Ancient Greek · ~317 min
ASPASII IN ETHICA NICOMACHEA COMMENTARIA
Aspasius, In Ethica Nicomachea paraphrasis ASPASII IN ETHICA NICOMACHEA COMMENTARIA.1
Not analysed yet
Ἡ περὶ τὰ ἤθη πραγματεία καὶ μάλιστα ἡ πολιτικὴ ἠθικὴ] κατὰ μὲν τὸ ἀναγκαῖον τῆς θεωρητικῆς φιλοσοφίας, κατὰ δὲ τὸ τίμιον ὑστέρα. ᾗ μὲν γὰρ ἀδύνατον καλῶς ζῆν μὴ σώφρονας ὄντας καὶ δικαίους καὶ ὅλως τὸ ἦθος κεκοσμημένους καὶ εἰς συμμετρίαν τινὰ τὰ τῆς ψυχῆς πάθη καταστήσαντας, ταύτῃ δόξειεν εἶναι ἀναγκαία ἡ πολιτικὴ καὶ ἠθικὴ καὶ τοῦτο προτέρα οὐδὲν γὰρ πλέον ἀνύει οὐδ’ εἴ τις πᾶσαν γνῶσιν καὶ θεωρίαν κτήσαιτο μὴ πεπαιδευμένος τὸ ἦθος), ᾗ δὲ περὶ τῶν τιμιωτάτων καὶ θειοτάτων ἡ σοφία πραγματεύεται καὶ θεωρεῖ τὰ τῆς φύσεως ἔργα καὶ ἔτι ἄλλα πολὺ ἀμείνω καὶ κρείττω τῶν ἐκ φύσεως συνεστώτων, ὧν ἐστιν ἡ πρώτη φιλοσοφία θεωρητική, ταύτῃ προτέρα καὶ τιμιωτέρα λέγοιτ’ ἄν ἡ θεωρητική· ὡς γὰρ τὰ ὑποκείμενα ἔχει πρὸς ἄλληλα, οὕτως καὶ αἱ περὶ αὐτὰ ἐπιστῆμαι· ἔστι δὲ τιμιώτερα καὶ κρείττω περὶ ἃ ἡ σοφία τῶν ὑπὸ τὴν πολιτικὴν καὶ ἠθικήν, ὥστε πολλῷ ἀν’ εἴη τιμιωτέρα τούτων ἡ σόφ’ ία. καὶ γὰρ εἰ μὲν ἄνευ σώματος ἦμεν, οὐδὲν ἂν ἔδει τὴν φύσιν ἡμῶν ἄλλο ἔχειν ἔργον ἢ τὴν θεωρίαν, νῦν δὲ ἡ τοῦ σώματος φύσις ἡδοναῖς καὶ λύπαις συνεζευγμένη σωματικαῖς ἐξ ἀνάγκης ἐποίησεν ἡμᾶς ἐπιμελεῖσθαι καὶ σωφροσύνης καὶ ἐγκρατείας καὶ πολλῶν ἄλλων τοιούτων ἀρετῶν, ὧν οὐκ εἰκὸς μετεῖναι τῷ θεῷ διὰ τὸ μήτε ἡδονῶν μήτε λυπῶν σωματικῶν μετέχειν. ἐξ ἀνάγκης οὖν τοῦ σώματος φαινόμεθα τὴν πλείστην περὶ τὰ ἤθη ἐπιμέλειαν πορίζεσθαι, ἐπεὶ καὶ ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, ὧν τὸ θεῖον δοκεῖ μετέχειν, πολὺ μὲν λείπονται τοῦ θεοῦ. δεόμεθα δὲ αὐτῶν διὰ τὰς ἀδικίας καὶ πλεονεξίας τὰς ὑπ’ ἀλλήἀλλήλων γινομένας, ἐπεὶ τό γε θεῖον εἰκός ἐστι δικαιοσύνῃ πρὸς ἡμᾶς μόνῃ χρῆ· σθαι τῇ θεωρητικῇ καὶ ἐν τούτῳ διατελεῖν. ὅτι μὲν οὖν τιμιωτέρα ἐστὶν ἡ σοφία τῆς πολιτικῆς, ἐκ τούτων καὶ τῶν τοιούτων ἄν τις κατανοήσειεν, ἡ δὲ ἠθική, καθάπερ προείρηται, ἀναγκαιοτάτη •ἡμῖν δὲ καὶ πρώτως ταύτην ἐπιτηδεύειν προσήκει καὶ λόγῳ καὶ ἔργῳ, ὥσπερ καὶ Σωκράτης ἠξίου, οὐκ ἀτιἀτιμάζων τὴν περὶ τὰ θεῖα γνῶσιν καὶ τῶν φύσει συντεινόντων παριεὶς τὴν ἐπιστήμην ὡς περιττήν, ἀλλ’ ἀναγκαίαν ἡγούμενος τὴν τοῦ ἤθους ἐπιμέλειαν καὶ οἱ Πυθαγόρειοι δὲ πρῶτον ἐπαίδευον τοὺς συ-ίἴ̀ινομονου καὶ ἤθεσι καὶ λόγοις. φαίνεται δὲ ὁ Ἀριστοτέλης περὶ πλείστου ταύτην τὴν διδασκαλίαν ποιεῖσθαι· λέγει δὲ αὐτὴν εἶναι περὶ τοῦ ἀνθρωπίνου τέλους, ἥτις ἐστὶν ἡ εὐδαιμονία. ἃ δὲ λέγει ἔχουσιν οὕτως. Πᾶσα τέχνη 〈ἕως τοῦ προτιμᾶν τὴν ἀλήθειαν〉. Πρῶτον οὖν ῥητέον περὶ τέχνης καὶ περὶ μεθόδου, ἔτι καὶ περὶ πράξεως καὶ προαιρέσεως. λέγεται δὲ τέχνη παρ’ αὐτοῖς τριχῶς· καὶ γὰρ τὸ γένος τῶν τεχνῶν ἀπασῶν τέχνη λέγεται· διαιροῦσι γὰρ τὰς τέχνας λ-έγοντες τὰς μὲν ποιητικὰς τὰς δὲ θεωρητικάς, ὁρίσαιτο δ’ ἄν τις τὴν οὕτω λεγομένην τέχνην σύστημα ἐκ θεωρημάτων εἰς ἓν τέλος φερόντων. ἄλλως δὲ λέγουσι τέχνην τὸ κοινὸν τῆς πρακτικῆς καὶ τῆς ποιητικῆς· διαιροῦσι γὰρ τὸ μὲν τέχνην λέγοντες τὸ δὲ ἐπιστήμην, τὴν θεωρητικὴν πᾶσαν ἐπιστήμην ὀνομάζοντες, τὴν δὲ τοιαύτην ὑπογράψειεν ἄν τις σύσιημα ἐκ θεωρημάτων εἰς πράξεις φερόντων ἢ ποιήσεις. ἰδίως δὲ καλεῖν εἰώθασι τέχνην τὴν ποιητικήν. ἀποδίδωσι δὲ αὐτῷ λόγον ὁ Ἀριστοτέλης λέγων ’τέχνη ἐστὶν ἕξις μετὰ λόγου ποιητική᾿, λόγον δὲ λαμβάνει οὔτε τὸν ἐπαγωγικὸν οὔτε τὸν συλλογιστικὸν ἀλλὰ τὸν ἁπλοῦν καὶ τεχνικόν, ᾧ χρῶνται οἱ δημιουργοὶ τῶν τεχνῶν· ποιήποιήματα μὲν γάρ ἐστι καὶ τὰ τῶν ἀλόγων, οἷον τῶν μὲν μελισσῶν τὰ κηρία, ἀραχνῶν δὲ τὰ ἀράχνια καλούμενα· ἀλλ’ οὐδὲν τούτων μετὰ λόγου ποιεῖ, ἀλλ᾿ ὁρμῇ φυσικῇ χρώμενα τὰ ζῷα· τὰ δὲ τεχνικὰ ποιήματα λογικῶν ἐστι ποιήματα καὶ τῷ λόγῳ χρωμένων. περὶ μὲν οὖν τέχνης ταῦτα εἰρήσθω. τὴν δὲ μέθοδον ἔνιοι μὲν ᾠήθησαν κατὰ ταὐτὸν τῇ τέχνῃ καὶ ἐκ παραλλήλου εἰρῆσθαι, ἔνιοι δὲ δύναμιν ὁμοίως ἔχουσαν πρὸς τὰ ὑφ’ αὑτὴν ἀντικείμενα. ἔστι μὲν γὰρ καὶ τῶν λογικῶν ἑκάστην τεχνῶν ἐπιστήμην ἀκοῦσαι τῶν ἀντικειμένων, οἷον ἰατρικὴ ὑγιεινῶν καὶ νοσερῶν, ἀλλ’ οὐ πρὸς ἄμφω ὁμοίως ἔχει, ἀλλὰ τὸ μὲν προηγουμένως αἱρεῖται, τὸ δὲ γιγνώσκει μόνον. ῥητορικὴ δὲ καὶ διαλεκτική εἰσι μὲν ἐπιχειρητικαὶ ἀμφότεραι, ἀλλ’ ὁμοίως ἔχουσι πρὸς τὸ ἐπιχειρεῖν εἰς τὰ ἀντικείμενα. ἐπεὶ δὲ φαίνεται καὶ τὴν πολιτικὴν ἢ ἠθικὴν μέθοδον ὀνομάζων οὐ μόνον τὴν ῥητορικὴν καὶ διαλεκτικήν, ἔνιοι ἔφασαν μέθοδον · ὀνομάζεσθαι πᾶσαν δύναμιν ἢ ἕξιν τὴν ὡς ἐπὶ πολύ. ἐοίκασι δὲ καὶ οὗτοι ἀπολελεῖφθαι τῆς τοῦ ὀνόματος χρήσεως· μέθοδον γὰρ ὀνομάζει καὶ τὴν πρώτην φιλοσοφίαν καὶ τὴν περὶ ἀποδείξεως ἐπιστήμην· εἶπεν οὖν μέθοδον εἶναι ἕξιν θεωρητικὴν τῶν ὑφ’ αὑτὴν μετὰ λόγου ἐπακτικοῦ ἢ συλλογιστικοῦ. καλείσθω δέ μοι συλλογισμὸς κοινῶς καὶ τὸ ἐνθύμημα, ἐπαγωγὴ δὲ καὶ τὸ παράδειγμα. εἰκότως δὲ μέθοδος πᾶσα ἡ τοιαύτη λέγεται δύναμις ἡ διὰ συλλογισμο. ῦ καὶ δι’ ἐπαγωγῆς δεῖξις καὶ μέθοδος ὡς ἀληθῶς, ὡς ἀλλαχοῦ εἴρηται. τὴν δὲ πρᾶξιν ἔνιοι μὲν ἀπέδοσαν ἐνέργειαν λογικήν· κατὰ δὲ τοῦτο λέγοιτ’ ἂν καὶ ἡ θεωρία πρᾶξις· ἐνέργεια γὰρ λογική· λέγεται δὲ πρᾶξις καὶ ἡ κατὰ πρακτικὴν ἐπιστήμην ἐνέργεια. πρακτικαὶ δὲ λέγονται μὲν κοινῶς πᾶσαι, ὧν μὴ ἔστι ποίημά τι ἄλλο παρὰ τὴν πρᾶξιν, οἷον ὀρχηστικὴ καὶ αὐλητική, ἰδίως δὲ ἥ τε πολιτικὴ καὶ ἠθικὴ πρακτικαὶ λέγονται καὶ πράξεις αἱ περὶ τὸ καλὸν καὶ αἰσχρὸν ἐνέργειαι. περὶ δὲ προαιρέσεως ἐρεῖ μὲν καὶ αὐτὸς προελθών· τοσοῦτον δὲ προληπτέον, ὅτι καὶ ἔστιν ἡ προαίρεσις ὄρεξις βουλευτική. ἐπειδὰν γὰρ βουλευσάμενός τις ἕληται καὶ ἡ ὄρεξις ἐπακολουθήσῃ τῷ λογισμῷ ἢ ἀνάπαλιν ὀρεχθεὶς καὶ βουλευσάμενος ἕληται, προαίρεσις τὸ τοιοῦτόν ἐστιν. διόπερ αἵ τε ἀρεταὶ καὶ αἱ κακίαι προαιρέσεις τινές· τῶν μὲν γὰρ ἀρετῶν ὅ τε λογισμὸς καὶ ἡ ὄρεξις ἀγαθή, τῶν δὲ κακιων τοὐναντίον. Πᾶσα δέ, φησί, τέχνη καὶ πᾶσα μέθοδος καὶ πρᾶξις καὶ προαίρεσις ἀγαθοῦ τινος ἐφίεται. αἵ τε γὰρ τέχναι καὶ αἱ μέθοδοι τοῦ ἰδίου τέλους ὡς ἀγαθοῦ ἐφίενται. καὶ μὴν αἱ πράξεις καὶ αἱ προαιρέσεις ἐστι τῆς πηδαλιουργικῆς· καὶ γὰρ προστάσσει αὐτή, οἷον δεῖ ποιεῖν τὸ πηδάλιον καὶ οἷον ἀρχιτεκτονεῖ καὶ γενομένῳ χρῆται. καὶ δῆλον ὡς τὸ πηδάλιον, ὅπερ ἐστὶ τέλος τῆς πηδαλιουργικῆς, ἕνεκεν τοῦ τέλους ἐστὶ τῆς κυβερνητικῆς. εἰπὼν δὲ ὅτι τὰ τῶν ἀρχιτεκτονικῶν τέλη αἱρετώτερα τῶν ὑφ’ αὑτά (διὰ γὰρ τὰ τῶν ἀπχιτεχτονικῶν τέλη διώκεται καὶ τὰ τῶν ὑφ’ αὑτὰ τέλη), πάλιν ὑπομιμνήσκει, ὅτι οὐδὲν διαφέρει τὰς ἐνεργείας αὐτὰς εἶναι τὰ τέλη ἢ ἄλλα τινὰ παρὰ τὰς ἐνεργείας ποιήματα. εἰ μὲν οὖν οὕτως ἔχει τὰ πράγματα, ὡς ἄλλο τέλος ἄλλῳ ἀεὶ γίνεσθαι καὶ πράττεσθαι, ἀθλιώτατον ἂν ἦν τὸ τῶν ἀνθρώπων γένος μηδέποτε δυνάμενον ἐντυχεῖν τῷ δι’ αὑτὸ αἱρετῷ μηδὲ παῦλαν ἔχειν τῆς ὀρέξεως. ἐπεὶ δὲ ἔστι τι τέλος πάντων τῶν πρακτῶν, ὃ δι’ αὑτὸ αἱρούμεθα, δῆλον ὡς τοῦτ’ ἂν εἴη τἀγαθὸν καὶ τὸ ἄριστον· τούτου γὰρ ἕνεκεν καὶ τὰ λοιπὰ τέλη. ἔχει δὲ καὶ πρὸς τὸ βιῶναι καλῶς ἡ γνῶσις αὐτοῦ μεγάλην ῥοπήν· οἱ μὲν γὰρ ἄλλοτε ἄλλας αἱρούμενοι πράξεις καὶ μὴ πρὸς ἓν ἀποβλέποντες πεπλανημένως ζῶσι καὶ οὐδέποτ’ ἂν ἐπιτύχοιεν τοῦ ἀγαθοῦ. εἰ δέ τις διαθρήσας τὴν εὐδαιμονίαν καὶ τὸ ἀνθρώπινον ἀγαθόν, σκοπὸν τοῦτο θέμενος καθάπερ τοξότης, πάσας αὑτοῦ τὰς πράξεις ἀπευθύνει πρὸς αὐτόν, ἀνάγκη πᾶσα αὐτὸν εὐδαίμονα γενέσθαι καὶ καλῶς διαβιῶναι· . διὸ πειρατέον τὸ τέλος τοῦτο περιλαβεῖν τί τέ ἐστιν καὶ τίνος τῶν ἐπιστημῶν ἢ δυνάμεων. οὐκ ἀλόγως δὲ ἀξιοῖ τί τέ ἐστιν ἅμα καὶ τίνος τέλος λαβεῖν. ἀλλ’ ἀνάγκη τῶν πρός τι ἅμα εἶναι τὴν γνῶσιν, τὸ δὲ τέλος τινὸς τέχνης ἢ δυνάμεως. δεῖ οὖν ἅμα καὶ τὸ τέλος τί ἐστι λαβεῖν καὶ τίνος ἐπιστήμης ἢ δυνάμεως τέλος. Ἡ δὲ δύναμις πολλαχῶς λέγεται παρ’ αὐτοῖς· καὶ γὰρ τὰς ἕξεις δυνάμεις λέγουσιν, ἐνίοτε δὲ τὸ ἄμεινον μέρος τῶν ἕξεων· τὴν μὲν γὰρ ὑγίειαν δύναμιν, τὴν δὲ νόσον ἀδυναμίαν. ἔστι δ’ ὅτε τὴν ἐπιτηδειότητα δύναμιν ὀνομάζουσιν, οἷον τὸν παῖδα ἔχειν δύναμιν πυκτικήν τὸ δ’ αὐτὸ τοῦτο καὶ δύναμιν λέγειν]. ὀνομάζει δὲ δυνάμεις καὶ τὰ ἀγαθὰ ἐκεῖνα, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρήσασθαι, οἷον πλοῦτον καὶ ὑγίειαν. λέγουσι δὲ δυνάμεις ἐνίοτε τὰς ὁμοίως ἐχούσας πρὸς τὰ ἀντικείμενα τῶν ὑφ’ αὑτάς, οἷον ῥητορικὴν καὶ διαλεκτικήν. ἔοικε δὲ νῦν λαμβάνειν δύναμιν ἀντὶ τῆς ἕξεως. ἐπειδὴ γὰρ ἔνιοι ἡγοῦνται τὴν πολιτικὴν ἐπιστήμην εἶναι καὶ τὴν φρόνησιν, ἔνιοι δὲ οὐκ ἐπιστήμην ἀλλ’ ὅμοιόν <τι> τῇ ἐπιστήμῃ, μέλλων πολιτικῆς τέλος ἐρεῖν τὸ ἀνθρώπινον ζητεῖ, τίνος ἐπιστήμης ἐστὶ τέλος ἢ δυνάμεως, ὡς ἄν εἰ ἔλεγε, τίνος ἐπιστήμης ἢ ἕξεως. Δόξειε δ’ ἄν, φησί, τῆς κυριωτάτης καὶ μάλιστα ἀρχιτεχτονικῆς· τοιαύτη δὲ ἡ πολιτική· ἔχει γὰρ τὰ ὑπάρχοντα τῇ ἀρχιτεκτονικῇ· καὶ γὰρ προστάττει πάσαις ταῖς λοιπαῖς ἐπιστήμαις· ποίας γὰρ δεῖ μανθάνειν ἐν τῇ πόλει καὶ ἐπιτηδεύειν καὶ μέχρι τίνος ἀρχιτεκτονεῖ, καὶ τὰ τέλη τῶν λοιπῶν ἕνεκεν τοῦ τέλους αὐτῆς. εἰσὶ γοῦν ὑπ’ αὐτὴν ἅπασαι καὶ αἱ ἐντιμόταται δυνάμεις, οἷον στρατηγικὴ ῥητορικὴ οἰκονομική. στρατηγικὴν δὲ καὶ οἰκονομικὴν νῦν λέγει οὐ τὰς ἀρετάς, δυνάμεις γὰρ αὐτὰς λέγει. αἱ δὲ δυνάμεις εἰσὶν αἷς οἷόν τε εὖ καὶ μὴ εὖ χρῆσθαι· τοιαύτη δὲ ἡ ῥητορικὴ καὶ τῆς οἰκονομικῆς ἡ χρηματιστική, ἧς νῦν μέμνηται, καὶ ἡ στρατηγικὴ δέ τίς ἐστι δύναμις τοῦ ἡγεῖσθαι στρατεύματος καὶ κρατεῖν δύνασθαι τῶν πολεμικῶν. ὑπάρχει δὲ τῇ πολιτικῇ καὶ τὸ χρῆσθαι ταῖς πρακτικαῖς τῶν ἐπιστημῶν καὶ τὸ νομοθετεῖν <ἢ> προστάττειν τίνα δεῖ πράττειν καὶ τίνων καὶ τοῦτο τεκμήριόν ἐστι τοῦ προστακτικὴν αὐτὴν εἶναι ταῖς ἄλλαις καὶ ἀρχιτεκτονικήν, ὥστε τὸ ταύτης τέλος περιέχει καὶ τὰ τῶν ἄλλων. εἰ δὲ οὕτως ἔχει τοῦτ’ ἄν εἴη τὸ ἀνθρώπινον ἀγαθὸν καὶ τέλος. Ἐπεὶ δὲ πολιτικῆς τέλος εἶπε τὴν εὐδαιμονίαν, δοκεῖ δὲ τέλος τῆς πολιτικῆς εὐδαιμονία πόλεως εἶναι, ἡ δὲ ἠθικὴ πραγματεύεται περὶ τὸ ἴδιον ἑκάστου τέλος καὶ ἑκάστου εὐδαιμονίαν, πρὸς τοῦτο ἐπιφέρει, ὅτι ἓν καὶ ταὐτόν ἐστιν ἑνὶ καὶ πόλει εὐδαιμονία· τῷ γὰρ εἴδει ἡ αὐτή ἐστιν· ἐνεργεῖ γὰρ κατ’ ἀρετὴν τελείαν καὶ πόλεως εὐδαιμονία καὶ ἑνὸς ἑκάστου, ἀλλὰ μείζων γε καὶ τελειοτέρα ἡ τῆς πόλεως διὰ τὸ περὶ μείζω εἶναι τὴν ἐνέργειαν. οὕτω γὰρ λέγεται μείζων, ἐπεὶ τῷ γε εἴδει οὐδὲν διαφέρει· ἀπὸ τοῦ μείζονος οὖν κλητέον αὐτὴν καὶ θετέον τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς. ἡ μὲν οὖν μέθοδος, ἣν νῦν παραδίδωσιν, ἐφίεται ἐρεῖν καὶ τὸ τέλος εἰπεῖν τί ἐστι τὸ ἀγαθὸν τὸ ἀνθρώπινον καὶ ἡ εὐδαιμονία, ἐπειδὴ ἡ μέθοδος πολιτική τις. εἰδῶν γὰρ τῆς πολιτικῆς τὸ μὲν τῷ κοινῷ ὀνόματι καλεῖται πολιτική, ὅ ἐστι πόλεως ἐπιμέλεια, τὸ δὲ οἰκονομικὴ περὶ οἴκου ἐπιμέλειαν οὖσα ὥσπερ δὲ οἶκος μόριον πόλεως, οὕτως καὶ ἡ οἰκονομικὴ μόριον τῆς πολιτικῆς. τρίτον δέ ἐστιν εἶδος καὶ μόριον πολιτικῆς ἡ περὶ ἑνὸς ἑκάστου τῶν πολιτῶν ἐπιμέλεια, καλεῖται δὲ ἠθική. μόριον δὲ ἕκαστος μὲν τῶν πολιτῶν τῆς πόλεως, ἡ δὲ ἠθικὴ τῆς πολιτικῆς. Μετὰ ταῦτα λέγει, πῶς ἱκανῶς ἂν λέγοιτο ἠθικὰ κατὰ τὴν ἠθικὴν μέθοδον. εἰ γάρ, φησί, κατὰ τὴν ὑποκειμένην ὕλην διασαφηθείη, λέγοιτ’ ἂν ἱκανῶς. τῶν γὰρ ὑποκειμένων ὑλῶν ταῖς μεθόδοις καὶ ταῖς ἐπιστήμαις αἱ μὲν δέχονται τὸ ἀκριβές, λέγει δὲ τὸ ἐξ ἀναγκαίων ἀναγκαῖον συμπεραίνεσθαι, οἷον γεωμετρία καὶ ἀριθμητικὴ καὶ γυμναστική. διόπερ καὶ τὸ ἀκριβὲς καὶ τὸ ἀναγκαῖον οὐχ ὁμοίως ἐν ἅπασι τοῖς λόγοις ἐπιζητητέον. οὐ γὰρ ἐν τοῖς δηuιουρ· ίουμένοις πᾶσιν ἡ αὐτὴ ἀκρίβεια γενέσθαι δύναται. ἐν γοῦν τῇ μολίβδῳ οὐχ οὕτω δημιουργήσει ὁ ἀκριβέστατος τεχνίτης ὡς ἢ χαλκῷ μὲν ἢ ἐλέφαντι διὰ τὸ μὴ δέχεσθαι τὴν μόλιβδον τὴν τῆς τέχνης ἀκρίβειαν. ταῦτα δὲ λέγει, ἐπεὶ ἡ πολιτικὴ καὶ ὅλως ἡ φρόνησις περὶ ὕλην ἐστὶ τὴν ἀνθρωπίνην καὶ πράξεις τὰς ἀνθρωπίνας καὶ αἷς τὸ μὲν ὡς ἐπὶ πολὺ πάσαις συνῳκείωται, τὸ δ’ ἀναγκαῖον ἢ οὐκ ἔστιν ἢ μικρότατον· ἔτι δὲ αἱ αὐταὶ πράξεις παρὰ τοὺς καιροὺς καὶ τὰ πρόσωπα τά τε δρῶντα καὶ τὰ πάσχοντα καὶ παρὰ ἄλλας τοιαύτας αἰτίας ὁτὲ μὲν καλαὶ ὁτὲ δὲ αἰσχραὶ γίνονται, οἷον παρακαταθήκης ἀπόδοσις οὐκ ἀεὶ καλή. καὶ μὴν ὃ λέγει ἀληθές, ὅτι τὰ καλὰ καὶ τὰ δίκαια, περὶ ὧν ἡ πολιτικὴ σκοπεῖται, πολλὴν ἔχει πλάνην διὰ τὸ ἄλλως ἄλλοις περὶ τοῦ δικαίου φέρεσθαι, ὅθεν καὶ δοκεῖ νόμῳ μόνον, φύσει δὲ μή. ἔστι δὲ καὶ περὶ τὰ ἄλλα ἀγαθὰ ἃ καλὰ μὲν οὔ, καλεῖται ἀγαθὰ δὲ μόνον, οἷον πλοῦτον ὑγίειαν· προστίθησι δὲ καὶ ἀνδρείαν, ἥτις ἤδη καλόν. ἡ δὲ πλάνη γίνεται, διότι πολλαὶ συμβαίνουσιν ἀπ’ αὐτῶν βλάβαι. χρὴ δὲ οὐχ οὕτω κρίνειν αὐτά, ἀλλὰ τὰ μὲν ὄργανα καλούμενα τῆς ἀρετῆς ἀγαθὰ δεῖ νομίζειν, διότι ὑπουργεῖ τῶν ἀγαθῶν πρὸς τὰς ἐνεργείας, τὴν δὲ ἀνδρείαν διότι καλόν. ἀγαπητὸν οὖν περὶ τούτων κἀν τύπῳ εἰπεῖν καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολύ τὸ ὡς ἐπὶ τὸ πολὺ συμπεράνασθαι. εἴρηται γὰρ ἐν τοῖς Ἀναλυτικοῖς, ὅτι ἐκ μὲν ἀναγκαίων ἀναγκαῖον συμπεραίνεται, ἐκ δὲ τῶν ὡς ἐπὶ τὸ πολὺ τὸ ὡς ἐπὶ τὸ πολύ. λέγει δὲ ὅτι οὐ μόνον χρὴ τὸν λέγοντα κτὰ τὴν ὑποκειμένην ὕλην λέγειν ἀλλὰ καὶ τὸν ἀκούοντα οὕτως ἀποδέχεσθαι. πεπαιδευμένου γάρ ἐστιν κατὰ τὸ ὑποκείμενον πρᾶγμα ἀπαιτεῖν τοὺς λόγους. Μνημονεύσας δὲ περὶ ἀκροατοῦ, οἷον δεῖ αὐτὸν εἶναι, μικρὰ περὶ αὐτοῦ παρεκβὰς λέγει, ὅτι καθ’ ἓν ἕκαστόν ἐστι πρᾶγμα κριτὴς ἀγαθὸς ὁ περὶ ἐκεῖνο πεπαιδευμένος ὤν. λέγει δὲ τοὺς πεπαιδευμένους περὶ ἕκαστον μὲν τοὺς μετρίως ἐκείνου μετεσχηκότας, οἷον περὶ γεωμετρίας τοὺς μετρίως καὶ μέχρι τινὸς γεμωμετρήσαντας. περὶ πᾶν δὲ ἔλεγε πεπαιδευμένον τὸν περὶ πάντα τὰ μαθήματα οὕτως ἔχοντα, ὥστε μέχρι τινὸς αὐτῶν μετεσχηκέναι. γίνεται δὲ ὁ πεπαιδευμένος καὶ τῶν αὐτοῦ τελειοτέρων κριτὴς τῷ ἔχειν ἀρχάς, κριτὴς δὲ ἐπὶ τοσοῦτον, ὥστε γνωρίζειν τόν τε γεωμετρικὸν καὶ μή, καὶ τῷ μὲν προστίθεσθαι περὶ γεωμετρικῶν τῷ δὲ ἀπειθεῖν. εἰκάζειν δὲ τῷ μὲν ἀπαιδεύτῳ τὸν νέον παντάπασι. λέγει δὲ νέον τὸν παῖδα· ἡγεῖται δὲ τὸν παῖδα μὴ ἐπιτήδειον εἶναι τῶν ἠθικῶν ἀκούειν λόγων διὰ τὸ μηδέπω ἔχειν ἀρχὰς λογικάς. διό φησι μὴ εἶναι οἰκεῖον ἀκροατὴν τὸν νέον, τουτέστι τὸν παῖδα, δι’ ἓν μὲν ὅτι ἄπειρός ἐστι τῶν κατὰ τὸν βίον πράξεων, δι’ ἕτερον δὲ ὅτι κατὰ πάθος ζῇ ὥσπερ τὰ ἄλλα ζῷα καὶ λόγου ἄμοιρα. πλὴν τοσοῦτον διαφέρει τῶν ἀλόγων ζῴων, ὅσον ἀφορμὴν ἔχει τῇ ψυχῇ τοῦ λόγου. ἐθίζειν μὲν οὖν ἀξιοῖ τοὺς παῖδας, τοὺς δὲ τῆς πολιτικῆς ἢ ἠθικῆς λόγους μὴ παραδιδόναι. καὶ γὰρ καταφρονήσουσιν ὡς ἄλλου τινὸς μαθήματος μὴ ἀναγκαίου ἀκούοντες καὶ ἀνωφελῶς ἀκούσονται. λογικοῦ γὰρ ἡ προαίρεσις, μὴ κτώμενοι δὲ προαίρεσιν ἀγαθὴν οὐδὲ πράξουσι οὐδὲν τῶν κατὰ λόγον. διαφέρειν δὲ οὐδὲν ἡγεῖται νέον τὴν ἡλικίαν καὶ τὸ ἦθος νεαρόν. οὗτοι δέ εἰσιν οἱ κτὰ πάθος ζῶντες, οἷοιπερ οἱ ἀκρατεῖς· τοῖς δὲ κατὰ λόγον τὸν φύσει παραγινόμενον τοῖς ἀνθρώποις ἀπό τινος ἡλικίας δυναμένοις ποιεῖσθαι τὰς ὀρέας, πολλοῦ ἂν ἄξιον εἴη τι περὶ τούτων εἰδέναι. Πρὶν δὲ εἰπεῖν περὶ ὧν ἑξῆς λέγει, ἄξιον ἀπορῆσαι, πῶς τὴν εὐδαιμονίαν τέλος τῆς πολιτικῆς εἴρηκεν· ἡ μὲν γὰρ πολιτικὴ πρακτικὴ τίς ἐστι· πάσης δὲ πρακτικῆς ἐπιστήμης τέλος πρᾶξις, ὥστε ἡ εὐδαιμονία ἐν πράξει· δοκεῖ δὲ αὕτη εἶναι ἐν θεωρίᾳ καὶ τό γε μέγιστον τοῦ. τέλους ἐν τούτῳ. ἆρ’ οὖν κατὰ πρᾶξιν λέγει τὴν ἐνίων τοὺς πρώτους λόγους, ὅθεν καί φησι “δόξειε δ’ ἂν τῆς κυριωτάτης” ὡς ἂν τὴν δόξαν ἐκθέμενος τὴν περὶ τῆς εὐδαιμονίας; . εἶτα οροϊὼν ἀκριβοῖ τὸν περὶ αὐτῆς λόγον καί φησιν ἱέν ἐνερ- γείᾳ εἶναι κατ’ ἀρετὴν τελείαν’, ὥστε εἶναι αὐτὴν τέλος τῆς τελείας ἀρετῆς· αὕτη δέ ἐστιν ἡ ἐκ πασῶν τῶν ἀρετῶν τῶν τε πρακτικῶν καὶ τῶν θεωρητικῶν. ἢ διττὴν τίθεται τὴν εὐδαιμονίαν τὴν μὲν πρακτικὴν ὡς ἀτελεστέραν, τὴν δ’ ἐξ ἀμφοῖν ὡς τελειοτέραν; ἢ ἔστι πὼς εἰπεῖν τὴν μὲν εὐδαιμονίαν θεωρητικὴν ἅμα καὶ πρακτικὴν οὖσαν τέλος εἶναι τῆς πολιτικῆς; διὸ προστάττει αὐτὴ τοὺς μέλλοντας ἀρίστους τῶν πολιτικῶν ἔσεσθαι μὴ μόνον πρακτικοὺς ἀλλὰ καὶ θεωρητικοὺς εἶναι δόξειε δ’ ἂν κατά γε τοῦτο ἐλάττων εἶναι ἡ σόφ’ ία καὶ ὅλως ἡ θεωρητικὴ ἐπιστήμη τῆς πολιτικῆς, εἴ γε ἡ μὲν προστάττει, ἡ δὲ προστάττεται. ἀλλὰ ταύτην γε λύει τὴν ἀπορίαν προιών· φησὶ γὰρ τὸ μηδὲν κωλύειν τὴν ἐλάττω προστάσσειν περὶ τῶν κρειττόνων, οἷον <προστάσσει> ἡ πολιτικὴ καὶ ναοὺς θεῶν κατασκευάζεσθαι καὶ σέβειν αὐτοὺς οὐ δήπου κρείτἐπιτήδιον 4 N 6 τὸν βίον corr. ex τῶν βίων N 7 ἄλλα Z: ἄλογα N ἄμοιρα corr. ex εὔμοιρα Z 8 διαφέρει corr. ex διαφέρῃ Z 10 μὴ ἀναγκαίου μαθήματος Ν 12 διαφέρειν—ἐν τοῖς Φυσικοῖς (p. 9,28) Classical Journal XXVIII ; 31(). 311 22 φησι] p. 1094a26 κυριότητος N: κυριωτιτος Z corr. a Z2 in κυριωτάτης 23 φησιν] Α 6 p. 1098a 16 24 τελείαν scripsi: τέλος NZ 27 τελειοτέραν Z: τελειότητα N 29 αὐτὴ M: αὕτη Z 30 καὶ om. N 31 ὅλως corr. ex ὅμως Z2: ὅμως N 32 προστάσσεται Z γε om. N 33 μηδὲν scripsi: μηδὲ NZ προστάσσει addidi 34 ναοὺς] νέους N: α νέους Z de sententia cf. Z 13 p. 1145a10 τῶν οὖσα τῶν θεῶν· τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς σοφίας ἔπι ἤγουν πολὺ θειοτέρας καὶ τιμιωτέρας αὐτῆς ἐπιδείκνυσιν. Ἐπεὶ δὲ περὶ τούτων ἠπόρηται, πάλιν ἐπὶ τὸν συνεχῆ τοῖς εἰρημένοις λόγον ἐπανέλθωμεν. ἀναλαβὼν δὲ λέγει τὸν ἐξ ἀρχῆς λόγον, πᾶσαν γνῶσιν καὶ προαίρεσιν ἀγαθοῦ ὀρέγεσθαι, ἐν μὲν τῇ γνώσει τὴν ἐπιστήμην καὶ τὴν μέθοδον περιλαβών, ἐν δὲ τῇ προαιρέσει τὴν πρᾶξιν, ἐπεὶ αἱ πράξεις ὡς ἀπὸ προαιρέσεως ἐνεργοῦνται. τί οὖν ἐστιν τὸ τέλος τῆς πολιτικῆς ἢ τὸ ἀκρότατον τῶν πρακτῶν ἀ. γαθῶν; οὐκ ἀλόγως δὲ προσέθηκε πρακτῶν, ἀλλ’ ἐπειδὴ ἁπλῶς μὲν ἀκρότατον ἀγαθὸν τὸ πρῶτον αἴτιον, τῶν δὲ πρακτῶν ἡ εὐδαιμονία, περὶ ἧς νῦν ἡ σκέψις. τὸ μὲν οὖν ὄνομα ταὐτὸν ὑπὸ πάντων ὁμολογεῖται· εὐδαιμονίαν γὰρ ὀνομάζουσι τὸ ἀκρότατον τῶν τελῶν. τὸ δὲ εὖ ζῆν καὶ τὸ εὖ πράττειν ταὐτὸν ὑπολαμβάνουσι τῷ εὐδαιμονεῖν. ταῦτα δὲ προσέθηκε καταβαλλόμενος ἤδη τὰς ἀρχὰς εἰς τὴν αὑτοῦ περὶ εὐδαιμονίας δόξαν. ἐν πράξει γὰρ αὐτὴν καὶ ἐνεργείᾳ τιθέμενος προσάγεται ἤδη τὴν πάντων ἀνθρώπων ὁμολογίαν, ὡς ὑπὸ τῆς ἀληθείας ἀγομένων ἐπὶ <τὸ> τὸ εὖ ζῆν καὶ τὸ εὖ πράττειν καὶ τὸ εὐδαιμονεῖν μηδὲν ἀλλήλων διαφέρειν λέγειν. ἀλλ’ οὖν ὀνόματι μὲν τῷ αὐτῷ πάντες ὀνομάζουσιν, εὐδαιμονίαν λέγοντες, περὶ δὲ τῆς εὐδαιμονίας, τί ἐστιν, ἀμφισβητοῦσιν, καὶ οὐ μόνον τοῖς σοφοῖς οἱ πολλοὶ ἀλλὰ καὶ αὐτοὶ ἀλλήλοις καὶ αὐτοὶ αὑτοῖς, συμμετατιθέντες κατὰ τὴν αὑτῶν χρείαν τὴν εὐδαιμονίαν. ἔνιοι δὲ ᾤοντο τἀγαθὸν ἄλλο τι εἶναι παρὰ τὴν εὐδαιμονίαν, τὴν ἰδέαν τὴν τοῦ ἀγαθοῦ· τοῦτο γὰρ εὐδαιμονία οὐκ ἐδόκει εἶναι ἀνθρωπίνη, ἡ δὲ γνῶσις αὐτοῦ εὐδαιμονία. τὸ μὲν οὖν πάσας ἐξετάζειν τὰς δόξας ὡς μάταιον παραιτεῖται, τὰς δὲ ὡς μάλιστα ἐπιπολαζούσας ἢ δοκούσας ἔχειν τινὰ λόγον ἐξετάζειν ἐπαγ- γέλλεται. Ἀξιοῖ δὲ μὴ λανθάνειν, ὅτι διαφέρουσιν οἵ τε ἀπὸ τῶν φύσει λόγοι καὶ οἱ ἐπὶ τὰς φύσει ἀρχάς· ἔσονται γὰρ καὶ αἱ ἀρχαὶ αἱ μὲν φύσει αἱ δὲ ὡς πρὸς ἡμᾶς. εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖς Φυσικοῖς· ἠπόρει δὲ καὶ Πλάτων’ πόθεν ἀρκτέον ἐν τ· οῖς λόγοις καὶ ποίαις ἀρχαῖς χρηστέον· φησὶν οὖν ἐν τούτοις ἀρκτέον εἶναι ἀπὸ τῶν ἡμῖν γνωρίμων καὶ χρήσεται προϊόντος τοῦ λόγου φανεροῖς τισι καὶ γνωρίμοις ἡμῖν. διό, φησί, δεῖ τοῖς ἤθεἤγουν σιν ἦχθαι καλῶς τὸν περὶ καλῶν καὶ πολιτικῶν ἀκουσό μένον. παραγίνεται γὰρ αὐτῷ τὸ ὅτι ἐξ ἐθῶν, ὃ ἄν ἔχῃ, οὐδὲν ἔτι δεῖται τοῦ διότι πρός γε τὰς πράξεις. ὁμοίως γὰρ πράξει ὁ πεπεισμένος ὅτι τόδε ἦν τὸ καλὸν τῷ καὶ τὴν αἰτίαν εἰδότι, ἐπεὶ πρός γε τὸ βεβαιοτέραν ἔχειν τὴν κατάληψιν διαφέρει ὅ γε τοιοῦτος· καὶ νὴ Δία ὅτι καλὸν μὲν ἡ σωφροσύνη, αἰσχρὸν δὲ ἡ ἀκολασία καὶ ὅλως ἡ μὲν ἀρετὴ καλόν, ἡ δὲ κακία κακόν, λάβοι ἄν ῥᾳδίως ἀρχὴν διὰ τὸ καλῶς ἦχθαι. λέγει δὲ ἀρχὰς τὰς τοῦ ὅτι τόδε καλὸν ἢ τόδε αἰσχρὸν ἢ εἴ τινες ταύταις ὅμοιαι. ᾧ δὲ μηδέτερον ὑπάρχει, μήτε τὸ ἔχειν μήτε τὸ λαβεῖν ῥᾳδίως, ἀκουσάτω τοῦ ‘Ησιόδου. εἰκάζει δὲ τῷ μὲν δι’ αὑτοῦ πάντα νοοῦντι τὸν ἔχοντα ταύτας τὰς ἀρχάς, τὸν δὲ δυνάμενον ῥᾳδίως λαβεῖν μηδέπω δὲ ἔχοντα τῷ πειθομένῳ τοῖς εὖ λέγουσιν, ἀχρεῖον δὲ τὸν μηδετέρως διακείμενον καὶ ἐοικέναι τῷ μήτε νοοῦντι μήτε ἄλλου ἀκούοντι. Ἡμεῖς δέ, φησί, λέγωμεν, ὅθεν παρεξέβημεν. τριῶν γὰρ ὄντων βίων βίων τοῦ τε θεωρητικοῦ καὶ τοῦ ἀπολαυστικοῦ καὶ τοῦ χρηματιστικοῦ, οὐκ ἀλόγως ἐκ τούτων τῶν βίων ὁρμώμενοι καθ’ ἕκαστον αὐτῶν ἄλλοι ἄλλην εὐδαιμονίαν τίθενται διὰ τὸ τὴν εὐδαιμονίαν μηδὲν ἄλλο εἶναι ἢ βίον τέλειον. οἱ μὲν οὖν πολλοὶ καὶ ἐπιπολαιότατοι τιμῶντες τὸν ἀπολαυστικὸν βίον τέλος τίθενται τὴν ἡδονήν· αὕτη γὰρ οὔτε τὸ ἐπ’ ἄλλοις εἶναι δοκεῖ ἔχειν οὔτε τὸ εὐαφαίρετον. ἡ δὲ τιμὴ ἐπὶ τοῖς τιμῶσίν ἐστιν, οὐκ ἐπὶ τοῖς ἔχουσι, διὸ καὶ εὐαφαίρετος· ἐπ’ ἄλλοις γὰρ ἔστι τιμᾶν καὶ ἀτιμάζειν· ἔτι δὲ καὶ ὅσοι εὖ πεφυκότες ἀσπάζονται τὴν τιμήν, διὰ τοῦτο φαίνονται διώκειν αὐτήν, ὅπως λαβόντες πολλοὺς μάρτυρας καὶ μάλιστα τοὺς ἀγαθοὺς πιστεύωσιν ἑαυτοὺς ἀγαθοὺς εἷναι. εἰ δὲ ἡ τιμὴ διὰ τὴν ἀρετήν, δῆλον ὡς τέλος ἄν εἴη μᾶλλον ἡ ἀρετή. τὸ γὰρ οὗ ἕνεκα