# In Aristotelis Metaphysicorum Libros A-Z Commentaria ΣΧΟΜΑ ΕΙΣ ΤΟ Ε ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ..1

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ΣΧΟΜΑ ΕΙΣ ΤΟ Ε ΤΗΣ ΜΕΤΑ ΤΑ ΦΥΣΙΚΑ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asclepius/in-aristotelis-metaphysicorum-libros-a-z-commentaria/%CE%A3%CE%A7%CE%9F%CE%9C%CE%91%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%95%20%CE%A4%CE%97%CE%A3%20%CE%9C%CE%95%CE%A4%CE%91%20%CE%A4%CE%91%20%CE%A6%CE%A5%CE%A3%CE%99%CE%9A%CE%91%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3..1

p. 1025b3 Αἱ ἀρχαὶ τὰ αἴτια ζητεῖται ὄντων· δῆλον γὰρ ὁτιὴ ὄντα. Σκοπός ἐστι τῷ Ἀριστοτέλει εἰπεῖν ἐν τῷ E περὶ τοῦ κατὰ συμβεβηκὸζ ὄντος. ἐπειδὴ δὲ τῆς πρώτης φιλοσοφίας ἐστὶν ἔργον διαλεχθῆναι περὶ πάντων τῶν ὄντων, καθὸ ὄντα ἐστί, δῆλον ὅτι οὐ διαλέξεται περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ ἀπερίληπτον), εἰ μήτι γε ἄρα ἄλλῳ τινὶ γένοιτο καθ’ αὑτὸ τὸ ἄλλῳ ὑπάρχον κατὰ συμβεβηκός, ὁ γοῦν πρῶτος φιλόσοφος διαλέξεται περὶ τοῦ καθ’ αὑτὸ ὄντος. τοῦτο δὲ τὸ καθ’ αὑτὸ ὄν, ὡς καὶ ἀνωτέρω εἴρηται, θεωρεῖται καὶ ἐν οὐσίᾳ καὶ ἐν ποσῷ καὶ ἐν ποιῶ καὶ ἐν ταῖς ἄλλαις πάσαις κατηγορίαις. οὔτε δὲ περὶ τοῦ ὡς ἀληθοῦς διωρισμένου καὶ ψευδοῦς ὄντος διαλέξεται ἡ πρώτη φιλοσοφία, ἐπειδὴ περὶ τοῦ ἁπλῶς ὄντος διαλέγεται, τουτέστι τοῦ ἁπλουστάτου, ἡ δὲ ἀλήθεια καὶ τὸ ψεῦδος, τὸ ἐνταῦθα δηλονότι, περὶ σύνθεσιν καὶ διαρεσιν θεωρεῖται. οὔτε δὲ περὶ τοῦ δυνάμει καὶ ἐνεργείᾳ ὄντος, ἀλλ’ ὡς εἴρηται πολλάκις, περὶ τοῦ ἁπλῶς ὄντος, τουτέστι τοῦ καθ’ αὑτὸ ὄντος. ἐπεὶ δὲ ἑκάστη τέχνη καὶ ἐπιστήμη πρότερον περὶ τῶν αἰτίων διαλέγεται, καὶ τότε περὶ τῶν ὑποβεβλημένων αὐτῇ πραγμάτων, οἷον γεωμετρία πρότερον λέγει ἡμῖν τί ἐστι σημεῖον καὶ τί ἐστι γραμμή, ὁμοίως καὶ ἀριθμητικὴ τί μονάς, ὡσαύτως καὶ ἰατρικὴ ὅτι ἐκ τεσσάρων στοιχείων τὰ σώ· μάτα συνεστήκασι, καὶ ὅτι τέσσαρες χυμοὶ ὑπάρχουσιν, ὡσαύτως δὲ καὶ οἰκοδομικὴ καὶ αἱ ἄλλαι πᾶσαι, οὕτως οὖν καὶ ὁ Ἀριστοτέλης ἐνταῦθά φησιν ὅτι δεῖ διαλεχθῆναι τὴν πρώτην φιλοσοφίαν καὶ θείαν περὶ τῶν ἀρχῶν πρότερον, τουτέστι τῶν ἐξῃρημένων πάντων τῶν ὄντων κατὰ φύσιν. καὶ οὐκ ἔστιν ἡ φυσιολογία ἡ αὐτὴ τῇ πρώτῃ φιλοσοφίᾳ, ὡς ἄν τις ὑπολάβοι, ἐπειδὴ περὶ πάντων τῶν φυσικῶν διαλέγεται· οὔτε γὰρ περὶ πάντων ἀπλῶς τῶν ὄντων διαλέγεται, ἀλλὰ περὶ μόνων τῶν ἐν κινήσει ὑπαρχόντων, ἡ δὲ πρώτη φιλοσοφία ἀπλῶς περὶ πάντων τῶν ὄντων. διαλέγεται οὖν ἐνταῦθα περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος δεικνὺς ὅτι οὐ διαἀληθοῦς λέξεται περὶ αὐτοῦ ἡ πρώτη φιλοσοφία, οὔτε δὲ περὶ τοῦ ἀληθοῦς καὶ ψευδοῦς, ἢ (tou) δυνάμει καὶ ἐνεργείᾳ. ἐν δὲ τῷ Ζ διαλέγεται περὶ τοὐ ἁπλῶς καὶ καθ’ αὑτὸ ὄντος. καὶ ἐντεῦθεν ἀναφαίνεται ἡμῖν ἡ διαίρεσις τῆς φιλοσοφίας, ὅτι εἰκότως εἰς δύο τμήματα διαιρεῖται εἴς τε τὸ πρακτικὸν καὶ εἰς ·τὸ θεωρητικόν. φησὶ γὰρ ὅτι πᾶσα ἐπιστήμη ἢ θεωρητική ἐστιν ἢ ποιητικὴ ἢ πρακτική. εἰ τοίνυν ἡ φιλοσοφία μή ἐστι ποιητική οὔτε γὰρ ποιεῖ τι ἀποτέλεσμα, ἀλλὰ μόνον γινώσκει καὶ πράττει ἃ γινώσκει), δῆλον ὅτι εἰς δύο ταῦτα μόνα διαιρεῖται, εἴς τε τὸ θεωρητικόν φημι καὶ τὸ πρακτικόν. p. 1025b3 Αἱ ἀρχαὶ καὶ τὰ αἴτια τῶν ὄντων ζητεῖται. Ἀνιχνεῦσαι βουλομένη ἡ πρώτη φιλοσοφία τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν ὄντων, καθὸ ὄντα ἐστίν. οὐ μόνον δὲ αὕτη ἀλλὰ καὶ πᾶσα ἐπιστήμη. οἷον ἐπὶ ἰατρικῆς ἔστι τι αἴτιον ὑγιείας καὶ εὐεξίας τὸ ἔχειν τοὺς χυμοὺς ἄριστα κεκραμένους, δῆλον ὅτι ἐναντίους νόσου. ὁμοίως δὲ καὶ τῶν μαθημάτων εἰσὶν ἀρχαί, οἷον γεωμετρίας, ὅτι ἀμερὲς τὸ σημεῖον καὶ ὅτι ἡ γραμμὴ ἀπλατὴς ὑπάρχει, καἰ καθόλου φάναι πᾶσα ἐπιστήμη διανοητική, τουτέστιν ἡ λόγῳ μόνῳ χρωμένη, ὥσπερ γεωμετρία. ἢ μετέχουσά τι διανοίας, ὥσπερ ἡ λογικὴ ἢ καὶ ἔργῳ χρωμένη, τουτέστιν αἰσθήσει, καθάπερ ἡ ἁρμονική κέχρηται γὰρ καὶ ἀκοῇ πρότερον) περὶ ἀρχὰς καταγινομένη ἢ ἀκριβεστέρα καὶ ὥσπερ λόγῳ μόνῳ χρωμένη, ἢ ἁπλουστέρα ὡς λόγῳ καὶ αἰσθήσει. πᾶσαι δὲ αὗται αἱ τέχναι περὶ μερικόν τι ὂν καταγίνονται, οἷον ἡ ἰατρικὴ περὶ τὸ ἀνθρώπινον σῶμα ἀστρονομία περὶ τὸ οὐράνιον σῶμα, γεωμετρία περὶ τὰ μεγέθη· περὶ δὲ τοῦ ἁπλῶς ὄντος οὐδεὶς ἐξ αὐτῶν, φησίν, οὐδὲ καθὸ ὄν, οὔτε δὲ πάλιν τοῦ τί ἐστι λόγον ποιοῦνται, οἷον ὁ γεωμέτρης οὐκ ἀποδείκνυσι τὴν οἰκείαν ἀρχήν· οὐ λέγει γὰρ τί ἐστι σημεῖον, ἀλλ’ ὁμολογούμενον αὐτὸ λαμβάνει ὅτι ἀμερὲς ὑπάρχει· ὁμοίως δὲ καὶ ἰατρικὴ καὶ αἱ ἄλλαι πᾶσαι ἐπιστῆμαι. καὶ εἰκότως τοῦτο ποιοῦσιν· οὐδὲ γὰρ δυνατόν ἐστι τὰς ἀρχὰς ἀποδεῖξαι, ἐπεὶ κἀκεῖναι ἔσονται ἀποδεικταί, καὶ οὕτως ἐπ’ ἄπειρον ὁδεύσομεν, ὡς εἴρηται ἐν τῇ Ἀποδεικτικῇ πραγματείᾳ. τὰς ἀρχὰς οὖν αἱ μὲν τῶν ἐπιστημῶν ἐξ αἰσθήσεως ποιοῦνται δήλας, ὥσπερ ὁ ἀστρονόμος ὅτι σφαιρικόν ἐστι τὸ σχῆμα τοῦ οὐρανοῦ ἐκ τοῦ ὁρᾶν τοὺς ἀστέρας ἐκ τῶν αὐτῶν τόπων ἀεὶ ἀνατέλλοντας καὶ δύνοντας, καὶ ὅσα εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Μεγάλης συντάξεως· ἄλλαι δὲ ὑπόθεσιν λαβοδσαι τὸ τί ἐστιν, ὥσπερ γεωμετρία ὅτι ἀμερὲς τὸ σημεῖον, οὕτω λοιπὸν τῶν καθ’ αὑτὰ ὑπαρχόντων τῷ γένει, τουτέστι τῷ ὑποκειμένῳ περὶ οὗ διαλέγονται, τὰς ἀποδείξεις ποιοῦνται, ὡς γεωμετρία ἀποδείκνυσιν ἐν τῷ πρώτῳ θεωρήματι καὶ δευτέρῳ καὶ τοῖς ἐφεξῆς, ἢ ἀναγκαιό- τερον, ὥσπερ αἱ λόγοις χρώμεναι, ἢ μαλακώτερον, ὥσπερ αἱ λόγῳ καὶ αἰσθήσει. καὶ ἐκ ἰῆς τοιαύτης ἐπαγωγῆς οὐκ ἔστιν ἀπόδειξις οὔτε οὐσίας οὔτε τοῦ τί ἐσστιν· οὐ γὰρ ἀποδείκνοσιν ὀ ἀριθμητικὸς ὅτι εἰσὶν ἀριθμοί, οὐδ' ὁ γεωμέτρης ὅτι τἰσὶ μεγέθη, ἀλλὰ ταῦτα ὡς ὁμολογούμενα λαμβάνει. οὔτε δὲ τὸ τι ἐστι· τῶν γὰρ ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις. οὐ γὰρ ἀποδείκνυσιν ὁ γεωμέτρης τί ἐστι τὸ σημεῖον ἢ τί ἐστι γραμμή, ἀλλ’ ὅτι εσ,τι μόνον ὑποτίθεται. διὰ τοῦτο οὖν, ὡς εἴρηται, οὐκ ἀποδει.κ·νύουσιν, εἴτε εστι τὸ ὑποκείμενον αὐτοῖς εἴτε μή ἐστιν, οἷον, ὡς εἰρήκαμεν, οὐ δείκνοσιν 6 γεωμέτρης ὅτι εἰσὶ μεγέθη, ἀλλ’ ὡς ὁμολογούμενον τοῦτο λαῷβάνει. τῆς τῆς αὐτῆς γάρ ἐστι διανοίας τὸ εἰπεῖν εἰ ἔστι ·καὶ τί ἐστι. πρό- τερον γὰρ τὸ εἰ εστι τοῦ τί ἐστι. πῶς οὖν δυνατὸν αὐτοὺς ἀποδεῖξαι τὸ τί ἐστι, μὴ ἀποδείξαντας ὅλως τὸ εἰ ἔστι μέγεθος,. p. 1025b18 18 ἐπεὶ δὲ καὶ ἡ φυσικὴ ἐπιστήμη τυγχάνει οὖσα περὶ γένος τι του ὄντος. Ἐντεῦθεν ἀποδείκνυσιν ὅτι οὐ δυνατὸν εἶναι τὴν φυσιολογίαν καὶ πρακτικην οὔτε δὲ ποιητικήν, ἀλλὰ μόνον θεωρητικήν· καί φησιν ὅτι ἐπὶ τῶν ποιητικων καὶ πρακτικῶν τὰ ποιητικὰ αἴτια ἔξωθεν ὑπάρχουσιν, οἷον. ποιητικὸν αἴτιον τῆς οἰκίας ὁ οἰκοδόμος, καὶ οὐκ ἔστιν ἐν αὐτῷ τῷ οἴκῳ ἀλλ’ ἔξωθεν. ὁμοίως ὁ στρατηγὸς ποιητικός ἐστι τῆσδε τῆς μάχης, καὶ οὐκ ἔστιν ἐν αὐτῇ τῇ πράξει ἀλλ’ ἔξωθεν. εἰ οὖν ἡ φύσις ἐν αὐτῷ ἐστι τῷ ἔργῳ ἐν ᾧ καὶ ποιεῖ (περὶ γὰρ τὴν τοιαύτην ἐστὶν οὐσίαν, ἐν ᾗ ἡ ἀρχὴ τῆς κινήσεως καὶ στάσεως ἐν αὐτῇ), δῆλον ὅτι οὔτε πρακτική ἐστιν οὔτε δὲ ποιητική. τῶν τῶν μὲν γὰρ ποιητικῶν ἐν τῷ ποιοῦντί ἐστιν ἡ ἀρχὴ ἢ νοῦς ἢ τέζνη ἢ δύναμις ἑτέρα· τῶν δὲ πρακτικῶν ἡ προαίρεσις ἐν τῷ πράττοντι. εἰ οὖν πᾶσα διάνοια ἢ πρακτική ἐστιν ἢ ποιητική, δῆλον ὁτι ἡ φύσις θεωρητική τις ἄν εἴη, ἀλλὰ θεωρητικὴ περι τοιοῦτον ὂν ὅ ἐστι δυνατὸν κινεῖσθαι περὶ γὰρ τῶν ἀκινήτων ἡ πρώτη φιλοσοφία διαλέξεται), καὶ περὶ οὐσίας διαλέξεται κυρίως τῆς κατὰ τὸ εἶδος, ἥτις ἐστὶν ἀχώριστος· τὰ γὰρ φυσικὰ εἴδη ἔνυλα ὑπάρχουσι. διαλέγεται δὲ καὶ περὶ τῆς ὕλης ἔστιν ὅτε διὰ τὸ εἶδος αὐτό. p. 1025b28 Δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν, ὡς ἄνευ γε τούτου τὸ ζητεῖν μηδὲν ποιεῖν ἐστιν. Δείξας διὰ τῶν προλαβόντων ὅτι οὐ καταγίνεται ἡ φυσικὴ περὶ πάντα τὰ ὄντα ὄντα περὶ μόνα τὰ ἐν κινήσει ὑπάρχοντα οὐ γὰρ δήπου διαλέγεται καὶ περὶ τῶν ἀύλων καὶ ἀκινήτων, ὥστε οὐ μόνη ἐστὶν ἡ φυσιολογία), ἐντεῦθεν λοιπὸν ἀποδίδωσι τὴν διαφορὰν τῆς πρώτης φιλοσοφίας καὶ τῆς φυσιολογίας καὶ τῆς μαθηματικῆς· αἱ τρεῖς γὰρ αὗται ἐπιστῆμαι θεωρητικαὶ ὑπάρχουσι μόναι· καί φησιν ὅτι ἡ πρώτη φιλοσοφία καταγίνεται περὶ τὰ ἄυλα καὶ χωριστὰ τῆς ὕλης παντελῶς καὶ ἀκίνητα, ἡ μέντοι γε φυσιολογία καταγίνεται περὶ τὰ ἔνυλα εἴδη τὰ παντελῶς ἀχώριστα τῆς ὕλης καὶ περὶ τὰ ἐν κινήσει θεωρούμενα, ἡ μέντοι γε μαθηματικὴ καὶ αὐτὴ καταγίνεται ·περὶ τὰ εἴδη τὰ ἀχώριστα τῆς ὕλης, ἅτινα καὶ αὐτὰ κατὰ μὲν οὐσίαν ἀχώριστα ὑπάρχουσι, τῇ δὲ ἐπινοίᾳ δυνατόν ἐστι ταῦτα χωρίσαι ἐκ τῆς ὕλης. χωρίζει γὰρ τὸ εἶδος τοῦ κύκλου ὁ μαθηματικός, καὶ οὕτως αὐτὸ ὁρίζεται σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον· διὸ καὶ ἐφαρμόττει ὁ ὁρισμὸς οὗτος παντὶ κύκλῳ μεγίστῳ καὶ ἥττονι. δεῖ οὖν τὸν φυσικὸν διαλέγεσθαι περὶ τῶν ἐνύλων εἰδῶν καὶ λέγειν καὶ τὰς διαφορὰς αὐτῶν, οἷον οὐ μόνον δεῖ λέγειν περὶ τοῦ σχήματος τῆς χειρὸς ὅτι τοιόνδε, ἀλλὰ καὶ περὶ τῆς ἐνεργείας αὐτῆς, οἷον ὅτι ἐστὶν ἀντιληπτικὴ καὶ ἀποβλητική· εἰ γὰρ μόνον περὶ τοῦ σχήματος εἴποι, οὐδὲν ἕτερον λέξει ὡς ἄν εἰ καὶ περὶ χειρὸς ἀνδριάντος διαλέξεται. ὁμοίως δὲ καὶ ἐπὶ ὀφθαλμοῦ οὐ μόνον δεῖ λέγειν ὅτι σφαιρικός ἐστιν, ἀλλὰ καὶ τῆς ἐνεργείας αὐτοῦ δεῖ μνημονεύειν, ὅτι τὸ ἀντιληπτικὸν τῶν χρωμάτων. ὥστε δεῖ τὸν φυσικὸν μὴ μόνον τῶν σχημάτων μνημονεύειν, ἀλλὰ καὶ τῶν ἐνεργειῶν τῶν μορίων, ἐπεὶ οὕτως οὐδὲν ἔσται ὁριζόμενος, εἰ μήτι γε ὁμωνύμως, καθάπερ εἰρήκαμεν. ὡς οὖν εἴρηται, ὁ μὲν φυσικὸς περὶ τῶν ἀχωρίστων εἰδῶν παντελῶς διαλέξεται, ὁ μέντοι γε μαθηματικὸς περὶ τῶν ἀχωρίστων μὲν κατ’ οὐσίαν, τῇ δὲ ἐπινοίᾳ χωριζομένων. διὸ ἡ μὲν σιμότης, ὅτι κοίλανσις ἐν ῥινί, οὐδὲ κατ’ ἐπίνοιαν δύναται νοηθῆναι οὐ θεωρεῖται γὰρ ἄνευ ῥινός ποτε), ἡ μέντοι γε κοιλότης ἐν πλείοσιν ὑποκειμένοις θεωρεῖται, καὶ ἐν ῥινὶ καὶ ἐν ἐπιφανείᾳ, καὶ διὰ ταύτην τὴν αἰτίαν δυνατὸν καὶ κατ’ ἐπίνοιαν αὐτὴν χωρίσαι τοῦ ὑποκειμένου. εἶτα λοιπὸν ἀπορεῖ λέγων ὅτι πῶς φαμεν τὴν πρώτην φιλοσοφίαν περὶ πάντων τῶν ὄντων ἀπλῶς διαλέγεσθαι ἡ ὄντα ἐστίν· οὐ γὰρ περὶ πάντων τῶν ὄντων διαλέγεται· οὐ γὰρ δήπου καὶ περὶ τῶν φυσικῶν καὶ τῶν ἐν κινήσει ὄντων, ἀλλὰ περὶ μόνων τῶν ἀύλων καὶ ἀκινήτων. λέγομεν οὖν πρὸς τοῦτο ὅτι καθὸ μὲν περὶ ἀύλων μόνων διαλέγεται, περὶ μερικῶν μόνων διαλέγεται, καθὸ δὲ τὰ ἄυλα ταῦτα καὶ ἀκίνητα ἀρχαί εἰσι τῶν πάντων καὶ πηγαί δεῖ γὰρ πρὸ τῶν κινουμένων εἶναι τὰ ἀκίνητα), δῆλον ὅτι περὶ πάντων τῶν ὄντων διαλέγεται. εἶτα περὶ τῶν ἀρχῶν φησιν, ἐξ ὧν τοῖς ἄλλοις τὸ εἶναι. ταύτας δὲ τὰς ἀρχὰς ἀνάγκη ἀιδίους εἶναι. εἰ γάρ, φησίν, ὑποθώμεθα αὐτὰς φθείρεσθαι, εἰς ἐκείνας ἀναλυθήσονται, ἐξ ὧν καὶ γεγόνασιν, ὥστε εἰς ἑτέρας ἀρχάς, καὶ περὶ ἐκείνων πάλιν ἐρωτήσω εἰ ἄφθαρτοί εἰσιν ἢ φθαρταί. εἰ μὲν οὖν ἀίδιοι, ἔχω τὸ ζητούμενον, εἰ δὲ φθαρταί, ἐπ’ ἄπειρον πρόεισι, καὶ οὕτως ἀναιρεῖται γένεσις διὰ τὸ μὴ δύνασθαι ἐπεξιέναι τὸ ἄπειρον. p. 1025b28 28 Δεῖ δὲ τὸ τί ἦν εἶναι καὶ τὸν λόγον πῶς ἐστι μὴ λανθάνειν. Δεῖ δὲ τὸν φυσικὸν εἰδέναι τὸν ὁρισμὸν τοῦ πράγματος, περὶ οὗ ποιεῖλέγει τᾶι τὸν λόγον, καὶ τὰς