Ancient Greek
ΑΣΠΑΣΙΟΥ ΕΙΣ ΤΟ Θ(??) ΥΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ.
Aspasius, In Ethica Nicomachea paraphrasis ΑΣΠΑΣΙΟΥ ΕΙΣ ΤΟ Θ(??) ΥΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΗΘΙΚΩΝ..1
Not analysed yet
Μετὰ δὲ ταῦτα περὶ φιλίας ἕως τοῦ λανθάνοντας ὡς ἔχουσιν ἑαυτοῖς. Περὶ φιλίας οἰκειότατόν ἐστιν διελθεῖν τῷ περὶ ἠθῶν καὶ ἀρετῶν ἐπισκοποῦνται· ἔστι γὰρ ἀρετή τις ἢ μετ᾿ ἀρετῆς, ὥς φησι. καὶ γὰρ μίαν τῶν ἀρετῶν ἔστιν εἰπεῖν τὴν φιλίαν οὕτως ὡς τὴν ἀνδρείαν καὶ τὴν σωφροσύνην καὶ τῶν ἠθικῶν ἀρετῶν ἑκάστην. καὶ γὰρ αὕτη περὶ πάθη καὶ πράξεις ἐστὶν ὥσπερ αἱ λοιπαί. καὶ γὰρ πράξεις εἰσὶ φιλικαὶ καὶ τὸ φιλεῖν πάθος τι. ἔτι δὲ μεσότης κολακείας λέγοιτ᾿ ἂν καὶ ἀνωνύμου τινὸς διαθέσεως, οἷον ἀγριότητός τινος οὔσης ἢ δυσκολίας ἀνθρώπου μὴ πεφυκότος πρὸς ἡδονὴν ὁμιλεῖν. καὶ ὁ μὲν κόλαξ κατὰ τὴν ὑπερβολὴν σφόδρα ἡδὺς εἶναι βουλόμενος, ὁ δὲ φίλος μέσως τούτῳ χρῆται, ὅτε δεῖ ἡδὺς γινόμενος, ὅτε δὲ μὴ δεῖ, μὴ γινόμενος, ὁ δὲ ὅλως ἐλλείπων ἐν τῷ ἡδὺς εἶναι κατὰ τὴν ἔλλειψιν τέτακται. ἴσως δὲ καὶ ἄλλως ἔστιν ἐπινοῆσαι τὸν ὑπερβάλλοντα καὶ τὸν ἐνδέοντα, τὸν μέν τινα μανικῶς χρώμενον τῷ φιλεῖν καὶ ὑπερβαλλόντως, οἷος λέγεται ὁ Σάτυρος πρὸς τὸν πατέρα γεγονέναι, ὃς οὐδὲ ζῆν εἵλετο ἀποθανόντος τοῦ πατρός, τὸν δὲ ὅλως ἀπαθῆ καὶ μήτε δυνάμενον φιλεῖν μήτε βουλόμενον, τὸν δὲ φίλον μέσως χρώμενον τῷ φιλεῖν. εἰς μὲν οὖν ταῦτα σκοπῶν τάχα ἄν τις λέγοι ἀρετήν τινα τὴν φιλίαν· ᾗ δὲ δοκεῖ τῷ ἐναρέτῳ εἶναι οἰκεῖον ἡ φιλία καὶ μόνοις ὑπάρχειν τοῖς τελείως ἀγαθοῖς, μετ᾿ ἀρετῆς ἂν δόξειεν ἡ φιλία. ἔστι δὲ μιᾷ τῶν ἀρετῶν προσνεῖμαι αὐτήν, τῇ δικαιοσύνῃ. ἥ τε γὰρ δικαιοσύνη ἰσότης τίς ἐστιν ἀπονεμητικὴ καὶ ἡ φιλία τοῖς φίλιος ἰσότητα παρέχει. ἴσους γὰρ ἀνάγκη εἰναι τούς γε τῷ ὄντι φίλους, ὥστε μόριον ἄν τι εἴη δικαιοσύνης. διὰ μὲν οὖν ταῦτα ἀρετήν τινα εἶπεν αὐτὴν ἢ μετ’ ἀρετῆς. ἐπεὶ δὲ τῶν ἀγαθῶν τὰ μέν ἐστιν ἀναγκαῖα, τὰ δὲ καλά, καθ’ ἑκάτερα τούτων τὴν φιλίαν ἀγαθὸν δεῖξαι βούλεται. ἀναγκαῖον δὲ εἴωθε μὲν λέγειν οὗ χωρὶς οὐχ οἷόν τε ζῆν, νῦν δὲ λαμβάνει ἀναγκαῖον, οὗ χωρὶς ζῆν οὐδεὶς ἂν ἕλοιτο τῶν κατὰ φύσιν ἐχόντων· τοιοῦτον γὰρ ἡ φιλία. οὐδεὶς γὰρ ἄν ἕλοιτο ἄνευ αὐτῆς ζῆν τῶν μὴ διεφθαρμένων τὴν φύσιν. φησὶ δὲ αὐτὴν ἀναγκαίαν εἶναι καὶ πλουτοῦσι καὶ δυναστείας μεγάλας κεκτημένοις καὶ πένησι καὶ νέοις καὶ πρεσβυτέροις καὶ ἀκμάζουσι. τοῖς μὲν οὖν πλουτοῦσι καὶ ἐν δυναστείαις οὖσι χρεία φίλων, ἐπεὶ μηδὲν ὄφελος τοῦ πλούτου καὶ τῆς δυνάμεως, εἰ μὴ χρῶνται αὐτοῖς· χρῆσις δὲ πλούτου καὶ δυνάμεως ἐν τῷ εὐεργετεῖν, ἡ δὲ καλλίστη εὐεργεσία καὶ μάλιστα ἀξιόπιστος· ἡ πρὸς τοὺς φάους. δόξει δὲ ἡ ἐγχείρησις αὕτη οὐκ ἀναγκαῖόν τι δεικνύναι τὴν φιλίαν ἀλλὰ μᾶλλον καλὸν ἢ καλοῦ αἴτιον, εἴ γε αἰτία ἐστὶν εὐεργεσίας· ἡ δὲ εὐεργεσία τῶν καλῶν. ἀλλὰ δεῖ μεμνῆσθαι, πῶς λαμβάνει τὸ ἀναγκαῖον, οὗ χωρὶς οὐκ ἄν ἕλοιτο ὁ κατὰ φύσιν ἔχων πλοῦτον, καὶ εἰ πλούσιός ἐστι ζῆν ἄλλως ἢ εὐεργετῶν· τούτου δὲ ἀποστερεῖται ὁ ἄφιλος. τὸ δὲ ἐξῆς καὶ σφόδρα ἀναγκαῖον δείκνυσι τὴν· φιλίαν τῷ πλουτοῦντι· πρὸς γὰρ φυλακὴν καὶ σωτηρίαν τῶν ὑπαρχόντων τοῖς πλουτοῦσι μεγάλη δύναμις ἡ παρὰ τῶν φίλων· καὶ μὴν ἐν πενία καταφυγὴ καὶ ἐπικουρια ἁ φίλοι. Πάλιν δὲ ὅταν λέγῃ καὶ νέοις πρὸς τὸ ἀναμάρτητον συνεργεῖν τοὺς φίλους ἐπανορθοῦντας καλόν τι |δόξει λέγειν τὴν φιλίαν μᾶλλον ἢ· ἀναγκαῖον. ἴσως μὲν οὖν καὶ καλὸν ἡ ἐπανόρθωσις, οὐ μὴν ἀλλὰ καὶ ἀναγκαῖον· κωλλύει γὰρ μεγάλοις περιπίπτειν κακοῖς. δῆλον δὲ ὅτι καὶ πρεσβυτέροις συνεργεῖ καὶ τοῖς ἐν ἀκμῇ· καὶ μὴν ἡ φύσις πρὸς τὰ ἔγγονα φιλίαν μηχανᾶται ἀναγκαίως, οὐ μόνον ἐν ἀνθρώποις, ἀλλὰ ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ζῴοις, ἐκτρέηται. φιλίαν δὲ νῦν λαμβάνει κοινότερον ἀντὶ τῆς φιλήσεως, ἥτις ἀρχὴ μὲν ἴσως φιλίας ἐστί, φιλία δὲ οὔπω ἐπειδὴ ἡ φιλία ἐν ἀντιφιλοῦσίν ἐστιν· καὶ τοῖς ὁμοεθνέσι δὲ ἀναγ· καίως ἡ φύσις ἐνειργάσατο πρὸς ἀλλήλους φιλίαν, ὅπως τὴν παρ’ ἀλλήλων ἐπικουρίαν ἔχωσι· καὶ τοῖς ἀνθρώποις φύσει ὑπάρχει φιλία πᾶσι πρὸς πάντας· δῆλον δὲ τοῦτο ἐν ταῖς πλάναις μάλιστα· καὶ γὰρ μὴ ἐπισταμένοις τὰς ὁδοὺς μηνύουσι καὶ ὑποδέχονται καὶ ἐπικουροῦσιν, ἄν γε μὴ ὑπὸ πλεονεξίας διεστραμμένοι ὦσι. πάλιν δὲ φιλίαν ἐπὶ τῶν ὁμοεθνῶν καὶ τῶν ἀνθρώπων τὴν εἰς φιλίαν ἐπιτηδειότητα ληπτέον καὶ τὴν ἐφέλκυσιν. καὶ τἀς πόλεις δὲ συνέχει ἡ φιλία· ἡ γὰρ ὁμόνοια ὅμοιόν τι τῇ φιλίᾳ· τὸ γὰρ κοινὸν ἀγαθὸν ποθοῦσιν οἱ ὁμονοοῦντες· τοῦτο δὲ ὅμοιον φιλικῇ ἐνεργείᾳ. καὶ φίλων μὲν ὄντων οὐδὲν δεῖ δικαιοσύνης πρὸς ἀλλήλους, δίκαιοι δὲ ὄντες προσδέονται φιλίας διὰ τὰ εἰρημένα περί τε πλουσίων καὶ πενήτων καὶ νέων καὶ ἀκμαίων καὶ πρεσβυτέρων. καὶ τῶν δικαίων δὲ τὸ μάλιστα φιλικὸν εἶναι δοκεῖ. πολλὰ γὰρ εἴδη τοῦ δικαίου, καθάπερ ἐλέχθη ἐν τοῖς περὶ δικαιοσύνης, οἷον τὸ πολιτικὸν καὶ τὸ πατρικὸν καὶ τὸ δεσποτικόν· τούτων δὲ τὸ μάλιστα δίκαιόν ἐστι τὸ πολιτικόν, ὅπερ ὅμοιόν τί ἐστι τῷ φιλικῷ· κατ’ ἰσότητα γάρ ἐστι τῶν κοινωνῶν. εἴρηται δὲ ὅτι καὶ ἡ φιλία βούλεται τοὺς φίλους ὡς οἷόν τε φίλους εἶναι. τάχα δ’ ἄν τις καὶ οὕτως ἀποδέξαιτο, ὅτι πάντων τῶν δικαίων μάλιστα δίκαιόν ἐστι τὸ πρὸς τοὺς φίλους. πρὸς γὰρ τούτους μ· άλιστα φυλακτέον ἐστὶ τὰ καλούμενα δίκαια φιλικά. ὅτι δὲ οὐ μόνον δίκαιόν ἐστιν ἡ φιλία ἀλλὰ καὶ καλόν, δεδήλωκεν αὐτός. Διαμφισβητεῖται δὲ περὶ τῆς φιλίας. οἱ μὲν γὰρ ὁμοιότητά τινα λέγουσιν αὐτήν, ἐπειδὴ καθ’ ὁμοιότητα ἔθους δοκεῖ συνίστασθαι, οἱ δὲ τοὺς μὲν ὁμοίους ἐναντίως ἔχειν πρὸς ἀλλήλους, τοὺς δὲ μὴ ὁμ· οίους πὼς ἀλλ’ ἐναντίους εἶναι φίλους. ἑκάτερον δὲ τούτων ἐνδόξως ἐπικεχείρηκε, τὰ παροιμιωδῶς λεγόμενα παρατιθέμενος καὶ ποιητῶν δόξας καὶ φιλοσόφων. ἐπεὶ δέ τινες τῶν φιλοσόφων ἀπορώτερον ἐπιόντες καὶ τὸ πᾶν καθ’ ὁμοιότητα συνεστάναι λέγουσιν, οἱ δὲ κατ’ ἐναντίωσιν, ταύτας μὲν τὰς σκέψεις ὡς φυσικὰς ὑπερτίθεται· ὅσα δὲ οἰκεῖά ἐστι τῇ ἠθικῇ πραγματείᾳ, ταῦτα ἀπορεῖ, καὶ προτείνει δύο ἀπορίας· τὴν μέν, εἰ ἐν πᾶσιν οἷόν τε γενέσθαι ἢ ἀμήχανον μοχθηροὺς ὄντας φίλους εἶναι, ἔτι δὲ εἰ πλείω εἴδη φιλίας ἐστὶν ἢ ἕν. οὐκ οἰητέον δὲ αὐτὸν ζητεῖν. εἰ οὕτως ἐστὶ πλείω εἴδη ὡς ὑφ’ ἓν γένος τεταγμένα, ἀλλ’ ἐν πλείοσι τῆς φιλίας εἴδεσι μόνον ἐστὶ κοινὸν ὄνομά τι καὶ ὁμώνυμόν τι ἡ φιλία. δηλώσει δὲ προιὼν ὅτι τοιαύτην ποιεῖται τὴν ζήτησιν. Οἱ μὲν γὰρ οἰόμενοι, φησίν, ἓν εἶναι τὴν φιλίαν, ὅτι δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἱκανῷ πεπιστεύκασι σὴ μείω· ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οἴονταί τινες ἱκανὸν σημεῖον εἶναι τοῦ μὴ ὁμώνυμον εἶναι τὴν φιλίαν τὸ δέ- χεσ· ι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧ τ τ ο ν ’τὰ δὲ · ἐπιδεχόμενα τὸ μᾶλλον καὶ τὸ ἧττον ὑφ’ ἓν γένος εἶναι καὶ συνωνυμεῖν ἀλλήλοις, οἷον τὸ θερμὸν δεχό- μεν‘ον τὸ μᾶλλον καὶ τὸ -ἧττον οὐκ ἔστιν ὁμώνυμον, ὡσαύτως καὶ τὸ γλυκύ· ἐπεὶ οὖν καὶ ἡ φιλία, ἡ μὲν μᾶλλον ἡ δ’ ἧττόν ἐστι, μᾶλλον μὲν ἡ τῶν ἀγαθῶν ἧττον δ’ ἡ τῶν πονηρῶν, οὐκ ἂν εἴη ὁμώνυμον ἡ φιλία· οἱ δὴ ταῦτα λέγοντες οὐχ ἱκανῷ πιστ· εύουσι τούτου σὴ με ἴῳ. δέχεται γὰρ τὸ μᾶλλον καὶ τὸ ἧ ττον καὶ τὰ ὅιερα μὲν ι ᾦ εἴδει, μὴ ὶ̣οινωνοὐντα δὲ τοῦ αὐτοῦ γένους. εἴρηται δέ, φησί, περὶ αὐτῶν ἔμπροσθεν, ἔοικε δὲ εἰρῆσθαι ἐν τοῖς ἐκπεπτωκόσι τῶν Νικομαχείων. ἔστι δὲ οὐκ ἄπορον δεῖξαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τοῖς πολλαχῶς λεγομένοις· τὸ γὰρ ὂν λέγεται εἶναι πολλα- χῶς, ἔστι δὲ μᾶλλον μὲν ἡ οὐσία, ἦττον δὲ τὰ συμβεβηκότα· διὰ γὰρ τὴν οὐσίαν καὶ τοῖς ἄλλοις ὑπάρχει τὸ εἶναι. τοῦτο δὲ μάλιστα συμβαίνειν δύνα- ται, ὅταν τὰ πολλαχῶς |λεγόμενα ἀπὸ τοῦ αὐτοῦ πρὸς τὸ αὐτὸ ᾖ, ὥσπερ τὸ ὅν. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τῆς p̔λίας ἐστί. κα-ὰ γὰρ τιν’ ὁμοιότητα τῆς τῶν ἀγαθῶν φιλίας καὶ αἱ λοιπαὶ λέγονται καὶ ἀπὸ ταύτης τοὔνομα ἔχουσι. δῆλον δὲ καὶ περὶ τούτου μετὰ ταῦτα ἔσται. ἐπεὶ δὲ ἡ φιΑία ἐν τῳ φιλεῖν ἐστι καὶ τῷ φιλεῖσθαι (φιλεῖται δὲ τὸ φιλητόν), γνώριμον ἔσται καὶ περὶ τῆς φιλίας, πόσα εἴδη αὐτῆς ἐστι διελομένοις ποσαχῶζ λέγεται τὸ φιλητόν. διαιρεῖαι δὲ αὐτὸ τριχῇ· τὸ γὰρ φιλητὸν ἢ τὸ ἀγαθόν φησιν εἶναι ἢ τὸ ἡδὺ ἢ τὸ χρήσιμον. Ἀπορεῖται δὲ περὶ τῆς διαιρέσεως ταύιης. δοκεῖ γὰρ ἀντιδιῃρηκέναι ἢ τὸ γένος τῷ εἴδει ἢ τὸ κοινὸν ὄνομα ἑνὶ τῶν δηλουμένων. εἴιε γὰρ γένος τὸ ἀγαθὸν τῶν ἀγαθῶν, τὸ δὲ χρήσιμον ἕν τι. τὸ γένος ἀντιδιῄρηκα τῷ εἴδει εἰπών, τὸ μὲν εἶναι ἀγαθόν, τὸ δὲ χρήσιμον(καὶ ὅμοιον πεποίηκεν ὡς εἴ, τις φήσει τὸ μὲν εἶναι ζῷον, τὸ δὲ ἄνθρωπον), εἴτε τῶν πολλαχῶς λεγομένων τὸ ἀγαθόν, ὥσπερ καὶ δοκεῖ, καὶ οὕτω παραπλησία ἡ διαίρεσις καθάπερ εἴ τις φαίη τὸ μὲν εἶναι ὄν, τὸ δὲ οὐσίαν. ἔοικε δ’ οὐχ ὡς τὸ κοινὸν ἀγαθὸν ἀντιδιαιρεῖν νῦν τ̣ῷ χρησίμῳ, ἀλλ’ ἰδίως λαμβάνει ἀγαθὸν λέ- γεσθαι τὸ καθ’ αὑτὸ αἱρετόν, εἴτε μόνον τοῦτο αὐτῷ ὑπάρχοι καθάπερ τῇ ε. ̀ὐΔ̀αιμονία, εἴτε καὶ διὰ τοῦτο καὶ δι’ ἕτερον εἴη αἱρετόν, ὡς ἡ ὑγίεια καὶ ἧί εὐαισθησία καὶ ἡ ἀρετή. ταῦτα γὰρ κὼ δι’ αὑτὰ αἱρετὰ καὶ διὰ τὴν εὐ- δαιμονίαν· ταῦτα δὲ πάντα ἰδίως νῦν ἀγαθὰ κέκληκε. χρήσιμα δὲ τὰ δι’ ἕτερα αἱρετά· ἔστι δὲ καὶ ὁ πλοῦτος τῶν χρησίμων, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις ἔλεγε· λέγων γὰρ περὶ εὐδαιμονίας εἶπεν ‘ὁ δὲ πλοῦτος οὐκ ἔστι τὸ ζητούμενον ἀγαθόν· χρήσιμον γὰρ καὶ ἄλλου χάριν’. οὐ δεῖ δὲ ταράττεσθαι, εἰ ἅμα μὲν τὸν πλοῦτον λέγει τῶν ἁπλῶς ἀγαθῶν, ἅμα δὲ τῶν δι’ ἕτερον αἱρετῶν. ἁπλῶς μὲν γὰρ ἀγαθὸν λέγεται, διότι τῷ κατὰ φύσιν διακειμένῳ, λέγω δὴ τῷ ἐναρέτῳ, ὄργανόν ἐστι πρὸς τὰς καλὰς ἐνεργείας, ὡς καὶ μουσικὸν ὄργανον λέγεται τὸ ἀπλῶς τῷ μουσικῷ ἁρμόττον πρὸς τὰς κατὰ μουσικὴν ἐνεργείας· δι’ ἕτερον δέ ἐστιν αἱρετόν, διότι αἱρούμεθα τὸν πλοῦτον διὰ τὴν χρῆσιν τὴν ἀπ’ αὐτοῦ· διὸ καὶ χρήματα λέγεται τὰ τοῦ πλούτου μέρη. δηλοῖ δὲ καὶ αὐτός, ὅτι χρήσιμον τὸ ἑτέρου ἕνεκεν αἱρετόν· φησὶ γὰρ χρήσιμον εἶναι, δι’ οὗ γίνεται ἀγαθόν τι ἢ ἡδονή. τριῶν οὖν ὄντων φιλητῶν, τὸ μὲν ἀγαθὸν καὶ τὸ ἡδὺ ὡς τέλος φιλητὸν ἄν εἴη, τὸ δὲ χρήσιμον φλιητὸν ὡς τῶν εἰς τὸ τέλος τι συντεινόντων καὶ φερόντων. ἑξῆς ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄνθρωποι ἢ τὸ αὑτοῖς ἀγαθόν. ἐλέχθη γὰρ καὶ πρότερον, ὅτι τὸ μέν ἐστιν ἁπλῶς ἀγαθόν, τὸ δὲ τινί· ἁπλῶς μὲν ἀγαθὸν τὸ τῷ κατὰ φύσιν διακειμένῳ τὸ σῶμα ἁπλῶς ὑγιεινὸν λέγεται, τὸ δὲ τῷ νοσοῦντι σώματι τινὶ ὑγιεινόν, οἷον τομὴ καὶ καῦσις καὶ αἱ λοιπαὶ ἰατρεῖαι· ἡδὺ δὲ τὸ μὲν ἀπλῶς, τὸ δὲ τινί· ἁπλῶς μὲν τὸ τῷ κατὰ φύσιν διακειμένῳ, τινὶ δὲ ἐνίοτε τὸ τῶ παρὰ φύσιν. τὰ γὰρ πικρὰ ἡδέα δοκεῖ τῷ διεφθαρμένῳ τὴν γεῦσιν ἐνίοτε· τῷ μὲν οὖν ἀγαθῷ, ὃ ἀπλῶς ἐστιν ἀγαθὸν καὶ αὐτῷ ἀγαθὸν καὶ οὐ διαφωνεῖ· ἐπὶ δὲ τοῦ μοχθηροῦ διαφωνεῖ· οὐ γὰρ ταὐτὸν ἀπλῶς ἀγαθὸν καὶ αὐτῷ ἀγαθόν, ἀλλ’ ἐνίοτε καὶ ἐνίοις τὸ ἁπλῶς κακὸν ἀγαθὸν γίνεται, οἷον. νόσος καὶ πενία· πολλοῖς γὰρ τῶν μοχθηρῶν ἐνίοτε ἤνεγκε ταῦτα. Τούτων δὲ οὕτως ἐχόντων ζητεῖ πότερον τὸ ἀγαθὸν φιλοῦσιν οἱ ἄνθρωποι τὸ ἁπλῶς ἢ τὸ αὐτοῖς ἀγαθόν. ἔοικε δὲ ἕκαστος φιλεῖν τὸ αὐτῷ ἀγαθόν μᾶλλον δὲ τὸ φαινόμενον αὐτῷ ἀγαθόν· διαμαρτάνουσι γὰρ πολλοὶ κατὰ τὴν φαντασίαν. τὸ οὖν οὕτω φ· ιλητὸν ὡς τὸ ἀγαθόν, πότερον τὸ ἁπλῶς ἀγαθόν ἐστιν ἢ τὸ τινὶ ὂν ἢ φαινόμενον. διαιρούμενος δὴ λέγει τὸ μὲν ἀπλῶς φιλητὸν οὕτως, ὡς ἀγαθὸν ἀπλῶς εἶναι φιλητὸν ἀγαθόν τὸ δὲ σπάνιον), ἢ φαινόμενόν τινι φιλητόν. περὶ δὲ τοῦ ἡδέος, εἰ καὶ μηδὲν εἴρηκε, ταῦτα λεκτέον· τὸ γὰρ ὡς ἡδὺ φιλητόν, τὸ μὲν ἁπλῶς ἡδὺ ἁπλῶς φιλητόν, τὸ δὲ τινὶ ἡδὺ τινὶ φιλητόν. μετὰ ταῦτα διαιρεῖ τὴν φίλησιν, ὡς ἑτέραν οὖσαν τῆς φιλίας. ἔστι μὲν οὗν καὶ ἐξ ἄλλων· ἐναργές· καὶ γὰρ αἱ μητέρες φιλοῦσι τὰ ἔκγονα ἔτι νήπια ὄντα· καὶ φίλησις μέν ἐστι, φιλία δὲ οὐδαμῶς· οὐ γὰρ ἀντιφιλοῦνται. καὶ οἱ ἐρασταὶ φιλοῦσι μέν, φιλία δὲ οὐκ ἔστιν ἀεί· ἐνίοτε γὰρ καὶ μισοῦνται ὑπὸ τῶν ἐρωμένων. ἐναργεστάτῳ δὲ αὐτὸς κέχρηται παραδείγματι· πρὸς γὰρ τὰ ἄψυχα φίλησις μέν ἐστι, φιλία δ’ οὐκ· ἔστιν, οἷον πρὸς τὸν οἶνον, οὐ γάρ ἐστιν ἀντιφίλησις οὐδὲ βούλησις ἀγαθοῦ αὐτοῦ ἐκείνου ἕνεκα, οὐδέ γὰρ βούλεται τῷ οἴνῳ τἀγαθά, ἀλλ’ εἴπερ ἄρα, σώζεσθαι, βούλεται καὶ μένειν τὸν οἶνον ἑαυτοῦ ἕνεκα, ἵνα ἔχῃ χρῆσθαι. Ἐπεὶ δὲ ἐκ τῶν δόξει τις φιλίαν αὐτὸν λέγειν βούλησιν ἀγαθοῦ, ἐκείνου αὐτοῦ ἕνεκεν, ᾧ βούλεται τἀγαθά, φησὶ τὸ τοιοῦτον εὔνοιαν εἶναι. ὁ γὰρ βουλόμενός τῳ τὰ ἀγαθὰ αὐτοῦ ἐκείνου ἕνεκα, κἂν μὴ τὸ αὐτὸ παρ’ ἐκείνου γίνηται, εὔνους ἐστίν· ἡ δὲ φιλία εὔνοιά ἐστιν ἐν ἀντιπεπονθόσιν· ἢ προσθετέον, φησί, μὴ λανθάνουσαν. ἐνδέχεται γὰρ εὐνοεῖν τινας ἀλλήλοις πεπυσμένους, ὅτι εἰσὶν ἐπιεικεῖς ἢ χρήσιμοι ἑαυτοῖς, λανθάνειν δὲ ἀλλήλους, ὅτι οὕτως ἔχουσι. τούτους μὲν οὖν οὐκ ἄν τις εἴποι φίλους, τοὺς δὲ εὐνοοῦντας μὲν ἀλλήλοις, μὴ λανθάνοντας δὲ φίλους ῥητέον. δόξει δὲ λέγων ταῦτα φιλίαν λέγειν καὶ τῶν μηδέποτε ἀλλήλοις ἐντετυχηκότων, ἂν μόνον εὖνοι ὦσιν ἀλλήλοις, πεπιστευκότες δὲ ἑκάτερος ἑκατέρῳ ἀγαθὸς εἶναι, καὶ εἰδῶσιν, ὅτι οὕτως ἔχουσι πρὸς ἀλλήλους. ἢ τὸ μὴ λανθάνει. ν οὐχ οὕτως ἀποδεκτέον, ὡς ἐν τῷ πεπύσθαι μόνον ὅτι εὐνοοῦσιν ἀλλήλοις, ἀλλὰ καὶ ἐν τῷ ἐντετυχηκέναι πολλάκις. δεῖ γὰρ καὶ ὑπὸ τῆς συνουσίας καὶ συμβιώσεως συναφθῆναί πὼς καὶ συναρμοσθῆναι τὰς ψυχὰς τῶν ὡς ἀληθῶς ἐσομένων φίλων· δεῖ δὲ καὶ πείρας πολλῆς, ἵνα βεβαίως πιστεύσωσιν ἀλλήλ· οις ἐπιεικεῖς εἶναι. λέγει δὲ καὶ αὐτὸς τοιαῦτα περὶ τῶν ὡς ἀληθῶς φίλων προελθών. Δεῖ ἄρα ε· ὐνοεῖν ἀλλήλοις ἕως τοῦ οὐ γὰρ πάνυ συνδυάξεται τὰ κατὰ συμβεβηκός. Καὶ ἐκ τῶν προειρημένων καὶ ἐκ τῶν νῦν λεγομένων λάβοι ἄν τις. ὅτι 20 τὴν φιλίαν ὁρίζεται ὁ Ἀριστοτέλης εὔνοιαν ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσαν· τὴν δὲ εὔνοιαν βούλησιν ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν ὧ βούλεται τὸ ἀγα- θόν. εἰ δέ ἐστιν ὁρισμὸς εἷς πάσης φιλίας, οὐκ ἄν ὁμώνυμοι εἶεν αἱ φιλίαι, ὥσπερ δοκεῖ αὐτῷ. ἢ ἔστι καὶ πολλαχῶς τινων λεγομένων ἕνα λαβεῖν λόγον. οὐκ ἀκριβῆ μὲν ὁρισμόν, ὑπογραφὴν δὲ μᾶλλον. τίνων δὲ πολλαχῶς λεγομένων ἔφαμεν ἐγχωρεῖν ἕνα λαβεῖν λόγον, οὐκ ἄδηλον, ὅτι τῶν μὴ πολὺ διεστώτων, στώτων, ἀλλ’ ὅταν ἀφ’ ἑνὸς τὰ πολλὰ λέγηται, ὥσπερ τὸ ἰατρικὸν βιβλίον καὶ ὄργανον ἀπὸ πρώτου λέγεται τοῦ ἰατρικοῦ ἀνθρώπου, ἔστι τύπῳ λαβεῖν ἕν πάντων λόγον ἰατρικόν, λέγοντας πᾶν τὸ ἀπὸ ἰατρικῆς ὁπωσοῦν ὄν· καὶ ἐπὶ τῆς φιλίας δὲ ταὐτόν πὼς ἔστι. πρώτη μὲν γάρ ἐστι φιλία καὶ κυρίως, ὡς προελθὼν δηλώσει, ἡ τῶν ἀγαθῶν καὶ καῖ’· ἀρετὴν ὁμοίων, αἱ δ’ ἄλλαι καθ’ ὁμοιότητα ταύτης λέγονται καὶ ἀπὸ ταύτης ἔχουσι τὴν κλῆσιν, ὥστ᾿ οὐδὲν κωλύει τύπῳ λόγον κοινὸν λαβεῖν αὐτῶν. ὅτι δὲ ὁμώνυμοί εἰσι, φανερὸν καὶ ἐκ τῶν φιλητῶν. τὸ γὰρ ἀγαθὸν καὶ τὸ χρήσιμον καὶ τὸ ἡδὺ οὐ ταὐτὸν ἔχουσι τὸ φιλητόν. τὸ μὲν γὰρ ἀγαθὸν καθ᾿ αὑτὸ αἱρετὸν καὶ φιλητόν, τὸ δὲ ἡδὺ καὶ τὸ χρή σιμὸν κατὰ συμβεβηκὸς καὶ δι’ ἕτερον· διότι γὰρ τῷ φιλοῦντι ἡδύ ἐστιν ἢ χρήσιμον, φιλεῖται· τὸ δ’ ἀγαθὸν δι’ αὑτό. δῆλον δὲ τοῦτο ἐπὶ τῶν ἀγαθῶν ἀνδρῶν μάλιστα. δι’ οὐδὲν γὰρ ἕτερον ὁ ἀγαθὸς ὑπὸ τοῦ ἀγαθοῦ φιλεῖται ἢ δι’ αὑτόν· ὁ δὲ χρήσιμος οὐ δι’ αὑτὸν ἀλλὰ διὰ τὴν χρείαν, καὶ ὁ ἡδὺς διὰ τὴν ἡδονήν. μετάγει δὲ καὶ αὐτὸς τὰ φιλητὰ εἰς τοὺς κατὰ ἰὴν φιλίαν φιλητούς, ὧν ὁ μὲν ἀγαθὸς ἕν τι τῶν ἀγαθῶν ἐστι καὶ δι’ αὑτὸ μάλιστα αἱρετῶν. ὁ δὲ χρήσιμος καὶ ἡδὺς δι’ ἕτερα. μήποτε δὲ ὁ ἀποδιδόμενος τῆς φιλίας ὅρος τῆς πρώτης ἐστὶ καὶ κυρίως λεγομένης. ἔστι γὰρ ὁ ὅρος εὔνοια ἐν ἀντιπεπονθόσι μὴ λανθάνουσα, ἡ δὲ εὔνοια βούλησις ἀγαθοῦ, αὐτοῦ ἐκείνου ἕνεκεν, ᾧ βούλετ. αι τἀγαθά. τὸ δὲ τὰ τῷ ὄντι ἀγαθὰ βούλεσθαι τοῦ ἀγαθοῦ ἐστιν ἀνδρός· οὗτος γὰρ εἰδὼς τἀγαθὰ βούλεται τῷ φίλῳ ὑπάρχειν· ὁ δὲ καθ’ ἡδονὴν φίλος ἢ διὰ τὸ χρήσιμον. οὐ τἀγαθὰ πάντως βούλεται τῷ φίλῳ· οὐδὲ γὰρ οἶδε τἀγαθά. ἔτι δὲ τὸ αὐτοῦ ἕνεκεν ἐκείνου βούλεσθαι τἀγαθὰ τῇ πρώτῃ φιλίᾳ ὑπάρχει. κατὰ δὲ τὰς ἄλλας φιλίας εἰς αὑτοὺς ἀναφέροντες βούλονται τἀγαθὰ τοῖς φίλοις, οἱ μὲν δι’ ἡδονὴν φίλοι ἵνα ἔχωσιν ἥδεσθαι, οἱ δὲ διὰ τὸ χρήσιμον διὰ τὴν αὐτῶν χρείαν ὥστε οὐδὲ κοινὸς ὁρισμός, ἀλλ’ ὥσπερ ἡ μὲν πρώτη φιλία κυρίως, αἱ δὲ λοιπαὶ φαίνονται, οὕτως καὶ ὁ ὁρισμὸς τῆς μὲν πρώτης ἐστί, δοκεῖ δ’ εἶναι καὶ τῶν ἄλλων. περὶ μὲν οὖν τοῦ μὴ εἶναι κοινὸν τὸν ὁρισμὸν τῶν φιλιῶν εἴρηται. φησὶ δὲ βούλεσθαι τοὺς φίλους ἀλλήλοις τὰ ἀγαθὰ μὴ λανθάνοντας δι’ ἕν τι τῶν εἰρημένων. ἢ διὰ τὸ ἀγαθὸν ἢ διὰ τὸ ἡδὺ ἢ διὰ τὸ χρήσιμον· ταῦτα δὲ διαφέρει ἀλλήλων. ὅτι δὲ οὐχ οὕτως διαφέρει ἀλλήλων, οὐδὲ ὡς ὑπὸ τὸ αὐτὸ γένος ὄντα ἀλλ’ ὡς κοινωνοῦντα ὀνόματος, ἐλέχθη. ὥστε καὶ αἱ φιλήσεις αἱ καθ’ ἕκαστον καὶ αἱ φιλίαι διοίσουσι τῷ εἴδει. καὶ οὐδὲ γένος ἕξουσι κοινὸν αἱ φιλήσεις ἀλλήλαις οὐδὲ αἱ φιλίαι. διαφερόντων γὰρ τῶν φιλητῶν καὶ ταύτας διαφέρειν ἀνάγκη. τίνι δὲ διαφέρει φίλησις καὶ φιλία; ἢ ὅτι ἐν μὲν τῇ φήσει οὐκ ἔστιν ἀντιφίλησις, ἐν δὲ τῆ φιλίᾳ ὅτι ἔστιν, οὐκ ἄδηλον. οἱ δὲ φιλοῦντες ἀλλήλους βούλονται τὸ ἀγαθὸν ἀλλήλλοις ταύτῃ ᾗ φιλοῦσιν, οἱ μὲν ἀγαθοὶ ᾖ ἀγαθοί εἰσι (διότι γὰρ ἀγαθοὶ φιλοῦσιν ἀλλήλους), οἱ δὲ ἡδεῖς ᾗ ἡδεῖς, οἱ δὲ χρήσιμοι ᾗ χρήσιμοι. Οἱ μὲν οὖν διά τὸ χρήσιμον φιλοῦντες ἀλλήλους οὐ καθ’ αὑτοὺς φιλοῦσιν, ἀλλὰ κατὰ συμβεβηκός· οὐ γὰρ δι᾿ αὑτούς (καθ᾿ αὑτοὺς γὰρ ἂν ἐφίλουν), ἀλλ’ ᾗ γίνεταί τι αὐτοῖς παρ᾿ ἀλλήλων ἀγαθόν. τοῦτο δέ ἐστι τὸ χρήσιμον, ὅθεν κατὰ συμβεβηκὸς αὐτῶν ἡ φιλία ἐστίν. διότι γὰρ συμβαίνει τι ἀπ’ αὐτῶν γίνεσθαι, συνίσταται· ἀλλ’ οὐ δι’ αὑτούς· ὁμο· ίως δὲ καὶ διὰ τὴν αὐτὴν αἰτίαν οἱ δι᾿ ἡδονὴν φιλοῦντες, οὐ καθ’ αὑτοὺς φιλοῦσιν ἀλλὰ κατὰ συμβεβηκός. οὐ γάρ τῷ ποιούς τινας εἶναι, φησί, φιλοῦσι τοὺς εὐτραπέλους. δόξει δ’ εὔηθες διὰ τοῦτο λέγειν κατὰ συμβεβηκὸς τὴν καθ’ ἡδονὴν φιλίαν, ὅτι οὐ διότι ἀγαθοί εἰ σί’ φιλοῦσιν. ὁμολογεῖται γὰρ οὐ τὸ αὐτὸ εἶδος εἶναι. παραπλήσιον γάρ ἦν λέγειν ἧι τῶν ἀγαθῶν φιλίαν κατὰ συμβεβηκός. οὐ γὰρ διότι εὐτραπελοι φιλοῦνται ὑπ’· ἀλλήλων, ἀλλ’ ἔοικε ποιοὺς λέγειν τοὺς κατὰ ποιότητα λεγομένους ψιλήν, ἀλλὰ μὴ κατὰ τὸ πρός τι’ ὁ μὲν οὖν εὐτράπελος ποιός ἐστιν ἀπὸ τῆς εὐτραπελίας παρωνομασμένος, ὁ δὲ ἡδὺς πρός τι· τινὶ γὰρ ἡδὺς καὶ εἰ ὁτιοῦν μάλιστα ἡ ἡδονὴ γίνεται τοῖς φιλοῦσι τοὺς εὐτραπέλους ἀπ’ αὐτοῦ, ὅμως οὐχ ᾗ εὐτράπελοι φιλοῦσιν αὐτούς, ἀλλ᾿ ἡ αὐτοῖς ἡδεῖς. εἰ γοῦν εὐτράπελοι μὲν εἶεν, αὐτοῖς δὲ μὴ ἡδεῖς, οὐδὲ φιλήσουσιν αὐτοὺς, καὶ διὰ τὸ χρή σιμὸν δὲ φιλοῦντες διὰ τὸ αὐτοῖς ὠφέλιμον στέργουσι. καὶ δι’ ἡδονὴν διὰ τὸ αὐτοῖς ἡδὺ, καὶ οὐχ ᾗ ὁ φιλούμενός ἐστιν ὅποτέ ἐστιν, εἴτε εὐτράπελος εἴτε πλούσιος, ἀλλ’ ᾗ ὁ μὲν παρέχει ἡδονὴν, ὁ δὲ χρείαν. εὐδιάλυτοι δὴ αἱ τοιαῦται φ· ιλίαι, μὴ μενόντων ὁμοίων τῶν πρόσθεν φιλουμένων. οὐδὲν γὰρ κωλύει ἔτι μένειν εὐτράπελον ἢ ἔτι πλούσιον. ἀλλ’ εἰ μὴ ἡδὺς ὁ εὐτράπελος τῷ πρόσθεν ἡδομένῳ, διαλύεται ἡ φιλία· ὁμοίως δὲ καὶ ἂν μηκέτι ᾖ χρήσιμος. Ἐπισημειοῦται δέ, ὅτι ὡς ἐπὶ τὸ πλεῖστον ἐν τοῖς πρεσβύταις ἡ κατὰ τὸ χρήσιμον γίνεται φ· ιλία, καὶ ἔτι τῶν ἀκμαίων ὅσοι διώκουσι τὸ συμφέρον. λαμβάνει δὲ πρεσβύτας καὶ ἐν ἀκμῇ οὐ τοὺς σπουδαίους ἀλλὰ τοὺς πολλούς· οἱ μὲν γὰρ πρεσβύτεροι διὰ τὸ ἐν πολλαῖς γεγονέναι χρείαις καὶ μὴ καθεω- ρακένα,. τὸ καλὸν περὶ πολλοῦ ποιοῦνται τὸ κερδαίνειν καὶ διὰ τὴν αἰτίαν ταύ- τὴν τοὺς εἰς τοῦτο χρησίμους φλοῦς κτῶντα. ̓. οἱ δὲ ἐν ἀ. ̓μη μὲν ὄντες, συν- τεταγμένοι δὲ καὶ αὐτοὶ πρὸς ιὸ κέρὸος, οὐκ ἀξιοῦσιν ἄλλους ἢ τοὺς εἰς τὸ κέοͅδος χρησίμους κτᾶσθαι· οὐ πάνυ δὲ οἱ τοιοῦτοι συζῶσιν ἀλλήλοις. τὸ μὲν γάρ συζῆν οὐκ ἔστι ἄνευ τοῦ ἥδεσθαι ἀλλήλοις. οἱ δὲ διὰ τὸ χρήσιμον ἐνίοτε οὐδὲ ἥδονται ἀλλήλοις, ἢ μόνον ὅσον χρήσιμοι τὸ δὲ προσηνὲς καὶ ἡδὺ οὐκ ἔχουσιν, ὃ συναρμόζει τὰς συμβιώσεις. ἀπολείπονται οὖν τότε ἐν ταῖς ἀληθιναῖς φιλίαις μεγίστου καὶ καλλίστου, τοῦ συζ· γιν, καὶ τῆς ἐκ τοὐ συμ· βιοῦν ἀλλήλοις ἀτολαύσεως. ἡ δὲ τῶν νέων φιλία δι’ ἡδονήν ἐστιν ὡς ἐπὶ τὸ πολύ· καιἀ πάθος γὰρ ζῶσιν, οὐ κατὰ λόγον ’ἡ δ’ ἡδονὴ πάθος. ὅταν οὗν ἡδεῖς ἀλλήλοις ὦσι, φιλοῦσιν ἀλλήλους. ἔτι δὲ καὶ ἡ τούτων φιλία εὑ· διάλυτος. μεταβάλλει γὰρ ἅμα τῇ ἡλικίᾳ καὶ τὰ ἡδέα, σὺν τούτοις δὲ καὶ αἱ διὰ τὰ ἡδέα φιλίαι. πλὴν συζῶσιν ἀλλήλοις ἡδέως οὗιοι. ὡς γὰρ μάλιστα γίνεται αὐτοῖς τὰ κατὰ τὴν φιλίαν ,ἣν ἔχουσιν. ἔστι μὲν γὰρ ἡ δι’ ἡδονήν, συζῶντες δὲ μάλιστα τῆς ἀπ’ ἀλλήλων ἡδονῆς ἀ̣ἵολαυουσιν. ὅταν δὲ λέγῃ· μετα- πιπτούσης δὲ τῆς τοιαύτης ἡδονῆς ταχεῖα ἡ μεταβολή, ἰῆς τοι ύτης λέγει τῆς διὰ πάθος ψιλὸν ἢ τῆς διὰ τὴν ἡλικίαν. καὶ ἐρωτικοὶ γὰρ οἱ α’ νέοι, φησὶ, κατὰ πάθος γὰρ ἣ δι’ ἡδονὴν τὸ πολὺ τοῖς ἐρωτικοῖς. 20 διὰ δὲ τούτων δηλοῖ, ὅτι οἱ νέοι ἐρωτικοὶ γίνονται κατὰ πάθος μόνον, οὐκ ἔτι δὲ καὶ κατὰ λόγον ὥσπερ οἱ σπουδαῖοι. τοῖς γὰ ἀγαθοῖς γίνεται· μὲν καὶ πάθος τι πρὸς τοὺς εὐφυεῖς τῶν νέων, ὥσπερ τοῖς ἱππικοῖς πρὸς ἰοῦς εὐφυεῖς τῶν πώλων· ἔστι δὲ ἐν αὐτοῖς καὶ λόγος προστάττων ἐπιμελεῖσθαι τῶν τοι- ούιων· ὁ δὲ τῶν νέων ἔρως κατὰ πάθος ἐστί, δι’ ἡδονὴν γὰρ τὸ πολὺ τοῖς 25 τούτων ἐρωτικοῖς. τῆς δὲ τῶν σπουδαίων τὸ πολὺ δι’ ὠφέλειαν καὶ παίδευσιν τῶν νέων. ταύτης γὰρ ἐφιέμενοι μάλιστα ἐνδιδόασι πρὸς τοὺς τῶν εὖ πεφυκό- των ἔρωτας. γράφεται δὲ καὶ οὕτως· ἐρωτικῆς. αὕτη δὲ ἡ γραφὴ δηλοῖ, ὅτι γὰρ καὶ δι᾿ ἡδονὴν τὸ πολὺ τῆς ἐρωτικῆς. αὕτη δὲ ἡ γραφὴ δηλοῖ, ὅτι εἰκότως οἱ νέοι ἐρω· τικοί εἰσι· τὸ γὰρ πλεῖστον τῆς ἐρωτικῆς διὰ πάθος καὶ δι’ ἡδονήν, ὀλίγων δὲ καὶ ἐν ὀλίγοις ὁ λόγος· ἐπεὶ οὖν κατὰ πάθος ζῶσιν οἱ νέοι, εὐλόγως εἰσὶν ἐρωτικοί. αἱ μὲν οὖν εἰρημέναι φιλίαι ἀτελεῖς εἰσιν. Τελεία δέ ἐστιν ἡ τιῶν ἀγαθῶν φιλία καὶ κατ’ ἀρετὴν ὁμοίων. πάντα γὰρ ἔχουσι τὰ κατὰ τὸν ὁρισμὸν τῆς φιλίας· τὰ γὰρ ἀγαθὰ βούλονται ἀλλήλοις δι᾿ αὐτοὺς ἐκείνους, οἷς βούλονται τἀγαθά. ἀτελεῖς δὲ αἱ ἄλλαι· οὐ γὰρ ἔχουσι πάντα τὰ ἐν τῷ ὁρισμῷ· βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, ἃ οἴονται, ἀλλ’ οὐ διὰ τοὺς φιλουμένους, ἀλλ’ αὐτοὶ αὐτοὺς δι᾿ αὑτοὺς φιλοῦντες. ἔτι οἱ μὲν καθ’ αὑτοὺς φιλοῦσιν (ᾗ γὰρ ἀγαθοὶ φιλοῦσιν), οἱ κατὰ συμβεβηκός. οὐ γὰρ ᾗ εὐτράπελοι, ὡς ἔφαμεν, ἢ ᾗ πλούσιοι οἱ φιλούμενοι, ἀλλ’ ᾗ αὐτοῖς γίνονται ἡδεῖς ἢ χρήσιμοι. τὸ μὲν οὖν καθ’ αὑτὸ πὰν τέλειον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀτελές. τοῦτο δὲ καὶ αὐτὸ τεκμήριον τοῦ ὁμωνύμους εἶναι τὰς φιλίας. οὐ γὰρ οἷόν τε ὁμογενὲς εἶναι τὸ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός. ὕστερον γὰρ τὸ κατὰ συμβεβηκὸς τοὐ καθ’ αὑτό. εἰκότως οὖν διαμένει βέβαιος ἡ τῶν ἀγαθῶν φιλία· διὰ γὰρ τὸ ἀγαθοὺς εἶναι φιλοῦσιν ἀλλήλους καὶ διὰ τὴν ἀρετήν· βέβαιον δὲ καὶ μόνιμον ἡ ἀρετή. τοὺς μὲν οὖν ἡδεῖς τινι καὶ διὰ τοῦτο φιλουμένους οὐκ ἀνάγκη ἁπλῶς ἡδεῖς εἶναι οὐδὲ τοὺς χρησίμους τινὶ ἁπλῶς χρησίμους εἶναι· ὁ δ’ ἀγαθὸς καὶ ἀπλῶς ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. οὐ γὰρ· μόνον ἀγαθοί εἰσιν ἀλλὰ καὶ ἀλλήλοις ὠφέλιμοι. τοῦτο μὲν οὖν παρηκολούθηκε τὸ ἀλλήλοις ὠφελίμους εἶναι· φιλοῦσι δὲ ἀλλήλους, διότι ἀγαθοί εἰσιν. εἰσὶ δὲ οἱ ἀγαθοὶ καὶ ἁπλῶς ἡδεῖς καὶ ἀλλήλοις. ἑκάστῳ γὰρ ἡδεῖαι αἵ τε οἰκεῖαι αὐτοῦ πράξεις καὶ αἱ ὅμοιαι αὐταῖς. αἱ δὲ τῶν ἀγαθῶν πράξεις ἢ τοιαῦταί εἰσιν ἢ πάντων μάλιστα ὅμοιαι· διόπερ καὶ ἡδεῖς εἰσιν ἀλλήλοις, καὶ διὰ τοῦτο οὖν τέλειός τε ἀλλὰ καὶ μόνιμος ἥ τῶν ἀγαθῶν φιλία· πάντα γὰρ συνάπτει ἐν αὐτῇ τὰ ταῖς φιλίαις ὑπάρχοντα. πᾶσα γὰρ φιλία ἢ διὰ τὸ ἀγαθὸν ἢ δι’ ἡδονήν, καὶ δι’ ἀγαθὸν ἁπλῶς καὶ ἡδὺ ἁπλῶς, ὅπερ ὑπάρχει ἐν τῇ τῶν ἀληθῶν φιλίᾳ ἢ διὰ τὸ τῷ φιλοῦντι ἀγαθὸν ἢ ἡδὺ καθ’ ὁμοιότητά τινα. οἱ γὰρ μὴ διὰ τὸ ἁπλῶς ἀγαθὸν ἢ τὸ ἁπλῶς ἡδὺ φιλοῦντες ἀλλὰ διὰ τὸ αὑτοῖς τὴν καθ’ ὁμοιότητα λεγομένην φιλίαν ἔχοιεν ἄν, οὐ τὴν κυρίως· τῇ δὲ τῶν σπουδαίων πάντα ὑπάρχει. καὶ γὰρ κατὰ τὸ ἁπλῶς ἀγαθὸν φιλοῦσι καὶ τὸ αὑτοῖς ἀγαθὸν καὶ τὸ ἁπλῶς ἡδὺ καὶ τὸ αὑτοῖς ἡδύ. ταύτῃ γὰρ ὅμοιοι, φησί, καὶ τὰ λοιπά. οὕτω μὲν οὖν ἐχούσης τῆς γραφῆς, ῥητέον ταῦτα, τουτέστι διὰ τοῦτο· λέγει δὲ διὰ τὸ ἀγαθοὺς αὐτοὺς εἶναι καὶ τὰ λοιπά, ὅτι ὅμοιοί εἰσιν· ἡδεῖς τε ὁμοίως καὶ χρήσιμοι, οὐ μόνον ἀγαθοὶ ὁμοίως. ἢ ταύτῃ δὲ ὅμοια καὶ τὰ λοιπά, ἵν’ ᾖ ταύτῃ δὲ τῇ φιλίᾳ ὅμοια καὶ τὰ λοιπὰ εἴδη τῆς φιλίας. Σπάνιαι δ’ αἱ τοιαῦται φιλίαι. ὀλίγοι γὰρ οἱ ἀγαθοί, ἔτι δὲ καὶ δεῖ χρόνου πρὸς συνήθειαν καὶ πεῖπαν· ἴσως μὲν γὰρ ἔστιν ὅτε καὶ ἐξ ὀλίγης ἐντυχίας γνώῃ ἄν τινα ὁ σπουδαῖος· ἀλλ’ ὅμως καὶ διαλάθοι ἄν τις αὐτὸν μέχρι τινὸς χρηστοὺς προβαλλόμενος λόγους. διὸ δεῖ πείρας καὶ χρόνου. διὰ δὴ ταῦτα ἐλέγομεν καὶ πρότερον ἐν τῷ τῆς φιλίας ὅρῳ ,ὅτε ἔλεγεν εὔνοιαν ἐν ιὶν-ιπεπ‘)νθόσι μὴ λανθάνουσαν, σημαίνειν ὅτι δεῖ καὶ ἐντετυχηκέναι ἀλλή- λοις καὶ οὕτως εἰδέναι τὴν ἀλλήλων εὔνοιαν. πιστεύσειαν καὶ μὲν γὰρ ἴσως ἀλλή- λοις εὔνους εἶναι καὶ ἀγαθοί, ἄλλῳ τινὶ πεῖραν λαβόντι καὶ ἀγαθῷ, ἀλλὰ τὸ τῆς συνηθείας πῶς ἂν γένοιτο μὴ ἐντυχοῦσι; δεῖ δὲ ταύτης πρὸς τὴν ἀληθῆ φιλίαν καὶ χωρὶς πάθους ἐσομένην. Αὕτη μὲν οὖν, ἡ τῶν ἀγαθῶν φιλία, καὶ κατὰ τὁν χρὁνον τελεία ἐστίν (ἐν πολλῷ γὰρ χρόνῳ κρίνεται) καὶ <κατὰ> τὰ λοιπά. καὶ γὰρ καθ’ αὑτήν ἐστι φιλία οὐ κατὰ συμβεβηκὸς καὶ πάντα ἔχει τὸ ἄγαι|θὸν τὸ ἡδὺ τὸ χρήσιμον· τὸ δὲ πάντων τελειότατον ἐν αὐτῇ ἡ ἀρετή, ἢ ὁμολόγου μένως τε- λειότατον τῶν ὄντων ἀγαθὸν πλὴν τῆς εὐὸ̀αιuιονίαζ. ἔτι δὲ ὁμοία ἐστὶν ἑκα- τερῶ παρ’ ἑκατέρου, ὅπερ δεῖ τοῖς φίλοις ὑπάρχειν· ἰσότης γὰρ ἡ φιλία. αὕτη δ’ οὐκ ἂν γένοιτο μὴ ὁμοίως ἀλλήλους φιλούντων. ἡ δὲ διὰ τὸ ἡδὺ φιλία καὶ <ἡ> διὰ τὸ χρήσιμον καθ’ ὁμοιότητα ταύτης λέγονται· οἵ τε γὰρ ὸι’ ἡδονὴν ἀλλήλοις ἡδεῖς καὶ οἱ διὰ τὸ χρήσιμον ἀλλήλοις χρήσιμοι. ἃ δὲ ἑξῆς λέγει, δῆλον ὅτι καὶ ἐν τούτοις αἱ φιλίαι διαμένουσιν, ἂν ἰσότητος lo ὡς δυνατόν ἐστιν ἅπτωνται, τὸ α ὒ τὸ καὶ ἀπ’ ὁ τ ο ὗ’ α ὒ τ ο ὖ ἡ τὸ ἡδὺ ἀντι- παρέχοντες ἀλλήλοις ἢ τὸ χρήσιμον, καὶ μὴ ὡς ἐραστὴς καὶ ἐρώμενr̔ λαμ- βάνει δὲ ἐραστὴν καὶ ἐρώμενόν οὐ σπουδαίους. οἱ δὲ μὴ τὸ ἡδὺ ἀντικαταλ λαττόυενι ἐν ἰοῖς ἐρωτικοῖς ἀλλὰ τὸ χρήσιμον, ὡς οἱ ἐπ’ ἀργυρίῳ συνόντες τοῖς ἐρασταῖς, οὔτε κυρίως φιλοῦσι καὶ ῥᾳδίως διαλύονται. οὐδέτερον δὲ λέ- γει τὸν μέσον, ὃς οὔτε φαῦλος οὔτε ἀγαθός ἐστιν. τοῦτον δέ φησι καὶ τῷ φαύλῳ ἔσεσθαι φίλον· καὶ δι’ ἡδονὴν καὶ διὰ τὸ χρήσιμον συγχωρητέον· ἔτι δὲ τὸν uέσ̣ον καὶ τῶ σπουδαίω καὶ τῶ σαύλῳ· τὸ δὲ τῶ ὑαύλω τὸν σπου- δαῖον ἔσεσθαι φίλον ἢ δι· ὰ τὸ ἡδὺ ἢ διά τὸ χρήσιμον οὐ ῥᾴδιον πιστεῦσαι. οὔτε γὰρ ἄν ἡσθείη τῷ φαύλῳ ὁ σπουδαῖος οὔτε θέλῃς ἀν’ χρήσιμος αὐτῷ τῷ γενέσθαι, οὐδὲ ἐκεῖνος αὐτῷ. εἰ μὴ ὄρα φαῦλον λέγει τὸν μὴ ἀνιάτως ἔχοντα, ὃν ἰδὼν ὁ σπουδαῖος οὐκ ἀγεννῆ μὲν φύσιν ἔχοντα διεφθαρμένον δέ, βουλόμενος ἐπανορθώσασθαι, ὑπομένει καὶ χρήσιμος αὐτῷ καὶ ἡδὺς γίνεσθαι, ἵνα διὰ τούτων προσαγόμενος ἐπανορθώσῃ. διὰ δὲ ταῦτα δέξεται παρ’ ἐκείνου καὶ ἡδονήν τινα καὶ χρείαν· ἡ δὲ δι’ αὐτοὺς τοὺς φιλουμένους γινομένη, ἐν μόνοις συνίσταται τοῖς σπουδαίοις καὶ ἀγαθοῖς· καὶ μόνη δὲ ἀδιάβλητος ἡ τῶν ἀγαθῶν φιλία. διὰ γὰρ τὸ πεῖραν εἰληφέναι ἀλλήλων ἱκανὴν οὐ πιστεύουσι τοῖς πειρωμένοις διαβάλλειν οὐδὲ οὐδὲ ἀνέχονται λεγόντων, ἀλλήλοις δὲ σφόδρα πιστεύουσι καὶ οὐδέποτε ἂν ἀδικήσειεν ἀλλήλους. ταῦτα δὲ πάντα ὑπάρχειν μὲν δεῖ τῇ φιλίᾳ. ἐν μόνῃ δέ ἐστι τῇ τῶν ἀγαθῶν, ἐπεὶ οἵ γε μοχθηροὶ καὶ πιστεύουσιν ἐνίοτε τοῖς φαύλοις κατὰ τῶν φίλων λέγουσι καὶ ἀπιστοῦσι τοῖς φίλοις, ἔνιοι δὲ καὶ ἀδικοῦσιν, ὅθεν οὐ κυρίως εἰσὶ φίλοι· ἀλλ’ ἐπεὶ λέγουσιν οἱ ἄνθρωποι καὶ τὰς τοιαύτας φιλίας ἐχόμενοί τινος ὁμοιότητος τῆς πρὸς τὴν ἀληθῶς φιλίαν, ῥητέον μὲν καὶ τοὺς τοιούτους φίλους. γνωστέον δὲ καὶ τὴν διαφορὰν καὶ ὅτι οὐ καθ’ ἓν γένος λέγονται αἱ φιλίαι, ἀλλὰ κυρίως μὲν αἱ τῶν ἀγαθῶν, αἱ δὲ ἄλλαι καθ’ ὁμοιότητα. οὐ πάνυ δὲ αὗται συνάπτουσιν ἀλλήλαις ἡ δι’ ἡδονὴν τῇ διὰ τὸ χρήσιμον· ὅ τι γὰρ κατὰ συμβεβηκός, οὐ πάνυ συνδυάζεται. δόξει δὲ τοῦτο οὐκ ἀληθές· ὁ γὰρ αὐτὸς εἴη ἂν καὶ λευκὸς καὶ μουσικός, καὶ ἀμφότερα κατά συμβεβηκός. ἀλλ’ ἔοικεν οὐ τὰ τοιαῦτα λέγειν, ἀλλ’ ὅταν πρώτως μέν τι λέγηται κ· αὶ κυρίως, ἀπ’ ἐκείνου δὲ ἄλλα. πρώτως μὲν ὁ ἄνθρωπος ἰατρικός, κατὰ συμβεβηκὸς δὲ τὸ ὄργανον καὶ τὸ φάρμακον. οὐ γὰρ συνδυάζεται τὰ τοιαῦτα τῶν συμβεβηκότων. καὶ ἐνταῦθα φίλοι μὲν κυρίως οἱ ἀγαθοί, κατὰ συμβεβηκὸς δὲ καὶ ἀπὸ τῆς πρώτης φιλίας αἱ λοιπαί· ὅθεν οὐ ῥᾳδίως συνάπτονται. |Εἰς ταῦτα δὲ τὰ εἴδη τῆς φιλίας νενεμημένης ἕως τοὺ 139r φαίνονται φιλίαι δι᾿ ἀνομοιότητα ἐκείνης. Τῆς φιλίας εἰς εἴδη τρία νεμεμημένης ὁμώνυμοι ἀλλήλοις οἱ φίλοι· κατὰ μὲν οὖν τὸ πρῶτον εἶδος οὐκ ἔσονται φίλοι ἀλλήλοις οἱ φαῦλοι. δι᾿ ἀρετὴν γὰρ οἱ μὲν ἐπιεικεῖς φιλοῦσιν ἀλλήλους, τοῖς δὲ φαύλοις οὔτε ἀρετῆς μέτεστιν οὔτε τῆς δι’ αὐτὴν φιλίας· δι’ ἡδονὴν δὲ γένοιντ’ ἄν φίλοι καὶ οἱ φαῦλοι. ἐνδέχεται γάρ τινας μοχθηροὺς ἡδονὴν ἀλλήλοις πορίζειν καὶ διὰ τοῦτο συνάπτειν ἀλλήλοις τὴν δι’ ἡδονὴν φιλίαν. γίνοιντο δ’ ἂν καὶ διὰ τὸ χρήσιμον· ἔνιοι γὰρ φαῦλοι μέν εἰσι, γίνονται δὲ ἀλλήλοις χρήσιμοι, καὶ σχεδὸν ταύτην μάλιστα οἱ φαῦλοι μετίασι τὴν φιλίαν· ἵνα γὰρ τύχωσιν ὧν δέονται παρά τινων, ἀνθυπουργοῦσιν αὐτοῖς, ὧν ἂν ἐκεῖνοι ἐν χρείᾳ ὦσι, καὶ λέγεται ἡ τοιαύτη ἀνταπόδοσις καὶ κοινωνία ὑπὸ τῶν ἀνθρώπων φιλία. καὶ γὰρ συγγίνονται γίνονται ἀλλήλοις, μέχρις οὗ χρήσιμοί εἰσι καὶ ἀνθυπουργοῦσ ταύτῃ φησὶν ὅμοιοι ὄντες, τουτέστι κατὰ τοῦτο ὅμοιοι ὄντες καθὸ ἡδεῖς ἢ χρήσιμοι ἀλλήλοις καὶ ᾗ παρέχουσιν ἀλλήλοις ἡδονήν, καὶ δι’ ἡδονὴν φίλοι εἰσίν. ἁπλῶς δὲ οὐκ εἰσὶν ὅμοιοι· οὔτε γὰρ αὑτοῖς ἀεὶ οἱ φαῦλοι ὅμοιοι οὔπ ἀλλήλας· ἀλλ’ οὐδὲν κωλύει ᾗ ἄνθρωποί εἰσιν, ἀνομοίους ὄντας τῷ ποριστικοὺς ἡδονῆς ἀλλήλοις εἶναι ὁμοιοῦσθαι· ᾗ δ’ ἄνθρωποί εἰσιν ἐοίκασιν, ἄν τὰ ἤθη παραπλήσια ἔχωσι. διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ οἱ διὰ τὸ χρήσιμον φίλοι ταύτῃ εἰσὶν ὅμοιοι ᾗ χρήσιμοι, οἱ δὲ ἀγαθοὶ δι᾿ αὑτοὺς φίλοι, ᾗ γὰρ ἀγαθοί· διόπερ οὗτοι μὲν ἁπλῶς καὶ καθ᾿ αὑτοὐς φίλοι, ἐκεῖνοι δὲ κατὰ συμβεβηκός· πῶς δὲ κατὰ συμβεβηκός εἰσι φίλοι οἱ δι᾿ ἡδονὴν καὶ τὸ χρήσιμον, εἴρηται, ὅτι δὲ φίλοι λέγονται οἱ τοιοῦτοι καθ᾿ ὁμοιότητα τὴν πρὸς τοὺς δι᾿ ἀρετὴν φίλους. ἐπεὶ γὰρ ἐκεῖνοι πρὸς τῷ καθ’ αὑτοὺς εἶναι φιοι ἔτι καὶ ἡδεῖς εἰσι καὶ χρήσιμοι ἀλλήλοις, ταύτῃ ἐοικέναι δοκοῦσιν αὐτοῖς. πλὴν οἱ μὲν ἀγαθοὶ οὔτε τὸ χρήσιμον οὔτε τὸ ἡδὺ σκοπὸν ἔχουσι τῆς φιλίας, ἀλλὰ ταῦτα παρηκολούθηκεν αὐτοῖς, φιλοῦσι δὲ ἀλλήλους δι᾿ αὑιούς· οἱ δὲ δι᾿ ἡδονὴν ἢ τὸ χρήσιμον φίλοι ταῦτ’ ἔχουσι τέλη τῆς φιλίας. ὥσπερ δ’ ἐπὶ τῶν ἀρετῶν οἱ μὲν καθ’ ἕξιν ἀγαtιlοὶ λέγονται, οἱ δὲ κατὰ ἰὴν ἐνέργειαν, κατὰ μὲν τὴν ἕξιν ὡς οἱ καθεύδοντες, κατὰ δὲ τὴν ἐνέργειαν, ὅταν πράττωσι τὰ κατὰ τὴν ἀρετήν, οὕτω φιοησὶ αὐτὸς καὶ ἐπὶ τῆς φιλίας. οἱ μὲν καθεύδοντες καθ᾿ ἕξιν εἰσὶ φίλοι ἢ οἱ κεχωρισμένοι τοῖς τόποις, οἱ δὲ συζῶντες καὶ χαίροντες τῇ συνουσίᾳ καὶ πορίζοντες τὰ ἀγαθὰ ἀλλήλοις κατ᾿ ἐνέργειαν φίλοι. ἐνεργοῦσι γὰρ τὰ καιὰ τὴν φιλίαν, καὶ μάλιστα . ἂν ἀγαθοὶ ὦσι καὶ τὴν τελείαν φιλίαν ἔχωσι. καὶ γὰρ ποριοῦσι τὰ ἀγαθὰ αὐτῶν ἕνεκα τῶν φίλων, καὶ ἡσθήσονται μὲν ἀκούοντες εὖ πράττοντας, ἀνιάσονιαι δὲ ἄν τινι δυσχερεῖ πύθωνται περιπεπτωκότας τοὺς φίλους. ταῦτα δὲ πάντα ἐνέργειαι φιλικαί. τὸ δὲ μέγιστον ἐνεργήσουσιν αὐτῷ τῷ φιλεῖν. ἐπεὶ γὰρ φίλοι εἰσί, δι᾿ αὑτοὺς καὶ οὐδὲν ἄλλο δηλονότι ἱκανῶς ἐνεργήσουσι τὰ φιλικὰ φιλοῦντες ἀλλήλους. Ὁ δ᾿ Ἀριστοτέλης τὴν μὲν φιλίαν οὔ φησι διαλύεσθαι ὑπὸ τῶν τόπων, ἂν ὧσι κεχωρισμένοι, τὴν δὲ φιλικὴν ἐνέργειαν· ἴσως οὐκ ἀλόγως· τὴν γὰρ μεγίστην ἐνέργειαν διαλύει ἡ ἀπουσία. οὐδὲν γὰρ οὕτω φιλαὸν ὡς τὸ συζῆν τοὺς φους καὶ καρποῦσθαι τὴν ἐκ τῆς συνουσίας καὶ ὁμιλίας ἀπόλαυσιν καὶ ἀντιπαρέχειν ταύιην. ἴσως οὖν καὶ ἀσφαλέστατον ἦν οὕτως εἰπεῖν, ὅτι οὐκ ἐνεργήσουσι τὴν φιλικωτάτην ἐνέργειαν οἱ δισετῶτες τοῖς τόποις, ἂν δὲ χρόνιος, φησίν ἡ ἀπουσία γίνηται, καὶ τῆς φιλίας λήθην δοκεῖ ποιεῖν. εὖ δὲ προσέθηκεν ἐνταῦθα τὸ δοκεῖν· ἐπεὶ γὰρ οἱ δι’ ἡδονῆι φίλοι ἢ διὰ τὸ χρήσιμον λήθην λαμβάνουσι τῆς φιλίας, ἂν χρόνιος ἡ ἀπουσία γίνηται, δοκεῖ τοῖς πολλοῖς τοιοῦτον ἡ φιλία εἶναι, εὐδιάλυτον καὶ ἀμαυρούμενον ὑπὸ τῆς ἀπουσ. ίας, ὅταν χρόνιος ᾖ. οὐ μὴν ἥ γε τῶν ἀγαθῶν τοιαύτη ἀλλὰ βέβαιος καὶ μόνιμος καὶ οὐδὲν κρεῖττον αὐτῆς οὔτε χρόνος οὔτε διάστασις ἡ κατά τόπον. τὸ δὲ ἐπὶ τῶν πρεσβυτέρων εἰρημένον καὶ τῶν στρυφνῶν ὡς ἐπὶ τὸ πολὺ συμβαίνει, ὅταν μὴ σπουδαῖοι ὦσιν οἱ πρεσβῦται. ἥκιστα γὰρ φιλικοὶ γίνονται. μεθ’ ἡδονῆς γὰρ πᾶσα φιλία, οἱ δὲ στρυφνοὶ καὶ οἱ πρεσβῦται, ὡς ἐπὶ τὸ πολὺ οὔτε ἀλλήλοις οὔτε ἄλλοις ἡδεῖς, ἂν μὴ ἡ ἀρειὴ αὐτοὺς ἡδεῖς ποιῇ. διὸ ἥκιστα δὴ φιλικοὶ οἱ μὴ ἐνάρετοι μέν, ὑπὸ γήρως δὲ σκυθρωπότεροι ὡς ἐπὶ τὸ πολὺ ἢ διὰ τὸ φύσει στρυφνοὶ εἶναι. οἱ δὲ ἀποδεχόμενοι ἀλλήλους καὶ ἐπαινοῦντες, μὴ συζῶντες δὲ εὔνοις ἐοίκασι μᾶλλον ἢ φίλοις. βούλονται μὲν γὰρ ἀλλήλοις τὰ ἀγαθά, τὸ δὲ μέγιστον καὶ τῇ φιλίᾳ οἰκεῖον παραλείπουσι, τὸ συζῆν. δηλοῖ δὲ ἐνταῦθα διὰ τὶ καὶ μικρῷ πρόσθεν ἔφη, μὴ ἐνεργεῖν κατὰ τὴν φιλίαν τοὺς μὴ συζῶντα. ς. λέγει γὰρ οὐδὲν γὰρ οὔτως ἐστὶ φίλων ὡς τὸ συζῆν. τὸ γὰρ οὕτως δηλοὶ μὲν ὅτι καὶ ἄλλα τινά ἐστι φιλικά, μέγιστον δὲ τὸ συζῆν. τούτου δὲ σημεῖον μέν ἐστι καὶ τὸ ἐν τῷ αὐτῶ τόπω ὄντας τοὺς τῷ ὄντι φίλους μὴ αἱρεῖσθαι ἄνευ ἀλλήλων ζῆν, ὡς ταύτης οὔσης ἐνεργείας φιλικωτάτης. φέρει δὲ καὶ αὐτὸς τεκμήριον τὸ τοὺς εὐδαίμονας ὀρέγεσθαι τοῦ συνδιημερεύειν τοῖς φίλοις. οἱ μὲν γὰρ ἐνδεεῖς καὶ κατὰ τὴν χρείαν φίλοι ὠφελείας μόνης δέονται καὶ ἀπόχρη αὐτοῖς ἂν αὕτη γένηται, κἀν μὴ συζῶσιν ἀλλήλοις. οἱ δὲ εὐδαίμονες, οὗτοι δέ εἰσιν οἱ ἀγαθοί, ἅμα καὶ κατ’ ἀρετὴν ἐνεργοῦντες δέονται τοῦ συνδιημερεύειν τοῖς φίλοις, μάλιστα μὲν ἰοῖς ὁμοίοις κατ’ ἀρειήν, εἰ δὲ μή, τοῖς εὖ πεφυκόσι καὶ μέσοις. ἀπλῶς μὲν γὰρ οὐκ ἔστιν ὁ ἄνθρωπος μοναδικὸν ζῷον ὡς ὁ λέων ἢ ὁ λύκος ἡ εἴ τι ἄλλο ζῷον δύναται καθ’ αὑτὸ ζῆν, ἀλλὰ πολιτικὸν καὶ κοινωνικόν. ὁ δὲ ἐνάρετος καὶ εὐδαίμων ἀκριβοῖ τὸ φύσει ὑπάρχον τῷ ἀνθρώπῳ καὶ δεῖται τοῦ συνδιημερεύοντος καὶ συζῶντος· εἰς τοῦτο δὲ μάλιστα ὁ ίλος ἐπιτήδειος. ὥστε καὶ ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων φίλου δεῖται καὶ ουν ὐκ ἂν ἕλοιτο ζῆν καθ’ αὑτὸν, οὐδ’ εἰ μέλλοι πάντα τὰ ἄλλα ἀγαθὰ ἕξειν. συνδιάγειν γὰρ μετ᾿ ἀλλήλων μὴ ἡδεῖς ὄντας, οὐχ οἶόν τε. ἥδιστος δὲ ὁ φίλος τῷ φίλῳ. διὰ τοῦτο δὲ καὶ ἡ ἑταιρικὴ φιλία, αὕτη δ᾿ ἐστὶν ἡ τῶν νέων καὶ μὴ κατὰ τὴν χρείαν συνάγει τοὺς ἑταίρους, ὅτι καὶ ἀλλήλοις χαίρουσι καὶ τοῖς τοῖς πράγμασι. Μάλιστα μέν ἐστι φιλία, ὡς καὶ πρότερον εἴρηται, ἡ τῶν ἀγαθῶν. φιλητὸν μὲν γὰ ἀπλῶς, καὶ αἱρετὸν τὸ ἀπλῶς ἀγαθόν· καὶ ἡδὺ τὸ ἁπλῶς ἡδύ. ἑκάστῳ δὲ τὸ ἑκάστῳ, τῷ δὲ ἀγαθῷ καὶ ἀγαθὸν καὶ ἡδὺ ὁ ἀγαθός. ἐοικέναι δέ φησι τὴν μὲν φίλησιν πάθει, τὴν δὲ φιλίαν ἕξει. καίτοι