τέλος· ἔτι δὲ αὕτη ἀτελεστέρα. τίς γὰρ ἄν εἴποι εὐδαίμονα τὸν ἔχοντα τὴν ἀρετήν, ἀπρακτοῦντα δὲ καὶ καθεύδοντα παρ’ ὅλον τὸν βίον, οἷον καὶ τὸν Ἐνδυμίωνα μυθολογοῦσιν; ἢ τίς ἂν εἴποι εὐδαίμονα τὸν τὰ μέγιστα τῶν ἀγαθῶν ἔχοντα παρ’ ὅλον τὸν βίον καὶ κακοπαθοῦντα; οὐδεὶς γὰρ αὐτὸν εὐδαιμονίσειεν, εἰ καὶ ὅτι μάλιστα τὴν ἀρετὴν ἔχοι, εἰ μὴ θέσιν διαφυλάττει, τουτέστιν παράδοξον λόγον. εἰρῆσθαι δέ φησι περὶ τούτων καὶ ἐν τοῖς ἐγκυκλίοις. ἔστι δὲ αὐτοῖς προβλήματα ἐγκύκλια παντοδαπά· διὸ καὶ ἐγκύκλια ὠνομάζετο, διὰ τὸ ἐγκυκλίως αὐτοὺς καθημένους ἐπιχειρεῖν εἰς τὸ προτεθέν· ἢ διὰ τὸ ἐν κύκλῳ περιεστῶτας ἀκροᾶσθαι. περὶ δὲ τοῦ θεωρητικοῦ βίου ὕστερον ἐπισκέψεσθαί φησι. τὸν δὲ χρηματιστὴν βίαιον λέγουσι, τουτέστι μικρόν, ὡς πρὸς εὐδαιμονίαν βίαιον λέγοντες τοῦτον· ὁ γὰρ πλοῦτος οὐ τὸ ζητούμενον ἀγαθὸν ἀλλὰ χρήσιμον καὶ ἄλλου χάριν. χρήσιμα δὲ λέγουσιν ἀγαθὰ διὰ τὴν χρείαν· ἔστι δὲ τοιοῦτον ὁ πλοῦτος. πῶς δὲ ἄλλου χάριν αἱρετὸν τὸν πλοῦτον εἴρηκεν, ἐν ἄλλοις δι’ αὑτὸν ἀγαθὸν λέγων καὶ δι’ αὑτὸν αἱρετόν; ἢ ὅτι τῷ μέν, τῷ κατὰ φύσιν διακειμένῳ, ἁρμόττειν λέγεται καὶ τῷ ἀγαθῷ ἁπλῶς ἀγαθόν ἐστι καὶ δι’ αὑτὸ αἱρετόν· ἢ διότι ὄργανόν ἐστι τῷ ἀγαθῷ πᾶν γὰρ ὄργανον δι’ ἕτερον) ταύτῃ ἄλλου χάριν αἱρετόν. διὰ τὸ φίλους ἄνδρας εἰσαγαγεῖν τὰ εἴδη οὐχ ὡς ἐκείνων ταὐτὸν ἡγουμένων τὸ καθόλου καὶ τὴν ἰδέαν, ἀλλ’ ἐπειδὴ αὐτὸς οὐδέν φησιν εἶναι τὴν ἰδέαν ἢ τὸ καθόλου, τοῦτο δὲ λαβόντας χωριστὸν ποιεῖσθαι τοὺς τὰς ἰδέας τιθεμένους. Οἱ δὲ κομίζοντες τὴν δόξαν ταύτην ἕως καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον εἰρήσθω. Οἱ ἀναιρετικοὶ λόγοι δόγματος οἱ μὲν ἀπλῶς ἀναιροῦσιν, οἱ δὲ ἐκ τῶν δοκούντων τοῖς τιθεμένοις τὸ δόγμα, οἷον οὐ μόνον ἀναιροῦσιν ἀλλὰ καὶ τοὺς εἰρηκότας ἐλέγχουσιν οὐχ ὁμολογοῦντας αὑτοῖς. τοιοῦτος δέ ἐστι καὶ ὁ πρῶτος λόγος πρὸς τοὺς τὴν τοῦ ἀγαθοῦ ἰδέαν εἶναι λέγοντας. φησὶ γὰρ ὅτι οἱ κομίσαντες τὴν δόξαν ταύτην οὐκ ἐποίουν ἰδέας τούτων ἐν οἷς ἐστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἔστω γάρ, φησί, πρότερον οὗ μὴ ὄντος οὐκ ἂν εἴη τὸ ὕστερον, ὄντος δὲ οὐκ ἀνάγκη τὸ ὕστερον εἶναι. διόπερ, φησίν, οὐδὲ τῶν ἀριθμῶν ἐποίουν ἰδέας, οἷον αὐτοαριθμὸν διὰ τὸ εἶναι προτέραν τὴν δυάδα τῶν ἄλλων· ἀναιρουμένης γὰρ αὐτῆς ἀναιροῦνται καὶ οἱ λοιποί. τὸ δὲ ἀγαθὸν λέγουσι καὶ ἐν τῷ τί ἐστιν, τουτέστιν οὐσίᾳ, καὶ ἐν ταῖς ἄλλαις κατηγορίαις· καὶ ἔστι τὸ καθ’ αὑτό, ὅπερ ἐστὶν ἡ οὐσία, πρότερον τῇ φύσει τῶν ἄλλων κατηγοριῶν. ὁ δὲ τοῦ πρός τι μόνον ἐμνημόνευσεν, ἐπειδὴ γνωριμωτέρως τούτου προτέρα ἡ οὐσία. σχέσις γάρ ἐστι τῆς οὐσίας πρὸς ἄλλο τι, διὸ παραφυάδι εἰκάζει τὸ πρός τι. πᾶσα γὰρ παραφυὰς ὑστέρα ἐκείνου ᾧ παραπέφυκεν• ὥστε οὐκ ἄν εἴη κοινή τις τούτων ἰδέα. ὁ δὲ λόγος ὡς περιλαβόντι εἰπεῖν ἔχει οὕτως· ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον οὐκ ἔστιν, οὐδεμία ἰδέα τούτων. εἰς παραμυθίαν δὲ τοῦ τὸ πρότερον καὶ τὸ ὕστερον εἷναι ἐν τἀγαθῷ, διείλετο ποσαχῶς λέγεται τὸ ἀγαθόν· ὅτι καὶ ἐν ταῖς δέκα κατηγορίαις ἡ μὲν οὐσία καθ’ αὑτήν ἐστι καὶ ὄν, τὰ δὲ ἄλλα συμβεβηκότα, πρότερον δὲ τὸ καθ’ αὑτὸ τῶν συμβεβηκότων. τὴν μὲν οὖν πρώτην πρότασιν ἐκ τῆς δόξης ἔλαβε τῶν τὰς ἰδέας εἰσηγουμένων, τὴν δὲ ἑξῆς αὐτὸς τίθησιν. οὐ γ ἂρ ἂν συγχωροῖεν τὸ πρότερον καὶ τὸ ὕστερον εἶναι ἐν τοῖς ἀιδίοις, ἀλλ’ ἅμα τῇ φύσει ταῦτα. †τοὐ ἀγαθοῦ δὲ ποσαχῶς ἔχουσα τὸ ἀγαθόν. ὁ δὲ ἑξῆς λόγος ἔγκειται ὑποθετικῶς οὕτως· εἰ τὸ ἀγαθὸν ἰσαχῶς λέγεται τῷ ὄντι, δῆλον ὅτι οὐκ ἂν εἴη καθόλου καὶ ἓν τὸ ἀγαθόν. τούτῳ δὲ ἕπεται τὸ μηδεμίαν ἰδέαν εἷναι ἀγαθοῦ. κατηγορικῶς δὲ οὕτως ἂν λεχθείη· τῶν πολλαχῶς λεγομένων οὐκ ἔστι μία ἰδέα· τὰ ἀγαθὰ λέγεται πολλαχῶς· οὐκ ἄρα οἷόν τε μίαν αὐτῶν ἰδέαν εἶναι. δοκεῖ δὲ καὶ οὗτος ὁ λόγος καὶ ὁ πρότερος οἱ αὐτοὶ εἶναι· ἐκ γὰρ τῆς διαιρ· έσεως τῆς τῶν ἀγαθῶν καὶ τοῦ πολλαχῶς ταῦτα λέγεσθαι τὴν ἀπόδειξιν ποιεῖσθαι δοκοῦσιν. οὐ μήν εἰσιν οἱ αὐτοί, ἀλλ’ ὁ μὲν πρότερος ἐκ τοῦ μὴ εἶναι κοινὴν ἰδέα τούτων, ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, εἶναι δὲ τὸ πρότερον καὶ τὸ ὕστερον ἐν τοῖς ἀγα- θοῖς, ὁ δὲ ὕστερος παντελῶς ἄλλας ἔχει τὰς προτάσεις· ἐκ γὰρ τούτων πολλαχῶς λεγομένων μὴ εἶναι ἰδέαν, τὸ δ’ ἀγαθὸν πολλαχῶς λέγεσθαι ἐπιφέρει τὸ συμπέρασμα. ἑκατέρᾳ δ’ αὐτῶν ἡ δευτέρα πρότασις τὴν παραμυθίαν ἔχει· ἐκ τῆς διαιρέσεως τῶν ἀγαθῶν· ὁ δὲ τρίτος λόγος κεῖται μὲν καὶ αὐτὸς ὑποθετικῶς. ἰσοδυναμεῖ δὲ τούτῳ τῶν κατὰ μίαν ἰδέαν μία καὶ ἐπιστήμη· τῶν δ’ ἀγαθῶν οὐκ ἔστι μία ἐπιστήμη. τοῦτο δ’ ὑπομιμνήσκει· πολλαὶ ἐπιστῆμαι καὶ τῶν ὑπὸ μίαν τῶν κατηγοριῶν, οἷον καιρός ἐστι τῆς τοῦ ποτὲ κατηγορίας· ἐν πολέμῳ γὰρ στρατηγικὴ ἐπιστήμη τοῦ καιροῦ, ἐν νόσῳ δὲ ἰατρικὴ καὶ τὸ μέτριον δέ ἐστι τῆς τοῦ ποσοῦ ἢ μᾶλλον τῆς τοῦ πρός τι, ἀλλ’ ἐν τροφῇ μὲν ἰατρικὴ ἐπιστήμη, ἐν πόνοις δὲ γυμναστική. ὅτι δὲ τῶν ὑπὸ μίαν ἰδέαν μία καὶ ἐπιστήμη ῥᾴδιον μαθεῖν. καὶ γὰρ ἀνθρώπου μία ἐπιστήμη καὶ ἵππου μία. εἰ δέ τις λέγει ὅτι ὑγιείας οὐ μία, καίτοι κατὰ μίαν ὑγίειαν λέγεται, καὶ ἔστιν ἄλλη μὲν ἐπιστήμη ἀνθρώπων ὑγιείας, ἄλλη δὲ ἵππων, ῥητέον ὅτι μία ἐστὶν ἐπιστήμη ἰατρική, ἧς δύο μέρη· καὶ γὰρ ὑγίεια μία ἧς δύο