διαφορὰς αὐτοῦ ἄνευ γὰρ τούτων τὸ ἀληθὲς οὐ κατορθοῖ), ὥσπερ καὶ τὸν οἰκοδόμον δεῖ εἰδέναι τὴν διαφορὰν τῶν λίθων καὶ τῶν ξύλων, καὶ τὸν ἰατρὸν τὰς διαφορὰς τῶν σωμάτων καὶ τῶν κράσεων, εἰ μέλλοι τῷ ὄντι ἰατρὸς εἶναι. φησὶν οὖν ὅτι οἱ μὲν τῶν ὁρισμῶν οὕτως ὑπάρχουσιν ὡς τὸ σιμὸν τὸ ἐν ῥινί, μηδὲ τῇ ἐπινοίᾳ δυνάμενοί ποτε χωρίζεσθαι τῆς ὕλης, οἱ δὲ ὡς τὸ κοῖλον, δυνάμενοι κατ’ ἐπίνοιαν χωρισθῆναι. διό φησιν ὅτι διαφέρουσιν ἀλλήλων ταῦτα, ὅτι τὸ μὲν σιμὸν συνειλημμένον ἐστίν, ἀντὶ τοῦ οὐδὲ κατ’ ἐπίνοιαν χωρίζεται τῆς ὕλης, ἅτε δὴ μετὰ τῆς ὕλης ὑπάρχον ἔστι γὰρ τὸ σιμὸν οὐδὲν ἕτερον ἢ κοίλη ῥίς), ἡ δὲ κοιλότης ἄνευ ὕλης αἰσθητῆς ὑπάρχει. καλῶς δὲ εἶπε τὸ αἰσθητῆς διὰ τὸν ὁρισμόν, ὥσπερ αἱ προτάσεις εἶναι ὕλη λέγονται τοῦ συλλογισμοῦ· οὕτως δὲ καὶ ὁ ὁρισμὸς ἕτερον ὂν τοῦ εἴδους ὕλη γίνεται τῆς κοιλότητος. οὗτος δὲ ὁ λόγος, διὸ οὐκ αἰσθητὸν πρᾶγμα ὑπάρχει· ἐὰν δὲ εἴπω σχῆμα ἐπίπεδον τοιώσδε ὑπάρχον, λόγον εἶπον μὴ προσχρησάμενος αἰσθήσει. εἰ τοίνυν πάντα τὰ φυσικὰ πράγματα ὁμοίως τῷ σιμῷ λέγεται, οἷον ῥίς, ὀφθαλμός, πρόσωπον, σάρξ, ὀστοῦν, καὶ τὰ ἄλλα τοῦ ζῴου μόρια οὔτε κατ’ ἐπίνοιαν δυνάμενά χωρισθῆναι ἀλλ’ ἐν ἑνὶ καὶ τῷ αὐτῷ ὑποκειμένῳ θεωρούμενα, ὁμοίως δὲ καὶ ἐπὶ φύλλου καὶ φλοιοῦ καὶ συκῆς καὶ ἁπλῶς φυτοῦ ὁ γὰρ ὁρισμὸς αὐτῶν οὐ δύναται ἀποδοθῆναι ἄνευ κινήσεως, τουτέστιν ἐνεργείας, ὡς ἐλέγομεν· τὰ μὲν γὰρ τεχνητὰ δυνατὸν ὁρίσασθαι ἄνευ τῆς αὐτῶν ἐνεργείας· ἀκίνητα γὰρ ὑπάρχουσι· τὰ μέντοι γε φυσικὰ οὐ δυνατόν), ὥστε ἐντεῦθεν μεμαθήκαμεν πῶς δεῖ ὁρίζεσθαι τὰ φυσικὰ πράγματα, ὅτι μετὰ τοῦ σχήματος, μνημονεύειν δὲ καὶ τῆς ἐνεργείας αὐτῶν. διὸ καὶ ἐνίας τῶν ψυχῶν οὕτω δεῖ ὁρίζεσθαι, ὅσαι μὴ δύνανται ἄνευ ὕλης εἶναι, ὥσπερ τὴν φυσικήν. ἀνακηρύττει τοίνυν τὴν ἑαυτοῦ διάνοιαν καὶ ἐντεῦθεν ὁ Ἀριστοτέλης περὶ τῆς ἀθανασίας τῆς λογικῆς ψυχῆς, ὅτι οἶδε ψυχὴν καὶ χωριστὴν ὕλης, εἴ γε φησὶν ἐνταῦθα ὅτι ὅση μὴ ἄνευ τῆς ὅλης ἐστὶν ὡς οὐσία καὶ χωριστὴ ψυχή. p. 1026a6 Ὅτι μὲν οὖν ἡ φυσικὴ θεωρητική ἐστι, δῆλον ἐν τούτων. ἐντεῦθεν συνάγει τὰ εἰρημένα καί φησιν ὅτι φανερὸν ἡμῖν γέγονεν ὅτι ἡ φυσικὴ θεωρητικὴ ἐπιστήμη ἐστίν· οὔτε γὰρ πρακτικὴ δύναται εἶναι οὔτε ποιητική, ὡς καὶ τῇ προτεραίᾳ εἴρηται· ἡ μὲν γὰρ ἔξωθεν ἔχει τὰ ποιητικὰ αἴτια, ἡ μέντοι γε φυσικὴ ἐν ἑαυτῇ, ἀρχὴ κινήσεως καὶ ἠρεμίας ὑπάρχουσα. δῆλον δ’ ὅτι καὶ ἡ μαθηματικὴ θεωρητική ἐστιν ἡ κυρίως· οὐδὲν γὰρ πράττει, εἰ μήτι γε αἱ ὑποβεβηκυῖαι αὐτήν, οἷον μηχανικὴ καὶ ὅθι τοιαῦται ὑπάρχουσιν. ἡ μέντοι γε μαθηματικὴ εἰ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν ἀκίνητα, οὔπω δῆλον, ἐπειδὴ μέλλει προϊὼν διελέγξαι ταύτην τὴν δόξαν. ἐνίσταται δὲ πρὸς Πλάτωνα λέγοντα εἶναι αὐτογραμμὴν ἐν ὑποστάσει καὶ κύκλον καὶ αὐτοζῷον αὐτὰ καθ’ αὑτὰ ὑπάρχοντα, πρὸς ἃ ἀφορῶν ὁ δημιουργὸς παράγει ἃ παράγει· εἰ μήτι γε διὰ τούτων λόγον τινὰ ἐδήλου καὶ οὐκ οὐσίας αὐτὰς καθ’ αὑτὰς ὑπαρχούσας, εἰς ἅς ἀποβλέπων ὁ ὀημιουργὸς παράγει ἅ ποιεῖ. p. 1026a9 Ὅτι μέντοι ἔνια μαθήματα. Φησὶν ὅτι περὶ τὰ εἴδη ἡ μαθηματικὴ θεωρία, καθὸ ἀκίνητα ὑπάρχουσι καὶ χωριστά, ὥσπερ γεωμετρία καὶ ἀριθμητική. αὐτὸ γὰρ τὸ εἶδος ἐπισκοπεῖ τοῦ κύκλου ὡς χωριστόν, ὅπερ ἐστὶν ἀκίνητον, καὶ τὸ εἶδος τοῦ ἀριθμοῦ ὁ ἀριθμητικός. ὀπτικὴ μέντοι καὶ μηχανικὴ οὐκέτι ὁμοίως· περὶ κινητὰ γὰρ καταγίνονται καὶ ἔνυλα. τὸ γοῦν διαλεχθῆναι περὶ ἀι- δίων καὶ ἀκινήτων πρόσκειται † ἔν τισι) θεωρητικῆς φιλοσοφίας ἐστὺ τῆς πρώτης, οὐ μέντοι φυσιολογίας· αὕτη γὰρ περὶ κινητῶν πραγμάτων διαλέγεται, τουτέστιν ἐν κινήσει τὸ εἶναι ἐχόντων. οὔτε δὲ ἡ μαθηγατικὴ περὶ τῶν παντάπασι χωριστῶν διαλέγεται καὶ ἀκινήτων τῶν ἐχόντων τὴν οὐσίαν αὐτὴν καθ’ αὑτὴν ἄνευ ὕλης, ἀλλ’ ἡ προτέρα τούτων, τουτέστιν ἡ θεολογική, διαλέγεται περὶ τούτων. ἡ μὲν γὰρ φυσιολογία διαλέγεται περὶ ἀχωρίστων εἰδῶν ἀλλ’ οὐκ ἀκινήτων· τῆς δὲ μαθηματικῆς ἔνια περὶ ἀκίνητα, ὥσπερ γεωμετρία καλῶς δὲ εἶπεν ἔνια διὰ τὴν ὀπτικήν), οὐ χωριστὰ δὲ ἴσως. πάλιν δὲ τὸ ἴσως προστέθεικε διὰ τοὺς Πλατωνικοὺς ὡς μέλλων δεικνύναι ὅτι οὐκ ἔστιν αὐτογραμμὴ ἐνυπόστατος ἢ ὑπάρχουσα αὐτὴ καθ’ αὑτήν, οὔτε δὲ αὐτοζῷον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων· ἐν ὕλῃ γὰρ τὸ εἶναι ἔχουσι ταῦτα, οἱ δὲ μαθηματικοὶ τῇ ἐπινοίᾳ αὐτὰ χωρίζουσιν. ἡ δὲ πρώτη φιλοσοφία καὶ περὶ χωριστὰ εἴδη καταγίνεται καὶ κατ’ οὐσίαν παντάπασιν ἀκίνητα· λέγει δὲ τοὺς νόας. p. 1026a16 Ἀνάγκη δὲ πάντα μὲν τὰ αἴτια ἀίδια εἶναι. Φησὶν ὅτι πᾶσα ἀνάγκη τὰ αἴτια ἀίδια εἶναι. εἰ γὰρ ὑποθώμεθα τὴν ἀρχὴν φθείρεσθαι, εἰς ἄλλην ἀρχὴν φθαρήσεται, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὥστε πᾶσα ἀνάγκη, φησί, τὰ αἴτια ἀίδια εἶναι, μάλιστα δὲ τὰ πρῶτα καὶ αἴτια τῶν οὐρανίων, τουτέστι τὰς ἀρχὰς τῶν ἀρχῶν, φημὶ δὴ τὰς νοητὰς δυνάμεις. ὥστε τρεῖς καὶ μόναι ὑπάρχουσι θεωρητικαὶ φιλοσοφίαι, μαθηματική, φυσική, θεολογία. καὶ εἰκότως τὸ θεωρητικὸν εἰς τρία διῄρηται ταῦτα, ὅτι προφανές ἐστι τοῦτο, ὅτι εἰ ἄρα που λέγεται εἶναι τὸ θεῖον, ἐν τῇ τοιαύτῃ φύσει ὑπάρχει, τουτέστι τῇ ἀύλῳ καὶ ἀκινήτῳ· ὥστε καὶ τὴν τιμιωτάτην ἐπιστήμην, τουτέστι τὴν πρώτην φιλοσοφίαν, δεῖ καταγίνεσθαι περὶ τὸ τιμιώτατον γένος, τουτέστι περὶ τὸ ἄυλον καὶ ἀκίνητον καὶ νοητόν. εἰ οὖν αἱ θεωρητικαὶ ἐπιστῆμαι κρείττονές εἰσι τῶν πρακτικῶν, ἐπειδὴ καὶ τὰ μόρια τῆς ψυχῆς κρείττονα τὰ μεταχειρίζομεν τὰ μὲν γὰρ πρακτικὰ προαίρεσις κατορθοῖ, τὰ δὲ θεωρητικὰ νοῦς, κρείττων δὲ ὁ νοῦς