δοκοῦσί τινες φιλήσεις καὶ ἕξεις εἶναι οὐ μόνον πάθη. πάθη δ’ εἰσὶν αἱ πρόσκαιροι κινήσεις αἱ κατὰ σῶμα ἢ ψυχήν, ἕξεις δὲ ποιότητές τινες ἔμμονοι, ἀφ’ ὧν αι ἐνέργεια καλουαεν γαρ τινας φιλοινους καὶ φιλοφους της φιλησεως της εν αὐτοῖς ἕξεως ουσης. λεγω οε ἐν αὐτοῖς ἔξιν τὴν τε φιλοψιαν και την φιλοινίαν. μήποτ’ οὖν πάθος καλεῖ οὐ μόνον τὴν πρόσκαιρον κίνησιν, ἀλλὰ καὶ τὴν παθητικὴν διάθεσιν· λέγω δὲ παθητικὴν διάθεσιν ἰὴν ἐν τῷ παθητικῷ μόνῳ, μηκέτι δὲ καὶ ἐν τῷ λογιστικῷ. ἡ μὲν γὰρ φιλία <ἐν> τῷ λόγον τῆς φυχῆς ἐστι καὶ ἐν τῷ ἀλόγῳ. καὶ γὰρ κρίνας κτᾶται τὸν φίλον καὶ παθὼν πρὸς αὐτόν, καὶ ἡ ἕξις ἐν ἀμφοτέροις γίνεται τοῖς μορίοις. ἡ δὲ κατὰ πάθος φίλησις κατὰ ψιλὸν τὸ πάθος ἐγγίνεται καὶ κατὰ τὸ πάθος ἐνεργεῖ. διὰ τοῦτο τὴν μὲν φίλησιν πάθος, τὴν δὲ φιλίαν ἕξιν εἴρηκεν. ἔστι δὲ καὶ ἡ φιλία ἡ μέν τις ἕξις, ἡ δὲ ἐνέργεια. νῦν δὲ τὴν ἕξιν παραβέβληκε τῇ φιλίᾳ. ὅτι δὲ ἡ μὲν φιλία ἕξις, ἕξις, οἵαν εἰρήκαμεν, ἡ ἐν ἀμφοτέροις τοῖς μορίοις ψυχῆς, ἡ δὲ φίλησις πάθος εἴρηται παθητική τις ἕξις οὖσα ἀφ’ ἧς αἱ ἐνέργειαι κατὰ πάθος μόνον γίνονται, δῆλον ποιεῖ λέγων, τὴν μὲν φησιν οὐχ ἧττον πρὸς τὰ ἄψυχα εἶναι, ἀντιφιλεῖν δὲ μετὰ προαιρέσεως, τὴν δὲ προαίρεσιν ἀφ’ ἕξεως. διὰ γὰρ τούτων φανερόν ὅτι γίνεται ἡ φίλησις παθητική τις διάθεσις καὶ πρὸς ἄψυχα, οἷον ἡ μὲν φιλοινία πρὸς τὸν οἶνον, ἡ δὲ φιλοψία πρὸς τὸ ὄψον. ἀφ’ ἧς ἕξεως κατὰ πάθος μόνον, ἡ ἐνέργεια ἡττωμένων κατὰ τὸ πάθος τῶν μὲν τοῦ οἴνου, τοῦ δὲ τοῦ ὄψου. ἡ δὲ φιλία, ἐπειδὴ μετὰ προαιρέσεως, ἡ δὲ προαίρεσις ὄρεξις βουλευτική, εἴη ἂν ἕξις ἡ φιλία ἔν τε τῷ λόγον ἔχοντι καὶ ἐν τῷ παθητικῷ, ἀφ᾿ ἧς βούλονται τἀγαθὰ τοῖς φίλοις αὐτῶν ἐκείνων ἕνεκα, οὐ κατά πάθος ψιλὸν ἀλλὰ κατά τινα ἐν ἀμφοτέροις τοῖς μορίοις τῆς ψυχῆς ἕξιν. φιλοῦντες δὲ τὸν φίλον ἅμα μὲν τὸν φίλον φιλοῦσιν. ἇι δὲ τὸ αὑτοῖς ἀγαθόν. ὁ γὰρ φίλος ἀγαθὸς τῷ φίλῳ καὶ ἀνταποδιδόασι τὸ ἴσον ἀλλήλοις. καὶ γὰρ βούλεται ἑκάτερος ἑκατέρῳ τἀγαθὰ αὐτοῦ ἐκείνου ἕνεκα, καὶ ἡδύς ἐστιν ἑκάτερος ἑκατέρῳ. διὸ καὶ λέγεται φιλία ἀνταπόδοσίς τις οὖσα τοῦ φίλου, μάλιστα δὲ ταῦτα τῇ τῶν ἀγαθῶν φιλία ὑπάρχει. αἱ δὲ ἄλλαι καθ’ ὁμοιότητα αὐτῆς λέγονται, δι’ ἃς εἴπομεν αἰτίας, ἃ δὲ λέγει περὶ τῶν πρεσβυτῶν καὶ στρυφνῶν, διὰ τί ἧττον γίνονται φίλοι, καὶ περὶ τῶν νέων, ὅτι μᾶλλον φίλοι γίνονται. καὶ σαφῆ ἐστι καὶ εἴρηται πρότερον. Πολλοῖς δὲ εἶναι φίλον, οὔ φησιν εἶναι ῥᾴδιον, κατὰ τὴν τελείαν φιλίαν, ὥσπερ οὐδὲ ἐρᾶν πολλῶν. ὑπερβολὴ γάρ τίς ἐστιν ἐν τῷ φιλεῖν, τοῦτο δὲ οὐ ῥᾴδιον πρὸς πολλούς· αἱ γὰρ ὑπερβολαὶ πρὸς ὀλίγους. λεκτέον δ’ ὑπερβολὴν τὴν κατὰ τὸ εὖ. διὰ τί οὖν οὐκ ἂν εἴη πρὸς πολλούς, ἀπορήσαι ἄν τις. εἰ γὰρ καθ’ ὑπόθεσιν εἶεν πολλοὶ ἀγαθοί, τί κωλύει τὸν ἀγαθὸν ἔμπειρον αὐτῶν γινόμενον πᾶσιν ὁμοίως εἶναι φίλον; ἢ συναπτέον ἃς ἐπιφέρει αἰτίας τοῦ μὴ πολλοὺς ἀρέσκειν τῷ ἀγαθῷ. οὔτε γὰρ ἀγαθὸν εἶναι οἷόν τε πολλοῖς, ἀλλ’ ἀλαπητὸν ἑνὶ ἢ δυσὶν ἐντυχεῖν. οὔτε πεῖραν οἷόν τε πολλῶν ἅμα λαβεῖν, δεῖ δὲ πάντως πρὸς τὸ ἀδιάβλητον εἶναι· ἔτι δὲ καὶ συνηθείας, αὕτη γάρ ἐστι πρὸς τῇ ἀρετῇ συνάπτουσα καὶ προσοικειοῦσα ἀλλήλοις ἰὰς τῶν ἀγαθῶν ψυχάς· διὰ τὸ χρήσιμον δὲ καὶ τὸ ἡδὺ ἐνδέχεται πολλοῖς εἶναι φίλον. καὶ γὰρ πολὺ τὸ τῶν τοιούτων γένος. . ἔτι δὲοὐδὲ πολλοῦ χρόνου δεῖ οὐδ’ ἐξετάσεως· ἐν ὀλίγῳ γὰρ χρόνῳ εὐθέως φανεραὶ γίνονται αἱ περὶ τῶν χρησίμων καὶ τῶν ἡδέων ὑπηρεσίαι, καὶ καταμάθοι ἄν τις ταχέως τὸν αὑτῷ ἡδὺν ἢ χρή σιμὸν. ὅταν δὲ μηκέτι γένηται τούτων ὁποτεροῦν, λύεται ἡ φιλία· ἐν ὀλίγῳ γὰρ χρόνῳ συστᾶσα καὶ τὴν ὕπαρξιν ἔχει ὀλιγοχρόνιον. ἀμφοτέρων δὲ καθ’ ὁμοιότητα τὴν πρὸς τὴν πρώτην λεγομένων φιλίαν, τῆς τε δι’ ἡδονὴν καὶ ἰῆς διὰ τὸ χρήσιμον, μᾶλον ἔοικε τῇ πρώτῃ φιλίᾳ ἡ δι’ ἡδονήν, ὅταν ἑκατέρῳ παρ’ ἑκατέρου γένηται τὸ ἡδύ. δεῖ γὰρ τοὺς τῷ ὄντι φίλους ἡδέως συνεῖναι καὶ χαίρειν ἀλλήλοις, ὅπερ ὑπάρχει τοῖς δι᾿ ἡδονὴν φιλοῦσιν, ἔτι δὲ ἐλευθεριωτέρα ἐστὶ τῆς διὰ τὸ χρήσιμον· οὐ γὰρ διὰ κέρδος οὐδὲ δι᾿ ὠφέλειαν τὴν ἐκ χρημάτων ἢ ἄλλης χρείας φίλοι εἰσίν, ἀλλὰ προσπάσχοντες ἐνίοτε ἀλλήλοις ἢ τοῖς αὐτοῖς χαίροντες, οἷον γυμνασίοις μαθήμασι παιδιαῖς. ἡ δὲ διὰ τὸ χρήσιμον φιλία μᾶλλον ἀγοραίων ἐστὶν ἀνθρώπων καὶ ἀνελευθέρων. τεκμήριον δὲ τοῦ τὴν διὰ τὸ ἡδὺ φιλίαν έοικέναι μᾶλλον τῇ ἀληθινῇ, ὅτι καὶ οἱ μακάριοι καὶ εὐδαίμονες οὗτοι δέ εἰσιν οἱ κατ᾿ ἀρετὴν ἐνεργοῦντες ἐν προηγουμένοις) χρησίμων μὲν οὐ δέονται φίλων, ἡδέων δέ. μάλιστα μὲν γὰρ ἄν βούλοιντο τελειοτέρους κατ᾿ ἀρετὴν ἔχειν τοὺς φίλους, καὶ πάντῃ ἑαυτοῖς ὁμοίους, ἄν δὲ μὴ εὐπορῶσιν, ἀπόχρη αὐτοῖς, ἄν μέσοι μὲν τύχωσιν, ἡδεῖς δὲ αὐτοῖς. συζῆν μὲν γὰρ βούλονταί ἀδύνατον ἐπὶ πολὺ φέρειν. οὐδὲ γὰρ αὐτὸ τὸ ἀγαθὸν, εἰ λυπρὸν εἴη, ὑπομείναι ἄν τις. τοῦτο δὲ πῶς εἴρηκεν; αὐτὸ γὰρ τὸ ἀγαθόν τί ἄλλο ἐστίν ἢ εὐδαιμονία, ἣν ἀδύνατον λυπηρὰν εἶναι; ἅμα γὰρ λυπηρὸν καὶ οὐκέτι ευοαιμονία, ἀλλ’ ὅμως ἐξ ὑποθέσεως ὁ Ἀριστοτέλης εἴρηκεν, εἰ λυπηρὸν ἡ εὐδαιμονία ποιεῖ τὸν βίον, μηδένα ἂν εὐδαιμονεῖν ἐθελήσαι. δῆλον οὖν ὡς διά τε ἄλλα ἐστὶν αἱρετὸν ἡ εὐδαιμονία καὶ ὅτι μεθ’ ἡδονῆς ἐστιν ὁ κατ’ αὐτὴν βίος. διό, φησι, οἱ ἄνθρωποι ζητοῦσιν ἡδεῖς εἶναι τοὺς φίλους, ὡς τῆς φιλίας μὴ δυναμένης ἄνευ τούτων συστῆναι. δεῖ δὲ μὴ μόνον ἡδεῖς ζητεῖν, ἀλλὰ καὶ ἀγαθούς. ὃ δ’ ἐπιφέρει λέγων, καὶ ἔτι αὑτοῖς ἀγαθούς, μήποτε οὐκ οἰκεῖον ᾖ τοῖς ἀγαθοῖς, καὶ τοῖς τελείαν κτωμένοις φιλίαν. οὐ γὰρ εἰς αὑτοὺς ἀναφέροντες φιλοῦσι τοὺς φίλους καὶ εἴ τι αὐτοῖς γίνεται ἀγαθὸν τοῖς φιλοῦσι παρὰ τῶν φιλουμένων, ἀλλὰ διότι ἀγαθοί εἰσιν οἱ φιλούμενοι. ἢ συνήρμοσται ἀλλήλοις καὶ οὐ διέζευκται ταῦτα. ὁ μὲν γὰρ ἀγαθὸς καὶ τῷ φίλῳ ἀγαθός. ζητεῖν δὲ κελεύει τοὺς τῷ ὄντι ἀγαθοὺς φίλους κτᾶσθαι. εἶεν δ’ ἂν οὗτοι οἱ ἅμα ἀγαθοὶ καὶ τοῖς φίλοις ἀγαθοί. Οἱ δ’ ἐν ταῖς ἐξουσίαις (λέγει δ’ ἐν ταῖς ἐξουσίαις τοὺς τυράννους καὶ τοὺς καλουμένους βασιλεῖς, οὐκ ὄντας δέ, ἅτε τρυφῶντας) διῃρημένοις χρῶνται τοῖς ὀνομαζομένοις αὐτῶν φίλοις. οἱ μὲν γάρ εἰσιν αὐτοῖς ἡδεῖς, οἱ δὲ χρήσιμοι· αἴτιον δέ, ὅτι οὔτε ἡδεῖς ζητοῦσι μετ’ ἀρετῆς (οἱ αὐτοὶ ἄν ἦσαν καὶ χρήσιμοι) οὔτε χρησίμους εἰς τὰ καλά (οἱ αὐτοὶ γὰρ ἦσαν καὶ ἡδεῖς)· χρήσιμοι γὰρ εἰς τὰ καλὰ οἱ ἐνάρετοι. εἴρηται δὲ ὅτι οἱ ἐνάρετοι καὶ ἡδεῖς εἰσιν, οἱ δὲ δυνάσται ἐφιέμενοι μὲν τοῦ ἡδέος τοὺς εὐτραπέλους κτῶνται φίλους, εἰς δὲ τὰς χρείας τοὺς δεινοὺς τὰ προσταχθέντα πρᾶξαι. οὐ συνδυάζεται δὲ ταῦτα ἐν τοῖς πολλοῖς· οἵ τε γὰρ καλούμενοι εὐτράπελοι, ὄντες δὲ βωμολόχοι, ὡς ἐπὶ τὸ πολὺ εἰς τὰς πράξεις ἀχρεῖοι, οἵ τε δεινοὶ καὶ παρακλητικοὶ τῶν προσταττομένων πάσης χάριτος καὶ εὐτραπελείας ἐστέρηνται, ἡδὺς δὲ καὶ χρήσιμος ἅμα μόνος ὁ σπουδαῖος. πρακτικὸς μὲν γὰρ τῶν καλῶν δι’ ἀρετὴν ἡδὺς δὲ τῷ ἀγαθῷ διά τε τὴν τοὐ ἤθους ὁμοιότητα καὶ τὰς καλὰς πράξεις. ἀλλὰ ὑπερέχοντι οὐ γίνεται φίλος ὁ σπου- δαῖος, ἂν μὴ καὶ τῇ ἀρετῇ ὑπερέχηται ὁ ὑπερέχων κατὰ τὴν δύναμιν. δεῖ δὲ οὕτως ἀκούειν, τοῦ ὑπερέχεσθαι τὸν δυνάστην, ὥστε καὶ εἰδέναι καὶ ἔχειν πρὸς τὸν σπουδαῖον ὡς πρὸς |κρείττονα. οὕτω γὰρ ἔσται ἡ κατὰ ἀναλογίαν ἰσότης, ἂν οἴηται μὲν πλούτῳ καὶ δυνάμει ὑπερέχειν, θαυμάζῃ δὲ τὸν ἀγαθὸν ὡς κατ’ ἀρετὴν αὑτοῦ διαφέροντα. εἴη δ’ ἄν τις τοιοῦτος δυνάστης εὐφυής, ὁ τῶν καλῶν ζηλώτης· δῆλον δὲ καὶ ὡς ἐγχειριεῖ τὴν αὑτοῦ ἐπιμέλειαν τῷ σπουδαίῳ· τοιούτῳ δὴ ἴσως ἀνάσχοιτ᾿ ἂν γινόμενος φίλος <ὁ> ἄλλῳ δ’ οὐκ ἂν ὑπομείναι· ὑπερηφανίαν γὰρ πυραννικὴν καὶ θεραπείαν ἀνελεύθερον ἥκιστα δύναται φέρειν ὁ γενναῖος. οὐ πάνυ δὲ εἰώθασι τοιοῦτοι γίνεσθαι οἱ ἐν ταῖς ἐξουσίαις, οἷον ὡς πρὸς ὑπερεχοντας ἔχειν τοὺς σπουδαιους· διὸ οὗ γίνονται φίλοι αὐτοῖς οἱ ἀγαθοί. Ἐπεὶ δὲ εἶπε μὴ ἂν ἄλλως ἔσεσθαι τὸν σπουδαῖον δυνάστῃ φίλον, εἰ μὴ ἔχοι οὕτως ὁ δυνάστης πρὸς αὐτὸν ὡς κατ’ ἀρετὴν ὑπερέχοντα, ζητοῦσί τινες, εἰ ὁ ἐν τῇ ἐξουσία εἴη σπουδαῖος, ἆρά γε οὐκ ἔσται φίλος αὐτῷ ὁ σπουδαῖος, ἐπεὶ μὴ ὑπερέχει αὐτοῦ κατὰ τὴν ἀρετήν· εὐήθης δὲ ἡ ἀπορία. τοῦτο μὲν γὰρ ἢδη ὁμολογεῖται τόν ἀγαθὸν τῷ ἀγαθῷ ἀσμένως φίλον γίνεσθαι· κἂν ἐν δυνάμει οὖν ᾖ ἅτερος, οὐδὲν διακωλύσει ἡ δύναμις τὴν φιλίαν αὐτῶν, ἀλλὰ δῆλον ὅτι συνέσονται τὰ μὲν ἄλλα πάντα ἴσοι, ὅσα δὲ νόμιμά ἐστι κατὰ τὴν πολιτικὴν κοινωνίαν ἀσμένως ἅτερος συγχωρήσεται τῷ ἐν ἀρχῇ· . δῆλον γὰρ ὡς νομίμως ἄρξει ὁ σπουδαῖος, καὶ ὁ φίλος οὗν ἀρχθήσεται νομίμως. παντὸς γὰρ μᾶλλον, φύλαξ ὁ σπουδαῖος ἰῆς πολιτικῆς κοινωνίας. ἡ μὲν οὑν τῶν αγαθῶν φιλία πάντως κατ’ ἰσότητα· εἰσὶ δέ πὼς καὶ αἱ λοιπαὶ ἐν ἰσότητι. καὶ γὰρ οἱ δι’ ἡδονὴν ἀνταποδιδόασιν ἀλλήλοις ἡδονὴν καὶ οἱ διὰ τὴν χρείαν ἀνθυπουργοῦσι τὰ χρήσιμα. ἔνιοι δ’ ἕτερον ἀνθ’ ἑτέρου καταλλάττονται, οἷον ἡδονὴν παρέχοντες λαμβάνουσι τὴν κατὰ χρήσιμον ὠφέλειαν, ὡς οἱ διὰ τὴν εὐτραπελίαν ἀξιοῦντες τυγχάνειν χρημάτων. ὅτι δὲ καὶ ἧττον φίλοι εἰσὶν οἱ τοιοῦτοι καὶ ἧττον μένουσιν, εἴρηται. δῆλον δὲ καὶ ὃ ἑξῆς λέγει, ὅτι καθ᾿ ὁμοιότητα τοῦ αὐτοῦ καὶ ἀνομοιότητα δοκοῦσι φιλίαι καὶ οὐ δοκοῦσιν. ᾗ μὲν γὰρ ὑπάρχει τῇ καῖ’ ἀρετὴν φιλίᾳ. καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, ταύτῃ ἐοικυῖαι αὗται φιλίαι νομίζονται· ᾗ δὲ ἡ μὲν τῶν ἀγαθῶν ἀδιάβλητος καὶ μόνιμος, αὗται δὲ καὶ διαβολὴν δέχονται καὶ μεταπίπτουσι, ῥᾳδίως οὐκ ἔστι. διαφέρουσι δὲ καὶ ἄλλως τῷ τὴν μὲν τῶν ἀγαθῶν καθ’ αὑτὴν εἶναι· δι’ αὑ- τοὺς γὰρ φιλοῦσιν ἀλλήλους· τὰ δ᾿ ἄλλα κατὰ συμβεβηκός, καὶ οἱ μὲν ἀγαθοῖ πόρρω εἰσὶ τοῦ ἀδικῆσαι ἄν ἀλλήλους. οἵ γε οὐδὲ τοὺς μηδὲν προσήκοντας ἀδικοῦσιν, οἱ δὲ τὰς ἄλλας φιλίας ἔχοντες κἂν ἀδικήσαιεν ἀλλήλους. εὕροι δ’ ἄν τις καὶ ἄλλας πολλὰς αὐτῶν διαφοράς, ταύτῃ δ’ ἀνόμοιοι οὖσαι τῇ πρώτῃ φιλίᾳ οὐ φαίνονται φιλίαι. Ἕτερον δέ ἐστι φιλίας εἶδος, τὸ καθ’ ὑπεροχήν ἕως ταῦτα μὲν οὖν ἀφείσθω. Καὶ γάρ ἐστιν ἀλλοτριώτερον ὥσπερ καὶ δίκαιον τὸ μὲν κατ’ ἰσότητα ἐστι. τὸ δὲ καθ’ ὑπεροχήν, οἷον πατρὸς πρὸς υἱὸν καὶ δεσπότου πρὸς δοῦλον καὶ ἀνδρὸς πρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος πρὸς ἀρχόμενον, οὕτω καὶ φιλία, ἡ μὲν κατ’ ἰσότητα, ἡ δὲ καθ’ ὑπεροχήν. ἔοικε γάρ πὼς τῇ δικαιοσύνῃ, ἔστι δὲ καὶ ἡ καθ’ ὑπεροχὴν φιλία ἐν τοῖς αὐτοῖς ἐν οἷς καὶ τὸ καθ’ ὕπερ ὀχὴν δίκαιον. ἡ γὰρ πατρὸς πρὸς υἱὸν φιλία καὶ ὅλως πρεσβυτέρου πρὸς νεώτερον (ἔστι δὲ φρονιμώτερος ὁ πρεσβύτερος ἵνα ἄρχῃ) καὶ ἡ ἀνδρὸς γυναῖκα καὶ ὅλως ἄρχοντος φιλία πρὸς ἀρχόμενον καθ’ ὑπεροχήν ἐστι. δῆλον γὰρ ὡς τὸ μὲν ἄρχον ὑπερέχει, τὸ δὲ ἀρχόμενον ὑπερέχεται. σὺν τούτῳ οὖν καὶ ἡ φιλία, σὺν τῷ τὸν μὲν ἄρχειν τὸν δὲ ἄρχεσθαι. διαφέρουσι δὲ καὶ αὗται αἱ καθ’ ὑπεροχὴν ἀλλήλων. οὐ γὰρ ταὐτὰ ὑπάρχει γο. νεῦσι παρὰ τέκνων καὶ ἄρχουσι παρὰ ἀρχομένων οὐδὲ υἱοῖς παρὰ γονέων καὶ ἀρχομένοις παρὰ ἀρχόντων. ἀλλ’ εἰσί τινες φυσικαὶ οἰκεῖαι γονεῦσι παρὰ τέκνων ὑπουργίαι, καὶ τέκνοις παρὰ γονέων προστάξεις καὶ ἐπιμέλειαι, ὧν οὐδὲν μέτεστι τοῖς ἄρχουσι καὶ ἀρχομένοις· καὶ αἱ φιλίαι οὖν ταύτῃ διοίσουσιν. ὅτι δὲ πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα οὐ τὰ αὐτὰ ὑπάρχει, οὐδὲ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα. γονεῦσι μὲν γὰρ καὶ ἀνδράσι προσήκει ἄρχειν, υἱέσι δὲ καὶ γυναιξὶ οὔ. καὶ τοῦτο ποιεῖ τὴν φιλίαν αὐτῶν οὐ κατ’ ἰσότητα ἀλλὰ καθ’ ὑπεροχήν. ταῦτα μὲν οὖν πᾶς ἄν συγχωρήσειεν, ἣν δ’ ἐπιφέρει αἰτίαν τοὺ μὴ τὴν αὐτὴν εἶναι φιλίαν πατρὶ πρὸς υἱὸν καὶ υἱῷ πρὸς πατέρα καὶ ἀνδρὶ πρὸς γυναῖκα καὶ γυναικὶ πρὸς ἄνδρα, σφόδρα ἐστὶν ἀμφισβητήσιμος. λέγει δὲ οὕτως ἑτέρα γὰρ ἑκάστῳ τούτων ἀρειὴ καὶ ἔργον. οὔ φασι δή τινες ἄλλην ἀρειὴν εἶναι πατρὸς καὶ ἄλλην υἱοῦ οὐδὲ ἄλλην ἀνδρὸς γυναικὸς δὲ ἑτέραν. ἐξαρκεῖ δὲ ἐπ’ ἀνδρὸς καὶ γυἐρωτῶσι δὲ τὸν τρόπον τοῦτον καὶ μάλιστα οἱ Σωκρατικοί. ὅρα τὸν μὲν ἄνδρα χρὴ δίκαιον εἶναι, τὴν δὲ γυναῖκα ἄδικον; οὐ δῆτα. τί δέ; τὸν μὲν ἄνδρα σώφρονα, τὴν δὲ γυναῖκα ἀκόλαστον; οὐδὲ τοῦτο. οὕτω δὴ καθ’ ἑκάστην ἐπιόντες ἀρετὴν καὶ λαβόντες, ὅτι δεῖ καὶ τὸν ἄνδρα καὶ τὴν γυναῖκα πάσας ἔχειν τὰς ἀρετὰς συμπεραίνονται, ὅτι ἡ αὐτὴ ἀνδρὸς καὶ γυναικὸς ἀρετή. τί οὖν ῥητέον πρὸς τὰ τοιοῦτα; ἢ ἀρκτέον ἀπὸ τοῦ ἄρχοντος καὶ ἀρχομένου. εἰ γὰρ τοῦ μὲν ἄρχοντος ἀρετὴ ἐν τῷ ἄρχειν καλῶς, τοῦ δὲ ἀρχομένου ἐν τῷ ἄρχεσθαι καλῶς, οὐκ ἄν εἴη ἡ αὐτὴ ἄρχοντος καὶ ἀρχομένου ἀρετή. καὶ γὰρ κακία μὲν ἀρχομένου, ἂν τὰ τοῦ ἄρχοντος πράττῃ, κακία δὲ ἄρχοντος, ἄν τὰ τοῦ ἀρχομένου ποιῇ, ὥσπερ καὶ κυβερνήτου μὲν ἀρετή, ἂν τὰ τοῦ κυβερνήτου ποιῇ καὶ ἄρχῃ τῶν ναυτῶν, τῶν δέ γε ναυτῶν ἀρειή, ἂν ἄρχωνται ὑπὸ τοῦ κυβερνήτου. εἰ δὲ τῆς αὐτῆς ἐπιστήμης ἐστὶ τὸ ἄρχειν καὶ τὸ ἄρχεσθαι, οὐδὲν τοῦτο ἐμποδὼν τῷ λόγῳ. τάχα μὲν γάρ καὶ πρὸς τοῦτο ἐνσταίη ἄν τις, ὡς ἱκανοῦ τινος ἐσομένου ἄρχεσθαι, μὴ πάντως δὲ ἄρχειν. οἱ γάρ εἰθισμένοι ὑπακούειν τῶν ἀρχόντων, ἄρχεσθαι μὲν ἂν δύναιντο κατ’ ἔθος, ἄρχειν δὲ οὐκ ἴσασιν. εἰ δὲ καὶ δοθείη τὸν αὐτὸν ἐπίστασθαι ἄμφω, ἀλλ’ ᾖ μὲν ἄρχει ἄλλη ἀρετή, ᾗ δὲ ἄρχεται ἑτέρα. εἰ δὲ ἄλλη μὲν ἀρετὴ ἄρχοντος, ἑτέρα δὲ ἀρχομένου (εἰδὶ δὲ ἐν ταῖς εἰρημέναις πάσαις κοινωνίαις καὶ ἀρχόμενοι· πατὴρ μὲν γὰρ ἄρχει, υἱοὶ δὲ ἄρχονται καὶ ἀνὴρ μὲν ἄρχει, γυνὴ δὲ ἄρχεται), ἄλλη ἄν εἴη τούτων ἑκάστου ἀρετή. ταῦτα μὲν οὖν μᾶλλον ἐπισκεπτέον. Ἐν πάσαις δὲ ταῖς ἀρχαῖς καὶ ταῖς καθ’ ὑπερβολὴν φιλίαις οὐ μόνον τὴν φιλίαν δεῖ εἶναι ἀνάλογον ἀλλὰ καὶ τὴν φίλησιν. καὶ σχεδὸν διὰ τὴν φίλησιν καὶ ἡ φιλία ἕξει ἀνάλογον. ἂν γὰρ ὁ κρείττων καὶ ὠφελιμώτερος μᾶλλον φιλῆται τοῦ ἧττον τοιούτου, ἀνάλογον ἕξει καὶ ἡ φίλησις καὶ ἡ φιλία. ὡς γὰρ ἐν ταῖς πολιτικαῖς διανομαῖς κατ’ ἀξίαν δεῖ τὴν τιμὴν νέμεσθαι, οὕτως καὶ ἐν ταῖς φιλίαις ταῖς καθ’ ὑπεροχὴν τὸ φιλεῖσθαι κατ’ ἀξίαν νέμεσθαι. ἔσται γὰρ ἰσότης, ἄν τὸ φιλεῖν καὶ τὸ φιλεῖσθαι ἀνάλογον γίνηται καὶ κατ’ ἀξίαν. οὗτος δ’ ὁ λόγος μηνύει δεῖν τοὺς γονεῖς μᾶλλον φιλεῖσθαι ὑπὸ τοῦ υἱῶν ἢ φιλεῖν, εἰ καὶ μὴ συμβαίνει οὕτως· εἰσὶ γὰρ καὶ ὠφελιμώτεροι καὶ κρείττους. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ τῶν ἄλλων ἀρχόντων. ὅσῳ γὰρ ἀμείνους, μᾶλλον αὐτοὺς δεῖ φιλεῖσθαι. ζητῆσαι δ’ ἄν τις περὶ τῶν καθ’ ὑπεροχήν φιλιῶν πότερον ἐν τοῖς εἰρημένοις εἴδεσι γίνονται ἢ ἄλλα τινὰ φιλίας εἴδη ταῦτά ἐστι. λέγει δὲ καὶ Εὔδημος καὶ Θεόφραστος, ὅτι καὶ αἱ καθ’ ὑπεροχὴν φιλίαι ἐν τοῖς αὐτοῖς γίνονται, ἢ δι’ ἡδονὴν ἢ διὰ τὸ χρήσιμον ἢ δι’ ἀρετήν. γένοιντο γὰρ ἂν καὶ σπουδαῖοι φίλοι ὁ μὲν ἄρχων ὁ δὲ ἀρχόμενος· καὶ τὰ μὲν ἄλλα ἔσονται φίλοι, τὰ δὲ νόμιμα φυλάξουσιν ἐν τῷ εἶναι φίλοι, ὁ μὲν ὑπερεχόμενος ὅσα προστάττει ὁ νόμος ὁ δὲ ὑπερέχων. καὶ πατὴρ καὶ υἱὸς σπουδαῖοι· καὶ παντὸς μὲν μᾶλλον τὴν πατρικὴν ὑπεροχὴν συγχωρήσει τῷ πατρὶ ὁ υἱός. ὁμοίως δὲ καὶ γυνὴ σπουδαία ἀνδρὶ σπουδαίῳ· ἑκάτερος γὰρ αὐτῶν ἀκολουθῶν τῇ φύσει ὁ μὲν ἄρξεται ἡ δὲ ἀρχθήσεται. ἐν δὲ τοῖς μὴ σπουδαίοις, μέσοις δὲ δῆλον ὡς ἐγχωρεῖ καὶ δι’ ἡδονὴν φίλους εἷναι καὶ διὰ τὸ χρήσιμον, τὸν μὲν ὑπερέχοντα τὸν δὲ ὑπερεχόμενον, οἷον ἄρχοντα καὶ ἀρχόμενον, καὶ γυναῖκα δὲ <καὶ> ἄνδρα ἀμφοτέρους ἔστι φίλους περὶ δὲ υἱοῦ καὶ πατρὸς ἀπορήσαι ἄν τις, εἰ οἷόν τε κατὰ τὸ χρήσιμον φιλεῖν ἀλλήλους ἢ δι’ ἄλλο τι βούλεσθαι τἀγαθὰ τῷ υἱεῖ τὸν πατέρα, ἢ δι’ αὐτὸν τὸν υἱόν, ἄν γε κατὰ φύσιν φιλῇ· ὥστ’ ἔοικε φυσική τις φιλία αὕτη εἶναι μᾶλλον. παρακολουθεῖ δ’ ἴσως καὶ τῇ τοιαύτῃ, ὅταν φυσικῶς γίνηται, καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον. ταῦτα μὲν οὖν ἐπισκεπτέον ὡς ἔχει. Φησὶ δὲ μὴ ὁμοίως ἔχειν τὸ ἴσον ἐν τοῖς δικαίοις καὶ ἐν τῇ φιλίᾳ· ἐν μὲν γὰρ τοῖς δικαίοις πρῶιον μὲν ἴσον τὸ κατ’ ἀξίαν καὶ τὸ μὴ τῶν αὐτῶν τυγχάνειν τὸν κρείττονα τῷ ἐλάττονι, δευτέρως δὲ τὸ κατὰ τὸ ποσόν. λέγει δὲ ἐν ἄλλοις ἴσον τὸ καῖ’ ἀριθμόν. γίνεται δ’ ἐπειδὰν ἴσων τυγχάνωσιν οἱ ἐλεύθεροι πάντες. μάλιστα δ’ ἀξιοῦσι ταύτῃ χρῆσθαι τῇ ἰσότητι οἱ δημοκρατούμενοι. διὰ γὰρ τὸ ἐλεύθεροι εἶναι πάντες τῶν αὐτῶν καὶ ὁμοίων τυγχάνειν ἀξιοῦσιν. ἐν δὲ τῇ φιλίᾳ τὸ μὲν κατὰ ποσὸν ἴσον πρῶτον |(δεῖ γὰρ τοὺς τῷ ὄντι φίλους εἶναι ἀλλήλοις ἴσους), τὸ δὲ κατ’ ἀξίαν δευτέρως. οὐ βούλεται γάρ ἡ κυρίως φιλία ἐν ὑπεροχῇ εἶναι τοῦ ἑτέρου. δῆλον δὲ ἐν οἷς πολὺ τὸ διάστημά τινων πρὸς ἀλλήλους. οὐ γὰρ γίνεται φίλος ὁ μηδενὸς ἄξιος τῷ ἐναρέτῳ καὶ σπουδαίῳ οὐδὲ τοῖς βασιλεῦσιν οἱ πολὺ καταδεέστεροι· οὐδὲ τοῖς θεοῖς δὲ τὴν κυρίως φιλίαν εἰσὶ φίλοι οἱ σπουδαῖοι καὶ οἱ καλού- μένοι θεοφιλεῖς, λέγω δὲ τὴν κατ’ ἰσότητα· πολὺ γὰρ τὸ μεταξὺ διάστημα. ἀλλ’ ἀγαπητόν, ἄν εὐμενεῖς· καὶ ἵλεως αὐτοὺς ἔχωμεν, ἡμῖν δέ ὦσι σ· εβάσμιοι. c φανερὸν οὖν ,ὡς καὶ τὰ ὀνόματα διαφέρει ταῦτα τῶν πραγμάτων διαφερόν- διαφερόντων. οὐ γὰρ λέγομεν, ὅτι σέβεται ὁ φίλος τὸν φίλον οὐδ’ ὡς Μιώς ἐστι καὶ ἐπήκοος αὐτοῦ ταῖς εὐχαῖς· ἀλλὰ τὸ μὲν σέβεσθαι πολὺ καταδεεστέρου, τὸ δὲ ἵλεως εἶναι πολὺ ὑπερέχοντος. Ἀκριβῶς μὲν οὖν οὐκ ἔστι λόγῳ διορίσαι μέχρι πόσου τῆς ὑπεροχῆς οὔσης ἐγχωρεῖ φιλίαν εἶναι. οὐδὲ γὰρ τὰ ἄλλα τὰ πρακτὰ δυνατὸν ἀκριβῶς διορίσαι. νόμως δ’ ὅταν πολὺ ᾖ τὸ μεταξὺ διάστημα, οὐ γίνεται φιλία. διὸ καὶ ἀπορεῖται εἰ βουλήσεται ὁ φίλος τῷ φίλῳ τά μέγιστα ἀγαθά, οἷον θεὸν γενέσθαι. φανερὸν μὲν οὗν ὅτι τὰ ἀδύνατα οὐ βουλήσειαι ὁ φρόνιμος· τοιοῦτον δὲ τὸ ἐξ ἀνθρώπου θεὸν γενέσθαι· ἀλλ᾿ ἐξ ὑποθέσεως, εἰ δυνατὸν εἴη θεὸν γενέσθαι, ἆρά γε βουλήσεται; σχεδὸν γάρ θελήσει τὸν φίλον μὴ εἶναι φίον, ὥστε οὐδὲ ἀγαθὸν αὐτῷ. ὁ γὰρ φίλος ἀγαθός, εἰ τῷ φίλῳ βούλεται ὁ φίλος αὐτοῦ ἐκείνου ἕνεκεν τὰ ἀγαθά, ἐθελήσει πᾶσαν αὐτὸν ὑπεροχὴν ἔχειν ἀγαθοῦ. ταῦτα μὲν οὖν ἀπορείσθω. ἃ δ’ ἑξῆς λέγει φάσκων τὸν φίλον αὑτῷ τῷ μάλιστα βούλεσθαι τἀγαθά, οὐ περὶ τῶν τὴν πρώτην φιλίαν ἐχόντων εἴ- ῥηταὶ ἀλλὰ περὶ τῶν ὁμωνύμως λεγομένων φίλων. λέγει δ’ ἔζης τὴν αἰτίαν, δι᾿ ἣν οἱ πολλοὶ βούλονται φιλεῖσθαι μᾶλλον ἢ φιλεῖν. διὰ γὰρ τὴν φιλοτιμίαν μίαν τοῦτοπάσχουσιν, ἡγούμενοι ταὐτὸν εἶναι τὸ φιλεῖσθαι ἰῷ τιμᾶσθαι· ἔστι δὲ ἕτερον. τὸ μὲν γὰρ τιμᾶσθαι οὐ δι’ αὑτὸ αἱροῦνται ἀλλὰ κατὰ συμ- βεβηκός. ὑπὸ μὲν γὰρ τῶν ἐν ταῖς ἐξουσίαις χαίρουσι τιμώμενοι δι᾿ ἐλ- πίδα τοῦ τεύξεσθαί τινων καὶ ἅμα δυνάμεως ἐφιέμενοι· ὑπὸ δὲ τῶν υἱῶν, ἡγούμενοι μάρτυοͅας ἔχειν. ὅτι εἰσὶν ἀγαθοί. ἀσμενίζουσιν οὖν βεβαιοῦντες ἣν ἔχουσι περὶ αὑτῶν δόξαν. τῷ φιλεῖσθαι δὲ καθ’ αὑτὸ χ αἴρουσι· κρεῖτ- τον οὖν τὸ φιλεῖσθαι τοῦ τιμᾶσθαι καὶ ἡ φιλία τῆς τιμῆς. τὸ γάρ καθ’ αὑτὸ αἱρετὸν βέλτιον τοῦ δι’ ἕτερον. Ἔστι μὲν οὖν ἡ φιλία ἐν τῷ φ̔οιλεῖν καὶ φιλεγσθαι· μᾶλλον δὲ δοκεῖ ἐν τῷ φ ιλεῖν εἶναι- ἡ ἐν τῷ φιλεῖσθαί. ἡ γὰρ ἐνέργεια ἑκατέρων τῶν φίλων ἐν τῷ φιλεῖν· τὸ δὲ φιλεῖσθαι οὐκ ἔστιν αὐτῶν ἐνέργεια. ἕκαστον δὲ περὶ ἐκεῖνό ἐστι περὶ ὃ ἔχει τὴν ἐνέρ-ίειαν. σημεῖον δὲ φέρει τούτου τὸ καὶ τἀς μητέρας τῶ φιλεῖν χαίρειν, κἄν μὴ φιλῶνται. ὑπὸ γοῦν τῶν εἰς τροφὴν δοθέντων ἄλ- λαις γυναιξὶν ἀγνοού|μεναιἐνίοτε οὐ φιλοῦνται μέν, ἱκανὸν δὲ αὐταῖς ἂν ὁρῶσιν εὖ πράττοντας. εἴληφε δὲ οὐ φιλίαν, ἀλλὰ φίλησιν· ἡ γὰρ φιλία ἐν τοῖς ἀντιφιλοῦσιν. ἀλλ’ ὅμως ἴχνος τι φιλίας ἡ τῶν γονέων πρὸς τὰ τέκνα. ἴχνος δὲ λέγω, διότι ἐνίοτε οὐκ ἀντιφιλοῦσιν οἱ υἱεῖς· πλὴν σφόδρα ἔοικε τῇ φιλίᾳ, διότι βούλονται τἀγαθὰ τοῖς υἱέσιν οἱ γονεῖς αὐτῶν ἐκείνων ἕνεκα. ἐν τούτῳ δέ ἐστι τὸ μάλιστα τῆς φιλίας ἔργον. εἰ οὖν μᾶλλον ἡ φιλία ἐν τῷ φιλεῖν ἢ ἀντιφιλεῖσθαι καὶ ἐπαινοῦνται οἱ φιλοῦντες τοὺς φίλους, ἀρετὴ ἂν εἴη φίλων τὸ φιλεῖν. ἑκάστω γὰρ ***Εἰπὼν ἐν ἀρχῇ ὡς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται, οἷον ‘ἐρᾶν ὄμβρου γαῖαν ξηρανθεῖσαν᾿, ἐπιφέρει τούτου τὴν λύσιν μαλακῶς· καί φησιν ὡς οὐ καθ’ αὑτὸ ἁλλὰ κατὰ συμβεβηκὸς τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεται· καθ’ αὑτὸ γὰρ τοῦ μέσου ἐφίεται· ἔστι γὰρ τοῦτο τὸ ἀγαθόν. παραδείγματα δὲ τοῦ τὸ ἐναντίον τοῦ ἐναντίου ἐφίεσθαι μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ταῦτά φησιν. οἷον τὸ ὑγρὸν οὐχ ὑπερξηρανθῆναι βούλεται ἀλλὰ πρὸς τὸ μέσον ἐλθεῖν· εἰ γὰρ ὁ ἀὴρ ὑπερυγρανθείη, οὐ διὰ τοῦτο τὸν ὄμβρον ὠθεῖ πρὸς τὸ κάτω, ἵν’ ὑπερξηρανθῇ, ἀλλ’ ἵνα τὴν πολλὴν ἀποβάλλῃ ὑγρότητα· ὁμοίως δὲ καὶ τὸ θερμὸν καὶ τὰ ἄλλα. <Ἔοικε δέ, καθάπερ ἐν ἀρχῇ εἴρηται, ἕως πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν>. Ἔοικε δέ, ὃ καὶ ἐν ἀρχῇ εἴρηται, ἐν οἷς ἔλεγε “καὶ τῶν δικαίων τὸ μάλιστα φιλικὸν εἶναι” τοῖς νῦν εἰρημένοις εἶναι ὅμοιον. ἡ γὰρ φιλία καὶ τὸ δίκαιον περὶ τὰ αὐτά ἐστι καὶ ἐν τοῖς αὐτοῖς, οἷς φιλία ἐστὶν ἐν τοῖς συστρατιώταις καὶ τοῖς λοιποῖς ὁμοτέχνοις, ἀλλὰ καὶ τὸ δίκαιον ἐν τούτοις. οὐ γὰρ αἱρήσεταί τις ἐκ τούτων τὸ παρ’ ἀξίαν λαβεῖν. ἀλλὰ καὶ περὶ τὰ αὐτά· περὶ τὰ στρατιωτικὰ γὰρ ἡ φιλία τοῖς στρατιώταις. κατασκευάζων δὲ τὸ ἐν οἷς ἐστι φιλία ἐν τοῖς αὐτοῖς καὶ τὸ δίκαιόν φησι. πάσῃ γὰρ κοινώσει δοκεῖ τι δίκαιον εἶναι καὶ φιλία. καθ’ ὅσον δὲ κοινωνοῦσι· καθ’ ἅς φησι ιέχνας κοινωνοῦσι κατὰ ταύτας καὶ φίλοι εἰσίν, οἷον εἴ τις τύχοι καὶ στρατιώτης καὶ δικαστὴς ὤν, ἕτερος δὲ στρατιώτης μόνον, καθ’ ὃ κοινωνοῦσι καὶ τὴν φιλίαν κατὰ τοῦτο ἕξουσιν, ἔτι δὲ καὶ τὸ δίκαιον. ἐν ᾗ γὰρ κοινωνοῦσι τέχνῃ, τὸ κατ’ ἀξίαν λαμβάνειν ἐθέλουσιν. ἔστι δὲ ἀδελφοῖς μὲν καὶ ἑταίροις κοινὰ καὶ πλοῦτος καὶ κτήματα καὶ τἄλλα, μόνοις δὲ στρατιώταις τὰ στρατιωτικά· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τοῖς μὲν ἀδελφοῖς πλείω τὰ κοινά, τοὶς δ’ ἄλλοις ἐλάττω. καὶ γὰρ καὶ φιλία μᾶλλον ἡ τῶν ἀδελφῶν ἢ ἡ τῶν συστρατιωτῶν. ἀλλὰ καὶ τὸ δίκαιον τοιοῦτον. διαφέρει γὰρ τὸ ἐν τοῖς ἀδελφοῖς δίκαιον καὶ τὸ ἐν τοῖς λοιποῖς· αὔξησιν δὲ λαμβάνει τὸ δίκαιον τῷ μᾶλλον πρὸς πρὸς γίνεσθαι. βουλόμενος δὲ τοῦτο δεῖξαι, ἐκ τοῦ ἐναντίου ἐπιχειρεὶ· εἰ γὰρ δεινότερόν ἐστιν τὸ χρημάτων ἀποστερῇ ’σαι ἑταῖρον ἢ πολίτην, καὶ τὸ πρὸς φίλους γινόμενον δίκαιον κρεῖττόν ἐστιν. εἰ δ’ αὔξεται ἡ φιλία, αὔξεται καὶ τὸ δίκαιον, ὡς ἐν τοῖς αὐτοῖς ὄντα. μόρια δὲ τῆς πολιτικῆς αἱ κοινωνίαι τῶν στρατιωτῶν καὶ τῶν λοιπῶν εἰσιν, ἀκολουθοδσι δὲ αἱ φιλίαι τῶν στρατιωτῶν ταῖς ἐκείνων κοινωνίαις. ***τρίτον εἶδος πολιτείας φησὶ τὴν τιμοκρατίαν, ἣ λέγεται διὰ τὸ ἀπὸ τιμημάτων γίνεσθαι. διδόντες γὰρ χρήματα τὸ ἄρχειν ἐλάμβανον· διὰ τοῦτο καὶ τιμοκρατία ἐλέγετο. <***>κακίᾳ δὲ τῶν ἀρχόντων εἰσίν, ὅταν ἐξ ἀριστοκρατίας εἰς ὀλιγαρχίαν μεταβῇ, καὶ ταύτην φαύλην. εἰ γὰρ ἡ ὀλιγαρχία ἀγαθή, οὐδὲν συμβήσεται χείριστον. #x003E; ἥκιστα δὲ μοχθηρόν ἐστιν ἡ δημοκρατία. τὴν δημοκρατίαν ἐλάττω φησὶν εἶναι κακίαν τυραννίδος καὶ ὀλιγαρχίας διὰ τὸ ἐπὶ μικρὸν παρεκβαίνειν τὴν δημοκρατίαν, ἥτις ἐστὶ πολιτεία. εἰ γὰρ καθ’ αὑτὸ σκοπήσεις, χείρω ἂν εὑρήσεις τὴν δημοκρατίαν τῶν ἑτέρων. εἰ γὰρ ἐν τῇ δημοκρατίᾳ πάντες ἄρχουσιν, ἐν τῇ τυραννίδι καὶ ὀλιγαρχίᾳ τῇ μὲν ὀλίγοι τῇ δὲ εἷς, χεῖρον δέ ἐστι τὸ πολλοὺς φαύλους ἄρ· ’χειν ἢ καὶ ὀλίγους ἢ καὶ ἕνα· χείρων ἄρα καὶ ἡ δημοκρατία τῶν λοιπῶν παρεκβάσεων. |***Καθ’ ἑκάστην δὲ τῶν πολιτειῶν. τρία εἴδη πολιτείας εἰπὼν καθ’ ἕκαστόν φησι φιλίαν εἶναι ἐφ’ ὅσον καὶ τὸ δίκαιον. εἰ γὰρ μεῖζον τὸ δίκαιον τὸ τοῦ βασιλέως πρὸς τοὺς ὑπ’ αὐτόν, παρὰ τῶν ἀριστοκρατῶν καὶ τιμοκρατῶν πρὸς τοὺς ὑπὸ χεῖρα, καὶ ἡ φιλία καλλίων. ἀνάλογος δὲ τῇ βασιλικῇ καὶ ἡ πατρική. διαφέρει δὲ ἡ πατρικὴ τοῖς εὐεργετήμασιν. αἴτιος γὰρ ὁ πατὴρ τοῦ εἶναι, ὅ ἐστι μέγιστον. ἀλλὰ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται, ἤτοι συγκεχώρηται παρ’ ἡμῶν τὸ ἀγαγεῖν εἰς τὸ εἶναι ἡμᾶς καὶ τὰ λοιπά, εἰ καὶ μὴ ἀμέσως ἀλλὰ διὰ μέσων τῶν πατέρων, ἢ καὶ τοῖς προγόνοις ταῦτα ἀπονέμεται παρὰ τῶν πατέρων ἡμῶν τὸ ἀγαγεῖν αὐτοὺς εἰς τὸ εἶναι. ὑπερέχει δὲ ἡ φιλία τῶν πατέρων καὶ βασιλέων καὶ οὐ τὸ αὐτὸ δίκαιον πατρὶ πρὸς υἱοὺς καὶ βασιλεῖ πρὸς ἀρχομένους· οὐδ’ ἡ φιλία ὁμοία· ἡ δὲ τοὐ ἀνδρὸς πρὸς τὴν γυναῖκα φιλία ὁμοία τῇ ἀριστοκρατίᾳ’ κατὰ τὸ πρέπον γάρ· καὶ γὰρ ἀνδρὶ πλέον ἀγαθόν· οὕτω καὶ τὸ δίκαιον. εἰπὼν ὁμοίαν εἶναι τὴν τῶν ἀδελφῶν φιλίαν τῇ τιμοκρατίᾳ, νῦν τῇ ἑταιρικῇ φησι διὰ τὸ ὁμοίους εἶναι, εἰ καὶ μικρὸν ἡ ἑταιρικὴ κρείττων. τῇ δ’ ἑταιρικῇ ἔοικε καὶ ἡ τιμοκρατική. ὡς γὰρ οἱ ἀπὸ τῶν τιμημάτων ἄρχοντες ἴσοι βούλονται εἶναι, οὕτω καὶ οἱ ἑταῖροι. |Ε; ἑκάστῳ γὰρ καὶ ἡ φιλία πρὸς τὰ τέκνα τῆς φιλίας τοῦ βασιλέως, ἣν ἔχει πρὸς τοὺς βασιλευομένους, καὶ τοῦ δικαίου τοῦ πρὸς αὐτοὺς καὶ πάντων δὲ τῶν προγόνων ἡ πρὸς τοὺς ἐγγόνους φιλία καὶ τὸ δίκαιον ἐν ὑπεροχῇ πάντων, καὶ εἰ ἔτι τῶν ἄνωθέν τις ζωή· καὶ τὸ δίκαιον δὲ ἐν τούτοις τὸ κατ’ ἀξίαν, οὐ τὸ κατ’ ἰσότητα· ἀνδρὸς δὲ πρὸς γυναῖκα ἀριστοκρατικὴ φιλία καὶ δίκαιον ἀριστοκρατικόν, ἡ δὲ τῶν ἀδελφῶν φιλία τῇ ἑταιρικῇ ἔοικεν.] ἑταιρικὴ δέ ἐστιν ἡ τῶν ἴσων καὶ ἡλικιωτῶν καὶ ὁμοηθῶν ἀλλήλοις καὶ ὁμοιοπαθούντων. τοιαύτη δέ καὶ ἡ τῶν ἀδελφῶν. ἥλικες γάρ πὼς καὶ οὗτοι καὶ συνήθεις καὶ ὁμοιοπαθεῖς, ἄν γε μὴ διεφθαρμένοι τύχωσι τὰς ψυχάς· τοιαύτη δὲ καὶ ἡ τιμοκρατική· καὶ γὰρ οἱ ἐν τῆ πολιτείᾳ ταύτῃ ἴσοι βούλονται εἶναι καὶ ἐπιεικεῖς, οὐκ ἀκριβῖς μὲν κατ’ ἀρετήν, ἠγμένοι δὲ ἐλευθερίως καὶ πεπαιδευμένοι μετρίως κα. · τοὺς νόμους. διὸ καὶ βελτίων ἐστὶ τῆς δημοκρατίας, ἐν ᾗ καὶ οἱ τυχόντες καὶ μηδέποτε ἐλευθερίου παιδείας μετέχοντες ἄρχειν εἰώθασιν. ἐν δὲ ταῖς τιμοκρατίαις ἐν μέρει τὸ ἄρχειν καὶ ἐξ ἴσου. οὕτω δὴ καὶ αἱ φιλίαι, ἴσαι δηλονότι καὶ οὐ μεθ’ ὑπερβολῆς. ἐν δὲ ταῖς παρεκβάσεσιν, ὥσπερ καὶ τὸ δίκαιον μικρόν ἐστιν, οὕτω καὶ ἡ φιλία. ἥκιστα δὲ ἐν τῇ χειρίστῃ ἔνεστι φιλία, λέγω δὴ τῇ τυραννίδι. καὶ γὰρ τὸ δίκαιον ἐν ταύταις <ἥκιστα> ἔνεστιν. |ἐν μέρει δ' ἄρχουσιν οἱ τιμοκρατικοί, καὶ ἡ φιλία αὐτῶν ἐν μέρει· ἐν οἷς γὰρ ἄρχουσιν. ὥσπερ δὲ οἱ παρεκβάντες ἐπὶ μικρὸν ἔχουσι τὸ δίκαιον, οὕτω καὶ τὴν φιλίαν, ὁ δὲ τύραννος οὐδαμοῦ φιλεῖ, ὀργάνοις δὲ πρὸς κακίαν χρῆται τοῖς ἀρχομένοις καὶ ὥσπερ σῶμα τῇ ψυχῇ. ὡς γὰρ τὸ σῶμα ψυχῆς ἄνευ εἶναι οὐ δύναται, οὕτως οὐδ’ οὗτος ἄνευ τῶν ποριζόντων αὐτῷ. ἐπὶ μικρὸν μὲν οὖν πολλάκις φιλοῦσιν οἱ τύραννοι διὰ τὸ χρῆσθαι πρὸς κακίαν. ἐν οἷς γὰρ μηδέν ἐστι κοινὸν ἄρχοντι καὶ ἀρχομένῳ ἀλλὰ πάντα περι- σπᾶ εἰς ἑαυτὸν καὶ ἁρπάζει ὁ ἄρχων, οὔτε φιλία ἐστὶν οὔτε δίκαιον. οὕτε γὰρ τεχνίτῃ πρὸς ὄργανόν ἐστί τις