εἴδη καὶ εἰσὶ δύο ἄρ’ ὡς ἐπ’ ἄλλων ἔχει. τὰ δὲ μετὰ ταῦτα κοινῶς ἀπορεῖ πρὸς τὸν τὰς ἰδέας λέγοντα, καὶ οἷον ὁ τοῦ αὐτοανθρώπου καὶ ἀνθρώπου λόγος, ᾗ ἄνθρωπος, οὐδὲν ταύτῃ διοίσουσιν, ὥστε οὐδὲ τὸ αὐτοδὲ ἀγαθὸν τοῦ ἐν μέρει ἀγαθοῦ, ᾗ ἀγαθόν• οὐδ’ ὅτι ἀίδιον τὸ αὐτοαγαθὸν καὶ ὁ αὐτοάνθρωπος· ταύτῃ μὲν γὰρ διοίσει, ᾖ <δ᾿> ἀγαθὸν ἢ ἡ ἄνθρωπος, διοίσει· ὥσπερ οὐδὲ τὸ πολυχρόνιον λευκότερον τοῦ ἐφημέρου. πιδανώτερον ἐοίκασιν οἱ Πυθαγόρειοι λέγειν, ἐπειδὴ τοὺς ἀριθμοὺς ἀπὸ τῶν ἰδεῶν εἶναι λέγουσιν, ὡς ἔστι λαβεῖν ἐκ τῶν εἰρημένων ὑπ’ αὐτῶν· ἀκολουθεῖ γὰρ αὐτοῖς λέγειν καὶ τῶν ἰδεῶν εἶναι ὅρους, ἐπειδὴ φαίνονται οἱ τὰς ἰδέας εἰσηγησάμενοι διὰ τὸ σφόδρα σεμνύνειν τὸ ἓν εἰς τὴν τῶν ἰδεῶν ἐπίνοιαν ἐλθεῖν. τὰ μὲν γὰρ πολλὰ καὶ κατὰ μέρος αἰσθητὰ ῥευστὰ ᾤοντο καὶ φθαρτὰ οὐδὲ τῷ ὄντι ὄντα, τὰ δέ, τὰ παρὰ τὰ καθ’ ἕκαστα νοητὰ οὐκ αἰσθητὰ ἀλλ’ ὄντως ὄντα· διὰ ταῦτα δὲ ἐποίησαν τὰς ἰδέας. ὁ δὲ Ἀριστοτέλης φησίν, εἴπερ ἄρα δεῖ σεμνύνειν τὸ ἕν, πιθανώτερον τοὺς Πυθαγορείους τοῦτο πεποιηκέναι· δύο γὰρ συστοιχίας θέμενοι, τὴν μὲν ἀγαθῶν, τὴν δὲ κακῶν δεκάδα, ἐν τῇ ἑτέρᾳ, τῇ τῶν ἀγαθῶν συστοιχίᾳ, τὸ ἓν ἐτίθεσαν. εἰσὶ δὲ αὐτοῖς αἱ συστοιχίαι αἵδε· ἀγαθὸν κακόν, πέρας ἄπειρον, περιττὸν ἄρτιον, ἓν οὐχ ἕν, δεξιὸν ἀριστερόν. ἄρρεν θῆλυ, ἠρεμοῦν κινούμενον, εὐθὺ καμπύλον, φῶς σκότος, τετράγωνον ἑτερόμηκες. ἅμα γὰρ ἐσέμνυνον τὸ ἕν, ἅμα δὲ οὐκ ἐποίησαν οὐσίας τινάς, ἐν μὲν τῷ αὐτῷ λόγῳ οὔσας ταῖς αἰσθηταῖς οὐσίας· νοητας δὲ ***Τοῖς δὲ λεχθεῖσιν ἀμφισβήτησίς τις ὑποφαίνεται. εἴποιεν γὰρ ἂν οἱ τὰς ἰδέας διηγούμενοι τοὺς μὲν λεχθέντας νῦν ὑπὸ τοῦ Ἀριστοτέλους λόγους εἰρῆσθαι, ὡς τῆς τἀγαθοῦ ἰδέας πάντων οὔσης τῶν ἀγαθῶν τῆς αὐτῆς, τὸ δὲ οὐχ οὕτως ἔχειν. εἶναι γὰρ διαφορὰς ἐν τοῖς ἀγαθοῖς· τὰ μὲν γὰρ εἶναι ἀγαθὰ καθ’ αὑτά, τὰ δὲ δι’ ἕτερα. ταῦτα δὲ λέγεται ἀγαθὰ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀγαθῶν ἢ φυλακτικὰ ἢ τῶν ἐναντίων κωλυτικά· τὰ δὲ οὐ τῶν καθ’ αὑτὰ μὲν ἀγαθῶν, ἀλλ’ ὅσα δι’ αὑτὰ αἱρετά, οἷον αἵ τε ἀρεταὶ καὶ τιμαί· ἰατρεία δὲ καὶ ὅσα τοιαῦτα ἀγαθὰ δι’ ἕτερα. ἴσως δ’ εἴποιεν καὶ ὑγίειαν καὶ πλοῦτον καὶ ὅσα τοιαῦτα δι’ ἕτερα ἀγαθὰ εἶναι, ὄργανα γὰρ τῆς ἀρετῆς, ὧν ποιητικὰ μὲν ἀγαθά, ὅσα ποιητικά ἐστι τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον τὸ ἡδὺ μὲν ἡδονῆς ποιητικόν, γυμνάσιον δὲ ὑγιείας, εἴπερ ἔστιν ὑγίεια τῶν καθ’ αὑτὰ ἀγαθῶν· μάθησις δὲ καὶ ἄσκησις καὶ πόνοι ἀρετῆς ποιητικά. τὰ δὲ φυλακτικά ἐστιν ὅσα διατηρητικά ἐστι τῶν καθ’ αὑτὰ ἀγαθῶν, οἷον ὑγιείας μὲν διατηρητικὰ ἃ παραδιδόασιν οἱ ἰατροὶ ὑγιεινὰ λέγοντες· αἰσθήσεως δὲ καθ’ αὑτὴν οὔσης, τὰ διατηρητικὰ τῆς αἰσθήσεως κωλυτικὰ δὲ τῶν ἐναντίων εἴη μὲν ἄν πὼς ταῦτα καὶ φυλακτικὰ τῶν ἀγαθῶν καὶ κωλυτικὰ τῶν ἐναντίων· εἰσὶ δὲ καὶ αἱ ἰατρεῖαι κωλυτικαί πὼς τῶν ἐναντίων τῇ ὑγιείᾳ καὶ τῇ αἰσθήσει. διττῶς δὴ λεγομένου τοῦ ἀγαθοῦ καὶ τοῦ μὲν δι’ αὑτὸ αἱρετοῦ ὄντος, τοῦ δὲ δι’ ἕτερον, χωρίσαντες ἀπὸ τῶν ὠφελίμων τὰ καθ’ αὑτὰ ἀγαθὰ σκεψώμεθα, φησίν, εἰ λέγεται κατὰ μίαν ἰδέαν. ὠφέλιμα δὲ ἰδίως λέγουσι τὰ δι’ ἕτερα ἀγαθά. εἶτα ὁρίζεται καθ’ αὑτὰ εἶναι τὰ ὅσα καὶ μονούμενα διώκεται, οἷον τὸ φρονεῖν καὶ τὸ ὁρᾶν καὶ ἀβλαβεῖς ἡδοναὶ καὶ τιμαί· ταῦτα γὰρ καὶ καθ’ ἑαυτά, εἰ καὶ δι’ ἄλλο τί ἐστιν αἱρετά οἷον εὐδαιμονίαν ἀνθρώπων. Μετὰ ταῦτα δὲ μνημονεύει τοῦ ἐκείνων λόγου· ἡγοῦνται γὰρ τὴν γνῶσιν τῆς τἀγαθοῦ ἰδέας συλλαμβάνειν πρὸς τὰ πρακτέα τῶν ἀγαθῶν. παράδειγμα γάρ ἐκείνην ἔχοντες καὶ τὰ ἡμῖν ἀγαθὰ εἰσόμεθα, ὥσπερ ὁ τὸν Σωκράτην εἰδὼς γνωριεῖ καὶ τὸν ὅμοιον τῷ Σωκράτει. τὸν δὲ λόγον τοῦτον πιθανὸν μὲν εἶναί φησιν, οὐχ ὁμολογεῖν δὲ αὐτῷ τὰς ἐπιστήμας· πάσας μὲν γὰρ ἀγαθοῦ τινος ἐφίεσθαι, ἀγαθὸν γὰρ ἑκάστῃ τὸ ἴδιον τέλος, μηδεμίαν δὲ ἐπιζητεῖν τὴν ἰδέαν τἀγαθοῦ. καὶ γὰρ οὐδὲν ὄφελος εἶναι ὑφάντῃ κα. τέκτονι ἢ ἰατρῷ ἢ στρατηγῷ τεθεαμένῳ τὴν ἰδέ. αν πρὸς τὸ γνωρίζειν τὸ ἑαυτοῦ τέλος. οὐδὲ γὰρ ὑγίειαν. ἰατρὸς τὴν κοινὴν ἀλλὰ τὴν ἀνθρώπου ἐπισκέπτεται, μᾶλλον δὲ ἴσως τὴν τοῦδε τοῦ ἀνθρώπου, οἷον Σωκράτους· [τὸν] καθ’ ἕκαστον γὰρ ἰᾶται. ἢ ὅτι αἱ μὲν ἄλλαι τέχναι οὐκ εἰσὶ περὶ ἀγαθά, ἀλλὰ περὶ μέσα τινά, καὶ οὐδὲ τὰ τέλη αὐτῶν ἀγαθά, ἡ δὲ πολιτικὴ καὶ ἠθικὴ περὶ τὰ ἀνθρώπων ἀγαθά, ὥστε δέοι ἂν αὐτῇ τῆς τἀγαθοῦ γνώσεως ἢ εἰ μὴ τοῦτο, τῆς γε ἰδέας καθ’ ἣν τὸ τέλος ἑκάστης λέγεται, οἷον ἰατρικῆς ὑγίεια τέλος καὶ ἔστι γε αὐτουγίεια τέλος. ἀλλ’ οὐδέν, φησί, τῷ ἰατρῷ δεῖ γνώσεως τῆς αὐτοϋγιείας πρὸς τὸ ἰατρικώτερον γενέσθαι. φαίνεται δὲ οὐδὲ τὴν καθόλου ὑγίειαν ζητεῖν ἥτις ἐστίν, ἀλλὰ τὴν τοῦ ἀνθρώπου. μᾶλλον δὲ τὴν τοῦδε. καθ’ ἕκαστον γὰρ ἰώμενος τὴν ἑκάστου ὑγίειαν ἐπισκοπεῖ. τοσοῦτον ἀπέχει τοῦ τὴν ἰδέαν ζητεῖν τὴν τῆς ὑγιείας. Πἀλιν δ’ ἐπανέλθωμεν ἕως τοῦ οὐδὲ ὀλίγος χρόνος. ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ζητῶν τί τὸ ἀνθρώπινον ἀγαθόν ἐμμεθόδως δὲ χρῆται τῇ αἰτίᾳ τῶν γνωριμωτέρων 〈πρὸς〉 τὰ ἧττον γνώριμα. ἔστι δὲ γνωριμώτερον τοῦ ἀνθρωπίνου ἀγαθοῦ τὸ τῶν τεχνῶν, ἔτι δὲ τὸ τῶν κατὰ μέρος τοῦ καθόλου, ἔτι δὲ πασῶν τούτων ἔχουσα τέλος, ὑπὲρ οὗ τὰ λοιπὰ πράττεται πάντα [τὰ ἔμ. προσθεν], ὥστε καὶ τοῦ ἀνθρώπου τὸ τέλος ᾖ πέφυκεν ἄνθρωπος. τοῦτο δὲ ἀνάγκη τῶν πρακτῶν ἁπάντων εἶναι τέλος· εἴρηται γὰρ ἐν τοῖς ἔμπροσθεν, . ̔́τι ἄλλο τέλος ἄλλῳ οὗ ἕνεκεν, τοῦ δὲ τῆς πολιτικῆς τέλους ἦν ἄνθρωπος τέλος ᾗ ἄνθρωπος, οὗ ἅπαντα τὰ ἄλλα χάριν πράττεται. διόπερ τὸ τῶν ἀνθρωπείων πρακτῶν ἀπάνιων τέλος τοῦτ’ ἂν εἴη τἀγαθόν. τοιοῦτον γάρ τι νῦν ζητεῖται· τὸ γὰρ πρακτὸν ἀγαθὸν εἴη ἂν ζητητέον. εἰ δὲ μὴ ἐν τούτῳ μόνῳ ἀλλὰ καὶ ἐν ἄλλῳ τινὶ ἡ εὐδαιμονία, οἷον εἰ ἐν τῷ θεωρεῖν, ταὐτὸν ἄν εἴη ζητητέον, τίνα τὰ συμπληροῦντα τὸ τέλος. Μεταβαίνων δὲ ὁ λόγος εἰσελήλυθεν εἰς τὸ δεῖν ζητῆσαι, εἰ ἐν ἑνί ἐστιν ἡ εὐδαιμονία ἢ ἐν πλείοσιν. ὁποτέρως δ’ ἄν ἔχῃ ***ἕπεται τὰ ἑξῆς. φησὶ γὰρ δεῖν διασαφῆσαι περὶ αὐτῶν, μετὰ δὲ διαιρεῖ τί διαφέρει τέλος καὶ τελειότατον τέλος, ἵνα δείξῃ, ὅτι ἡ εὐδαιμονία τέλος ἐσι-ὶ καὶ κυ- ρίως τέλος καὶ τελειότατον τέλος. καλεῖ μὲν γὰρ κοινῶς τέλος ἐν πάσῃ τέχνῃ καὶ πράξει, οὗ ἕνεκεν τὰ λοιπὰ πράιτεται. ἔνθεν μὲν οὖν οὐκ ἔστι τέλος δι’ αὑτὸ αἱρετόν . ἀλλὰ πάντως δι’ ἕτερον . οὐκ ἔστι τέλειον τέλος τὸ τοιοῦτον· ἄλλων γὰρ χάριν πράττεται, ὅπερ οὐ λέγει οἰκεῖον ἀλλὰ τῶν πρὸς τὸ τέλος. τοὀ̓́ῦτα δὲ τὰ ὄργανα πάντα, οἷον πλοῦτος αὐλοί· οἵ τε γὰρ αὐλοὶ τέλος ὄντες αὐλοποιητικῆς ἕνεκεν τῆς αὐλητικῆς εἰσι καὶ τοῦ τέλους αὐτῆς, ὅ τε πλοῦτος, χρηματιστικῆς τέλος, αᾡετός ἐστι διὰ τὴν ἐλευθεριότητος χρῆσιν· τελειότερον δὲ τὸ τῆς αὐλητικῆς τέλος τοῦ τῆς αὐλοποιητικγ͂ͅς· οὐ μόνον δὲ τελειότερον ἀλλὰ καὶ τέλος ἄν εἴη πᾶν τὸ καθ’ αὑτὸ αἱρετὸν κἄν δ-́’ ἕτερον ᾖ ,οἷον ἀρετὴ καὶ ἡ ἀβλαβὴς ἡδονὴ καὶ τιμή· τούτων γὰρ ἕκαστον καὶ δι’ αὑτὸ αἱ- ρετὸν καὶ διὰ τὴν εὐδαιμονίαν. τὰ μὲν καθ’ αὑτὰ αἱρετὰ πάντα τελειότερα τῶν δι’ ἕτερον αἱρετῶν μόνον αὐτῶν δὲ αὖ τούτων τελειότερον τὸ μηδέποτε δι’ ἄλλο αἱρετὸν τῶν καὶ καθ’ αὑτὰ αἱρετῶν καὶ δι’ αὐτό, ὃ καὶ τελειότατον φαίη ἄν τις· τοιαύτη γὰρ ἡ εὐδαιμονία. αἱρετωτέρα γάρ ἐστι τῶν δι’ αὑτὰ αἱρετῶν καὶ δι’ αὐτήν, ὅθεν καὶ τελειότατον τέλος καὶ ἀπλῶς καὶ κυρίως, ἐπειδὴ πάντα τὰ ἄλλα ἕνεκεν ταύτης γίνεται. ἔτι δὲ καὶ ἐκ τῆς αὐταρκείας δείκνυσιν ὅτι ἐστὶν ἡ εὐδαιμονία τελειότατον τέλος· τὸ γὰρ αὔταρκες τέλειον, ἡ δὲ εὐδαιμονία αὔταρκες· τέλειον ἄρα ἡ εὐδαιμονία. ὅτι δὲ τὸ αὔ- ταρκες τέλειον, φανερόν· ἔστι γὰρ αὔταρκες ὃ μονούμενον καὶ χωριζόμενον τῶν ἄλλων αἱρετὸν ποιεῖ τὸν βίον· τὸ δὲ τοιοῦτον ἀνάγκη ὁμολογεῖν τέλειον. εἰπὼν δὲ αὐτάρκη τὴν εὐδαιμονίαν διαρθροῖ, πῶς αὐτὴν λέγει αὐτάρκη καὶ τίνι· οὐ γὰρ τῷ ζῶντι μονώτην τὸν βίον οὐδ’ ὥστε περὶ αὑτὸν ἔχειν τὴν εὐδαιροντίζοντι εἰ ἐν ταῖς μονίαν μηδὲν φροντιζοντι εί εν ταις μεγίσταις συμφοραῖς εἶεν γονεῖς καὶ τέκνα καὶ πόλις καὶ φίλοι. εἰ μὲν γὰρ μοναδικὸν ἦν ζῷον καθάπερ λύκος ἢ λέων, ἴσως ἂν τοιαύτη τις ἦν αὐτοῦ ἡ εὐδαιμονία· ἐπεὶ δὲ πολιτικὸν. ζῷον ὁ ἄνθρωπος καὶ κοινωνικόν, πρῶτον μὲν εἰ μόνος ζῴη καὶ καθ’ αὑτὸν ἐν ἠρεμίᾳ, πάντων αὐτῷ ὑπαρχόντων ἀφθόνως, οὐκ ἔστιν ὅπως εὐδαίμων ἔσται· ἔπειτα δὲ εἰ καὶ ἐν πόλει εἴη, ἐφορῴη δὲ ὑπερβαλλούσας κακοπραγίας γυναι- κὸς καὶ τέκνων καὶ γονέων καὶ πατρίδος, οὐκέτι [γὰρ] ἐν αὐταρκείᾳ ἔσται αὐτοῦ ὁ βίος· ἡ γὰρ αὐτάρκεια τοῦ πολιτικοῦ ζῴου περιγέγραπται περὶ τὸ σῶμα αὐτοῦ καὶ τὴν ψυχήν, ἀλλὰ μετέχειν πὼς αὐτὸν ἀνάγκη τῆς τῶν φιλτάτων δυστυχίας. κακοδαιμονίας μὲν γὰρ ἴσως οὐ μεθέξει δι’ ἄλλους, εὐδαιμονῶν δὲ οὐκ ἔσται μὴ ἔχων τὴν τοῦ πολιτικοῦ εὐδαιμονίαν. ἴσως δ’ ἀμφισβητήσειεν ἄν τις πρὸς ταῦτα ζητῶν τίς ὅρος τῶν εἰρημένων, οἷον εἰ γονεῖς μόνον εὐπραγοῖεν, ἢ εἰ καὶ γονέων γονεῖς καὶ οἱ ἐπὶ τὸ ἄνω πάντες καὶ τέκνα μόνον οὐκ εὐπραγοῦσιν οὐκ ἐμποδισθήσεται αὐτοῦ ἡ εὐδαιμονία· εἰ δὲ μὴ ἐμποδισθήσεται καὶ τέκνα τέκνων καὶ ὅλως οἱ ἔκγονοι καὶ εἰ τεθνεὼς πολλάκις μεταβάλλει ὁτὲ μὲν εἰς εὐδαιμονίαν, ὁτὲ δὲ εἰς κακοδαιμονίαν ἐπὶ ταῖς τῶν ἐκγόνων εὐημερίαις ἢ δυσπραγίαις καὶ πότερον τοὺς φίλους αὐτοῦ μόνον δεῖ εὐπραγεῖν ἢ καὶ τοὺς τῶν φίλων φτγους ἢ μᾶλλον εἶναι πάντων τούτων ὅρον, ἐν πλάτει δέ, ὥστε φέρε εἰπεῖν μέχρι γονέων καὶ τῶν ἔγγιστα φίλων καὶ τέκνων εὐκταίαν εἶναι τὴν εὐπραγίαν καὶ συλλαμβάνειν τῷ εὐδαίμονι μηδὲ ταῦτα εἰς ἄπειρον προιέναι. περὶ μὲν οὖν τούτων εἰσαῦθις ἐπισκεπτέον εἶναί φησι· προστίθησί δὲ ὅτι ἡ εὐδαιμονία πάντων ἐστὶν αἱρετωτάτη μὴ συνριθμουuιένη. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· παραδέδοται τόπος ὑπ’ αὐτοῦ ὅτι τά πλείω ἀγαθὰ αἱορετώτερά ἐστι τῶν ἐν τῷ αὐτῷ ἀριθμῷ αἱρετώτερα δὲ ἑνὸς ἢ δυοῖν, οἷον . πλοῦτος καὶ ὑγίεια καὶ ἀρετὴ αἱρετώτερα ἑνὸς αὐτῶν ὁποιουοῦν. διαβάλλεται δὲ οὗτος ὁ τόπος· ἐὰν γὰρ ᾖ τῶν ἀγαθῶν τὸ τέλος, τὸ δὲ ἕνεκεν αὐτοῦ προσγίνηται, †πάντα αἱρετώτερα ἑνὸς ἢ δυοῖν τοῦ τέ- λους τὰ αἱρειώτερα, οἷον τὰ ὑγιεινὰ μετὰ ὑγιείας οὐκ ἔστιν αἱρετώτερα τῆς ὑγιείας· οὕτω δὴ καὶ πλο· ῦτος καὶ ὑγίεια καὶ τἆλλα μετὰ εὐδαιμονίας οὐκ ἔστιν αἱρειώτερα μόνης έὐδαιμονίας. ἔχοντες γὰρ τὴν εὐοαιμονιαν πάντα ἔχομεν. τούτῳ δὴ νῦν συγχρῆται τῷ τόπῳ· συναριθμεῖσθαι γὰρ λέγεται ἀγαθὰ ἀλλήλοις, ἃ τοιαῦτά ἐστιν ὥστε ἀοͅιθᾳούuιο͂να πάντα αἱρετώτερα εἶναι τοὐ ἑνὸς καὶ τῶν ἐλαττόνων· μὴ συναριθμεῖσθαι δέ, ἃ μὴ ἔστι μετὰ τῶν ἄλλων ἀριθμούμενα, αἱρετώτερα δὲ εἰ καὶ καθ’ αὑτὰ λαμβάνοιντο. τοιαῦτα δὲ τὰ τέλη πάντα ὡς πρὸς