προαιρέσεως· τὸ γὰρ ἀκρότατόν ἐστιν, ὡς εἴρηται, τῆς ψυχῆς ὁ νοῦς) ἡ δὲ θεολογία κρείττων ἐστὶ τῶν ἄλλων ἐπιστημῶν ἅτε περὶ κρεῖττον μέρος καταγινομένη. p. lU26a23 Ἀπορήσειε γὰρ ἄν τις, πότερόν ποθ’ ἡ πρώτη φιλοσοφία. τὴν ἀπορίαν δι’ ἣν τὴν θεωρίαν ἐκίνησε ταύτην λέγει. φησὶ γὰρ ἆρά γε ἡ πρώτη φιλοσοφία περὶ πάντα τὰ ὄντα καταγίνεται ἢ περί τι γένος καὶ φύσιν μία. οὔτε γὰρ ἐν ταῖς μαθηματικαῖς ἐπιστήμαις ὁ αὐτὸς τρόπος ἐστίν· ἡ μὲν γὰρ καθόλου μαθηματικὴ περὶ πάντα τὰ μαθηματικὰ καταγίνεται, ἡ δὲ μερικὴ περὶ μίαν φύσιν, οἷον, ὥς φησιν αὐτός, γεωμε τρία καὶ ἀστρολογία περί τινα φύσιν μερικὴν ὑπάρχει, ἡ μὲν περὶ μεγέθη, ἡ δὲ περὶ ἀστρα, ἡ δὲ καθόλου κοινή ἐστι πασῶν, ὡς εἴρηται. οὕτως οὖν καὶ ἡ πρώτη φιλοσοφία ὡς ἔχουσα τὰς ἀρχὰς τῶν ὄντων περὶ πάντων ἀπλῶς διαλέγεται. p. 1026a27 Εἰ μὲν οὖν μή ἐστί τις ἑτέρα οὐσία. Εἰ μηδέν ἐστιν ἔξωθεν τῶν φυσικῶν πραγμάτων καὶ τῶν ἐν κινήσει ὄντων, ἡ φυσικὴ φιλοσοφία ἐστὶ πρώτη φιλοσοφία· εἰ δὲ καὶ ἔστι τις οὐσία ἀκίνητος, ὥσπερ καὶ ἔστιν, αὕτη ἐστὶ προτέρα φιλοσοφία καὶ πρώτη, καὶ διὰ τοῦτο καθόλου, ἐπειδὴ πρώτη, ἅτε δὴ πάντων ἔχουσα τὰς ἀρχὰς ἐν ἑαυτῇ· καὶ διὰ τοῦτο περὶ τοὺ ἁπλῶς ὄντος αὕτη διαλέγεται, καὶ τί ἐστι καὶ τὰ ὑπάρχοντα αὐτῷ, καθὸ ὄν ἐστιν, οἷον ὅτι ἐστὶ θεὸς καὶ προνοεῖται πάντων καὶ ὅτι οὐκ ἔστι στέρησις κυρίως. p. 1026a33 Ἀλλ' ἐπεὶ τὸ ὂν τὸ ἁπλῶς λεγόμενον λέγεται καὶ πολλαχως. Τὸ ἀπλῶς ὂν πολλαχῶς λέγεται, ἓν μὲν τὸ κατὰ συμβεβηκός, ὥσπερ φαμὲν τὸν φαλακρὸν οἰκοδομεῖν· οὐ γὰρ ᾗ φαλακρὸς οἰκοδομεῖ, ἀλλ’ ᾗ f. 255v οἰκοδόμος. ἕτερον δὲ ὂν τὸ ὡς ἀληθὲς καὶ τὸ μὴ ὂν ὡς τὸ ψεῦδος· ὡς γὰρ πρὸς τὸ ἀληθὲς μὴ ὄν ἐστιν, οἷον ὅτι ἔστι Σωκράτης ὄντος αὐτοῦ ἀληθές, μὴ ὄντος δὲ ψεῦδος. παρὰ ταῦτα δέ ἐστι τὸ καθ’ αὑτὸ ὂν τὸ θεωρούμενον ἐν πάσαις ταῖς κατηγορίαις· διό φησιν οἷον τὸ μὲν τί, τὸ δὲ ποιόν, τὸ δὲ ποσόν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οἷον καθ’ αὑτὸ ὂν ἐν οὐσίᾳ ὁ ἄνθρωπος, ἐν ποσῷ τὸ μέγεθος, ἐν ποιῷ τὸ λευκόν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πάλιν λέγεται τὸ ὂν τὸ κατ’ ἐνέργειαν καὶ τὴν δύναμιν. λέγεται δὲ τὸ σπέρμα δυνάμει βρέφος, τὸ μέντοι καὶ γενόμενον ἐνεργείᾳ λέγεται ὄν. ἐπειδὴ οὖν πολλαχῶς λέγεται τὸ ὄν, δεῖ ἡμᾶς πρῶτον περὶ τοῦ κατὰ συμβεβηκὸς ὄντος εἰπεῖν, τί ἐστι τὸ τοιοῦτον ὄν, ὅτι οὐδεμία τέχνη περὶ αὐτοῦ διαλέγεται, οὔτε ποιητικὴ οὔτε πρακτικὴ οὔτε θεωρητική· ἄπειρον γάρ τι καὶ ἀόριστον. οὔτε γὰρ ὁ ποιῶν οἰκίαν ποιεῖ ABBREY ὅσα συμβαίνει ἅμα τῇ οἰκίᾳ γίνεσθαι· ἄπειρα γὰρ ταῦτα ὑπάρζουσι. τοῖς μὲν γὰρ ἡδεῖα γίνεται ἡ κτισθεῖσα οἰκία, τοῖς δὲ βλαβερά, ἄλλοις δὲ ὠφέλιμος· οὐδενὸς δὲ τούτων ποιητική ἐστιν ἡ οἰκοδομική. τὸν αὐτὸν δὲ τρόπον οὐδ' ὁ γεωμέτρης θεωρεῖ τὰ οὕτως συμβεβηκότα τοῖς σχήμασιν, οἷον ὅτι τὰ μὲν τῶν τριγώνων δεξιὰ κεῖνται, τὰ δὲ ἀριστερά, οὐδ εἰ ἔτερόν ἐστι τρίγωνον καὶ τρίγωνον ἔχον δύο ὀρθαῖς ἴσας, ἀλλὰ μόνον σκοπεῖ τὰ καθ’ αὑτὸ τοῖς σχήμασιν ὑπάρχοντα, οἷον ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. καὶ ἡ ἰατρικὴ οὔ φησιν ὅτι τὸ σῶμα εὐτυχέστερον, τὰ δὲ περὶ τὰς κράσεις ἐπισκοπεῖ. οὕτω καὶ αἱ ἄλλαι πάσαι τέχναι τε καὶ ἐπιστῆμαι τὰ καθ αὑτὸ ὑπάρχοντα σκοποῦσιν· οὐ γὰρ δὴ τὰ κατὰ συμβεβηκός. p. 1026b12 Καὶ τοῦτο εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μόνον τὸ συμβεβηκός ἐστιν. ἐπειδὴ ἡ σοφία διαλέγεται περὶ τοῦ ὄντος, πολλαχῶς δὲ τὸ ὂν λέγεται (ἔστι γὰρ τὸ ὂν τὸ κατὰ τὴν ἀλήθειαν καὶ τὸ κατὰ τὴν δύναμιν καὶ τὸ κατ’ ἐνέργειαν καὶ τὸ καθ’ αὑτὸ ὂν τὸ θεωρούμενον ἐν ταῖς δέκα κατηγορίαις), φησὶν ὁ Ἀριστοτέλης ὅτι περὶ πάντων τῶν σημαινομένων τοῦ ὄντος ἡ σοφία διαλέγεται χωρὶς τοῦ κατὰ συμβεβηκὸς ὄντος· τοῦτο γὰρ ἀόστόν ριστόν ἐστι καὶ τρόπον τινὰ ἀναίτιον, καὶ οὔτε ὑπὸ θεοῦ οὔτε ὑπὸ φύσεως παραγόμενον προηγουμένως. τὰ γὰρ θεῖα τὰ ἀεὶ ὡσαύτως ἔχοντα παράγουσι, καὶ ἡ φύσις τὰ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ συμβεβηκὸς τῶν ὡς ἐπ ἔλαττον ὑπάρχει· οἷον ἀεὶ ὁ ἄνθρωπος ζῷον, καὶ ὡς ἐπὶ τὸ πολὺ πενταδάκτυλος, ἑξαδάκτυλος δὲ κατὰ συμβεβηκός· οὔτε γὰρ ἀεί ἐστι τοῦτο καὶ ἐξ ἀνάγκης οὔτε δὲ ὡς ἐπὶ τὸ πολύ, ἀλλὰ τύχη αἰτία τούτου καὶ αὐτό- ματον, ὡς εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως. διὸ οὔτε γένεσις λέγεται κυρίως τοῦ συμβεβηκότος οὔτε φθορά, ἀλλ’ ὅτι ἢ ἔστιν ἢ οὐκ ἔστιν, ὡς εἴρηται, οὔτε προηγουμένως ὑπὸ τῆς φύσεως γίνεται. οἷον τὸ χρῶμα κατὰ συμβεβηκὸς καὶ παρακολούθημα ὑπάρχει τῆς φύσεως· τῆς γὰρ φύσεως προηγουμένως ποιούσης τήνδε τὴν κρᾶσιν ἐπακολουθεῖ τὸ τοιγενόμενον] όνδε χρῶμα· ὁμοίως δὲ καὶ τῇ φθορᾷ τὸ μὴ εἶναι. ὅθεν οὐδὲ αἱ ἄλλαι τέχναι κέχρηνται αὐτῷ· ὁ γὰρ γεωμέτρης διαλεγόμενος περὶ τοῦ τριγώνου οὐ λέγει ὅτι ἀργύρεον ἐστιν ἢ χαλκοῦν ἤ τι ἄλλο τοιοῦτον, ἀλλὰ τὰ καθ’ αὑτὸ ὑπάρχοντα τῷ τριγώνῳ λέγει, τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας. ὁμοίως δὲ καὶ ὁ οἰκοδόμος οὐ λέγει ὅτι εὐτυχεῖς ἔσονται ἢ ἀνδοεῖοι οἱ ἐν τῶδε οἴκω οἴκω οἰκοῦντες. ὡσαύτως δὲ καὶ ὁ ἐατρὸς οὐ λέγει περὶ πλούτου ἀλλὰ περὶ τῶν κράσεων. καὶ τὸν Πλάτωνα τῆς δόξης παράγει μάρτυρα τάττοντα τὸ συμβεβηκός τρόπον τινὰ περὶ τὸ μὴ ὄν· καλῶς δὲ προσέθηκε τρόπον τινά, ἐπειδὴ ἔχουσι καὶ τὰ συμβεβηκότα ἀμυδράν τινα ὕπαρξιν, ἢ ὅτι ἔστιν ὅτε καὶ οἱ σοφισταὶ διαλέγονταί ποτε καὶ περὶ οὐσίας. εἶτα λοιπὸν καὶ τρεῖς παραλογισμοὺς τίθησι, καθ’ οὓς ἐκ τοῦ συμβεβηκότος πειρῶνται οἱ σοφισταὶ παραλογίζεσθαι, ἕνα μὲν ἐξ ἀμφοτέρων τῶν συμβεβηκότων. λέγουσι γὰρ οὕτως ‘πότερον ταὐτόν ἐστι μουσικὸν καὶ γραμματικὸν ἢ ἕτερον;' εἰ μὲν οὖν φαμεν ὅτι ἕτερόν ἐστι τὸ μουσικὸν τοὐ γραμματικοῦ, ἐπάγουσι καὶ θεωροῦσιν αὐτὰ ἐν ἑνὶ ὑποκειμένῳ, οἷον ἐν τῷ Κορίσκῳ τὸ μουσικὸν καὶ τὸ γραμματικόν. ἐπεὶ οὖν ταῦτα ἕτερα ἀλλήλων, καὶ ὁ Κορίσκος ὁ μουσικὸς καὶ γραμματικὸς αὐτὸς ἑαυτοῦ ἕτερος, ὅπερ ἀδύνατον. εἰ δὲ πάλιν φῶμεν ταὐτὸν εἶναι τὸ μουσικὸν καὶ τὸ γραμματικόν, αὖθις ἐπάγουσι καὶ θεωροῦσιν αὐτὰ ἐν διαφόροις ὑποκειμένοις, οἷον τὸ μὲν μουσικὸν ἐν τῷ Ἀριστοξένῳ καὶ τὸ γραμματικὸν ἐν τῷ Κορίσκῳ, καὶ οὕτως, φασίν, ἐπειδή φατε τὰ αὐτὰ εἶναι τὸ μουσικὸν καὶ τὸ γραμματικόν, συμβήσεται καὶ τὸν Κορίσκον καὶ τὸν Ἀριστόξενον τὸ αὐτὸ εἶναι, ὅπερ ἄτοπον. λέγομεν τοίνυν ἡμεῖς πρὸς αὐτοὺς ὅτι οὐ καλῶς λαμβάνεται ὅτι τὰ ὑπάρχοντα τοῖς ὑποκειμένοις ἤδη καὶ τοῖς συμβεβηκόσιν αὐτῶν ὑπάρχουσι, καὶ τὸ ἀνάπαλιν· οὐκ ἄτοπον γὰρ ταῦτα διάφορα ὄντα ἐν ἑνὶ ὑποκειμένῳ θεωρεῖσθαι, καὶ οὐκ ἤδη διὰ τοῦτο καὶ τὸ ὑποκείμενον αὐτὸ ἑαυτοῦ διάφορον γίνεται, ἐπειδὴ τὰ συμβεβηκότα αὐτῷ διάφορα ὑπάρχουσι. καὶ πάλιν οὐκ ἐπειδὴ τὰ αὐτὰ ὑπάρχουσιν, ἐν διαφόροις δὲ ὑπο- κειμένοις θεωροῦνται, ἤδη ἀνάγκη καὶ τὰ ὑποκείμενα τὰ αὐτὰ ἀλλήλοις εἶναι. ὡς γὰρ εἴρηται, οὐ τὰ ὑπάρχοντα τοῖς συμβεβηκόσιν ἤδη καὶ τοῖς ὑποκειμένοις ὑπάρχουσιν. οὐκ ἐπειδὴ γὰρ τὸ λευκὸν διακριτικόν ἐστιν ὄψεως, καὶ ὁ ἄνθρωπος διακριτικός ἐστιν ὄψεως. πάλιν τὸν δεύτερον παραλογισμὸν προάγουσι τοῦτον τὸν τρόπον ἐξ ὑποκειμένου καὶ συμβεβηκότος λέγοντες οὕτως ‘τὸ μουσικὸν καὶ ὁ Κορίσκος ταὐτὰ ὑπάρχουσιν ἀλλήλοις ἢ ἕτερα;’ εἰ μὲν οὖν φῶμεν ὅτι ἕτερόν ἐστι τὸ μουσικὸν παρὰ τὸν Κορίσκον, ἐροῦσιν ὅτι οὐκοῦν αὐτὸς ἑαυτοῦ διαφέρει Κορίσκος γε ὢν καὶ μουσικὸς Κορίσκος. εἰ δὲ φῶμεν ὅτι ταὐτόν ἐστιν, ἐροῦσιν ὅτι καὶ ἅμα τῷ τεχθῆναι μουσικὸς ὑπῆρχε Κορίσκος, ὅπερ ἄτοπον. ἐροῦμεν τοίνυν πάλιν πρὸς τοῦτο ὅτι ἕτερον μέν ἐστι τὸ μουσικὸν παρὰ τὸν Κορίσκον, ἀλλ’ οὐκ ἐπειδὴ ἕτερόν ἐστι τοῦ συνθέτου.. ὁ Κορίσκος αὐτὸς ἑαυτοῦ διαφέρει. καθὸ γὰρ Κορίσκος, οὐκ ημείφθη· οὐδὲν γὰρ ἧττον Κορίσκος ἐστὶ καὶ πρὶν ἢ γενέσθαι αὐτὸν μουσικὸν καὶ μετὰ Τὸ γενέσθαι· ταῦτα δὲ ὡς τὰ συμβεβηκότα γίνονται καὶ ἀπογίνονται καὶ οὐδὲν βλάπτει τὸ ὑποκείμενον. πάλιν τρίτον παραλογισμὸν παράγουσι τοῦτον τὸν τρόπον. ἡνίκα, φασί, μουσικὸς Κορίσκος. ἆρα καὶ γραμματικὸς ὑπάρχει ἢ γέγονεν; εἰ μὲν γὰρ ἀεὶ ὁ μουσικὸς καὶ γραμματικὸς ὑπῆρχεν, οὐ γέγονε· τὸ γὰρ ἀίδιον οὐ γέγονε, ἀλλὰ τὸ ποτὲ μὲν μὴ ὂν νῦν δὲ ὄν, τοῦτό φαμεν γεγονέναι. εἰ οὖν ἀεὶ ἦν μουσικός, ἦν καὶ γραμματικός· πᾶς γὰρ μουσικὸς ἔσται καὶ γραμματικός· εἰ δὲ μὴ ἀεὶ γραμματικός ἐστιν, ὕστερον δ’ ἐγένετο, δῆλον ὅτι γέγονεν ἐκ τοῦ μουσικοὺ γραμματικός. πᾶν δὲ τὸ γινόμενον ἐκ μὴ ὄντος γίνεται. ὥστε μὴ ὄν ἐστιν ᾗ μουσικός, ὅπερ ἄτοπον. λέγομεν οὖν καὶ πρὸς τὸν παραλογισμὸν τοῦτον ὅτι παραλογίζεται ἐκ τοῦ ἀπλῶς μὴ ὄντος καὶ πῇ μὴ ὄντος· τὸ γὰρ μουσικὸν ἀπλῶς μὴ ὂν οὐκ ἔστι, τὶ δὲ μὴ ὂν ὑπάρχει. καθὸ γὰρ ἢ γραμματικὸς ἢ ῥητορικὸς οὐκ ἔστιν ὁ μουσικός, κατὰ τοῦτο γέγονεν ἐκ μουσικοῦ γραμματικός· καθὸ δὲ μουσικός, ὑπῆρχεν. ὥστε καλῶς ἐλέγετο ὅτι ἀόριστα τὰ συμβεβηκότα ὡς αἴτια παραλογισμοῦ καὶ τρόπον τινὰ ἀνυπόστατα καὶ τῇδε κἀκεῖσε φερόμενα. πῶς οὖν διαλέξεται ἡ σοφία τὸ θειότατον πρᾶγμα περὶ τοῦ τοιούτου ὄντος; p. 1026b12 Καὶ τοῦτο εὐλόγως συμπίπτει· ὥσπερ γὰρ ὄνομά τι μονον. Φησὶν ὅτι καλῶς οὐδεμία τέχνη διαλέγεται περὶ τοῦ κατὰ συμβεβη- κὸς ὄντος· ὄνομα ·γὰρ μόνον ἐστίν, ἐπεὶ μήτε ἔχει ὕπαρξιν βεβαίαν καὶ αὐθυπόστατον, ἀλλ’ ἐν ἄλλοις ἔχει τὸ εἶναι καὶ παρακολούθημά ἐστι. διὸ καὶ ἀποδοχῆς ἄξιος ὁ Πλατῶν τὴν σοφιστικὴν περὶ τὸ μὴ ὂν τάξας, ὕλην ἔχουσαν τὸ ψεῦδος. πῶς δὲ τοῦτο ὑποθώμεθα ἐν ὑποστάσει; ὁ γὰρ τῶν σοφιστῶν λόγος περὶ τὸ συμβεβηκὸς καταγίνεται, πότερον ταὐτὸν <ἢ> ἕτερον μουσικὸς καὶ γραμματικός, ὡς εἴρηται, καὶ πότερον ταὐτὸν ἢ ἕτερον μουσικὸς καὶ μουσικὸς Κορίσκος, <καὶ εἰ> πᾶν ὃ ἄν νῦν μέν ἐστι, πρῴην δὲ οὐκ ἦν, τοῦτο γέγονεν, ὥστε εἰ μουσικὸς ὢν μὴ ὑπῆρχε γραμματικός, καὶ νῦν φαμεν ὅτι γέγονε γραμματικὸς πρῴην μὴ ὤν. ὥστε φαίνεται τὸ συμβεβηκὸς ἐγγὺς τοῦ μὴ ὄντος. p. 1026b22 Δῆλον δἐ καὶ ἐκ τῶν τοιούτων λόγων. Ἔστι καὶ ἐντεῦθεν ἑλεῖν ὅτι οὐχ ὑπάρχουσι κυρίως τὰ συμβεβηκότα· τῶν μὲν γὰρ κατ’ ἄλλον τρόπον ὄντων, τουτέστι τῶν καθ’ αὑτὰ τῶν φυσικῶν, ἔστι γένεσις καὶ φθορά, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ, τῶν δὲ κατὰ συμβεβηκὸς οὐκ ἔστιν ἁπλῶς γένεσις, εἰ μήτι ἄρα τινὰ γένεσιν αὐτῶν εἴπωμεν εἶναι. καλῶς δὲ προστέθεικε τὸ ἐγγύς, ἐπεί, ὡς εἴρηται, ἔχει ἀμυδρὰν τινα ὕπαρξιν. p. 1026b24 24 Ἀλλ' ὅμως λεκτέον περὶ τοῦ συμβεβηκότος. Φησὶν ὅτι δεῖ ἡμᾶς ἀνιχνεῦσαι τὴν φύσιν τοῦ συμβεβηκότος, καὶ διὰ τίνα αἰτίαν ἐστίν, ὅτι τῶν ὡς ἐπ’ ἔλαττον· ἅμα γὰρ ἐντεῦθεν φανερὸν ἡμῖν γίνεται καὶ διὰ τί οὐδεμία ἐπιστήμη καταγίνεται περὶ τὸ συμβεβηκός, ἐπειδὴ αἱ τέχναι ἢ περὶ τῶν ἀεὶ ὡσαύτως ἐχόντων διαλέγονται ἢ περὶ τῶν ὡς ἐπὶ τὸ πολύ. ἐφεξῆς διαίρεσιν ποιεῖται ἀνιχνεῦσαι βουλόμενος τὸ ζητούμενον, καί φησιν οὕτως ὅτι ἐν τοῖς οὖσι τὰ μὲν ἀεὶ ὡσαύτως ἔχουσιν, οἷον τὰ θεῖα, καὶ ἐξ ἀνάγκης, οὐ τῆς κατὰ τὸ βίαιον λεγομένης ὁ γὰρ θεὸς ἐξ ἀνάγκης ἀγαθὸς οὐ τῆς βιαίας, καθάπερ ἐπὶ προαιρέσεως θεωρεῖται, ἡνίκα λέγομεν τὸν αἰχμάλωτον ἐξ ἀνάγκης δουλεύειν, ἀλλὰ θείας οὐσίας· διό φησιν ἀλλ’ ἣν λέγομεν τὸ μὴ ἐωδέχεσθαι ἄλλως