὴν γὰρ ἕξιν, ὥς φησιν αὐτός, προήσκησαν ἡμῶν. τὴν γὰρ ἕξιν, τουτέστι τὴν δύναμιν ἡμῶν, ᾗτινι δυνάμι τῆς ψυχῆς τὰ τοιαῦτα ζητεῖν δυνάμεθα αὕτη δέ ἐστιν ἡ κατὰ τὸν νοῦν), ταύτην προήσκησαν θήξαντές πως καὶ κινήσαντες ταῖς ζητήσεσιν ἃς ἐποιήσαντο, καὶ ἐπιστήσαντες εἰς τὸ καὶ αὐτοὺς ζητεῖν περὶ τούτων καὶ εἰς ἔννοιαν ἀγαγόντες ὡς ἔστιν οἰκεία ἡμῖν ἡ περὶ ὧν ἐπραγματεύσαντο θεωρία. εἰ μὴ γάρ, φησί, Τιμόθεος ἐγένετο, οὐκ ἐμέλλομεν ἔχειν πολλὴν μελοποιίαν· αὐτὸς γὰρ ἠκρίβωσεν· εἰ δὲ μὴ Φρῦνις, Τιμόθεος οὐκ ἐγένετο. ἀρχαιότερος γὰρ Φρῦνις Τιμοθέου, ὃς καὶ τὴν ἀρχὴν εὗρε τῆς μελοποιίας.. οὕτως οὗν δεῖ ἔχειν καὶ περὶ τῶν ἀποφηναμένων περὶ τῆς ἀληθείας· παρὰ μὲν γάρ τινων παρειλήφαμέν τινας δόξας ἀκριβεῖς, αἷς ἄξιον χρῆσθαι ὡς ἐχούσαις περιττόν τι, ἄλλοι δὲ τοῦ γενέσθαι τούτοις αἴτιοι γεγόνασι τὰς ἀρχὰς εὑρίσκοντες. p. 993b19 Ὀρθῶς δὲ ἔχει καὶ τὸ καλέσαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. Χρησάμενος τῷ τῆς ἀληθείας ὀνόματι ἐπὶ τῆς θεωρητικῆς φιλοσοφίας, νῦν ὅτι εὐλόγως οὕτως καλεῖται συνίστησι φάσκων ὅτι ὀρθῶς ἔχει τὸ καλέσαι τὴν φιλοσοφίαν ἐπιστήμην τῆς ἀληθείας. φιλοσοφίαν γὰρ ἰδίως τὴν θεωρητικὴν λέγει, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ, λέγων θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια· καὶ ταύτης ἔτι μᾶλλον τὴν περὶ τῶν πρώτων ἀρχῶν τε καὶ αἰτιῶν τῶν παντάπασιν αἰσθήσεως κεχωρισμένων καὶ τῇ αὐτῶν φύσει ὄντων, ἣν καὶ σοφίαν καλεῖ. συνίστησι δὲ τὸ προειρημένον οὕτως. ἐπεὶ τέλος τῆς θεωρητικῆς φιλοσοφίας ἀλήθεια, ἀπὸ δὲ τοῦ τέλους καὶ τοῦ σκοποῦ ἑκάστη μέθοδος χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει, εἰκότως αὕτη παρὰ τῆς ἀληθείας καλεῖται· τοῦτο γὰρ αὐτῇ τέλος. καὶ ἐκ τῆς παραθέσεως δὲ τῆς πράξεως τοῦτο ἔδειξεν· ὅτι μᾶλλον ἀλήθεια θεωρεῖται ἐν τῇ θεωρίᾳ ἐπεὶ καὶ ἀίδιος) ἤπερ ἐν τῇ πράξει. διό φησι θεωρητικῆς μὲν γὰρ τέλος ἀλήθεια καὶ γνῶσις, πρακτικῆς δὲ ἔργον· ἐὰν γὰρ τὸ πῶς ἔχει σκοπῶμεν, ἡ πρᾶξις οὐ τὸ ἀίδιον καθ’ αὑτὸ ἔχει, ἀλλὰ πρός τι. ἡ γὰρ πρᾶξις πρός τινα καιρὸν συμβάλλεται, καὶ έστιν ἀληθὲς τὸ μερικῶν πραγμάτων τὰς πράξεις ὑπάρχειν. τὰ γὰρ πρακτὰ οὐ καθόλου, ἀλλὰ μεταπίπτουσι κατὰ τὰς ἡλικίας τῶν πραττόντων καὶ τὰς τύχας καὶ κατὰ τὰς πρὸς οὗς πράττεται σχέσεις. καὶ γὰρ <αἱ> ἐπὶ τῶν ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν ζητήσεις εἰ μὴ θεωρίας χάριν γίνοιντο μόνης, ἐν τοῖς πρακτοῖς εἰσι καὶ περὶ τὰ καθ’ ἕκαστα· ἐπὶ γὰρ ταῦτα αὐτῶν ἡ ἀναφορά. ἄλλως τε ἐκ τῆς θεωρίας ἔχει ἡ πρᾶξις τὴν ἀλήθειαν. πρὸς τούτοις δὲ οὐ δυνατόν ἐστι γνῶναι τὸ ἀληθὲς ἄνευ τῆς αἰτίας. p. 993b24 Ἕκαστον δὲ μάλιστα αὐτὸ τῶν ἄλλων. Φησὶν ὅτι τὸ αὐτὸ αἴτιόν ἐστι τῶν ἄλλων· καὶ ἐχρήσατο Πλατωνικῇ λέξει τῇ αὐτὸ ἐνδεικνύμενος τὰς ἰδέας· τὸ γὰρ αὐτὸ αἴτιον τοῖς ἄλλοις τοῦ εἶναι, τουτέστι τὸ νοητόν, φημὶ δὴ τὴν ὕπαρξιν τοῦ νοητοῦ, καθ’ ὃ τοῖς ἄλλοις ὑπάρχει συνωνύμως, τουτέστιν ὁμωνύμως ἡ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ὅν. οἷον τὸ πῦρ φαμεν εἶναι θερμότατον, ἐπειδὴ καὶ τοῖς ἄλλοις αἴτιόν ἐστι θερμότητος. ὥστε καὶ ἀληθέστατον τὸ αἴτιον τοῖς ὑστέροις τῆς ἀληθείας. εἰ τοίνυν τὴν ἀλήθειαν ἔχομεν ἐκ τῶν νοητῶν, δῆλον ὅτι κυρίως ἀληθινὰ ἐκεῖνα ὑπάρχουσιν. οὐ γὰρ ποτὲ ἀληθῆ ὑπάρχουσιν, οὐδὲ ἐκείνοις ἄλλα αἴτια τοῦ εἶναι, ἀλλ’ ἐκεῖνα τοῖς ἄλλοις · οἴκοθεν γὰρ ἔχουσι τὴν ἀλήθειαν συνουσιωμένην. οὔτε γάρ φαμεν ὅτι πᾶν ἀληθὲς δεῖ ἐξ αἰτίας γνωρίζειν· οὕτως γὰρ ἐπ’ ἄπειρόν τε ἄν εἴη τὰ αἴτια καὶ οὐδὲν γνωστὸν ἄν εἴη, ὡς μετ’ ὀλίγον δείξει· ἀλλὰ δῆλον ὅτι τούτων τῶν πρακτῶν τὸ ἀληθὲς οὐχ οἷόν τε γνῶναι χωρὶς αἰτίας τῶν ἐχόντων αἰτίας. ἔστι γάρ τινα γνωστὰ χωρὶς αἰτίας· τοιαῦτα γὰρ τὰ πρῶτα καὶ αἱ ἀρχαί, τουτέστι τὰ νοητὰ πάντα. διό φησι καἰ ἐν τῇ Ἀποδεικτικῇ ὅτι οὐκ ἐπ’ ἄπειρον αἰ ἀρχαί, καὶ ἐν τῇ Φυσικῇ ὅτι ἀναγκαία ἐστὶν ἡ περὶ τῶν ἀρχῶν θεωρία· οὐ μέντοι γε αἱ πρώτισται ἀρχαὶ ἀρχᾶς ἔχουσιν, ἀλλὰ ὑπάρχουσι κοιναὶ ἔννοιαι. διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς ἀναγκαῖον ἀεὶ εἶναι ἀληθεστάτας. p. 993b29 Οὐ γὰρ ποτὲ ἀληθεῖς, οὐδ’ ἐκείναις αἴτιόν τί ἐστι τοῦ εἶναι, ἀλλ’ ἐκεῖναι τοῖς ἄλλοις. ὡς δὲ ἕκαστον ἔχει τοῦ εἶναι, οὕτω καὶ ἀληθείας. Ἐντεῦθεν δείκνυσιν ὅτι σύνδρομοι ὑπάρχουσιν αἱ ἐνέργειαι ταῖς οὐσίαις. διό φησι τέσσαρας εἶναι ἐνεργείας, ἐπειδὴ καὶ τέσσαρες οὐσίαι, νοηταί, διανοηταί, δοξασταί, αἰσθηταί. φησὶν οὖν, ὡς ἕκαστον ἔχει οὐσίας, οὕτω καὶ ἀληθείας. σύνδρομοι γὰρ αἱ ἐνέργειαι ταῖς οὐσίαις· εἰ τοίνυν αἱ νοεραὶ οὐσίαι θεῖαι ὑπάρχουσι καὶ ἀληθεῖς καὶ ἀεὶ ὡσαύτως ἔχουσαι καὶ ἀναίτιοι, φανερὸν ὅτι καὶ αἱ ἐνέργειαι αὐτῶν τοιαῦται. ἐπὶ μέντοι γε ἡμῶν ἡ οὐσία οὐ τοιαύτη· οὐκοῦν οὐδὲ αἱ ἐνέργειαι· ἐκεῖθεν γὰρ ἐπινάονται. p. 994a1 Ἀλλὰ μὴν ὅτι γε ἔστιν ἀρχή τις καὶ οὐκ ἄπειρα τὰ αἴτια τῶν ὄντων. Εἰπὼν τὴν θεωρητικὴν φιλοσοφίαν περὶ ἀληθείας ἐπιστήμην εἶναι, ἥτις διὰ τὴν τῶν αἰτίων γνῶσιν γίνεται, εἰπὼν δὲ καὶ μάλιστα ἀληθῆ τὰ αἴτια εἶναι, καὶ διὰ τούτων συστησάμενος ἀναγκαίαν οὖσαν τῇ θεωρητικῇ φιλοσοφίᾳ τὴν τῶν αἰτίων γνῶσιν, ἐπεὶ τὰ αἴτια τοὺ εἶναι τοῖς ἀιδίοις τῶν ὄντων μάλιστά ἐστιν ἀληθῆ, ἀναγκαίως καὶ ἀκολούθως τοῖς προειρημένοις δείκνυσιν ὅτι ἔστι τινὰ αἴτια καὶ ἔστι τις ἀρχὴ αὐτοῖς, τουτέστι πρῶτον αἴτιον, καὶ οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος. ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐκ ἄπειροι ὑπάρχουσιν αἱ ἀρχαὶ οὔτε εἰς εὐθυωρίαν, τουτέστι κατὰ βάθος, ὥστε εἶναι μὲν τόδε τοῦδε αἴτιον, ἄλλου δὲ ἄλλο καὶ τοῦτο ἐπ’ ἄπειρον, οὕτε κατ’ εἶδος, τουτέστι κατὰ πλάτος, ὥστε εἶναι μὲν τὰς ψυχὰς αἰτίας, ταύτας δὲ ἀπείρους ὑπάρχειν. οὔτε γάρ, φησίν, ὡς ἐξ ὕλης τόδε ἐκ τοῦδε δυνατὸν εἶναι ἐπ’ ἄπειρον, οἷον, ὥς φησιν αὐτός, σάρκα μὲν ἐκ γῆς, γῆν δὲ ἐξ ἀέρος, ἀέρα δὲ ἐκ πυρός, καὶ τοῦτο μηδέποτε, φησίν, ἵστασθαι, ἀλλὰ ἄλλην ἄλλης ὕλην γίνεσθαι· πάλιν δὲ καὶ ἐπὶ τοῦ ποιητικοῦ αἰτίου, οἷον τὸν μὲν ἄνθρωπον ὑπὸ τοῦ ἀέρος κινηθῆναι, τοῦτον δὲ ὑπὸ τοῦ ἡλίου, τὸν δὲ ἥλιον ὑπὸ τοῦ νείκους, καὶ τούτου μηδὲν εἶναι πέρας. ὁμοίως δὲ, φησί, καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου οὐ δυνατόν ἐστιν ἀπειρίαν εἶναι, βάδισιν μὲν ὑγείας ἕνεκα, ταύτην δὲ εὐδαιμονίας τὴν δὲ εὐδαιμονίαν ἄλλου, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὁμοίως καὶ ἐπὶ τοῦ εἰδικοῦ αἰτίου. p. 994a11 Τῶν τὰρ μέσων ὧν ἐστιν ἔξω τι ἔσχατον καὶ πρότερον. Ἐντεῦθεν δείκνυσιν ὅτι οὐ δυνατόν ἐστιν ἐπ’ ἄπειρον γίνεσθαι τὴν πρόοδον τῶν αἰτίων, ἐπεὶ οὕτως οὐκ ἔσται αἴτιον. τῶν γὰρ μέσων, φησίν, αἰτίων, ὧν ἐστιν ἔξω ἔσχατον καὶ πρότερον. εἰ γὰρ λάβωμεν τρία αἴτια, πρῶιον, μέσον, ἔσχατον, ἐρωτηθῶμεν δὲ ποῖον ἐξ αὐτῶν ἐστιν αἴτιον, φανερὸν ὅτι τὸ πρῶτον ἐροῦμεν· οὔτε γὰρ τὸ ἔσχατον αἴτιόν ἐστιν, εἴ γε πάντων ἐστὶ τελευταῖον καὶ αἰτιατὸν ἀλλ’ οὐκ αἴτιον , οὔτε δὲ τὸ μέσον δυνατόν ἐστιν εἰπεῖν αἴτιον· ἑνὸς γὰρ μόνου αἴτιόν ἐστι τοῦ ἐσχάτου, ἄλλως τε καὶ αἰτιατόν ἐστι τοῦ πρώτου. εἰ οὖν ἄπειρα τὰ αἴτια, πάντα μέσα, καὶ οὕτως οὐδὲν ἔσται πρῶτον. ταὐτὸ οὖν ἐστι πρὸς τὸ παράδειγμα καὶ ὀλίγα λαβεῖν καὶ πλείονα· εἰ γὰρ ἐν πᾶσιν αἴτιον τὸ πρῶτον ἀλλὰ μὴ τῶν μέσων τι, ἐφ’ ὧν ἡ τοιάδε τάξις, ἐν οἷς μηδέν ἐστι πρῶτον ἀλλὰ μέσα πάντα, ἐν τούτοις δὲ αἴτιον οὐκ ἔστιν οὐ μόνον πρῶτον ἀλλ’ οὐδὲ τῶν μεταξύ τι. δηλωτικὸν δ’ ἂν εἴη τὸ τοῦτον τὸν τρόπον προσκείμένον ἐν] τοῖς αἰτίοις τοῦ κατ’ ἐνέργειαν ἀπείρου· ἐν γὰρ τοῖς οὕτως ἀπείροις οὐδέν ἐστι πρῶτον, καὶ ἐπὶ τοῦ ἀνομοειδοῦς· τῶν γὰρ. ἀπείρων μὲν ὁμοειδῶν δὲ πάν τὸ ληφθὲν ὁμοίως αἴτιον, ἓν δέ. καὶ ταῦτα μὲν ὁ Ἀλέξανδρος· ὁ δὲ ἡμέτερος φιλόσοφος Ἀμμώνιός φησιν ὅτι τὸ τοῦτον τὸν τρόπον δηλωτικόν ἐστι καὶ ἀντιδιασταλτικὸν τῆς δυνάμεως, ὅτι δυνατόν ἐστιν ἀπείρου δυνάμεως οὔσης εἶναί τι πρῶτον αἴτιον· τὸ γὰρ πρῶτον αἴτιον ὰπειροδύναμόν ἐστι καὶ ὁμοίως αἴτιον πάντων. τὸ γοῦν κατὰ δύναμιν ἄπειρον ἐνδέχεται, τὸ δὲ κατ’ ἀριθμὸν οὐκ ἐνδέχεται. ἄλλως τε δὲ τοῦ ἀπείρου πάντα τὰ μόρια μέσα μέχρι τοῦ νῦν τουτέστι μέχρι τοῦ πέρατος. εἰ δὲ τὸ μέσον ἐδείχθη μὴ ὂν αἴτιον, φανερὸν ὅτι οὐκ ἔστιν αἴτιον, εἴπερ ἄπειρα τὰ αἴτια. εἶ οὖν ἔστιν ἄπειρα, οὐδὲν ἐστι πρῶτον· εἰ δὲ οὐκ ἔστι πρῶτον, αἴτιον 〈οὐδέν ἐστιν〉. ἀλλά μὴν τοῦτο ἀδύνατον· ἔστιν ἄρα πρῶτον. p. 994a19 Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι τοῦ ἄνω ἔχοντος ἀρχήν. Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ δυνατὸν εἶναι ἐπὶ τὸ ἄνω ἄπειρον τὴν ἀρχὴν τοῦ κάτω ὡρισμένου ὑπάρχοντος, ἐπεὶ οὕτω συμβήσεται ὰναιρεῖσθαι τὸ κυρίως αἴτιον τὸ γὰρ κυρίως ἐστὶν αἴτιον τὸ μόνως ὑπάρχον αἴτιον· εἰ δὲ ὑποθώμεθα ἀπείρους τὰς ἀρχάς, ἔσται τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν· τὸ δὲ τοιοῦτον, ὡς εἴρηται, οὐκ ἔστι κυρίως αἴτιον), ταῦτα τοίνυν δείξας διὰ τῶν προλαβόντων, ἐντεῦθεν δείκνυσιν ὅτι πάλιν τῆς ἀρχῆς ὡρισμένης ὑπαρχούσης, ἀδύνατόν ἐστι τὰ ἐξ αὐτῆς προερχόμενα ἄπειρα εἶναι. καἰ μή τις οἰηθείη ὅτι τὰ ἐνταῦθα λεγόμενα ὅμοιά ἐστι τοῖς ἐν τῇ Ἀποδεικτικῇ εἰρημένοις· ἐκεῖσε γὰρ περὶ τῶν κατηγοριῶν τὸν λόγον ἐποιεῖτο δείκνυς ὅτι οὐχ υπαρχουσιν ἄπειροι αἱ κατηγορίαι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω, ἐνταῦθα μέντοι γε περὶ τῶν πραγμάτων αὐτῶν ἀποδείκνυσιν ὅτι οὐχ ὑπάρχουσι τὰ πράγματα ἄπειρα οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω. ὡς οὖν εἴρηται, ταῦτα δείξας ὅτι οὐχ ὑπάρχουσιν ἄπειρα ἐπὶ τὸ ἄνω, νῦν δείκνυσιν ὅτι οὐδὲ τῆς ἀρχῆς ὡρισμένης ὑπάρχούσης τὰ ἐξ αὐτῆς προερχόμενα ἄπειρα ὑπάρχουσι. πρὸς δὲ τὴν δεῖξιν ταύτην λαμβάνει ὅτι τὰ ἔκ τινος γινόμενα τριχῶς λέγονται· λέγεται γὰρ τὸ ἐκ τοῦδε γίνεσθαι ἡ κατὰ χρόνον ἢ κατὰ ὕλην ἢ κατὰ τὸ ἀτελὲς καὶ τὸ τέλειον. κατὰ χρόνον μὲν ὡς ἐὰν εἴπω ὅτι μετὰ τὰ Ὀλύμπια γέγονε τὰ Ἴσθμια, καὶ πάλιν ἐκ τῶν Ἰσθμίων τὰ Νέμεα. ἐξ ὕλης δὲ ὡς ἐὰν ὑποθώμεθα ἐξ ἀέρος γίνεσθαι ὕδωρ καὶ ἐξ ὕδατος γῆν, εἰ τύχοι, καὶ ἐκ γῆς πῦρ. καὶ πάλιν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον, ὥσπερ φαμὲν ἐξ ἐμβρύου γίνεσθαι βρέφος καὶ μειράκιον καὶ ἐκ μειρακίου ἄνδρα, καὶ πάλιν ἐξ ἀμαθοῦς ἐπιστήμονα. ἰστέον οὖν ὅτι τῷ πρώτῳ σημαινομένῳ οὐ κέχρηται τῷ κατὰ τὸν χρόνον, διότι οὐ κυρίως φαμὲν ἐπὶ τοῦ χρόνου τόδε ἐκ τοῦδε γίνεσθαι ἀλλὰ τόδε μετὰ τόδε, οἷον Ὀλύμπια, ἔπειτα Ἴσθμια· ταῦτα γὰρ πάντα ὑπάρχουσι. δυνατὸν γὰρ καὶ ἐξ Ἰσθμίων ’Oλύμπια γενέσθαι καὶ πάλιν ἐξ Ὀλυμπίων Ἴσθμια· ὡς γὰρ εἴρηται, οὐκ ἔστι τοῦτο πραγματειῶδες ἀλλὰ θέσει. ἐπὶ τῆς ὕλης δέ φαμεν τόδε ἐκ τοῦδε γίνεσθαι, οἷον ἐκ πυρὸς ἀέρα καὶ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος γῆν. ἡ τοίνυν τοιαύτη πρόοδος οὐκ ἔστιν ἄπειρος ἀλλ’ ἀνακάμπτει· πάλιν γὰρ καὶ ἐκ γῆς γίνεται πῦρ. ὅτι γὰρ ἀνάγκη πᾶσά ἐστιν ἀνακάμπτειν, φανερὸν ἐντεῦθεν. ἡ γὰρ ὕλη ἄφθαρτός ἐστιν· εἰ γὰρ ὑποθώμεθα αὐτὴν φθαρτὴν εἶναι, ἐπειδὴ πᾶν τὸ φθειρόμενον εἰς ὕλην φθείρεται, ἔσται ἐφθαρμένη ἡ ὕλη πρὸς τῆς γενέ- σεως αὐτῆς, καὶ ἐφθαρμένη ἅμα καὶ σωζομένη, ὅπερ ἐστὶν ἀδύνατον, διότι εἰς ὕλην πάλιν φθείρεται. ὥστε ἄφθαρτος, φησίν, ἔστιν ἡ ὕλη. εἰ δὲ ἄφθαρτος, δῆλον ὅτι καὶ δύναμιν ἔχει καὶ ἐπιτηδειότητα τοῦ γενέσθαι πάλιν πῦρ. εἰ τοίνυν μὴ μάτην ἔχει τὴν δύναμιν ταύτην, φανερὸν ὅτι πάλιν ἀνακάμπτει καὶ γίνεται πῦρ ἐκ γῆς καὶ τὸ ἐναντίον. εἰ δὲ ἀνακάμπτει, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ὑπάρχει κατὰ τὸ σημαινόμενον τὸ ἐκ τῆς ὕλης γινόμενον τόδε ἐκ τοῦδε. ἀλλ’ οὐδὲ πάλιν κατὰ τὸ σημαινόμενον, καθ’ ὃ γίνεται τόδε ἐκ τοῦδε κατὰ τὸ ἀτελὲς καὶ τὸ τέλειον, ἐπ’ ἄπειρόν ἐστι πρόοδος, καθώς φαμεν ἐκ μὲν ἐμβρύου μειράκιον, ἐκ μειρακίου δὲ ἄνδρα ἢ ἐξ ἀμαθοῦς ἐπιστήμονα. δῆλον δὲ ὅτι ταῦτα πάντα σκοπὸν ἔχουσι καὶ πρὸς τέλος ἐπείγονται· εἰ δὲ ἄπειρον ὑποθώμεθα τὴν πρόοδον, φανερὸν ὅτι οὐδέποτε τεύξεται τοῦ σκοποῦ καὶ μάτην προελεύσεται. πρὸς τούτοις δὲ καὶ μάτην ἕξει τὸν σκοπόν, ὅπερ οὐ θέμις· οὐδὲν γὰρ μάτην οὔτε ὁ θεὸς οὕτε ἡ φύσις ποιεῖ. ὥστε οὐδ’ ἐπὶ τὸ κάτω ἄπειρός ἐστιν ἡ πρόοδος τῶν πραγμάτων. ἀλλ’ εἴποι ἄν τις ὅτι δι’ ἣν αἰτίαν μὴ καὶ ταῦτα ἀνακάμπτουσιν, ὥσπερ τὸ πῦρ καὶ ὁ ἀὴρ γίνονται ἐξ ἀλλήλων καὶ ἀνακάμπτουσι, μὴ καὶ ἐπὶ τῶν ἀτελῶν 〈καὶ τελείων〉 γίνεται ἀνάκαμψις, καὶ γίνεται ἔμβρυον ἐκ μειρακίου καὶ ἐξ ἀνδρὸς μειράκιον καὶ ἐξ ἐπιστήμονος ἀμαθής; λέγομεν οὖν πρὸς τὴν τοιαύτην ἀπορίαν ὅτι ἐπὶ μὲν τῆς ὕλης ἐναντιότης ἐστιν, ὅπου δὲ ἐναντιότης, ἐκεῖ καὶ ἀνάκαμψις ἔστι γὰρ ἐναντιότης πρὸς πῦρ καὶ ὕδωρ, καὶ ἐπειδὴ ἔχει ἐν ἑαυτῇ ἡ ὕλη ἐπιτηδειότητα κοινὴν οὖσαν ἀμφοτέρων, εἰκότως ἀνακάμπτουσιν εἰς ἄλληλα τὰ στοιχεῖα, τῶν εἰδῶν ἄλλοτε ἄλλου ἐπικρατεστέρων γινομένων, καὶ τῆς ὕλης ἀμφότερα δεχομένης διὰ τὴν ἐπιτηδειότητα)· ἐπὶ μέντοι γε τοῦ ἐμβρύου καὶ τοῦ ἀνδρὸς οὐκ ἔστιν ἐναντιότης οὔτε δὲ ἐπιτηδειότης τοιαύτη· σπεύδει γὰρ ἐπὶ τὸ τέλος. ἡ γὰρ ὁδὸς οὐκ ἔστιν ἐναντία τῷ τέλει, ἐπεὶ οὐκ ἄν ποτε εἰς τὸ ἐναντίον ἠπείγετο. διὸ καὶ φυλαττομένου τοῦ εἴδους τοῦ ἐξ ἀρχῆς οὕτως γίνεται προσθήκη· σωζόμενος γὰρ ὁ ἄνθρωπος αὔξει καὶ πάλιν γίνεται ἐπιστήμων. ἐπὶ μέντοι γε τῶν στοιχείων φθειρομένου τοῦ πυρὸς οὕτως γίνεται ὕδωρ καὶ τὸ ἀνάπαλιν. ὥστε εἰκότως οὐ γίνεται ἐπὶ τούτων ἀνάκαμψις, διότι ἡ λεύκανσις οὐκ ἔστιν ἐναντία τῇ λευκότητι τῷ ἑαυτῆς τέλει, ὡς εἴρηται ἐν τῇ Φυσικῇ, ἀλλὰ τῇ μελάνσει ἐστὶν ἐναντία, τῇ ὁδῷ τῇ ἀγούσῃ ἐπὶ μελανίαν. καὶ ταῦτα δέ, ὥς φησι, κυκλικῶς γίνεται, καὶ ἔστιν εὐθεῖα κύκλον μιμουμένη· γίνεται γὰρ ἀπὸ σπέρματος ἔμβρυον, εἶτα μειράκιον, εἶτα ἀνήρ, εἶτα πάλιν σπέρμα. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῶν φυτῶν καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. πάλιν δέ φησιν ὅτι οὐδὲ τὸ τελικόν ἐστιν αἴτιον ἄπειρον· ὁρῶμεν γὰρ ὅτι πάντα τὰ πράγματα πρὸς τέλος ἐπείγονται, καὶ ἡ φύσις καὶ ὁ νοῦς τέλους ἕνεκα πάντα πράττει· διὸ καλῶς ἀπεφήναντο τἀγαθὸν οὗ πάντα ἐφίεται. εἰ τοίνυν ὑποθώμεθα ἄπειρον τὸ τελικὸν αἴτιον, πάντα ἄσκοπα ἔσονται, καὶ ἐντεῦθεν ἀναιρεῖται πᾶσα πρᾶξις, εἴ γε τέλους ἕνεκα πράττονται τὰ πραττόμενα, καὶ οὐδὲ νοῦς ἔσται ἐν τοῖς οὖσιν· ἕνεκα γάρ τινος πράττει ὅ γε νοῦν ἔχων· πρὸς πέρας γὰρ ἐπείγεται. ὥστε πᾶσά ἐστιν ἀνάγκη εἶναι τὸ τελικὸν αἴτιον. διό φησιν ἐκεῖνος “ἔκ σεο πάντα πέφηνε, σὺ δ’ οὐδενὸς εἵνεκα μοῦνος”. καὶ ἔστιν ἀρχὴ μὲν ὡς προακτικὸν τῶν πάντων, τελικὸν δὲ διὰ τὸ πάντα πρὸς αὐτὸ ἐπεστράφθαι. p. 994a19 Ἀλλὰ μὴν οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τέ ἐστιν ἐπ’ ἄπειρον ἰέναι, τοῦ ἄνω ἔχοντος ἀρχήν. Δείξας ὅτι οὐκ ἔστιν εἰς ἄπειρον τῶν αἰτίων κατ’ εὐθυωρίαν ἐπὶ τὸ ἄνω ἡ πρόοδος, ἀλλ’ ἀνάγκη, εἰ ἔστι τι αἴτιον ὅλως, εἶναί τι πρῶτον καὶ ἀρχήν, νῦν πάλιν δείκνυσιν ὅτι οὐδ’ ἐπὶ τὸ κάτω οἷόν τε κατ’ εὐθυωρίαν ἐπ’ ἄπειρον ἰέναι τὰ αἴτια, οὔσης ἀρχῆς τῶν αἰτίων καὶ πρώτου τινὸς αἰτίου, ὡς εἶναι πᾶν τὸ αἰτιατὸν ἄλλου πάλιν τινὸς αἴτιον διαφέροντος κατ’ εἶδος τῶν ἤδη γεγονότων. τοῦτο οὗν ἐδήλωσεν ἐπὶ τῆς ὕλης παραδείγματι χρησάμενος ὥστε ἐκ πυρὸς μὲν ὕδωρ γίνεται, ἐκ δὲ τοῦ ὕδατος γῆ, καὶ οὕτως αἰεὶ ἄλλο τι γίνεται γένος, γένος εἰπὼν ἀντὶ τοῦ εἶδος. φησὶν οὖν ὅτι οὐ δυνατὸν πάλιν ἐπὶ τὰ κάτω ἐπ’ ἄπειρον τὴν πρόοδον γίνεσθαι, ὥστε ἐκ πυρὸς μὲν γίνεται ὕδωρ, ἐξ ὕδατος δὲ ἀήρ, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἀνακάμπτει γὰρ ἡ πρόοδος διὰ τὴν εἰρημένην αἰτίαν ἐν τῇ θεωρίᾳ. p. 994a22 Διχῶς γὰρ γίνεται τόδε ἐκ τοῦδε. Κυρίως διχῶς λέγεται γίνεσθαι τόδε ἐκ τοῦδε, ὑλικῶς καὶ πραγματειωδῶς· οὔτε γὰρ κυρίως λέγεται τόδε ἐκ τοῦδε ἐπὶ τοῦ χρόνου, οἷον ἐξ Ἰσθμίων Ὀλύμπια, καὶ διὰ τοῦ εἰπεῖν μὴ ὡς τόδε ἐδήλωσεν ὅτι οὐ κυρίως λέγεται ἐπ’ αὐτῶν τόδε ἐκ τοῦδε. ὡς γὰρ εἴρηται ἐν τῇ θεωρίᾳ, ἐπὶ τούτων τόδε μετὰ τόδε ἐστί· θέσει γάρ ἐστι , καὶ δυνατὸν τὸ αὐτό πρότερον καὶ ὕστερον γίνεσθαι. ἀλλὰ κυρίως τόδε ἐκ τοῦδε γίνεσθαι λέγεται καὶ πραγματειωδῶς, ἡνίκα ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδος γίνεται, καὶ γίνεται ἐκ παιδὸς μεταβάλλοντος ἀνήρ, καὶ ἐξ ὕλης, ἡνίκα ἐξ ὕδατος γίνεται ἀήρ. ἡνίκα οὖν ἐκ παιδὸς ἄνδρα γίνεσθαί φαμεν, ὡς ἐκ τοῦ γινομένου τὸ γεγονός (γινόμενον δὲ λέγει τὸν παῖδα, γεγονὸς δὲ τὸν ἄνδρα) ἢ ἐκ τοῦ τελουμένου τὸ τετελεσμένον, ὡς ἐπὶ τῶν ἀτελῶν τῶν ὑπομενόντων καὶ εἰς τὴν οἰκείαν τελειότητα προιόντων διὰ τὴν ἐν αὐτοῖς μεταβολήν· οὕτως γὰρ ἐκ παιδὸς ἀνὴρ γίνεται, καὶ ἔστιν ἡ τοιαύτη μεταβολὴ ἤγουν γένεσις κατὰ αὔξησιν· ἀλλὰ καὶ ἐκ τοῦ μανθάνοντος ἐπιστήμων ἔστι δὲ ἡ τοιαύτη κατὰ ἀλλοίωσιν), καὶ ἐκ τοῦ μὴ νοοῦντος ὁ νοῶν. αὕτη κατ’ εἶδος μεταβολή. τοιαύτη καὶ ἡ τοῦ πρωὶ εἰς τὴν ἡμέραν μεταβολή· τελειοῦται γὰρ ὁ ὄρθρος προιὼν εἰς τὴν ἡμέραν καὶ τὸ οἰκεῖον εἶδος λαμβάνει· τὴν μὲν οὖν τοιαύτην γένεσιν ἐκ τοῦ γινομένου γίνεσθαι λέγει, ὅτι ἐξ ἤδη γεγονότος καὶ ὄντος τιν·ός, ἀτελοῦς δὲ καὶ διὰ τοῦτο ἤδη] γινομένου γίνεται· γεγονότος γὰρ καὶ ἤδη ὄντος τινὸς εἰς τὸ τέλειον ἡ πρόοδος. p. 994a25 Ὡς μὲν οὖν ἐκ παιδὸς ἄνδρα γίνεσθαί φαμεν. Δηλώσας τὸ διττὸν τοῦ ἔκ τινος εἴς τι μεταβάλλειν λεγομένου διὰ παραδείγματος, ἑκάτερον λαβὼν τῶν παραδειγμάτων, πῶς γίνεται δείκνυσι, καὶ τίς αὐτῶν ἡ πρὸς ἄλληλα διαφορά. τὰ μὲν δὴ οὕτως λεγόμενα γίνεσθαι ὡς ἐκ παιδὸς ἀνὴρ καὶ ἐκ τοῦ μανθάνοντος ὁ ἐπιστήμων ἴδιον ἔχει τὸ <ἐκ> τοὐ γινομένου τε καὶ ὄντος ἤδη καὶ τελειουμένου καὶ μεταξὺ ὄντος μεταβεβληκέναι εἰς τὸ γεγονὸς καὶ τὸ τέλειον· ὅ τε γὰρ ἀνὴρ ἐκ τοῦ παιδὸς γέγονεν, ὄντος τε ἤδη καὶ μὴ] ὑπομένοντος τοῦ ἐξ οὗ γίνεται, καὶ αὐτοῦ γινομένου καὶ μεταβάλλοντος εἰς τὸ τέλειον εἶδος τὸ τοῦ ἀνδρὸς ἐκ τοῦ ἀτελεστέρου· ὁμοίως δὲ καὶ † ἐκ τοῦ μεμαθηκότος καὶ οὐ φθειρομένου ἀλλ’ ὑπομένοντος καὶ μεταβάλλοντος εἰς τελειότητα. ὁ γὰρ οὕτω γεγονὼς ἐκ τοῦ γινομένου καὶ ὄντος ἤδη γέγονε καὶ ἐκ τοῦ ἐπιτελουμένου τετελείωται· τὸ γὰρ γινόμενον τὸ συντελούμενόν ἐστιν. εἰπὼν δὲ οὕτως γίνεσθαι τὰ τοιαῦτα ὡς ἐκ τοῦ γινομένου τὸ γεγονός. πῶς εἶπεν ἐκ τοῦ γινομένου δείκνυσι, καὶ ὅτι ἔστι τὸ γινόμενον μεταξὺ <τοῦ> τε ὄντος καὶ τοῦ μὴ ὄντος. ὡς γὰρ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι μεταξὺ γένεσίς ἐστιν οὖσα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι μεταβολή, ἥτις οὔτε μὴ ὂν οὔτε ὂν ἤδη διὰ γὰρ γενέσεως ἡ ἐκ τοῦ μὴ εἶναί τι εἰς τὸ εἶναι μεταβολή), οὕτως ἀναλόγως ἔχει καὶ τὸ γινόμενον, οὗ ἐστιν ἡ γένεσις, πρός τε τὸ ἀπλῶς ὂν καὶ πρὸς τὸ ἀπλῶς μὴ ὄν, μεταξὺ ὂν αὐτῶν. δεικνύοι δ’ ἄν τοῦτο διὰ τὸ δοκεῖν πᾶν τὸ γινόμενον διά τινος μεταξὺ γίνεσθαι καὶ ἔκ τινος μεταξύ. ὡς γὰρ ἐκ τῆς γενέσεως μεταξὺ οὔσης τοῦ τε εἶναι καὶ τοῦ μὴ εἶναι γίνεται τὰ οὕτως γινόμενα, οὕτως καὶ τὸ ἐκ τοῦ γινομένου γινόμενον ἐκ μεταξύ τινος καὶ αὐτὸ γίνεται· μεταξὺ γὰρ τὸ γινόμενον τοῦ τε ὄντος καὶ τοῦ μὴ ὄντος. πῇ γὰρ ὂν τὸ γινόμενον καὶ πῇ μὴ ὄν· οὔτε γὰρ ἁπλῶς ὄν οὐ γὰρ τέλειον) οὔτε ἁπλῶς μὴ ὄν ἔστι γὰρ ἀτελές)· διὸ οὐδέ τι μεταξὺ τῆς ἀντιφάσεως. p. 994a27 Ἀεὶ γάρ ἐστί τι μεταξύ, ὥσπερ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις. Φησὶν ὅτι μεταξύ ἐστί τι τοῦ ἀτελοῦς τοῦ ὁδεύοντος ἐπὶ τὴν τελειότητα αὕτη ἡ μέλλουσα κατὰ μέρος αὔξησις γίνεσθαι ἤγουν προσθήκη, ὥσπερ ἐστὶ μεταξὺ τοῦ εἶναι καὶ μὴ εἶναι γένεσις. ἡνίκα γὰρ μέλλει γίνεσθαι ὕδωρ ἐξ ἀέρος, ἔστι μεταξὺ ἡ γένεσις τοῦ μήπω ὄντος, φημὶ δὴ τοῦ ὕδατος, καὶ τοῦ μέλλοντος γίνεσθαι αὐτοῦ τοῦ ὕδατος. οὕτως οὖν καὶ τὸ γινόμενον μεταξύ ἐστι τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος. μὴ ὃν δὲ λέγει τὸν ἄνδρα· τὸ γὰρ παιδίον οὔπω ἐστὶν ἀνήρ· ὂν δὲ λέγει αὐτὸ τὸ παιδίον τὸ γινόμενον. διό φησιν ἔστι δὲ ὁ μανθάνων γινόμενος ἐπιστήμων καὶ τοῦτό ἐστιν ὅπερ λέγουσιν, ὅτι γίνεται ἐπιστήμων ἐκ μανθάνοντος, ἡ μεταβολὴ ἡ ἀπὸ ἀγνοίας ἐπὶ γνῶσιν. p. 994a30 Τὸ δὲ ὡς ἐξ ἀέρος ὕδωρ. Εἰρηκὼς καὶ ἐκθέμενος τὴν μεταβολὴν τὴν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον νὺν ἐκτίθεται τὴν μεταβολὴν τὴν κατὰ γένεσιν. φησὶν οὖν ὅτι τόδε ἐκ τοῦδέ φαμεν γίνεσθαι ὡς ἐξ ἀέρος ὕδωρ φθειρομένου τοῦ ἑτέρου· οὔτε γὰρ ἀὴρ γίνεται ὕδωρ, ἀλλὰ φθειρομένου τοῦ ἀέρος οὕτως γίνεται ὕδωρ. διὸ ἐκεῖνα μὲν τὰ προειρημένα οὐκ ἀνακάμπτουσιν εἰς ἄλληλα. καὶ τὴν αἰτίαν ἐξεθέμεθα ἐν τῇ θεωρίᾳ· οὐ γὰρ γίνεται ἐξ ἀνδρὸς παῖς· οὔτε γὰρ τὸ γινόμενον γίνεται ἐκ τῆς γενέσεως. ὡς γὰρ εἴρηται ἐν τῇ Φυσικῇ, ‘οὐκ ἔστι γενέσεως γένεσις οὔτε κινήσεως κίνησις.’ ἡ γένεσις οὖν τοῦ παιδός ἐστιν, ὅταν γένηται ἀνήρ, γινόμενον δὲ τὸ παιδίον. εἰ οὖν μηδὲν γίνεται ἐκ τῆς γενέσεως, τουτέστιν ἐκ τοῦ τέλους τοῦ ἑαυτοῦ, φανερὸν ὅτι οὐδέποτε, φησί, ἐξ ἀνδρὸς παῖς· οὔτε γὰρ ἔχουσιν ἐναντιότητας, ἵνα καὶ ἀνάκαμψις γένηται ὡς ἐπὶ τῶν στοιχείων· ἀλλ’ ἔστιν ἀνὴρ μετὰ τὴν γένεσιν. οὕτω γὰρ καὶ ἡμέραν φαμὲν γίνεσθαι ἐκ τοὐ ὄρθρου τοῦ ἔχοντος ἀμυδρὸν τὸ φῶς· ἀμέλει τοι μετὰ τὸν ὄρθρον γίνεται ἡμέρα, τουτέστι τὸ τέλειον ἐκ τοῦ ἀτελοῦς· οὐ γὰρ τὸ ἀτελὲς γίνεται ἐκ τοῦ τελείου, τουτέστι τὸ πρωὶ ἐκ τῆς ἡμέρας. τὰ γὰρ ὁδεύοντα ἀπὸ ἀτελοῦς ἐπὶ τὸ τέλειον ὁδεύουσιν, οὐ τὸ ἀνάπαλιν· ἡ γὰρ φύσις τῶν πραγμάτων μετὰ τάξεως προέρχεται τῆς δοθείσης ὑπὸ τῆς προνοίας. τὰ δὲ γινόμενα ἀνα- κάμπτει, καὶ γίνεται ἐκ πυρὸς ἀὴρ καὶ τὸ ἀνάπαλιν, διὰ τὸ μὴ] εἶναι μίαν ὕλην καὶ ἐπιτηδειότητα ἐν αὐτῇ τοῦ δέχεσθαι ἀμφότερα καὶ θεωρεῖσθαι ἐν αὐτῇ τὴν τῶν ἐναντίων ἐπιτηδειότητα. p. 994a32 Οὐ γὰρ γίνεται ἐκ τῆς γενέσεως τὸ γινόμενον ἀλλὰ μετὰ τὴν γένεσιν. Τουτέστιν οὐ γὰρ ἐκ τῆς ἄλλου φθορᾶς καὶ τῆς γενέσεως αὐτῆς τὸ οὕτω γινόμενον γίνεται, ἀλλ’ ἐκ τοῦ ἤδη γεγονότος· μετὰ γὰρ τὴν γένεσιν τὸ γεγονέναι. τὰ μὲν γὰρ κατὰ φθορὰν τῶν ἐξ ὧν λέγεται γίνεσθαι γινόμενα ἀρχὴν τοῦ εἶναι τὴν γένεσιν ἔχει ἡ γὰρ ἐκείνων μεταβολὴ καὶ φθορὰ τούτων γένεσις, ἀλλ’ οὐκ ἐκεῖνα), τὰ δὲ τελειούμενα μένοντα καὶ γινόμενα καὶ οὕτως ἔκ τινων λεγόμενα γίνεσθαι οὐκ ἐκ τῆς γενέσεως καὶ τῆς πρώτης μεταβολῆς γίνεται, ἀλλὰ μετὰ τὴν γένεσιν· τὸ μὲν γὰρ κινούμενόν ἐστι τὸ ἐκ τῆς γενέσεως γεγονός, οἷον τὸ βρέφος, ὃ προιὸν παῖς καὶ ἀνὴρ γίνεται, ὁ δὲ ἀνὴρ οὐκ ἐκ τῆς γενέσεως ἀλλ’ ἐκ τοῦ γινομένου ἐκ τῆς γενέσεως καὶ τελειουμένου γίνεται· ὥστε οὐκ ἐκ τῆς γενέσεως ἀλλὰ μετὰ τὴν γένεσιν γίνεται τὰ οὕτως γινόμενα. εἰπὼν δὲ ὅτι μετὰ τὴν γένεσιν, οὐκ ἐκ τῆς γενέσεως τὰ τελειούμενα γίνεται, παρέθετο οὕτως γίνεσθαι καὶ ἡμέραν ἐκ τοῦ πρωί· διὸ ἐκ μὲν τοῦ πρωὶ· ἡμέραν, ἐκ δὲ τῆς ἡμέρας οὐκέτι πρωί, ἐπειδὴ τοῦ χρόνου οὐκ ἔστιν ἡ τοιαύτη ἀναλογία. p. 994b3 Ἀμφοτέρως ἀδύνατον εἰς ἄπειρον ἰέναι. Ἐντεῦθεν δείκνυσιν ὅτι κατ’ οὐδένα τῶν κυρίως τρόπων, καθ’ οὕς φαμεν τόδε ἐκ τοῦδε γίνεσθαι ταῦτα γὰρ κυρίως αἴτια καὶ ἐξ αἰτιῶν γίνονται· τὰ γὰρ τοῦ χρόνου οὐ τοιαῦτα, ἀλλὰ θέσει καὶ μόνῃ ὑπάρχουσι, διὸ καὶ παρῃτήσατο αὐτά· οὔτε γὰρ θάτερον αὐτῶν εἰς θάτερον μεταβάλλει οὔτε δὲ συντελεῖ τὰ Ἴσθμια εἰς τὰ Ὀλύμπια), λαβὼν οὖν τοὺς δύο τρόπους τοὺς προρρηθέντας, καθ’ οὓς κατὰ μεταβολήν τινος ὑποκειμένου τόδε τι γίνεται, δείκνυσι κατὰ μηδέτερον αὐτῶν ἐπ’ ἄπειρον δυναμένην τὴν πρόοδον γίνεσθαι. τὰ μὲν γὰρ κατὰ φθοράν τινος ἐξ αὐτοῦ λεγόμενα γίνεσθαι, <ἃ> τῆς γενέσεως γίνεσθαι λέγει, οὐκ ἐκ τοὐ γινομένου καὶ ἤδη ὄντος, ἀνακάμπτειν εἰς ἄλληλα· ὡς γὰρ ἐξ ὕδατος ἀήρ, οὕτω καὶ ἐξ ἀέρος ὕδωρ γίνεσθαι. καὶ τοῦτο ἐναργές· διὸ καὶ ταὐτὸν αὐτοῖς τὸ ὑποκείμενον καὶ ἡ ὕλη. τὰ δὲ ἀνακάμπτοντα φανερὸν ὅτι οὐκ ἐπ’ ἄπειρον προέρχονται. τὰ δὲ ἐκ τοῦ γεγονότος ἤδη καὶ ὑπομένοντος αὐτοῦ καὶ γινομένου μεταβάλλοντα εἴτε κατ’ αὔξησιν εἴτε <εἰς> τὴν κατ’ εἶδος τελειότητα, οὐκ ἀνακάμπτει μὲν εἰς ἄλληλα, ἐπὶ δὲ τὸ τελειωθῆναι ἐπείγεται. τῶν μὲν οὖν οὕτως γινομένων ὡς τῶν μεταξὺ ὑπομενόντων καὶ τελειουμένων ὁρῶμεν ὅτι πάντων τέλος τί ἐστιν, ὃ γίνεται, καὶ οὐκ ἔστιν εἰς ἄπειρον ἡ εἰς τὴν τελειότητα τὴν οἰκείαν γινομένη πρόοδος αὐτῶν, ἐπεὶ οὕτως μάτην τοῦ τέλους ἐφίενται. τῶν δὲ κατὰ φθορὰν ἡ θατέρου φθορὰ θατέρου ἐστὶν γένεσις, καὶ διὰ τοῦτο ἀνακάμπτουσιν εἰς ἄλληλα· εἰ δὲ ἀνακάμπτουσιν, οὐκ ἐπ’ ἄπειρον προέρχεται κατ’ εὐθυωρίαν † ἔπειτα οὕτως αἴτια * * * ἐπὶ τῶν οὕτως γινομένων μήτε ἐπὶ τῶν ἐκείνως ἐπ’ ἄπειρον γίνεται ἄλλο ἄλλου αἴτιον κατ’ εὐθυωρίαν μόνως δὲ οὕτως ἄλλο ἐς ἄλλου γίνεται, οὐδὲ ὅλως ἂν εἴη ἔπ’ ἄπειρον κατ’ εὐθυωρίαν ἄλλο ἐξ ἄλλου γινόμενον. p. 994b6 Ἅμα δὲ καὶ ἀδύνατον τὸ πρῶτον ἀίδιον <ὂν> φθαρῆναι. Φησὶν ὅτι ἀδύνατόν ἐστι τὴν πρώτην ὕλην ἀίδιον οὖσαν φθαρῆναι, ἐπεὶ οὕτως ἔσται πρὸ τῆς φθορᾶς αὐτῆς ἐφθαρμέν·η, ὅπερ ἀδύνατον· πᾶν γὰρ τὸ φθειρόμενον εἰς ὕλην φθείρεται, καὶ ἔσται ἅμα σωζόμενον καὶ ἐφθαρμένον. ἐπεὶ οὖν, ὡς ἐδείχθη, οὐκ ἔστιν ἄπειρος ἡ γένεσις ἐπὶ τὸ ἄνω, <ἀνάγκη>, ἐξ οὗ φθαρέντος πρώτου τι ἐγένετο, μὴ ἀίδιον εἶναι, οἷον τὸ πῦρ, εἰ τύχοι, ἵνα ὑποθώμεθα ὅτι ἐξ αὐτοῦ πρώτου ἡ γένεσις. εἰ οὗν ἐξ αὐτοῦ πρώτου ἐγένετο φθαρέντος, φανερὸν ὅτι οὐκ ἂν ἦν τὸ πρῶτον ἀίδιον. δείξας οὖν κοινῶς πρῶτον μὲν ὅτι μὴ ἐπὶ τὸ ἄνω οἷόν τε ἄπειρα εἶναι τὰ αἴτια, δεύτερον δὲ ὅτι μηδὲ ἐπὶ τὸ κάτω, νὺν καὶ περὶ ἑκάστου ἰδία τῶν αἰτίων δείκνυσιν, ὅτι μὴ οἷόν τε ἐπ’ ἄπειρον αὐτὰ εἶναι· καὶ πρῶτόν γε ὅτι μὴ ἡ ὑλικὴ αἰτία ἐπ’ ἄπειρόν ἐστι. συγχρῆται δὲ εἰς τὴν δεῖξιν 〈τούτου τῷ> μὴ εἶναι εἰς τὸ ἄνω ἐπ’ ἄπειρον προιόντα τὰ αἴτια, ὃ πρῶτον ἔδειξε· τούτου γὰρ οὕτως ἔχοντος ἀνάγκη τὸ πρῶτον ὑποκείμενον ἀίδιον εἶναι. εἰ γὰρ ἐγένετο, ἦν ἄν τι πρῶτον αὐτοῦ, ἐξ οὗ ὑποκειμένου ἐγένετο. οὕτως δὲ οὐκέτ’ <ἂν> ἦν πρῶτον· ἐπειδὴ δὲ μὴ τοῦτο, ἀίδιον καὶ ἀγένητον τὸ πρῶτον ὑποκείμενον. ἐξ οὗ ἄρα φθειρομένου γίνεταί τι, οὐκ ἔστι τοῦτο πρῶτον ὑποκείμενον· οὐ γὰρ ἀίδιον τὸ φθειρόμενον, τὸ δὲ πρῶτον ὑποκείμενον ἀίδιον. οὔκ ἄρα, φησίν, ἡ ὕλη φθείρεται ἀλλ’ ἡ αὐτὴ μένει. πρώτου δὲ φθαρέντος εἶπεν ὡς ἴσον τῷ ἐξ οὗ καθ’ αὑτό τι καὶ οὐ κατὰ συμβεβηκὸς φθαρέντος ἐγένετό τι, μὴ ἀίδιον εἶναι. κατὰ συμβεβηκὸς μὲν γὰρ ἡ ὕλη φθείρεται, ὅτι τὸ συμβεβηκὸς αὐτῇ ἡ στέρησις φθείρεται ἐν τῇ γενέσει τῶν ἐκ τῆς ὕλης· τοῦτο γὰρ τὸ καθ’ αὑτὸ φθειρόμενον· καθ’ αὑτὴν δέ φησιν ἄφθαρτον. φθείροιτο δ’ ἄν καθ’ αὑτήν, εἰ ἐπ’ ἄπειρον ἄλλη ἐξ ἄλλης γίνοιτο καὶ μὴ πᾶσιν ἡ αὐτὴ μένοι τοῖς γινομένοις. ὁ λέγων οὖν ἐπ’ ἄπειρον ἐπὶ τὸ κάτω ἄλλο ἄλλου γίνεσθαι ὕλην, οὗτος φθείρεσθαι λέγοι ἄν τὸ πρῶτον ὑποκείμενον, ὃ ἀνάγκη, φησίν, ἀίδιον εἶναι, εἴ γε μηκέτι τούτῳ ἄλλο ὑπόκειται· οὔτε γὰρ ἄνω οὔτε κάτω ἐπ’ ἄπειρον τὰ αἴτια. p. 994b9 ἔτι τὸ οὗ ἕνεκα τέλος, τοιοῦτον δὲ ὃ μὴ ἄλλου ἕνεκα. Φησὶν ὅτι καὶ ἐπὶ τοῦ τελικοῦ αἰτίου οὐκ ἐπ’ ἄπειρόν ἐστιν ἡ πρόοδος τοῦ οὕτως αἰτίου. ἔστι γὰρ τὸ τελικὸν αἴτιον οὗ χάριν τὰ ἄλλα, αὐτὸ δὲ μηδενός· τὸ δὲ τοιοῦτον ἔσχατον. ὥστ’ εἰ μὲν ἔστι τὸ ἔσχατον αἴτιον ἐν τοῖς φύσει γινομένοις, τοῦτο δέ ἐστι τὸ τελικόν, οὐκ ἐπ’ ἄπειρον ἡ πρόοδος ἐπὶ τὸ κάτω· εἰ δὲ ἔστιν ἐπ’ ἄπειρον, οὐκ ἔστι τὸ τελικὸν αἴτιον οὐδὲ τὸ οὗ ἕνεκεν ἐν τοῖς γινομένοις φύσει. ἀλλὰ τὸ λέγειν μὴ εἶναι τὴν τοιαύτην ἐν τοῖς φύσει γινομένοις αἰτίαν ἐξαιρεῖν ἐστι τὴν ·τοῦ ἀγαθοῦ φύσιν ἐκ τῶν γινομένων· τὰ γὰρ ἄλλα ἀγαθοῦ ἕνεκα γίνονται, τουτέστι τοῦ τελικοῦ. καὶ τοῦτο δῆλον ἐκ τῆς ἐπαγωγῆς· “πᾶσα γὰρ τέχνη καὶ πᾶσα μέθοδος, ὁμοίως δὲ πρᾶξίς τε καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεσθαι δοκεῖ”, ὡς εἶπεν ἀρχόμενος τῶν Νικομαχείων· καὶ ἔστι τὸ κυριώτατον ἀγαθόν, “ οὗ πάντα ἐφίεται.” ὥστε ἐν πᾶσι τοῖς κατὰ λόγον ἢ φύσιν γινομένοις τὸ ἀγαθὸν τέλος ἐστίν· οὐδὲ γὰρ τὴν ἀρχὴν ἐγχειρεῖ τις πράττειν καὶ ποιεῖν, εἰ μὴ μέλλοι ἐπὶ τέλος ἄξειν αὐτό. ὥστ’ εἰ σκοπὸς τῶν πραττομένων τὸ τέλος, καὶ τὸ τοιοῦτον αἴτιον εἰ μὴ εἴη, οὐδ’ ἄν τὴν ἀρχὴν εἴη τι γιγνόμενον. ἔτι ἀναιρεθήσεται τὸ νοῦν εἶναι καὶ φύσιν ποιητικὰ ἐν τοῖς οὖσι· πάντα μὲν γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ νοῦν * * * γίνεται, οὐδ’ ἄν κατὰ νοῦν τι ἡ φύσιν γίνοιτο. ἔτι, ὡς εἶπεν ἐν τοῖς Ἠθικοῖς, μάτην ἄν ἡ ὄρεξις εἴη, εἰ μὴ εἴη τι τέλος ἁπάντων ·τῶν πρακτῶν, ἀλλὰ ἐπ’ ἄπειρον ἄλλο ἄλλου χάριν γίνοιτο. καίτοι οὐδεὶς ἄν ἐγχειρήσειε. διὰ τῆς ἐναργείας οὖν ἔδειξεν ὅτι ἀδύνατον τὴν τοιαύτην αἰτίαν ἐκ τῶν ὄντων ἀνῃρῆσθαι. ἔτι δὲ εἰ ἔστιν ἐφ’ ἑκάστου τῶν γινομένων τὸ τέλος ὡρισμένον, οὐκ ἄν ἐπ’ ἄπειρον ἡ κατὰ τὸ τέλος αἰτία προίοι. συστησάμενος οὖν τὸ εἶναι τὴν κατὰ τὸ τέλος αἰτίαν, μεταλαβὼν τὸ τέλος εἰς τὸ πέρας ἔδειξε καὶ οὕτως ὅτι μὴ ἐπ’ ἄπειρον τὰ αἴτια· ὧν γὰρ πέρας ἐστί, ταῦτα οὐκ ἄπειρα. p. 994b16 Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμόν. Προέκειτο αὐτῷ δεῖξαι ὅτι οὐχ ὑπάρχουσιν ἄπειρα τὰ αἴτια. δείξας τοίνυν διὰ τῶν φθασάντων ὅτι οὐκ ἔστιν ἐπ’ ἄπειρον τὸ ποιητικὸν αἴτιον, ἐπεὶ οὕτως τὸ αὐτὸ ἔσται καὶ αἴτιον καὶ αἰτιατόν, καὶ ἀναιρεθήσεται τὸ κυρίως ποιητικὸν αἴτιον δεῖ γὰρ τὸ κυρίως αἴτιον μόνον αἴτιον εἶναι, οὐ μέντοι γε καὶ αἰτιατόν· εἰ δὲ οὕτως ὑποθώμεθα, <ἐπ᾿> ἄπειρον ἔσται τὸ αὐτὸ καὶ αἴτιον καὶ αἰτιατόν, καὶ οὕτως, ὡς εἴρηται, ἀναιρεθήσεται τὸ ποιητικὸν αἴτιον), δείξας οὖν ὅτι οὐκ ἔστιν ἄπειρον τὸ ποιητικόν, ἔδειξεν ὅτι οὐδὲ τὸ ὑλικόν, ἐπεὶ οὕτως δεησόμεθα ἑτέρας ὕλης, καὶ ἔσται οὕτως πρὸ τῆς γενέσεως αὐτῆς· εἶτα πάλιν ἔδειξεν ὅτι οὐδὲ τὸ τελικὸν αἴτιόν ἐστιν ἐπ ἄπειρον, ἐπεὶ οὕτως ἀναιρεθήσονται αἱ πράξεις καὶ αἱ τέχναι καὶ ἡ φύσις, καὶ ὁ νοῦς ἔσται ἀνόητος μὴ ἔχων τέλος. ταῦτα τοίνυν δείξας διὰ τῶν προλαβόντων ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ τὸ εἰδικὸν αἴτιόν ἐστιν ἐπ’ ἄπειρον. τὸ γὰρ εἰδικὸν αἴτιον οὐδέν ἐστιν ἄλλο ἢ ὁρισμός, οἱ δὲ ὁρισμοὶ κρατύνονται ἐκ τῶν ἀμέσων προτάσεων. εἰ οὖν ἐπ’ ἄπειρον ὑποθώμεθα εἶναι τοὺς ὁρισμούς, οὐκ ἔσται ἄμεσος πρότασις· εἰ δὲ μὴ ὑπάρχουσιν ἄμεσοι προτάσεις, ἀναιρεθήσεται γνῶσις. ὡς γὰρ εἴρηται ἐν τῇ Ἀποδεικτικῇ, μὴ οὔσης προτάσεως ἀναποδείκτου καὶ ἀμέσου οὐδὲν ἔσται ἀποδεικτόν· δεήσει γὰρ πασῶν τῶν προτάσεων ζητεῖν ἡμᾶς ἀποδείξεις ἐπ’ ἄπειρον· τὸ δὲ ἄπειρον ἀδιεξίτητον, ὥστε ἀναιρεθήσεται γνῶσις. εἰ γὰρ τῷ ὄντι ἀπείρους ὑποθώμεθα τοὺς ὁρισμούς, ἀδύνατον δέ ἐστι τὸ ἄπειρον διεξελθεῖν, δεόμεθα δὲ πάντως τῶν ὅρων πρὸς τὸ γνῶναι τὸ πρᾶγμα εἴ γε διὰ τῶν ὁρισμῶν αἱ οὐσίαι δηλοῦνται, δῆλον ὅτι ἀναιρεθήσεται πᾶσα γνῶσις. πρὸς τούτοις εἰ δεόμεθα ἑτέρου ὁρισμοῦ πρὸς τὸ γνῶναι ὅτι ὁ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστι, τούτου αὐτοῦ οὐ δυνα- τόν ἐστιν οὐδὲ τὸν ἀποδιδόμενον ὁρισμὸν εἶναι, τοῦ ἀνθρώπου. εἰ γὰρ μὴ ἐφαρμόζει τὸ ζῷον τῷ ἀνθρώπῳ, οὐδὲ ὁ ὁρισμὸς τοῦ ζῴου ἐφαρμόζει αὐτῷ · ὁμοίως δὲ καὶ ἐπὶ τοῦ λογικοῦ καὶ θνητοῦ καὶ τοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ. τῷ ὄντι γὰρ τὰ προσεχῆ μᾶλλον ἐφαρμόττουσι τοῖς πράγμασιν ἤπερ τὰ πορρωτέρω· διὸ ὁ λέγων τὸν Σωκράτην ἄνθρωπον μᾶλλον κατορθοῖ ἤπερ ὁ λέγων αὐτὸν ζῷον. οὕτως οὖν φαμεν καὶ ἐπὶ τῶν ὁρισμῶν, ὅτι μᾶλλον ἐφαρμόττουσιν οἱ προσεχεῖς ὁρισμοὶ τοῖς πράγ- μασιν ἤπερ οἱ πορρωτέρω. p. 994b16 Ἀλλὰ μὴν οὐδὲ τὸ τί ἦν εἶναι ἐνδέχεται ἀνάγεσθαι. Ὀ λέγει τοῦτό ἐστιν, ὅτι οὐδὲ τὸ τί ἦν εἶναι, τουτέστι τὸν ὁρισμόν, ἐνδέχεται ἀνάγεσθαι εἰς ἄλλον ὁρισμόν, ὥστε εἶναι ἄπειρον τὸ εἰδικὸν αἴτιον. τὸ δὲ πλεονάζοντα τῷ λόγῳ πάνυ καλῶς προστέθεικε, διότι οἱ ὁρισμοὶ ἀεὶ πλεονάζουσι τῶν πραγμάτων, οἷον ζῷον λογικὸν θνητὸν πλεονάζει τοῦ ἀνθρώπου. εἰ οὖν ἔστι καὶ τούτου τοῦ ὁρισμοῦ ἕτερος ὁρισμός, δῆλον ὅτι ὁ προσεχὴς ὁρισμὸς μᾶλλόν ἐστιν ὁρισμός, ὡς εἰρήκαμεν ἐν τῇ θεωρίᾳ, ὁ δ’ ὕστερος οὐκ ἔστι κυρίως. εἰ οὖν ὁ προσεχὴς ὁρισμὸς ὁ λέγων ζῷον λογικὸν θνητὸν οὐκ ἐφαρμόττει, πολλῷ μᾶλλον οὐδ’ ὁ ἐχόμενος ἐφαρμόσει. δείκνυσιν οὖν καὶ ἐπὶ τῆς κατὰ τὸ εἶδος αἰτίας τοῦτο γάρ ἐστι τὸ τί ἦν εἶναι) μὴ γινομένην ἐπ’ ἄπειρον τὴν πρόοδον, ὡς ἀεὶ τοῦ ληφθέντος εἴδους καὶ ὁρισμοῦ ἄλλον πάλιν ὁρισμὸν καὶ ἄλλο τι εἶδος εἶναι. τοῦτο δὲ ἐδήλωσε προσθεὶς τὸ πλεονάζοντα τῷ λόγῳ. δοκεῖ γὰρ ὁ ὁρισμὸς ἀεὶ τοῦ ὁριστοῦ πλεονάζειν τῷ λόγῳ. οὐ γὰρ ἕν ἐστι τῇ λέξει ἄνθρωπος καὶ ζῷον λογικὸν θνητόν· ἕκαστον <δὲ> ὁριστὸν ὀνόματος χώραν πρὸς τὸν ἀποδιδόμενον αὐτοῦ ὁρισμὸν ἔχει. καὶ αὐτὸ τοῦτο ὡς ἄτοπον προστέθεικεν· εἰ γὰρ ὁ μὲν ὁρισμὸς πλεονάζει τοῦ ὁριστοῦ τῷ λόγῳ, ἐπ’ ἄπειρον δὲ οἱ ὁρισμοὶ γίνοιντο, ἐπ’ ἄπειρον ἄν οἱ λόγοι αὔξοιντο δι’ ὧν οἱ ὁρισμοί· τοῦτο δὲ ἄτοπον. οὔτε δὲ οἷόν τε τοῦ ἀποδοθέντος ὁρισμοῦ ὁρισμόν τινα εἶναι, ὡς εἶναι τοῦ μὲν ζῴου τὸ οὐσίαν ἔμψυχον αἰσθητικὴν ὁρισμόν, τοῦ δὲ ὁρισμοῦ τούτου πάλιν ἄλλον τινὰ ὁρισμόν, ἢ καὶ ἑκάστου τῶν ἐν τῷ ὁρισμῷ. ὅσῳ γὰρ ἂν πορρωτέρω προέλθῃ τοῦ προσεχοῦς λόγου τοῦ ἀνθρώπου ὃν ὁρίζεται, ἔλαττον ἀποδώσει <τὸ> τοῦ ἀνθρώπου εἶδος καὶ ἔλαττον αὐτὸν ὁριεῖται· ἀεὶ γὰρ ὁ πρῶτος καὶ προσεχὴς λόγος ἀποδοθεὶς ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὕστερος οὐκέτι ἐκείνου ἀλλὰ τοῦ περὶ ἐκείνου ἀποδοθέντος. εἰ οὖν ὁ πρῶτος ἀποδοθεὶς μή ἐστιν ὁρισμός, οὔτε ὁ δεύτερος οὔτε δὲ ὁ τρίτος. ἕκαστος γὰρ τούτων ὁρισμὸς γίνεται τοῦ πρὸ αὐτοῦ ἀποδοθέντος ὁρισμοῦ, ἀλλ’ οὐ τοῦ πράγματος· οὗ γὰρ μή ἐστιν ὁρισμὸς τὸ πρῶτον ἀποδοθέν, τούτου πολὺ ἧττον ἄν εἴη ὁρισμὸς τὸ μετὰ τὸ πρῶτον ἀποδοθέν. εἰ γὰρ ὁ μὲν πρῶτος ἀποδοθεὶς ὡς τοῦ πράγματος ἀποδέδοται, ὁ δὲ δεύτερος ὡς τοῦ λόγου τοῦ περὶ τοῦ πράγματος ἀποδεδομένου, εἰ ὁ πρῶτος μή ἐστι τοῦ πράγματος, οὐδ’ ἄν ὁ δεύτερος αὐτοῦ εἴη, ἐπεὶ καὶ ὁ πρῶτος ἠδύνατο αὐτοῦ εἶναι. καθόλου γὰρ ἐν οἷς τὸ πρῶτον μή ἐστιν, οὐδὲ τὸ δεύτερον, ὥστε ὧν μή ἐστιν ὁρισμός τις πρῶτος, οὐδ’ ἄν δεύτερος αὐτῶν εἴη. p. 994b20 Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες. Ὅτι οἱ ὑποτιθέμενοι ἀπείρους εἶναι ὁρισμοὺς ἀναιροῦσι τὴν γνῶσιν· οὐ γὰρ οἷόν τε γνῶναι πρὶν ἢ εἰς τὰ ἄτομα ἐλθεῖν, τουτέστιν εἰς τὰς ἀμέσους προτάσεις. ἐκ γὰρ τῶν ἀμέσων προτάσεων τὸ εἶναι ἔχουσιν οἱ ὁρισμοί· εἰ δὲ ἄπειροι οἱ ὁρισμοί, ἄπειροι καὶ αἱ προτάσεις, καὶ οὕτως οὐκέτι ἔσται γνῶσις. ἡ γὰρ ἀπόδειξις τὸ εἶναι ἔχει ἐκ τῶν ἀμέσων προτάσεων· διό φησιν οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν εἰς τὰς ἀμέσους προτάσεις ἐλθεῖν. τὰ γὰρ οὕτως ἄπειρα οὐ δυνατὸν νοεῖν· ἡ γὰρ νόησις πεπερασμένου ἐστὶ πράγματος νόησις. οὐ γάρ ἐστιν ὅμοιον ἐπὶ τῆς γραμμῆς, ἥτις ἐπ’ ἄπειρον διαιρεῖται, ὅμως μέντοι γε ἡ νόησις αὐτῆς οὐκ ἐπ’ ἄπειρον γίνεται, πενταχῆ αὐτῆς διαιρουμένης, εἰ τύχοι, ἢ ἑκατονταχῇ ἤ τι ἄλλο τοιοῦτον· διόπερ, φησίν, οὐκ ἀριθμήσει τὰς τομὰς ὁ τὴν ἄπειρον γραμμὴν διεξιών. ἀλλὰ καὶ τὴν ὕλην αὐτήν, ἥτις, ὡς εἴρηται ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐξ ἀναλογίας γινώσκεται, ὅτι ὥσπερ χαλκὸς πρὸς ἀνδριάντα καὶ λέβητα καὶ ξύλον πρὸς κλίνην καὶ θρόνον, οὕτως καὶ ἡ ὕλη ἔχει πρὸς τὰ ἡμέτερα σώματα διὸ καὶ ὁ Πλατῶν νόθῳ λογισμῷ ληπτὴν αὐτὴν εἶναι ἔλεγεν, ἐπειδὴ τῷ οἰκείῳ λόγῳ ἄπειρός ἐστι καὶ ἀόριστος, εἴ γε ἀνείδεος, τὸ δὲ εἶδός ἐστι τὸ περατοῦν αὐτὴν καὶ ὁρίζον) ἡ οὖν νόησις οὐδέποτε τὴν ὕλην αὐτὴν καθ’ αὑτὴν γινώσκει, ἀλλ’ ὥς φησιν αὐτός, ἐν κινουμένῳ νοεῖν ἀνάγκη, τουτέστιν ἐν αἰσθητῷ πράγματι· οὔτε γάρ, ὡς εἴρηται, αὐτὴν καθ’ αὑτὴν τὴν ὕλην γινώσκει, ἀλλὰ μετά τινος εἴδους ἢ ἀνθρωπείου ἢ ἱππείου, ἢ φυτοῦ ἢ λίθου ἤ τινος ἄλλου τοιούτου.. καὶ ἀπείρῳ. φησίν, οὐδενὶ ἔσται εἶναι· εἰ δὲ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. τῷ λέγειν οὐσιῶσθαι τὸ ἄπειρον πέρας αὐτῷ παρέχομεν· ὡς γὰρ μεμαθήκαμεν ἐν Κατηγορίαις, ἄλλο ἐστὶ τὸ ζῷον εἶναι] καὶ ἄλλο τὸ ζῴῳ εἶναι· καὶ ζῷον μέν ἐστι τὸ σύνθετον, ζῴῳ δὲ εἶναι αὐτὸ τὸ εἶδος. εἰ οὖν ὑποθώμεθα λέγοντες ὅτι συνουσίωται τῷ ἀπείρῳ εἶναι, εἶδος αὐτῷ προσάψομεν· εἰ δὲ εἶδος, καὶ πέρας· καὶ οὕτως οὐδὲν ἔσται κατ’ οὐσίαν ἄπειρον τῶν ἐνταῦθα. p. 994b20 Ἔτι τὸ ἐπίστασθαι ἀναιροῦσιν οἱ οὕτω λέγοντες. Ἐστι καὶ οὕτως ἐξηγήσασθαι τὸ χωρίον. ἄτομα, φησί, λέγει τὰ ἀμέσως ὑπάρχοντα· ἐκ γὰρ τῶν προσεχῶν καὶ ἀμέσων ὑπαρχόντων αἱ ἐπιστῆμαι, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ· ὅπερ ἀδύνατόν ἐστιν εἶναι, εἰ τῶν ἐν τῷ ὁρισμῷ παραλαμβανομένων πάντων εἶεν ὁρισμοὶ καὶ ἐκ τούτων τῶν τοῦ ὁρισμοῦ ὁρισμῶν ὁ ὁρισμὸς εἴη τοῦ προκειμένου συμπληρούμενος. νῦν μὲν γὰρ τὸ διὰ τὸν ὁρισμόν τινι ὑπάρχειν δειχθὲν ἀμέσως ὑπάρχειν αὐτῷ δοκεῖ· ἄν δὲ ᾖ παντὸς ὁρισμοῦ ὁρισμὸς ἐπ’ ἄπειρον, αἰεί τις μέσος ὅρος ἔσται τοῦ αἰτίου δι’ οὗ δείκνυται ὑπάρχειν <τί> τινι καὶ τοῦ ὑποκειμένου ᾧ ὑπάρχειν * * * τινί τι ληφθῆναι, αἰεὶ δὲ τοῦ εἰλημμένου παντὸς ὁρισμὸς ἂν εἴη. οὐ γὰρ ἀμέσως τὸ ζῷον τῷ ἀνθρώπῳ ὑπάρξει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὸν οὐσίαν ἔμψυχον αἰσθητικήν· πάλιν δὲ ἡ οὐσία ἔμψυχος αἰσθητικὴ ὑπάρξει αὐτῷ διὰ τὸν ἴδιον ὁρισμόν, κἀκεῖνο ὁμοίως διὰ τὸν ἴδιον, καὶ τοῦτο ἐπ’ ἄπειρον· αἰεὶ γὰρ οἱ λαμβανόμενοι ὁρισμοὶ τῶν ὁρισμῶν μέσοι ὅροι γίνονται, δι’ ὧν ὑπάρξει τὰ ὧν οἱ ὁρισμοὶ τοῖς ὁριστοῖς. ἀναιρεθήσονται ἄρα αἱ ἄτομοι καὶ ἄμεσοι προτάσεις, ὧν ἀναιρεθεισῶν ἀναιρεῖται ἐπιστήμη τε καὶ ἀπόδειξις. εἰπὼν οὖν τὰ ἄπειρα ἄγνωστα εἶναι, ἐπειδὴ δοκεῖ καὶ τὰ συνεχῆ ἄπειρά πως εἶναι διὰ τὴν ἐπ’ ἄπειρον τομὴν καὶ μὴ εἶναι ἄγνωστα ἔστι γὰρ τῆς ἐπ’ ἄπειρον αὐτῶν τομῆς νόησις), ὅτι μὴ ὁμοίως ἐν ἐκείνοις τε ἡ ἀπειρία καὶ ἐν τοῖς αἰτίοις, εἰ ἐπ’ ἄπειρον κατ’ εὐθυωρίαν πρόεισι, δείκνυσιν ἑξῆς εἰπὼν τὰ γὰρ οὕτως ἄπειρα πῶς ἐνδέχεται νοεῖν; ἄπειρα λέγων τὰ ἐνεργείᾳ. ἐπ’ ἄπειρον μὲν γὰρ ἡ γραμμὴ διαιρεῖται ὁμολογουμένως τῷ μὴ ἵστασθαι τὴν τομήν, ἀλλ’ ἡμεῖς οὐδέποτε νοοῦμεν αὐτὴν εἰς ἄπειρα διαιρουμένην, ἀλλ’ ὅταν νοῶμεν, ἅς τομὰς ἱστάμεθα καὶ παυόμεθα τοῦ τέμνειν καὶ λαμβάνομεν πεπερασμένας. πῶς μὲν γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ γίνεται τῆς γραμμῆς καὶ ὅλως τῶν συνεχῶν νοοῦμεν, οὐ μὴν καὶ τὰς ἀπείρους αὐτῆς διαιρέσεις· αἰεὶ γὰρ ἃς νοοῦμεν πεπερασμένας νοοῦμεν. τοῦτο γάρ ἐστι τὸ νοῆσαι δὲ οὐκ ἔστι μὴ στήσαντα· τὰς γὰρ πεπερασμένας νοοῦμεν. διὸ οὐδὲ <ὁ> διεξιὼν τὴν συνεχῆ γραμμὴν τὴν ἐπ’ ἄπειρον διαιρετὴν ἀριθμῶν τὰς τομὰς καὶ ἐνεργείᾳ λαμβάνων, καθ’ 〈ὅσον〉 οἷόν τε τμηθῆναι αὐτὰς ἦν, οὕτω δίεισιν· οὐδέποτε γὰρ ἄν διεξέλθοι οὕτως αὐτὴν διεξιών. p. 994b25 Ἀλλὰ καὶ τὴν ὕλην ἐν κινουμένῳ νοεῖν ἀνάγκη. Τοῦ τὸ ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται σημεῖον τὸ καὶ τὴν ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος εἶναι, ἀσχημάἐν τιστος οὖσα κατὰ τὴν ἰδίαν φύσιν καὶ οἰκεῖον πέρας οὐκ ἔχουσα. τῷ δὴ τοιαύτην αὐτὴν εἶναι οὐδ’ ἐπιστήμην αὐτῆς ἔχομεν· δοξαστὴ γάρ ἐστι καὶ οὐκ ἐπιστητή, καὶ ὡς ὁ Πλατῶν φησί, νόθῳ λογισμῷ ληπτή, ὡς δὲ Ἀριστοτέλης φησί, κατὰ ἀναλογίαν γνωστὴ καὶ ληπτὴ καὶ δοξαστή. νοεῖται οὖν ἐν κινουμένῳ, τουτέστιν ἔχουσα εἶδος ἢ ἀνθρώπειον ἢ ἵππειον, ἢ φυτοῦ ἢ λίθου ἢ ἄλλου τινὸς τοιούτου· αὐτὴ γὰρ καθ’ αὑτὴν οὐ νοεῖται, διότι ἄπειρος ὑπάρχει διὰ τὸ ἀεὶ ἐν κινήσει καὶ μεταβολῆ νοεῖσθαι. ἐπεὶ γὰρ μὴ ἔχει οἰκεῖον σχῆμα ἤ τινα ποιότητα, ἄλλοτε ἄλλο εἶδος ἀμείβει καὶ μεταβάλλει· τὸ δὲ οὕτως ἔχον ἄπειρον. p. 994b27 εἶδέ μή, οὐκ ἄπειρόν γέ ἐστι τὸ ἀπείρῳ εἶναι. Ὃ λέγει τοῦτό ἐστιν, ὅτι ὥσπερ τὸ ἄνθρωπος καὶ τὸ ἀνθρώπῳ εἶναι διαφέρει, καὶ ἐπὶ πάντων ἐφ’ ὧν τὸ πρᾶγμα σύνθετον τὸ γὰρ εἶναι ἑκάστῳ κατὰ τὸν λόγον καὶ κατὰ τὸ εἶδός ἐστιν· ὁ μὲν γὰρ ἄνθρωπος ἐξ ὕλης καὶ εἴδους, τὸ δὲ ἀνθρώπῳ εἶναι ἀπλοῦν· κατὰ γὰρ τὸ εἶδός ἐστιν αὐτῷ τὸ ἀνθρώπῳ εἶναι. ἐπὶ μὲν γὰρ τῶν ἀσωμάτων ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ταὐτὸν γὰρ ψυχὴ καὶ τὸ εἶναι ψυχῇ· ἐπὶ δὲ τῶν ἐν ὕλῃ τὸ εἶναι ἐχόντων διαφέρουσι), καὶ τὸ ἄπειρον οὖν τὸ ἐνεργείᾳ ἄγνωστόν ἐστιν, ἀλλὰ τὸ ἀπείρῳ αὐτῷ εἶναι οὔτε ἄπειρον οὔτε ἄγνωστον. ὁ γὰρ λόγος ὁ δηλῶν αὐτοῦ τὴν φύσιν καὶ τὸ εἶδος οὐκ ἄπειρος. τὸ δὲ ἀπείρῳ οὐδενὶ ἔστιν εἶναι ἤτοι εἶπεν ἀντὶ τοῦ ἄπειρον οὐδέν ἐστιν ἐνεργείᾳ, ἢ ὅτι οὐδέν ἐστι τὸ] πρᾶγμα ᾧ ὁ τοῦ ἀπείρου λόγος ἐφαρμόζει. εἰ δὲ καὶ τεθείη ἐφαρμόζειν, ἀλλ’ αὐτός γε ὁ λόγος τοῦ ἀπείρου καθ’ ὃν ἡ γνῶσις αὐτοῦ, οὐκ ἔστιν ἄπειρος. p. 994b27 Ἀλλὰ μὴν καὶ εἰ ἄπειρά γε ἦσαν πλήθει τὰ εἴδη. Δείξας διὰ τῶν φθασάντων ὅτι οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω ἄπειρά εἰσι τὰ αἴτια οὔτε τὸ ποιητικὸν οὔτε τὸ τελικὸν οὔτε τὸ εἰδικὸν οὔτε τὸ ὑλικόν, ἐντεῦθέν φησιν ὅτι οὐδὲ αὐτὰ τὰ εἴδη ἄπειρα ὑπάρχουσιν, ἵνα μή τις εἴπῃ ὅτι πλείονα ὑπάρχουσι ποιητικὰ αἴτια, οἷον θεὸς φύσις ἄνθρωπος καὶ ὅσα ἄλλα τοιαῦτα, ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὑλικοῦ αἰτίου ὅτι πολλὰ ὑπάρχουσι τοῦ ἄνω ὡρισμένου ὄντος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. φησὶν οὖν ὅτι οὐ δυνατόν· εἰ γὰρ ὑποθώμεθα ταῦτα, ἀναιρεῖται πάλιν ἡ γνῶσις· τότε γὰρ εἰδέναι οἰόμεθα, ὅταν πὰ αἴτια γνωρίσωμεν καὶ τὰς ἀρχάς. ἢ] τὸ οὖν ἄπειρον τὸ τῇ προσθέσει, τουτέστι τὸ κατ’ ἐνέρἔχομεν] γειαν, οὐκ ἔστιν ἐν πεπερασμένῳ χρόνῳ διελθεῖν· τὸ μὲν γὰρ δυνάμει καὶ τῇ διχοτομίᾳ οἷόν τε διελθεῖν ἐν πεπερασμένῳ χρόνῳ, τὸ δὲ ἐνεργείᾳ καὶ τῇ προσθέσει ἀδύνατον, τῷ αἰεὶ τῷ περιληφθέντι καὶ νοηθέντι ἄλλο τι ὑπολειπόμενον προστίθεσθαι. ἄλλως τε δή, εἰ τοῦτο ὑποθώμεθα, τετραπλασιασθήσεται τὸ ἄπειρον πρὸς τὰ τέσσαρα αἴτια. εἰ δέ τις ὑποθῆται τὸ μὲν ποιητικὸν ἄπειρον εἶναι τὰ δ’ ἄλλα πεπερασμένα, πρῶτον μὲν ἀποκληρωτικὸς ἔσται ὁ λόγος, ἔπειτα πάλιν ταῦτα προστιθέμενα τῷ ἀπείρῳ ἐπαύξουσι τὸ ἄπειρον, ὅπερ ἀδύνατον. p. 994b32 Αἱ δὲ ἀκροάσεις κατὰ τὰ ἔθη συμβαίνουσι. Κάλλιστον θεώρημα ἐντεῦθεν ἡμῖν παραδίδωσι, πῶς δεῖ εἶναι τὸν μέλλοντα ἀκροᾶσθαι θεολογικῆς πραγματείας καὶ ὁποῖον δεῖ εἶναι τὸν τοιοῦτον ἀκροατήν. καί φησιν ὅτι ὡς ἄν ἔχῃ προπαιδεύσεως, οὕτω καὶ τούτων ἀκροᾶται· εἰ μὲν γὰρ ἤχθη γεωμετρικῶς, δῆλον ὅτι τραφεὶς κατὰ γεωμετρικὴν λεπτουργίαν ἀπαιτήσει τὸν διδάσκοντα ἀποδεικτικῶς αὐτῷ ἐξηγήσασθαι· εἰ δὲ ποιηταῖς σχολάσας * * *, φεύγει τὴν ἀκρίβειαν καὶ χαίρει μύθοις μᾶλλον. ὥστε δεῖ μᾶλλον τοὺς μέλλοντας τοιούτων λόγων ἀκροᾶσθαι προπαιδεύεσθαι γεωμετρικὰ θεωρήματα, ἵνα ἱκανοὶ ὧσι παρακολουθεῖν ἀποδείξει καὶ τοιαύτην ἀκρίβειαν ἀπαιτεῖν τὸν ἐξηγούμενον. οἱ γὰρ τοῖς ποιηταῖς σχολάσαντες ἤ τισι μύθοις οὐ χαίρουσιν ἀκριβείᾳ, ἀλλὰ καθάπερ φησὶν ὁ Πλατῶν, ἐοίκασιν οἱ τοιοῦτοι τοῖς διὰ σχεδίας πλέουσιν· οὐ γὰρ ἀκριβῶς οἱ τοιοῦτοι ναυτίλλονται ἀλλ’ ἐπιπολαίως καὶ σφαλερῶς. εἶτά φησιν ὅτι οὐ δεῖ ἐν πᾶσι τὴν αὐτὴν ἀκρίβειαν ἀπαιτεῖν τοὺς διδασκάλους· ἐν μὲν γὰρ γεωμετρίᾳ δεῖ πᾶσαν ἀκρίβειαν αὐτοὺς ἀπαιτεῖν, διότι οὐ προσδέονται ὕλης τὰ μαθήματα, καὶ ἐν τοῖς ἀύλοις πᾶσιν· ἐν μέντοι γε τοῖς φυσικοῖς πράγμασιν οὐ δεῖ τοιαύτην ἀπαιτεῖν λεπτουργίαν, ἐπειδὴ μετὰ ὕλης ὑπάρχουσιν, ἡ δὲ ὕλη ἀόριστός ἐστι καὶ ἐπισκοτεῖ διὰ τὴν ἑαυτῆς ἀοριστίαν. διὸ οὔτε τὰ ἐν τοῖς Μετεώροις εἰρημένα δεῖ ἀκριβῶς ἐξετάζειν ἀλλὰ πιθανῶς, καὶ * * ἡνίκα μηδὲν ἔχουσιν ἐναντίον προφανές, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων φυσικῶν πραγματειῶν. p. 994b32 Αἱ δὲ ἀκροάσεις. Ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι καθόλου αἱ ἀκροάσεις συμβαίνουσιν ἡμῖν κατὰ τὰ ἔθη· ὡς γὰρ εἰώθαμεν καὶ προεπαιδεύθημεν, οὕτως ἀξιοῦμεν λέγεσθαι ἡμῖν καὶ παρὰ τῶν διδασκάλων, καὶ τὰ λεγόμενα ἡμῖν παρὰ ταῦτα, τουτέστι παρ’ ἃ εἰθίσθημεν καὶ ἐπαιδεύθημεν, οὐχ ὅμοια ἡμῖν φαίνεται, ἀλλὰ καταγέλαστα δοκοῦσιν ἡμῖν εἶναι καὶ ξενικώτερα· παντὶ γὰρ τὸ σύνηθες γνώριμον ὑπάρχει. καὶ τούτου δὲ φέρει κατασκευήν, πῶς τὰ συνήθη γνώριμα ἡμῖν ὑπάρχουσι, φάσκων ὅτι ἡλίκην δὲ ἰσχὺν ἔχει τὸ ἔθος, δηλοῦσιν οἱ νόμοι, ἐν οἷς τὰ μυθώδη καὶ παιδαριώδη μᾶλλον ἰσχύει τοῦ γινώσκειν περὶ αὐτῶν τὸ ἀληθὲς διὰ τὸ ἔθος· οἷον ὥσπερ φαμὲν τὸ Φοινικικὸν ψεῦσμα ὅτι ὁ Κάδμος ἐφύτευσε τοὺς ὀδόντας τοῦ δράκοντος καὶ ἀνεβλάστησαν γηγενεῖς ἄνθρωποι. διό φησι καὶ ὁ Πλατῶν ὅτι δεῖ ἡμᾶς ψεύσασθαι πρὸς τοὺς πολίτας ἡμῶν τὸ Φοινικικὸν ψεῦσμα, ἵνα νομίζοντες τῷ ὄντι τὴν ἀρχὴν ἐκ τῆς γῆς ἐσχηκέναι μᾶλλον ἀγαπήσουσι τὴν πατρίδα. p. 995a6 οἱ μὲν οὖν ἐὰν <μὴ> μαθηματικῶς λέγῃ τις. Φησὶν ὅτι οἱ σχολάσαντες γεωμετρικῇ θεωρίᾳ καὶ ἐν τούτοις τραφέντες οὐκ ἀνέχονται τῶν λεγομένων, ἐὰν μὴ μαθηματικῶς λέγωνται ὑπὸ τῶν διδασκάλων, τουτέστι κατὰ γεωμετρικὴν ἀκρίβειαν. ἄλλοι δὲ οὐκ ἀνέχονται, ἐὰν μὴ παραδειγματικῶς λέγωνται, καθάπερ καὶ ὁ Πλατῶν ἐποίει· διὰ γὰρ παραδειγμάτων, φησί, φῶς ἀνάπτει τοῖς λεγομένοις ὑπ’ αὐτοῦ. ἕτεροι δὲ ἀξιοῦσι ποιητὰς παράγεσθαι καὶ παντελῶς φεύγουσι τὴν ἀκρίβειαν. διό φησι καὶ οἱ μὲν πάντα ἀκριβῶς ζητοῦσι καὶ πολυπραγμονοῦσιν, ἐνίους δὲ λυπεῖ τὸ ἀκριβὲς διὰ τομὴ συνείρειν, τουτέστι παρακολουθεῖν, ἢ διὰ τὸ μὴ προπαιδευθῆναι, ὡς εἴρηται, διὰ τὴν μικρολογίαν· τὴν γὰρ ἀκρίβειαν οἱ τοιοῦτοι μικρολογίαν εἶναι ὑποτίθενται, οἷον τὸ εἰπεῖν τὸν Δημοσθένην ̔ μὴ μὴ ἐγκείσθω ὑπὸ τοῦ Φιλίππου τὸ δίδωμι ἀλλὰ τὸ ἀποδίδωμι·’ καὶ πάλιν ὅ φησιν ὁ Ἀριστοφάνης διαβάλλων τοὺς φιλοσοφοῦντας ὅτι σπεύδουσιν ἴχνη ψυλλῶν μετρεῖν τῶν δὲ ἄλλων καταφρονοῦσι. ̔ μισῶ δὲ καὶ Σωκράτη τὸν πτωχὸν ἀδολέσχην, ὃς τῶν ἄλλων μὲν πεφρόντικε, πόθεν δὲ φάγῃ, τούτου κατημέληκεν’, ὡς τῶν ἐν τῷ βίῳ ὄντων μειζόνων. ὁμοίως δὲ καὶ ὁ Καλλικλῆς φησι πρὸς τὸν Σωκράτη ὅτι οὐ δεῖ περὶ τὰ οὕτω σμικρὰ καταγίνεσθαι καὶ ἐντεῦθεν πειρᾶσθαι παράλογα. ἔχει γάρ τι, φησί, τὸ ἀκριβὲς τοιοῦτο, τουτέστι σμικρολόγον, καὶ τὴν τῶν πραγμάτων ἀκρίβειαν σμικρολογίαν καλοῦσιν. p. 995a11 Ὥστε καθάπερ ἐπὶ τῶν συμβολαίων καὶ τῶν λόγων. Ὃ λέγει, τοῦτό ἐστιν, ὅτι καθάπερ ἐπὶ τῶν συναλλαγμάτων καὶ τῶν λόγων περὶ ἐλάχιστον ὁ καταγινόμενος μέχρι ὀβολοῦ, εἰ τύχοι, ἀνελεύθερος δοκεῖ εἶναι, οὕτω καὶ ἐν τοῖς λόγοις ἀνελεύθερόν ἐστι τὸ καταγίνεσθαι περὶ τὴν τῶν πραγμάτων ἀκρίβειαν. ἀνελεύθερον οὖν ἤδη τισὶ δοκεῖ καὶ τὸ ἐν τοῖς λόγοις ἄγαν ἀκριβὲς καὶ περὶ τῶν μικρῶν ἐξεταστικόν, ὥσπερ καὶ τὸ ἐν τοῖς συναλλάγμασιν. προειπὼν δὲ ταῦτα καὶ δείξας τὴν τῶν ἐθῶν ἰσχύν, καὶ ὅτι κατ’ οἰκειότητα τὴν κατὰ τὰ ἔω καὶ τὰ λεγόμενα ἀποδέχονται, ἐπιφέρει διὸ δεῖ πεπαιδεῦσθαι πῶς ἕκαστα ἀποδεκτέον· “ πεπαιδευμένου γάρ ἐστιν ἐπὶ τοσοῦτον τὸ ἀκριβὲς ἐπιζητεῖν καθ’ ἕκαστον γένος, ἐφ’ ὅσον ἡ τοῦ πράγματος φύσις ἐπιδέχεται.” ἐνδείκνυται γὰρ ἡμῖν ὅτι καθόλου μὲν δεῖ πεπαιδεῦσθαι καὶ εἰδέναι πῶς χρὴ τῶν λεγομένων ἀκούειν ἕκαστον· οὐ γὰρ πάντα ὅμοια οὐδ’ ἴσην τὴν ἀκρίβειαν ἐπιδεχόμενα. δεῖ οὖν, φησί, πρῶτον ἐν τοῖς ἀναλυτικοῖς γεγυμνάσθαι καὶ τοῖς λογικοῖς, καὶ εἰδέναι τοὺς τρόπους τῶν ἀποδείξεων καὶ τὰς τῶν λόγων συναγωγάς· ἄτοπον γὰρ ἅμα τε ζητεῖν ἐπιστήμην τινός, καὶ περὶ αὐτῆς τῆς ἐπιστήμης ζητεῖν τίνα τρόπον γίνεται. δεῖ γὰρ πρότερον γινώσκειν τὸν τρόπον καθ’ ὃν δεῖ θηρᾶσθαι αὐτήν, καὶ τότε αὐτὴν τὴν ἐπιστήμην· οὐδέτερον γὰρ τούτων ῥᾴδιον θηρᾶσθαι, οὔτε τὸν τρόπον οὔτε δὴ τὴν ἐπιστήμην. p. 995a14 τὴν δὲ ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασιν ἀπαιτητέον. ῾Ομοίως γὰρ ἔστι, φησὶν ἐν τοῖς Ἠθικοῖς, μαθηματικοῦ πιθανολογοῦντος ἀποδέχεσθαι καὶ ῥητορικὸν ἀποδείξεις ἀπαιτεῖν. τοῦτο οὖν λέγει καὶ νῦν, ὅτι τὴν ἀκριβολογίαν τὴν μαθηματικὴν οὐκ ἐν ἅπασι δεῖ ἀπαιτεῖν, ἀλλ’ ἐν τοῖς ἀύλοις, ὁποῖά ἐστι τὰ ἐξ ἀφαιρέσεως. ὥστε οὐ φυσικός ἐστιν ὁ τρόπος ὁ μαθηματικός· ἅπασα γὰρ ἴσως ἡ φύσις ἔχει ὕλην. καλῶς τὸ ἴσως προσέθηκε διὰ τὰ οὐράνια. οὐ γὰρ κυρίως ἐπ’ ἐκείνων ὕλη θεωρεῖται. p. 995a17 Διὸ σκεπτέον πρῶτον τί ἐστι φύσις. Διὰ τοῦ εἰπεῖν ̔ δεῖ δεῖ ἡμᾶς πρότερον ἐπισκέψασθαι τί ἐστι φύσις’ ἐπανατρέχει πάλιν ἐπὶ τὰ φυσικὰ καὶ περὶ φύσεως διαλέγεται, καὶ οὐκέτι ἐστὶ θεολογία ἡ πραγματεία. λέγομεν οὖν πρὸς τοῦτο ἢ ὅτι οὐ κυρίως τὸ βιβλίον τοῦτο τῆς Μετὰ τὰ φυσικά ἐστι πραγματείας, ἀλλὰ προγραφόμενον πάσης τῆς θεωρητικῆς φιλοσοφίας, ἢ ὅτι δεῖ πρότερον προγυμνάζεσθαι εἰς̣ τὰ φυσικὰ θεωρήματα· τότε οὖν δυνατὸν παρακολουθῆσαι τοῖς ἐνταῦθα λεγομένοις. μανθάνοντες γὰρ τί ἐστι φύσις γινώσκομεν καὶ περὶ τίνος ἡ φυσική ἐστι πραγματεία, καὶ εἰ μιᾶς ἐπιστήμης ἢ πλειόνων τὰ αἴτια καὶ τὰς ἀρχὰς θεωρῆσαί ἐστι. καὶ λέγομεν ὅτι μιᾶς ἐπιστήμης θεωρῆσαι τὰ τέσσαρα αἴτια, τὸ ποιητικὸν τὸ τελικόν, τὸ εἰδικὸν τὸ ὑλικόν. οἷον τῆς φυσικῆς τὰ ἄλλα προσεχῆ· τὰ γὰρ πορρωτέρω αἴτια, οἷον περὶ τοῦ ὄντος πρώτου αἰτίου καὶ τῆς ἀνειδέου ὕλης καὶ τοῦ τελικοῦ αἰτίου καὶ τοῦ εἰδικοῦ, τοῦ πρώτου ἐστὶ φιλοσόφου ἔργον θεωρῆσαι.

---

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4018.tlg001.local001/.