φιλία οὔτε δίκαιον οὔτε ψυχῇ πρὸς σῶμα οὔτε πρὸς δοῦλον δεσπότῃ. κήδονται μὲν γὰρ τούτων οἱ ἄρχοντες καὶ ὠφελοῦσιν <ἀλλ' οὐ φιλοδσιν> αὐτά, τὸ μὲν ὄργανον ὁ τεχνίτης κατασκευάζων ἐπιμελῶς, τὸ δὲ σῶμα ἡ ψυχή, τὸν δὲ δοῦλον ὁ δεσπότης, ἀλλ' αὐτῶν ἕνεκα καὶ ἵνα ὑπουργῇ αὐτοῖς. ὅπως δὲ δῆλον γένηται πῶς εἶπε μὴ εἶναι φιλίαν δεσπότῃ πρὸς δοῦλον, ἐπεξηγεὶται λέγων, ᾗ μὲν οὖν δοδλος οὐκ ἔστι φιλία πρὸς αὐτόν ***ἰσότητα ἀλλὰ πάντα προστάττειν τῷ οἰκέτῃ τὸν δεσπότην, εἰς αὑτὸν ἀναφέροντα τὴν χρείαν· ᾗ δ’ ἄνθρωπός ἐστιν, ἔσεσθαί τινα αὐτοῖς φιλίαν. καὶ ἤδη τινὲς κατανοήσαντες δοςυλους κρείττονας τῆς ὑπαρχούσης τύχης αὐτοῖς, ἑταίρους ἀντὶ δούλων αὐτοὺς ἐκτήσαντο. καὶ ἐν ταὶς τυραννίσι δὴ ἐπὶ μικρὸν ἢ οὐδ’ ὅλως εἰσὶ φιλίαι πρὸς τοὺς ἀρχομένους τοῖς τυράννοις, ἐν δὲ ταῖς δημοκρατίαις ἐπὶ πλέον ἐστὶν ἡ μιλία καὶ τὸ δίκαιον ἤπερ ἐν ταῖς ἄλλας παρεκβάσεσι. πολλὰ γὰρ τὰ κοινὰ ἴσοις οὖσιν· ὅπου δὲ κοινωνία ἔνεστι καὶ φιλία τις καὶ δίκαιον. ’Ev κοινωνίᾳ μὲν οὗν ἕως περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. Ὀτι μὲν οὖν πᾶσα μιλία ἐν κοινωνίᾳ ἐστιν, εἴρηται. ἀφορίσειε δ΄ ἄν τις, φησί, τὴν συγγενικὴν καὶ τὴν ἑταιρικὴν φιλίαν, ἤτοι χωρίσειεν ὡς ἐχούσας τι διαφέρον τῶν κοινωνικῶν. λαμβάνει δὲ κοινωνικὰς τὰς καθ’ ὁμολογίαν τινά. καὶ τοῦτο ποιεῖ δῆλον λέγων· αἰ δὲ πολιτικαὶ καὶ φυλετικαὶ καὶ συμπλοικαὶ καὶ ὅσαι τοιαῦται κοινωνικαῖς ἐοίκασιν. οἷν γὰρ κα θ’ ὁμολογίαν τινὰ φαίνονται εἶναι. εἰ δὲ τοιοῦτόν ἐστιν ἡ κοινωνικὴ φιλία, εἰκότως οὔτε ἡ συγγενικὴ οὔτε ἡ ἑταιρική εἰσι κοινωνίαι. οὐ γὰρ καθ’ ὁμολογίαν φιλοῦσιν ἀλλήλους οἱ συγγενεῖς ἀλλ’ ὑπὸ τῆς φύσεως προαγόμενοι· οὐδ’ οἱ ἑταῖροι. ἐν κοινωνίᾳ μὲν οὖν πᾶσαι φιλίαι. διὰ τὸ κοινωνεὶν φησι φιλοῦσιν οἵ τε συμπλωτῆρες καὶ οἱ συνναυπηγοῦντες καὶ οἱ λοιποί, οἷον πολῖται καὶ φυλέται. τὴν γὰρ συγγενικὴν καὶ ἑταιρικὴν χωριστέον τῶν τοιούτων. οὐ γὰρ ἡ φιλία τοῖς τοιούτοις διὰ τὴν κοινωνίαν ἀλλὰ δι’ αὐτὸ τὸ καλόν. φυσικῶς γὰρ τοὺς συγγενεῖς στέργουσι πάντες οἱ συγγενεῖς. ἀλλὰ καὶ ἡ ἑταιρικὴ φιλία δι’ αὐτὸ τὸ ἀγαθὸν καὶ διὰ συνήθειαν καὶ τὸ ἴσους εἶναι καθ΄ ἡλικίαν. εἰς τὰς κοινωνικὰς δὲ τὴν ξενικήν τις τάξειε. πολυειδὴς δὲ καὶ ἡ συγγενικὴ φιλία, οἷον ἡ τοῦ πατρὸς πρὸς υἱούς, ἡ τῶν υἱῶν πρὸς πατέρα, ἡ τῶν ἀδελφῶν· πρὸς ἀλλήλους καὶ τῶν λοιπῶν συγγενῶν· ἐκ πατέρων δ’ αὗται τὴν ἀρχὴν ἔχουσι. καὶ μᾶλλον ὁ πατὴρ οἰκεῖος τῷ τέκνῳ ἢ τὸ τέκνον τῷ πατρί. τῶν δὲ παίδων οὐδὲν τῷ πατρὶ οἰκεῖον. ταὐτὸν γὰρ τοὺς ἀδελφοὺς ἀλλήλοις ποιεῖ ἡ πρὸς τοὺς γονεῖς ταυτότης διὰ τὸ τὰ τῷ αὐτῷ ταὐτὰ καὶ ἀλλήλοις εἶναι ταὐτά. ἀνάλογον δ’ ἔχει αἷμα καὶ ῥίζα· ὡς γὰρ οἱ ἀπὸ τῆς ῥίζης φύντες κλάδοι καὶ πρὸς ἀλλήλους καὶ πρὸς τὴν ῥίζαν τὴν ὁμοιότητα ἔχουσιν ἀλλὰ τὴν πρὸς ἀλλήλους ὁμοιότητα] διὰ τὸ ἀπὸ τῆ αὐτῆς εἶναι ῥίζης, οὕτω καὶ οἱ ἀπὸ τοῦ τῶν γονέων αἵματος ἔχουσι πρὸς ἀλλήλους τὴν ὁμοιότητα διὰ τὸ ἀπὸ τοῦ αὐτοῦ εἶναι αἵματος. ἔχουσι δὲ καὶ πρὸς τὸ αἷμα τὴν ὁμοιότητα. οἱ αὐτοί τέ εἰσι τῷ πατρὶ διῃρημένοι κατὰ τὰ σώματα. Ἀνεψιοὶ δὲ καὶ οἱ λοιποὶ συγγενεῖς οἷον ἔκγονοι καὶ δισέκγονοι πρὸς ἀλλήλους ἔχουσιν οἰκειότητα διὰ τὸ |ἀπὸ τῶν αὐτῶν γεννηθῆναι ἀδελφῶν. μᾶλλον δ’ εἰσὶν οἰκεῖοι, ὅσοι τῷ τοῦ γένους ἀρχηγῷ πλησιάζουσιν. ὅσῳ, φησίν, ἀναγκαιότερον οἰκία πόλεως καὶ πρότερον, τοσοῦτον καὶ τεκνοποιία τοῖς ζῴοις καὶ μᾶλλον ἀνθρώποις. ὡς γὰρ οὐκ ἂν πόλις συσταίη μὴ γινομένης οἰκίας, οὕτως οὐδὲ βίος ἀνθρώπινος οὐδὲ φιλία γένηται μὴ γεννηθέντων τῶν φιλτάτων παίδων. ὁ δὲ ζητῶν βίον ἀνδρὸς πρὸς γυναῖκα καὶ φίλου πρὸς φίλον οὐδὲν ζητεῖ ἢ εἰ ὅμοιον τὸ δίκαιον ἔχουσιν· ἐπεὶ δ’ οὐχ ὅμοιον τὸ δίκαιον, οὐδ’ ὁμοίως βιώσουσι. Τριττῶν δὴ οὐσῶν τῶν φιλιῶν. τριττὴν εἰπὼν εὔαι τὴν φιλίαν, διά τε τὸ ἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, καθ’ ἑκάστην φιλίαν εἰσὶ καὶ ἴσοι καὶ ὑπερέχοντες· ἴσοι μὲν ὡς ὅταν ἀμφότεροι ἀγαθοί, καθ’ ὑπεροχὴν δὲ ὅταν ὁ μὲν ἀγαθός, ὁ δὲ πλούσιος. προσθετέον δὲ καὶ τὸ εἰδέναι τὸν πλούσιον, ὡς ὅσον ὑπερέχει τῷ πλούτῳ, τοσοῦτον τῇ ἀρετῇ ὑπερέχεται. ἢ τὸ καθ’ ὑπεροχὴν ὡς ὅταν ὁ μὲν ἀγαθός, ὁ δὲ φαῦλος, τοιοῦτος δὲ ὡς μὴ πάντῃ διεφθαρμένος, ἀλλὰ δυνάμενος ἐπαναχθῆναι πρὸς τὸ βέλτιον. ἴσοι δὲ πάλιν καὶ ὅταν οἱ δύο εὐτράπελοι, καθ’ ὑπεροχὴν δὲ ὅταν ὁ μὲν ὑπερέχῃ τῇ εὐτραπελίᾳ, ὁ δὲ τῷ πλούτῳ. ὁμοίως δὲ καὶ ἴσοι μὲν ὅταν ὁμοίως χρησιμεύωσιν, ὑπεροχὴ δὲ γίνεται ὅταν ὁ μὲν πλέον. ὁ δὲ ἔλαττον· τοὺς ἴσους κατ’ ἰσότητα τὴν διὰ τὸ ἀγαθὸν καὶ ἡδὺ καὶ χρήσιμον δεῖ καὶ κατὰ τὸ φιλεῖν ἰσάζειν. εἰ γὰρ ἴσοι ἀγαθοί εἰσι, φιλήσουσιν, ὁμοίως κἀπὶ τῶν ἄλλων· εἰ δ’ ἄνισοι εἶεν, δεῖ ἀναλόγως ἀποδιδόναι τὸν μὲν πλούσιον τιμᾶσθαι ὡς πλούσιον, τὸν δ’ ὡς ἐνάρετον. οὐδεὶς δὲ τὸν εὖ ποιοῦντα δυσχεραίνει, ἁ ἀλλ' ἄν #x003E; χαρίεις ὁ πάσχων, ἁμύνεται, ἤγουν βοηθεῖ, τῷ εὐεργέτῃ εὖ δρῶν. Ὥσπερ δέ φησι τὸ δίκαιον τὸ μὲν ἔγγραφον. τὸ δὲ ἄγραφον ἄγραφον 46 μὲν ὅταν ἀπὸ ἔθους τις δικαιωθῇ, ἔγγραφον δ’ ὅταν ἀπὸ νόμου), οὕτω καὶ ἡ διὰ τὸ χρήσιμον φιλία ἠθικὴ καὶ νομική. ἐγκαλοῦσιν οὖν ὅταν μὴ διαλυθῶσιν ὡς καὶ συνήλλαξαν. εἰ γάρ τις ὡς φίλῳ δᾠη τινὶ πεντήκοντα νομίσματα, μηδὲν περὶ τόκου εἰπὼν ἀλλ’ ἀγράφως συναλλάξας, εἶθ’ ὕστερον ἀπαιτεῖ τόκον, ἄλλως μὲν συνήλλαξεν, ἄλλως δὲ σπεύδει διαλυθῆναι. ἡ νομικὴ μὲν οὖν ἡ ἀγοραῖα τοιαύτη, ὡς τόδε μὲν λαβεῖν, τόδε δὲ δοῦναι, ἡ δὲ εἰς χρόνον, οἷον εἰ δᾠη μέχρι τοῦ μέλλοντος ἐνιαυτοῦ δέκα νομίσματα, ἵνα μοι δᾠης ταῦτα καὶ ἕτερα πέντε. δῆλον οὖν ἐν τῇ ἐλευθερίᾳ νομικῇ τὸ ὄφλημα· εἰ <δέ> ἀναβάλληται ὁ λαβὼν καὶ μὴ ἀποδῷ, φιλικὸν τὸ μὴ ὡς φίλῳ μὲν οὖν ἡ ἠθικὴ δίδωσιν, ἀπαιτεῖ δὲ τὸ ἴσον ἢ πλέον ὡς μὴ δεδωκὼς χάριν ὠφελείας τοῦ λαβόντος, ἀλλ’ ὡς χρήσας ὅν ἐκ τούτων κερδάνῃ. χωρὶς μὲν οὖν τόκου συναλλάξας, μετὰ δὲ τόκου διαλυθῆναι σπεύδων ἐγκαλέσαι, τὸ δὲ ἐγκαλεῖν καὶ ἄλλως μὲν συναλλάττεσθαι καὶ ἄλλως διαλύεσθαι συμβαίνει συμβαίνει θέλειν τινὰς καλοὺς φαίνεσθαι. διδόασι μὲν οὖν πρῶτον μηδὲν ἐπερωτήσαντες, ἵν’ ἀγαθοὶ δόξωσιν, ὕστερον δὲ ὠφελεῖςθαι βούλονται καὶ διὰ τοῦτο ἐγκαλοδσι. δυναμένῳ δὲ τῷ λαβόντι δεῖ ἀποδοῦναι τὴν ἀξίαν ὧν ἔπαθεν. ἄκοντα γὰρ οὐ ποιητέον φίλον τὸν δέοντα· ὡς δὴ ἁμαρτόντα σὲ τὸν λαβόντα ’ν τῇ ἀρχῇ, διὰ τὸ παθεῖν εὖ ὑφ’ οὗ οὐκ ἔδει, ἐπεὶ οὗν μετὰ κακοῦ συνήλλαξας ἀπόδος, ὡς ἐπὶ ῥητοῖς συμφωνήσας, εἰ καὶ μὴ συνεφώνησας. μὴ εὐποροδντας δὲ δοῦναι, οὐδὲ ὁ δοὺς λαβεῖν ἠξίωσεν. ἐν ἀρχῇ δὲ ἐπισκεπτέον· δεῖ φησι σκοπεῖν, εἰ ὑπὸ ἀγαθοῦ εὐεργετεῖται καὶ ἐπὶ τίνι συμφωνίᾳ, ἵν’ ἐμμείνῃ τούτοις ἢ μή. Άμφισβήτησιν δ’ ἔχει πότερον δεῖ πιστεύειν τῇ τοῦ παθόντος ὠφελείᾳ καὶ οὕτως ἀνταποδιδόναι ἢ τῇ τοῦ δόντος εὐεργεσίᾳ. λύων οὖν φησιν, ἐπεὶ ἡ φιλία διὰ τὸ χρήσιμον, μέτρον ἐστὶ τῆς. ἀνταποδόσεως ἡ τοῦ παθόντος ὠφέλεια. εἰ γάρ τις δέδωκέ τινι δέκα νομίσματα, ὁ δὲ ἐκέρδανεν ἑκατόν, δεῖ τὰ ἡμίση διδόναι τῷ εὐεργέτῃ. οὕτω γὰρ δέδωκεν ὡς τὰ ἴσα τοῦ κέρδους κομιουμένου. ὁ λαβὼν δέ ἐστιν ὁ δεόμενος. εἰ οὖν ὁ λαβὼν ἑκατὸν ὠφελήθη, τοσοῦτον ὁ δοὺς ἐβοήθησεν. καὶ ἀποδοτέον τὸ ἥμισυ τοῦ κέρδους ἢ καὶ τὸ πλέον. ἐπὶ δὲ τῶν κατ’ ἀρετὴν οὐκ ἔστιν ἐγκαλεῖν. εἰ γὰρ μέτρον ἐστὶν ἡ τοῦ δράσαντος τὸ ἀγαθὸν προαίρεσις, οὐδὲν δ’ αἰτεῖ ὁ δρῶν, οὐδ’ ἐγκαλέσει ποτέ. Ἐπεὶ τρεῖς εἰσιν αἱ φιλίαι, ἔχουσι δὲ καὶ ὑπεροχάς, διαφορὰ γίνεται καὶ ἐν ταῖς ὑπεροχαῖς. ἀξιοῖ γὰρ ὁ βελτίων, ἤγουν ὁ ἀγαθός, ἔχει ἔχειν πλεῖον, πάλιν δὲ ὁ πλούσιος• οὕτω γὰρ ὠφελιμώτερος. φησὶ γὰρ ὁ μὲν πλούσιος, ὡς ἀχρεῖόν σε ἐν πλούτῳ ὄντα οὐ χρὴ ἴσον ἔχειν ἐμοί. ὑπηρεσία γάρ ἐστι τὸ ἐμὲ μὲν μόνον κομίζειν, λαμβάνειν δὲ καὶ σὲ ἐξ ἴσου ἐμοί· ὁμοίως δὲ πάλιν καὶ ὁ ἕτερος. δεῖ οὖν φησι τῷ μὲν ὑπερέχοντι κατὰ πλοῦτον ἢ ἀρετὴν διδόναι τιμήν, χρήματα δὲ τῷ ἐνδεεῖ. Φαίνονται δὲ καὶ ἐν ταῖς πολιτείαις τιμώμενοι οἱ ὑπερέχοντες πλούτῳ καὶ τὸ κοινὸν εὐεργε|τοῦντες. οὐκ ἔστιν οὖν θαυμαστὸν καὶ λαμβάνειν χρήματα καὶ τιμᾶσθαι; οὐδεὶς γὰρ αἱρεῖται τὸ ἔλαττον, ὥστε καὶ διδόναι χρήματα καὶ τιμᾶσθαι. τῷ γὰρ διδόντι χρήματα τιμὴν νέμειν δεῖ καὶ τῷ ὠφελοῦντι καὶ λαμβάνοντι ἢ εἰς ἀρετὴν ὁδηγουμένῳ τιμὴν δεῖ ἀνταποδιδόναι καθ’ ὅσον ἐνδέχεται καὶ δυνατόν. οὐ γὰρ πᾶσι τὸ κατ’ ἀξίαν. διὰ τοῦτό φησι δόξειε μὴ ἐξεῖναι υἱῷ τὸν πατέρα ἀρνήσασθαι· ὀφείλοντα γὰρ τὸν υἱὸν δεῖ ἀποδιδόναι, οὐδὲν δὲ ποιήσας ὁ υἱὸς ἄξιον δέδρακε τῶν πεπραγμένων παρὰ τοῦ πατρὸς πρὸς αὐτόν. ἐξουσία οὖν τῷ πατρὶ ἀφεῖναι, ᾧ καὶ χρεωστεῖ ὁ υἱός. οὐδεὶς δέ ποτε ἀποστήσεται τοῦ υἱοῦ, εἰ μὴ μὴ μοχθηρὸν ἴδοι αὐτὸν ὄντα. βούλονται γὰρ πάντες τὸ βοηθεῖσθαι, τῷ δὲ υἱῷ ἐπίφευκτον τὸ ἐπαρκεῖν ἢ οὐ σπουδαστόν. καὶ περὶ μὲν τούτων τάδε μοι εἴρηται.