ἔχειν), ἢ ὅτι ὁἄνθρωπος ζῷόν τὰ δὲ τῶν πραγμάτων οὐκ ἐξ ἀνάγκης ἀλλ’ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ λέγομεν ὅτι ὡς ἐπὶ τὸ πολὺ ὁ ἄνθρωπος πενταδάκτυλός ἐστι. τὰ δὲ ὡς ἐπ’ ἔλαττον ὑπάρχουσι· καὶ αὕτη ἐστὶν αἰτία καὶ ἀρχὴ τοῦ συμβεβηκότος, τὰ ὡς ἐπ’ ἔλαττον· ὃ γὰρ ἄν ἐστιν μήτε ἀεὶ μήτε δὲ ὡς ἐπὶ τὸ πολύ, τοῦτό φαμεν εἶναι συμβεβηκός. οἷον, ὥς φησιν αὐτός, ἐὰν ὑπὸ κύνα χειμὼν γένηται καὶ πάγος, τοῦτο κατὰ συμβεβηκός φαμεν, ἐπεὶ οὔτε ἀεὶ. τοῦτο γίνεται, οὔτε ὡς ἐπὶ τὸ πολύ, σπανιάκις δέ· ἐὰν δ’ ὑπὸ κύνα ἀλέα γένηται, οὔ φαμεν τοῦτο συμβεβηκὸς εἶναι, ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ γέγονε. καὶ πάλιν τὸν ἄνθρωπον λευκὸν εἶναι συμβέβηκεν· οὔτε γὰρ ἀεὶ τοῦτο γίνεται οὔτε ὡς ἐπὶ τὸ πολύ· ζῷον δὲ οὐ κατὰ συμβεβηκός, ἐπεὶ ἀεὶ τοῦτό ἐστι καὶ ἐξ ἀνάγκης. καὶ πάλιν ἡνίκα ὁ οἰκοδόμος ὑγείαν ποιήσει, κατὰ συμβεβηκός φαμεν εἶναι τὸ τοιοῦτον, ἐπειδὴ τῶν σπανίων· ὁ γὰρ ἰατρὸς πέφυκεν ὑγείαν ποιεῖν, οὐχ ὁ οἰκοδόμος· συνέβη οὖν ἰατρὸν εἶναι τὸν οἰκοδόμον. καὶ πάλιν ἡνίκα ὀψοποιὸς τέλος ἔχων τὴν ἡδονὴν ποιήσει τινὶ ὑγείαν· οὐ γὰρ κατὰ τὴν οψοποιητικήν. διὸ καὶ τοῦτο συνέβη· σπανίως γὰρ γίνεται· κατά τι γὰρ οὗτοι καὶ οὐχ ἁπλῶς. τῶν μὲν γὰρ ἄλλων τῶν καθ' αὑτὸ δυνάμεις εἰσῖ ποιητικαί, οἷον ὑγείας ἰατρική, τῶν δὲ κατὰ συμβεβηκὸς οὐδεμία τέχνη οὐδὲ δύναμις ὡρισμένη, εἰ μήτι γε τὸ κατὰ συμβεβηκὸς κατ’ ἄλλο γίνεται καθ’ αὑτό· τῷ γὰρ βαρεῖ τὰ χρώματα καθ’ αὑτὸ ὑπάρχοντα. οὐκ ἔχουσι δυνάμεις ὡρισμένας τὰ κατὰ συμβεβηκὸς ὥσπερ τὰ καθ’ αὑτό, οἷον ἐπὶ τῶν ἡμετέρων σωμάτων δυνάμεις φυσικαὶ ὑπάρχουσιν ὡρισμέναι τέσσαρες αἱ πολυθρύλλητοι, ἑλκτική, ἀποκριτική, καθεκτική, ἀλλοιωτική. διό φησι τῶν γὰρ κατὰ συμβεβηκὸς ὄντων ἢγινομένων καὶ τὸ αἴτιόν ἐστι κατὰ συμβεβηκός, ὥσπερ ἐπὶ τῆς ὀψοποιητικῆς· ὁ γὰρ ὀψοποιὸς κατὰ συμβεβηκὸς ἐποίησε τὴν ὑγείαν ὥστε καὶ ἡ αἰτία κατὰ συμβεβηκός ἐστιν. ὁ γὰρ ἰατρὸς καὶ ἡ φύσις αἴτια καθ’ αὑτὸ ἰῆς ὑγείας ὑπάρχουσιν. ὥστε ἐπεὶ οὐ πάντα ἐστὶν τὰ] ἐξ ἀνάγκης καὶ ὡς ἐπὶ τὸ πολύ, πᾶσά ἐστιν ἀνάγκη εἶναι καὶ τὰ ἐπ’ ἔλαττον καὶ διὰ τοῦτο καὶ τὰ κατὰ συμβεβηκός. οὔτε γὰρ ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολὺ ὁ μουσικὸς λευκός ἐστιν· ἐπειδὴ δὲ ὁρῶμεν ὅτι γίνεταί ποτε ὁ λευκὸς μουσικός, τοῦτο ἔσται κατὰ συμβεβηκός. εἰ δὲ μὴ τοῦτο τοῦτο ὑποθώμεθα, ἔσονται πάντα ἐξ ἀνάγκης, ὥστε ἔδει ἀεὶ ταῦτα γίνεσθαι· ἀλλὰ μὴν οὐ γίνεται· ἔστιν ἄρα τὸ συμβεβ·ηκός. ὥστε ἡ ὕλη ἐστὶν αἰτία τοῦ συμβεβηκότος ἡ δυναμένη δέξασθαι ἕτερόν τι παρὰ τὸ ὡς ἐπὶ τὸ πολύ οἷον τὸ ἐν κυνὶ γίνεσθαι ψῦξιν. p. 1027a15 Ἀρχὴν δὲ τήνδε ληπτέον, πότερον οὐδέν ἐστιν οὔτε ἀεὶ οὔτε ὡς ἐπὶ τὸ πολύ. Ἰστέον ὅτι ἡ σοφία περὶ μὲν τὸ συμβεβηκὸς καταγίνεται, περὶ δὲ τὸ κατὰ συμβεβηκὸς οὐ καταγίνεται. διαφέρουσι γὰρ ταῦτα ἀλλήλων· τὸ μὲν γὰρ συμβεβηκὸς δύναται καὶ καθ’ αὑτὸ θεωρεῖσθαι, ὥσπερ καὶ τὸ λευκὸν τὸ ἐν κύκνῳ (παντὶ γὰρ κύκνῳ ὑπάρχει καὶ ἀεί), τὸ μέντοι γε κατὰ συμβεβηος ἀόριστόν ἐστι καὶ ἄπειρον καὶ ἄλλα πράγματα παροφιστάμενον, ὥσπερ τὸ ὑπὸ κύνα γίνεσθαι ψύξιν ὡς γὰρ ἐπὶ τὸ πλεῖστον ἀλέα γίνεται), καὶ πάλιν τὸ γενέσθαι ἑξαδάκτολον· ὡς γὰρ ἐπὶ τὸ πολὺ πενταδάκτολος ὁ ἄνθρωπος γίνεται. ὥστε οὐδὲ αἴτια ταῦτα ἔχουσιν ὡρισμένα· οὔτε γὰρ ὁ καιρὸς ἕτερος τῆς φύσεως γέγονεν οὔτε μὴν * * * καὶ ὁ ἥλιος, ἀλλ’ ἡ ὕλη παρατραπεῖσα, ἅτε δὴ ἔχουσα δύναμιν καὶ τοῦ ἐναντίου. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἑξαδακτύλου οὐχ ἡ φύσις ἐστὶν αἰτία ἀλλ’ ἡ πλείων ὕλη. f. 259r εἶτα λοιπὸν καὶ ἀποδεικτικῶς δείκνυσιν, ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὅν, λέγων οὕτως ὅτι τὸ ὑπὸ κύνα ἀλέαν γίνεσθαι ἔμελλεν ἀίδιον εἶναι καὶ οὐκέτι ὡς ἐπὶ τὸ πολύ, εἰ μὴ προσελθὸν τοῦτο τὸ κατὰ συμβεβηκὸς περιέκοψε τὴν ἀιδιότητα αὐτοῦ. τὸ γὰρ ποιοῦν τὸ ὡς ἐπὶ τὸ πολὺ τὸ κατὰ συμβεβηκός ἐστιν, ἐπεὶ τῷ ὄντι ἔμελλεν ἀίδιον εἶναι. τὸ δὲ ἀίδιον κυρίως ὂν] ἐστὶν ὄν, τὸ δὲ ἀναιρετικὸν τούτου μὴ ὄν. εἰ τοίνυν τὸ κατὰ συμβεβηκὸς ἀναιρετικόν ἐστι τοῦ ἀιδίου, μὴ ὄν ἐστι· ὥστε εὐλόγως· οὐ καταγίνεται περὶ τὸ μὴ ὂν ἡ σοφία. . διὸ καὶ ὁ Πλατῶν τὴν σοφιστικὴν μὴ ὃν προσηγόρευσεν េឲិតា λοιπὸν καὶ διαίρεσιν ποιεῖται τοῦ κατὰ συμβεβηκός, καί φησιν ὅτι τῶν κατὰ συμβεβηκὸς τὰ μὲν δύνανται καθ’ αὑτὸ εἶναι πρὸς ἄλλην τέχ·νην ἀναφερόμενα, τὰ δὲ οὐδέποτε δύπάντα νανται. οἷον λέγεται ὁ οἰκοδόμος κατὰ συμβεβηκὸς ποιῆσαι τὴν ὑγίειαν, ὁ δὲ ἰατρὸς καθ’ αὑτὸ ποιεῖ αὐτήν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ὀψοποιοῦ. πάλιν ἡ ψύξις ὑπὸ κύνα κατὰ συμβεβηκὸς γίνεται, ἡλίου δὲ ὄντος ἐν αἰγοκέρωτι καθ’ αὑτό. τὸ μέντοι γε περιτυχεῖν θησαυρῷ ἀεὶ κατὰ συμβεβηκός ἐστι καὶ οὐδέποτε γίνεται καθ’ αὑτὸ ἐν τῷ ὀρύττειν. εἶτα λοιπὸν δείκνυσιν ὅτι οὐδεμία τέχνη καταγίνεται περὶ τὸ κατὰ συμβεβηκός. φησὶ γὰρ ὅτι πᾶσα τέχνη ἡ περὶ τὸ ἀεὶ καταγίνεται, ὡς γεωμετρία ἀποδεικνύουσα ἀεὶ τὰς τρεῖς γωνίας τοῦ τριγώνου δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἢ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ ἡ ἰατρικὴ ἐπὶ πολὺ ὑγιάζουσα. καὶ τοῦτο εἰκότως· πῶς γὰρ δυνατόν ἐστι διδάξαι τὸ ἀόριστον; ἢ πῶς δυνάμεθα μαθεῖν τὸ ἄλλοτε ἄλλως ἔχον; δεῖ γὰρ τὰς ἐπιστήμας ὡρισμένας εἶναι, ὅτι ὑπὸ κύνα ἀλέα γίνεται, καὶ ὅτι αἱ τοῦ τριγώνου γωνίαι δυσὶν ὀρθαῖς ἴσαι ὑπάρχουσιν. p. 1027a15 Ἀρχὴν δὲ τήνδε ληπτέον. Φησὶν ὅτι δεῖ ἡμᾶς λαβεῖν τοιαύτην ἀρχήν, ἀρά γε οὐκ ἔστιν ἐν τῇ φύσει τῶν ὄντων