# Fragmenta 1-14

Asinius Quadratus, Fragmenta, 1 to 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/asinius-quadratus/fragmenta/1

Γηλὺς, ἔθνος, οὗ μέμνηται Ἀσίνιος Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. Ὀξύνεται δέ. Μαυρούσιοι καὶ Μαῦροι, ἔθνος μέγα Λιβύης, ὡς Κουάδρατος ἐν πρώτῳ Παρθικῶν. Ζωβίδαι (Σωβίδαι Ptol. 6, 5), ἔθνος πλησίον Καρμανίας. Κουάδρατος ἐν Παρθικῶν δευτέρῳ. Γερμανίκεια, πόλις Εὐφρατησίας. Κουάδρατος ἐν τρίτῃ Παρθικῶν χωρίον αὐτήν φησι. Ὁ πολίτης Γερμανικεύς. Ἔστι καὶ Τάρσα κώμη ἐπὶ τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τρίτῳ Παρθικῶν· «Ἀπὸ δὲ Σαμοσάτων κατὰ ῥοῦν ἰόντι ὅσον σταδίους ἑκατὸν. Πεντήκοντα Τάρσα κώμη πολυάνθρωπος ᾠκεῖτο ἄνω τοῦ ποταμοῦ σταδίους πεντεκαίδεκα.» Ὠτηνὴ, μοῖρα Ἀρμενίας. Κουάδρατος ἐν Παρθικῶν τρίτῳ· «Ὁ δὲ τῆς Ἀρμενίας βασιλεὺς Πάκορος ἐν τούτῳ περὶ Ἀρτάξατα καὶ τὴν Ὠτηνὴν τῆς Ἀρμενίας διάγων.» Τὸ ἐθνικὸν ὁ αὐτὸς ἐν τῷ δευτέρῳ [ἐν ἕκτῳ fr. 8]. «Περὶ δὲ Κῦρον ποταμὸν (1. παρὰ τῷ Κ. π.) Ὠβαρηνοί τε καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες.» Φράασπα, Μηδίας πόλις, Κουάδρατος Παρθικῶν τετάρτῳ. Τὸ ἐθνικὸν Φραασπηνὸς, κατὰ τὸ ἔθος τῆς χώρας. Ὠβαρηνοὶ, μέρος Ἀρμενίας περικείμενον Κύρῳ ποταμῷ, ὅστις Εὐφράτην παραλλήλως ἔχει. Μέμνηται δ ̓ αὐτῶν καὶ Κουάδρατος ἐν ἕκτῳ (δευτέρῳ supra fr. 6) Παρθικῶν· «Παρὰ δὲ Κύρῳ ποταμῷ Ὠβαρηνοί [τε] καὶ Ὠτηνοὶ νέμονται, μέγα μέρος Ἀρμενίας ὄντες.» Θελαμοῦζα, φρούριον τῆς παρ ̓ Εὐφράτην Ἀραβίας, ὡς Κουάδρατος ἐν Παρθικῶν ἑβδόμῃ. Τὸ ἐθνικὸν Θελαμουζαῖος. Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ καὶ ἑνικῶς τῆς Γαζάκου λέγων. Τὸ ἐθνικὸν Γαζακηνός. Μασχάνη, πόλις πρὸς τῶν Σκηνιτῶν Ἀράβων. Κουάδρατος ὀγδόῳ Παρθικῶν (Παρθενικῶν cod. Rh.). Τὸ ἐθνικὸν Μασχανεύς. Σόλυμα, πόλις Ἀσσυρίων, μετὰ τὴν ἅλωσιν τοῦ ναοῦ τοῦ ἐν Ἱεροσολύμοις κτισθεῖσα, ὡς Κουάδρατος ἐνάτῳ Παρθικῶν. Τὸ ἐθνικὸν Σολυμηνός. Συρβανὴ, νῆσος ἐν τῷ Εὐφράτῃ, ὡς Κουάδρατος ἐν τῷ ἐνάτῳ Παρθικῶν. Τὸ ἐθνικὸν Συρβανηνός. Τιγρανόκερτα, πόλις οὐδετέρως πρὸς Ἀρμενίαν, ἀπὸ Τιγράνου βασιλέως Ἀρμενίας. Κουάδρατος ἐνάτῳ· «Καὶ ᾤκησε τὰ Τιγρανόκερτα· τὰ δ ̓ ἐστὶ τῇ Παρθυαίων φωνῇ Τιγρανούπολις.» Τὸ ἐθνικὸν Τιγρανοκέρται.

---

ASINIUS QUADRATUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2122.tlg004.local002/.