οὔτε τὸ ἀεὶ οὔτε τὸ ὡς ἐπὶ τὸ πολύ, ἢ τοῦτο ἀδύνατον τῆς ἐναργείας ὑπαγορεύουσης ὅτι ἀεί ἐστιν ὁ θεὸς ἀγαθός, καὶ ὅτι ὡς ἐπὶ τὸ πολὺ ὑγιάζει ὁ ἰατρός. εἰ οὖν ἐστι τὸ ὡς ἐπὶ τὸ πολύ, τοῦτο δὲ μόνον τὸ κατὰ συμβεβηκὸς ποιεῖ, ἔστιν ἄρα καὶ τὸ κατὰ συμβεβηκὸς ἐν τοῖς οὖσι. πότερον οὖν, φησί, τὸ ὡς ἐπὶ τὸ πολύ, τὸ δὲ ἀίδιον οὐδὲν ὑπάρχει, ἡ ἔστι καί τινα ἀίδια; καὶ ἀναβάλλεται τὴν τούτων θεωρίαν εἰς τὴν Φυσικὴν ἀκρόασιν· ἐν ἐκείνοις γὰρ ἀποδείκνυται, φησίν, ὅτι ἔστιν ἡ ὕλη ἀίδιος. p. 1027a19 Ὅτι δὲ ἐπιστήμη οὐκ ἔστι τοῦ συμβεβηκότος φανερόν. ἐντεῦθεν ἀποδείκνυσιν ὅτι οὐδεμία ἐπιστήμη καταγίνεται περὶ τὸ κατὰ συμβεβηκός. φησὶ γὰρ ὅτι πᾶσα ἐπιστήμη ἢ τοῦ ἀεί ἐστιν, ὥσπερ γεωμετρία, ἢ τοῦ ὡς ἐπὶ τὸ πολύ, ὥσπερ ἡ ἰατρική. πῶς γὰρ δύναται μαθεῖν ἢ διδάξαι ἄλλον; δεῖ γὰρ ὁρίσαι ἢ τὸ ἀεὶ ἢ τὸ ὡς ἐπὶ τὸ πολύ, καὶ οὕτως διδάξαι· τὸ δὲ ἀόριστον οὐ διδάσκεται, οἷον ὅτι ὠφέλιμον τὸ μελίκρατον τῷ πυρέττοντι ὡς ἐπὶ τὸ πολύ· τὸ δὲ παρὰ τοῦτο οὐχ ἕξει λέγειν ὁ ἰατρός, πότε οὐκ ὠφελεῖ, οἷον νουμηνίᾳ. τοῦτο γὰρ ἀόριστόν ἐστι καὶ ἀναίτιον· οὔτε γὰρ ὁ λόγος τοῦτο δείκνυσιν, ἀλλὰ <διὰ> τὴν ὕλην πλείονα γενομένην, ἢ τοιώσδε προσενεχθὲν τὸ μελίκρατον οὐκ ὠφέλησεν, ἐπεὶ ὅσον ἐπὶ τῇ τοὐ πυρετοῦ φύσει ἔδει ὠφελῆσαι ἤγουν πτισάνη, ὥς φησιν ὁ τῶν Ἀσκληπιαδῶν ἡγεμών, ὑγρᾷ διαίτῃ ὠφέλιμος πᾶσι τοῖς πυρέττουσιν)· ἢ περὶ τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ τῆς νουμηνίας· τὸ δὲ συμβεβηκὸς παρὰ ταῦτά ἐστι. p. 1027a26 Τί μὲν οὖν ἐστι τὸ συμβεβηκός. Ὅτι παρυφίσταται τοῖς καθ’ αὑτό, ὥσπερ ἐπὶ τῆς τοῦ κυνὸς ἐπιτολῆς ἡ ψύξις, καὶ οὐκ ἔστι καθ’ αὐτό. καὶ διὰ τίνα αἰτίαν, διὰ τὸ τὴν ὕλην ἔχειν δύναμιν δεκτικὴν ἀμφοτέρων, καὶ ὅτι οὐκ ἔστιν ἐπιστήμη αὐτοῦ δέδεικται ἱκανῶς. p. 1027a29 Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι, φανερόν. Ἀποδείξας ἀναγκαστικῶς ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὄν, ἐντεῦθέν φησιν ὅτι τὰ κατὰ συμβεβηκὸς αἴτια γίνονται καὶ φθείρονται ὡς ὄντα, οὐ μέντοι γε ὡς γινόμενα, ἐπειδὴ μὴ ἔχουσιν αἴτια κύρια καὶ ὡρισμένα, ὥστε οὔτε γίνονται οὕτε φθείρονται ὡς ἔχοντα αἴτια, ἀλλ’ ὡς ὄντα, καθάπερ εἰρήκαμεν. λέγομεν γὰρ κατὰ συμβεβηκὸς πεσόντα τὸν λίθον ἐπιτήδειον γενέσθαι πρὸς καθέδραν, καὶ οὐκ ἔστιν αἴτιον τούτου ἡ πτῶσις· οὐ γὰρ διὰ τοῦτο ἔπεσεν ὁ λίθος, ἵνα γένηται ἐπιτήδειος πρὸς καθέδραν. καὶ πάλιν ὡς ἐπὶ τοῦ ἵππου τοῦ διψήσαντος ἐν πολέμῳ καὶ φυγόντος καὶ ἐντεῦθεν σωθέντος· οὔτε γὰρ διὰ τὴν σωτηρίαν ἔφυγεν, ἀλλὰ διὰ τὴν δίψαν. ὥστε οὐκ ἔχουσιν αἴτια ὡρισμένα τὰ κατὰ συμβεβηκός· διὸ οὔτε γίνονται οὔτε φθείρονται ὡς τελοῦντα ὑπὸ αἴτια, ἀλλ’ ὡς ὄντα. καὶ ὅτι οὐκ ἔχουσιν αἴτια δείκνυσι χρώμενος τῇ δι’ ἀδυνάτου δείξει τοῦτον τὸν τρόπον. φησὶ γὰρ ὅτι εἰ ὑποθώμεθα καὶ τῶν κατὰ συμβεβηκὸς αἴτια ὡρισμένα, ἔσονται πάντα τὰ πράγματα ἐξ ἀνάγκης, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν· ἐν ἐμοὶ γάρ ἐστι καὶ λούσασθαι καὶ μὴ λούσασθαι, καὶ οὐκ ἔστι τὸ τοιοῦτον ἐξ ἀνάγκης. τὰ γὰρ ἔχοντα ὡρισμένα αἴτια πάντα ἐξ ἀνάγκης γίνεται· τῶν γὰρ αἰτιατῶν ὄντων εἰσὶ καὶ τὰ αἴτια, καὶ τῶν αἰτίων ὡς αἰτίων· πάντως καὶ τὰ αἰτιατὰ ὑπάρχουσιν. οἷον εἰ τέτοκεν ἡ δεῖνα, δῆλον ὅτι καὶ μῖξις προηκολούθησεν ἀνθρώπου, καὶ πάλιν εἰ μῖξις ὡς αἴτιον οὐ γὰρ πάντως), καὶ τοκετὸς ὑπάρχει. καὶ εἰ ἥλιος ὑπὲρ γῆν, πάντως ἡμέρα ἐστί· καὶ εἰ ἡμέρα ἐστί, πάντως, φησί, καὶ ἥλιος ὑπὲρ γῆν ἐστιν. ὥστε πάντα τὰ ἔχοντα ὡρισμένον τὸ αἴτιον πάντως καὶ ἐξ ἀνάγκης ἐστίν. εἰ τοίνυν ὑποθώμεθα καὶ τὰ κατὰ συμβεβηκὸς αἴτια ὡρισμένα ἔχειν, ἔσονται πάντα ἐξ ἀνάγκης, καὶ οὕτως ἀναιρεθήσεται καὶ τῶν ἐνδεχομένων ἡ φύσις. εἶτα λοιπὸν ζητεῖ, εἰς ποίαν ἀρχὴν τῶν τεσσάρων δεῖ ἡμᾶς τάξαι τὰ κατὰ συμβεβηκὸς αἴτια, καί φησιν ὅτι οὐ δυνατὸν εἰς τὴν εἰδικήν· ἡ γὰρ εἰδικὴ ἀρχὴ ὡρισμένη καὶ μεμετρημένη, τὰ δὲ κατὰ συμβεβηκὸς αἴτια ἀόριστα ὑπάρχουσιν. ἀλλ’ οὐδὲ εἰς τὴν τελικήν· τὸ γὰρ τέλος ὡρισμένον τὸ κυρίως, καὶ πάντες αὐτοῦ στοχαζόμενοι παραλαμβάδεικτικὴν νοῦσι τὰ εἰς αὐτὸ ἄγοντα. ὅτι δὲ οὐδ’ εἰς τὸ ὑλικόν, ἐδείξαμεν διὰ τῶν προλαβόντων, ὅτι παρέπονται καὶ παρακολουθοῦσι τὰ κτὰ συμβεβηκὸς τοῖς καθ’ αὑτό· εἰ οὖν ὑποθώμεθα τὸ ὑλικὸν αἴτιον εἶναι τῶν κατὰ συμβεβηκός, ἐπειδὴ ἐν τοῖς καθ’ αὑτὸ θεωρεῖται, ἔστι καὶ ἡ ὕλη τῶν καθ’ αὑτό, ὅπερ ἀδύνατον. ὥστε δῆλον ὅτι ὑπὸ τὸ ποιητικὸν αἴτιον αὐτὰ τακτέον, καὶ ἐπὶ μὲν τῶν φυσικῶν τὸ αὐτόματον, ἐπὶ δὲ τῶν πρακτῶν τὴν προαίρεσιν, ἀλλ’ οὐ πᾶσαν προαίρεσιν. οἷον ἡ προαίρεσις ἐκίνησεν εἰς τὸ λούσασθαι, καὶ συνέβη ἀπαντῆσαί τινι ὀφείλοντι· καὶ πάλιν ἡ φύσις ἤγαγε τὸν λίθον ἄνωθεν κάτω, καὶ ἐκ ταὐτομάτου γέγονεν ἐπιτήδειος πρὸς καθέδραν. ἐπεὶ οὖν πολλαχῶς τὸ ὂν λέγεται, τὸ καθ’ αὑτὸ καὶ τὸ κατὰ συμβεβηκός, τὸ ὡς ἀληθὲς καὶ ψεῦδος; καὶ τὸ δυνάμει καὶ ἐνεργεία, δείξας ὅτι οὐ καταγίνεται ἡ σοφία περὶ τὸ κατὰ συμβεβηκὸς ὅν, λοιπὸν ἐφεξῆς δείκνυσιν ὅτι οὐδὲ περὶ τὸ ὂν καταγίνεται ἡ σοφία τὸ ὡς ἀληθὲς καὶ ψεῦδος· τὸ γὰρ ἀληθὲς καὶ τὸ ψεῦδος περὶ τὴν ἡμετέραν θεωρεῖται διάνοιαν, συντιθέντων ἡμῶν καὶ διαιρούντων. ἐὰν γὰρ συνθῶμεν τὰ δυνάμενα συντίθεσθαι, ποιοῦμεν ἀληθῆ κατάφασιν, εἰ δὲ τὰ μὴ δυνάμενα, ψευδῆ κατάφασιν· πάλιν ἐὰν διέλωμεν τὰ ἐκ φύσεως διῃρημένα, ποιοῦμεν ἀληθῆ ἀπόφασιν, οἷον ὅτι ἄνθρωπος οὐκ ἔστι λίθος, εἰ δὲ διέλωμεν τὰ μὴ δυνάμενα διαιρεθῆναι, ποιοῦμεν ψευδῆ ἀπόφασιν, οἷον εἰ λέγοιμεν ὅτι ὁ ἄνθρωπος οὐκ ἔστι ζῷον. ἡ οὖν σοφία οὐ περὶ λόγον καταγίνεται ἀλλὰ περὶ τὰ πράγματα, ὥστε οὐδὲ περὶ τὸ ὂν καταγίνεται τὸ ὡς ἀληθὲς καὶ τὸ ψεῦδος, τῆς διανοίας ἡμῶν καὶ τὰ ψευδῆ συντιθείσης καὶ διαιρούσης. ἄλλως τε δὴ ἡ σοφία περὶ τὰ καθ’ αὑτὸ ὄντα καταγίνεται, οἷον, εἰ τύχοι, τὰ ἐν ταῖς ιݲ κατηγορίαις· ταῦτα δὲ πρῶτον ἐν τοῖς πράγμασι θεωροῦνται, καὶ διὰ τῶν πραγμάτων ἔχουσιν οἱ λόγοι τὴν ἀλήθειαν καὶ τὴν ὕπαρξιν. ὥστε εἰκότως καὶ ἡ σοφία περὶ τὸ ὂν καταγίνεται τὸ ἀρχοειδέστερον, οὐ τὸ ἐξ ἄλλου κρατυνόμενον. p. 1027a19 Ὅτι δέ εἰσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτά. Φησὶν ὅτι ὑπάρχουσιν ἀρχαὶ καὶ αἴτια γενητὰ καὶ φθαρτὰ ὡς ὄντα ἄνευ τοῦ γίνεσθαι καὶ φθείρεσθαι προφανῆ. εἰ γὰρ μὴ ταῦτα ὑποθώμεθα, φημὶ δὴ τὰ ἔχοντα ἀόριστα αἴτια, ἔσονται πάντα ἐξ ἀνάγκης. εἰ ἄρα τοῦ γινομένου καὶ φθειρομένου μὴ εἴη τὸ αἴτιον κατὰ συμβεβηκός, ἐξ ἀνάγκης ἔσται. p. 1027a32 Πότερον ἔσται τοδὶ ἡ οὔ; ἐντεῦθεν ὥσπερ τὴν τοῦ ἐνδεχομένου φύσιν ἡμῖν ὑπαγορεύει, καί φησιν οὕτως, οἷον ὅτι πότερον ἔσται ναυμαχία ἢ οὔ; ἐὰν γὰρ γένηται μῖξις τῶν πολεμίων, ἔσται ναυμαχία, εἰ δὲ μή, οὐκ ἔσται. τοῦτο δὲ τὸ γενέἀληθὲς σθαι ναυμαχίαν ἄλλου γίνεται αἴτιον, οἷον τοῦ πολλοὺς ἀποθανεῖν. καὶ οὕτω, φησί, δῆλον ὅτι ἀεὶ χρόνου ἀφαιρουμένου ἀπὸ πεπερασμένου χρόνου ἥξει ἐπὶ τὸ νῦν, τουτέστιν ἐπ’ αὐτὸ τὸ πρᾶγμα. p. 1027b1 Ὥστε ὅδε ἀποθανεῖται ἢ νόσῳ ἢ βίᾳ. Νόσῳ μὲν ἐὰν κατακρατήσῃ τὸ ἕτερον τῶν στοιχείων, ἐπειδὴ ἐξ εναντίων συγκείμεθα· λύεται οὖν ἡ ἁρμονία καὶ οὐκέτι ἐπιδέχεται τὴν τὴν ἔλλαμψιν τῆς ψυχῆς. βίᾳ δὲ ἐὰν φάγοι, εἰ τύχοι, δριμέα πολεμίων πολιορ- κούντων, εἶτα λοιπὸν διψήσας ἐξέρχεται καὶ ἀπόλλυται, εἰ ληφθείη· καὶ οὕτω, φησίν, ἔρχεται εἰς ὃ νῦν ὑπῆρχε, τουτέστιν εἰς τὸν θάνατον· ὥστε ἐξ ἀνάγκης καὶ ἀποθανεῖται ἢ οὐκ ἀποθανεῖται. ὁμοίως δὲ ὁ αὐτὸς λόγογ ἐστὶ καὶ ἐπὶ τῶν παρελθόντων. ἐξ ἀνάγκης ουν ἔσονται πάντα τὰ ἐσόμενα, οἷον τὸ ἀποθανεῖν τὸν ζῶντα, ἐπειδὴ εξ εναντιων συγκειται· ἄδηλον δὲ εἴτε νόσῳ τελευτᾷ ἢ βίᾳ· εἰ μὲν γὰρ φάγοι δριμέα, βίᾳ, εἰ δὲ μή, νόσῳ, εἰ τύχοι. ὥστε δηλονότι μέχρι τινὸς ἀρχῆς βαδίζει τοῦ φαγεῖν τὰ δριμέα, αὕτη δὲ οὐκέτι εἰς ἄλλο, ἐπεὶ οὕτως ἀναγκάσομεν πάντα, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν, οἷον τὸ τεχθῆναι ἐν τῇ πόλει, τὸ γενέσθαι πό- λεμον, τὸ ἐρασθῆναι δριμέων. τοῦτο οὖν ἐστι τὸ ενοεχομενον, τὸ ουναμενον καὶ ἄλλως ἔχειν, καὶ οὐδέν ἐστιν αἴτιον ὡρισμένον τῆς γενεσεως ἀδύνατον γάρ), εἴτε διὰ τὸ δριμέα φαγεῖν τεθνήξεται εἴτε διὰ τὴν μάχην τῶν στοιχείων. p. 1027b14 Ἀλλ' εἰς ἀρχὴν ποίαν. ἐντεῦθεν ζητεῖ ὑπὸ ποίαν ἀρχὴν ἀνακτέον τὰ κατὰ συμβεβηκὸς αἴτια, καί φησιν ὅτι εἰς ποίαν ἀρχὴν δεῖ αὐτὰ ἀνάγειν; ἆρά γέ εἰς τὴν ὑλικὴν ἢ εἰς τὴν εἰδικὴν ἢ εἰς τὴν ποιητικὴν ἢ εἰς τὴν τελικήν; καὶ ἐρεῖ ἐν ἄλλοις ὅτι εἰς τὴν ποιητικήν. ὥστε δεῖ ἠμᾶς παρελθεῖν τὰ ·κατὰ συμβεβηκός ἱκανῶς γὰρ αὐτοῖς ὁ λόγος ἐνδιέτριψε. p. 1027b18 Τὸ δὲ ὡς ἀληθὲς ὂν καὶ μὴ ὂν ψδδος. ἐντεῦθεν λέγει ἡμῖν περὶ τοῦ σημαινομένου τοῦ ὄντος τοῦ κατ’ ἀλή- θ·ειαν καὶ ψεῦδος. καλῶς δὲ εἶπε καὶ μὴ ὃν ὡς ψεῦδος διὰ τὰ ανυπαρκτα, οἷον τραγέλαφον ἤ τι τοιοῦτον· τοῦτο γὰρ οὐκ ἔστιν ὡς ψεῦδος, ἐπειδὴ μηδὲ ὑπάρχει· ταῦτα γὰρ λέγομεν ψευδῆ, τὰ ὄντα μὲν λεγόμενα δὲ μὴ εἶναι. τὸ οὖν ἀληθὲς καὶ ψεῦδος περὶ σύνθεσιν καὶ διαίρεσιν θεωρεῖται, f.262r τὸ δὲ σύνολον, τουτέστι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, περὶ μερισμὸν ἀντιφάσεως. ἀληθὴς γάρ ἐστι κατάφασις, ὅταν συνθῶμεν τὰ ἔχοντα τοιαύτην φύσιν, δηλονότι ἐναντίαν ψευδεῖ καταφάσει· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀποφάσεως. πῶς δὲ νοεῖν τὸ ἅμα ἢ τὸ χωρὶς συμβαίνει, ἄλλος λόγος· λέγω δὴ τὸ ἅμα καὶ τὸ χωρίς, ὥστε μὴ λέγειν ἡμᾶς ἄνθρωπος, ἵππος, κύων ἅμα ἢ χωρὶς οὐδὲν γὰρ ἐντεῦθεν ἀληθὲς ἢ ψεῦδος), ἀλλὰ δεῖ λέγειν ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστιν ἢ ὅτι ὁ ἄνθρωπος ζῷον ἐστὶν ἢ] οὐκ ἔστιν. ὥστε τὸ ψεῦδος καὶ τὸ ἀληθὲς οὐκ ἐν τοῖς πράγμασιν, ἀλλ’ ἐν τοῖς λόγοις, οἷον ὅτι τὸ ἀληθὲς ἀγαθόν, τὸ δὲ ψεῦδος κακόν· ἐν διανοίᾳ γάρ εἰσι· περὶ δὲ τὰ ἁπλῶς καὶ τὰ τί ἐστιν <οὐχ> ὑπάρχει ἡ διάνοια· ὁ γὰρ νοῦς αἱρεῖ τὰ ἁπλᾶ, τουτέστι τὰ νοητά, ἁπλαῖς ἐπιβολαῖς. ὅσα οὗν δεῖ θεωρῆσαι περὶ τὸ ὄντως ὂν καὶ μὴ ὄν, τουτέστι τὸ καθ’ αὑτό, ὕστερον ἐροῦμεν. ἐπειδὴ οὖν ἡ σύνθεσις καὶ ἡ διαίρεσις, τουτέστιν ἡ κατάφασις καὶ ἡ ἀπόφασις, ἐν διανοίᾳ θεωροῦνται. ἀλλ’ οὐκ ἐν τοῖς πράγμασι, τὸ δὲ τοιοῦτον ὄν, τουτέστι τὸ κατ’ ἀλήθειαν <καὶ> ψεῦδος, ἕτερόν ἐστι τοῦ κυρίως ὄντος, τουτέστι τοῦ καθ’ αὑτὸ ὄντος ἢ γὰρ οὐσίαν δηλοῖ τὸ καθ’ αὑτὸ ὃν ἢ ποσὸν ἢ ποιὸν ἤ τινα ἄλλην τῶν δέκα κατηγοριῶν· ταῦτα γὰρ συνάπτει ἢ ἀφαιρεῖ ἡ διάνοια συνάπτουσα τὴν οὐσίαν ποσῷ καὶ λέγουσα τὸν Ἀχιλλέα εἶναι πέντε πηχῶν, ἢ λευκὸν ἢ πατέρα), δεῖ οὖν ἀφεῖναι τὸ κατὰ συμβεβηκὸς ὂν καὶ τὸ ὡς ἀληθές. τοῦ μὲν γάρ ἐστι τὸ αἴτιον ἀόριστον, τοῦ δὲ τῆς διανοίας ἡ ἀλήθειά τί ἐστι· ἀμφότερα δὲ ταῦτα περὶ τὸ λοιπὸν γένος τοῦ ὄντος καταγίνεται, τουτέστι τὸ καθ’ αὑτό, καὶ οὐ δηλοῦσιν ἑτέραν τινὰ φύσιν παρὰ τὸ καθ’ αὑτὸ ὄν· τὰ γὰρ κατὰ συμβεβηκὸς καὶ τὸ ἀληθὲς περὶ αὐτὸ στρέφονται. διὸ δεῖ ἡμᾶς τὰ αἴτια τοῦ κυρίως ὄντος, τοὐ καθ’ αὑτό, ἐπισκέψασθαι, ἐπειδὴ καὶ τὰ ἄλλα ἐν αὐτῷ θεωρεῖται. καὶ ὅτι τὸ τοιοῦτον ὂν ἐν ταῖς δέκα κατηγορίαις θεωρεῖται * *

---

Asclepius, In Aristotelis Metaphysicorum Libros A-Z Commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4018.tlg001.local001/.