τὰ ποιητικὰ αὐτῶν. φησὶ γοῦν τὴν εὐδαιμονίαν αἱρετωτάτην εἶναι μὴ συναριθμουμένην. τουτέστι μὴ πεφυκυῖαν συναριθμεῖσθαι τοῖς ἄλλοις ἀγαθοῖς, ὡς εἴρηται· συναριθμουμένην δέ, τουτέστιν ἐν εἴδει τῶν ἀριθαουυͅένωὶ αἱρετωτέραν εἶναι ἂν μετὰ τοῦ ἐλαχίστου τῶν ἀγαθ’ ὦν, ὅπερ οὐκ ἔστιν ἐπὶ τῆς εὐδαιμονίας, διὸ πάντων αἱρετωτάτην. Ἀλλ’ ἴσως τέλειον μὲν ἀγαθὸν ὁμολογήσαιεν τὴν εὐδαιμονίαν καὶ ἄριστον· δεῖ δὲ ληφθῆναι ἐναργῶς τί ποτέ ἐστιν. εἶτα τρίτην τινὰ παραδίδωσι μέθοδον, δι’ ἧς ἀεὶ τὸ ζητούμενον τέλος εὑρήσομεν ὁτιοῦν. τί ποτέ ἐστι. παντὸς γὰρ τὸ τέλος ἐν τῷ ἔργῳ δοκεῖ εἶναι τὸ εὖ προσλαμβάνον, οἷον σκυτικῆς τέλος ἐν τῷ ἔργῳ τῷ τῆς σκυτικῆς. εἰ οὖν ἔργον σκυτικῆς ὑπόδημα, ἀνθρώπου δὲ ζητοῦμεν τὸ τέλος τί ποτέ ἐστιν, ληπτέον ἄν εἴη τὸ ἔργον τὸ τοῦ ἀνθρώπου ᾗ ἄνθρωπον. ὅτι δέ ἐστιν ἔργον ἀνθρώπου ᾗ ἄν- θρωπος, προσβιβάζει πρῶτον μὲν ἐκ τοῦ ἄλογον εἶναι τέκτονος μὲν καὶ σκυ- τέως ὁμολογεῖν τι ἔργον εἶναι καὶ ἀνθρώπου τῶν μορίων εἶναι ἔργα, οἷον ὀφθαλμοῦ μὲν τὸ ὁρᾶν, ποδὸς δὲ τὸ βαδίζειν, χειρὸς δὲ τὸ λαμβάνειν καὶ διδόναι καὶ ἄλλο τι τῶν προσηκόντων τῇ χειρί· εἰ οὖ̣ν τῶν μορίων ἑκάστου ἐστὶν ἔργον, εἴη ἂν καὶ ἀνθρώπου. τί οὖν ἐστιν αὐτοῦ ᾗ ἄνθρωπος; ἆρά γε ζῆν; ἀλλὰ καὶ τοῦτο κοινὸν καὶ τοῖς φυτοῖς καὶ ὅλως ο̣ὐδὲ ἔργον αὐτοῦ ἐστι τὸ μετέχειν ζωῆς, ἀλλ’ ὑπάρχον ἐκ φύσεως. εἰ οὗν τὸ μὲν ζῆν κοινὸν οὐ μόνον τοῖς ζῴοις ἀλλὰ καὶ τοῖς φυτοῖς, τὸ δὲ ἔργον ἑκάστου ἴδιον, χωρστέὀν ἄν εἴη τὴν θρεπτικὴ ζωήν, ὡς οὐκ ἐν ταύτῃ ὄντος τοῦ ἀνθρω- πίνου ἔργου. ὁμοίως οὐδὲ ἐν τῇ αὐξητικῇ εἴη ἄν· καὶ γὰρ αὕτη κοινὴ φυ- τοῖς. ἀλλ’ οὐδὲ ἐν τῆ αἰσθητικῇ ζωῇ· κοινὴ γὰρ αὕτη καὶ τοῖς ἀλόγοις ζῴοις. λείπεται δὲ τὸ] ἔργον εἶναι] τοῦ ἀνθρώπου ἡ πρακτικὴ καὶ λογικὴ ζωή, τουτέστι τὸ ζῆν ὡς λογικόν· ἐν γὰρ τούτῳ τὸ ἴδιον τοῦ ἀνθρώπου, τὸ λογικὸν τῆς ψυχῆς. λέγει δὲ λογικὸν ἀντιδιαιρῶν πρός τε τὸ θρεπτικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὰς ἄλλας δυνάμεις, ὅσαι κοιναὶ καὶ τοῖς ἄλλοις ζῴοις. τούτου δὴ οὖν τοῦ λογικοῦ τὸ μὲν οὕτω λέγεται ὡσεὶ πεφυκὸς πείθεσθαι τῷ λόγῳ, τὸ δὲ ὡς πεφυκὸς ἔχειν ἐν αὑτῷ λόγον. ἐν ἄλλοις δὲ τὸ ὡς πεφυκὸς πείθεσθαι ἄλογον καλεῖ διὰ τὸ μὴ ἔχειν ἴδιον λόγον, ὅθεν καὶ δῆλον ὅτι διαφέρει τοῦτο τὸ ἄλογον καὶ παθητικὸν ἰοῦ τῶν ζῴων· τὸ μὲν γὰρ ἐπιπειθὲς λόγῳ, τὸ δὲ τῶν ἀλόγων ζῴων οὐκ ἐπιπειθές. διχῶς δὲ λεγομένης τῆς λογικῆς ζωῆς τῆς μὲν κατὰ δύναμέν, ἣν καὶ καθεύδοντες ἔχομεν καὶ ἐγρηγορότες μηδὲν δὲ πράττοντες ὡς λογικοί, τῆς δὲ κατ’ ἐνέργειαν, ἣν πράττοντες τοῖς λογικοῖς ἁρμοζόντως ζῆν λεγόμεθα λογικῶς, ἔργον ἀνθρώπου φησὶ θετέον εἶναι τὴν κατ’ ἐνέργειαν λογικὴν ζωήν. εὑρὼν δὲ τὸ ἔργον τοῦ ἀνθρώπου μέτεισι λοιπὸν ἐπὶ τὸ τέλος καὶ τὴν εὐδαιμονίαν. Εἰ γάρ ἐστιν ἔργον ψυχῆς ἐνέργεια κατὰ λόγον ἢ μὴ ἄνευ λόγου (τοῦτο δὲ προσέθηκε διὰ τὸ παθητικὸν τῆς ψυχῆς, ὃ εἰ καὶ μὴ ἴδιον ἔχει λόγον ἀλλ’ ἐνεργεῖ γε οὐκ ἄνευ λόγου τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς), τὸ δ’ αὐτό φαμεν ἔργον εἶναι τῷ γένει τοῦδε καὶ τοῦδε σ. πουδαίου. τῷ γὰρ γένει ἐστὶ ταὐτόν, οὔτε δὲ ἀριθμῷ οὔτε εἴδει τὸ τοῦ σπουδαίου ἔργον καὶ τὸ τοῦ τυχόντος ἐν ᾧτινι ἔργῳ, οἷον ὑπόδημα ἔργον καὶ σπουδαίου σκυτέως καὶ οὐ σπουδαίου· τὸ αὐτὸ οὗν τῷ γένει· τὸ γὰρ ὑπόδημα γένος· τὸ δὲ σπουδαῖον ὑπόδημα καὶ τὸ φαῦλον εἴδη. ἀπλῶς δὲ ἐπὶ πάντων τοῦ αὐτοῦ προτιθεμένου καὶ τῆς κατὰ τοῦτο ὑπεροχῆς τὸ σπουδαῖόν ἐστιν. εἰ οὖν ἔργον ἐστὶν ἀνθρώπου ζωὴ λογική, αὕτη δὲ ψυχῆς ἐνέργεια μετὰ λόγου, σπουδαίου <δὲ> ἀνδρὸς <εὖ> ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἄν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς ἐνέργεια κατ’ ἀρετήν. περιλαβόντι δὲ ἔσιν εἰπεῖν οὕτως τὸ ὑποθετικόν· εἰ ἔστι ταὐτὸν ἔργον ἀνθρώπου καὶ σπουδαίου ἀνθρώπου μετὰ τῆς τοῦ εὖ προσθέσεως, ἀνθρώπου δὲ ἔργον ζωὴ λογικὴ ἡ κατ’ ἐνέργειαν, σπουδαίου δὲ ἀνδρὸς εὖ ταῦτα καὶ καλῶς ἐνεργεῖν, ἕκαστον δὲ εὖ ἀποτελεῖται κατὰ τὴν οἰκείαν ἀρετήν, εἴη ἄν τὸ ἀνθρώπινον ἀγαθὸν ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρειήν· εἰ δὲ πλείους αἱ ἀρεταί, κατὰ τὴν ἀρίστην καὶ τελειοτάτην, ἤτοι θεωρητικήν, περὶ ἧς ὕστερον ἐρεῖ, προϋπαρχούσης δηλονότι τῆς καλοκαγαθίας. ἔτι δὲ ἐν βίῳ τελείῳ· καὶ τοῦτ’ εἰκότως. εἰ γὰρ εὐδαιμονία βίος, ὁ δὲ βίος ἐνέργεια μακρὰ καὶ ἐκ πολλῶν ἐνεργειῶν σύνθετος, ὥστε οὐχ οἷόν τε τὴν εὐδαιμονίαν ἐν μιᾷ ἡμέρᾳ μόνον εἶναι ἢ ἐν ὀλίγῳ χρόνῳ ἀλλ’ ἐν τελείῳ βίῳ, οὗτος δὲ οὐκ ἀκριβῶς δύναται ληφθῆναι ἢ ἐν ὀλίγῳ χρόνῳ] ἀλλὰ τύπω, ὅσος ἄν εἴη ὁ ἄνθρωπος, προσέτι δὲ εἰ κατὰ πάσας δεῖ τἀς ἀρετὰς ἐνεργῆσαι τὸν εὐδαίμονα, δέοι ἂν βίου τελείου· εἰ δὲ καὶ ἐν τῷ εὖ ποιεῖν [καὶ] τοὺς κοινωνοὺς πολιτικὸν ζῷον ὁ ἄνθρωπος, δέοι ἂν καὶ πρὸς τοῦτο τελείου βίου, ἵν’ ὡς πλεῖστον εὗ ποιήσειεν. ἐν κεφαλαίῳ δ’ εἰπεῖν, ἔστιν ἡ εὐδαι- μονία ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρειὴν τελείαν ἐν βίῳ τελείῳ. p. 1098a20 Περιγεγράφθω μὲν οὖν τἀγαθὸν ταύτῃ ἕως ἀρίστην εἶναί φαμεν τὴν εὐδαιμονίαν. Ώσπερ γὰρ οἱ γραφεῖς πρῶτον μὲν περιγράφουσι ὁλοσχερῶς, εἶτα [τότε] ἕκαστον ἀναγράφουσιν ἀκριβῶς, οὕτω φησὶ πρῶτον τύπῳ περιγεγράφθαι τὸν τῆς εὐδαιμονίας ὁρισμὸν μεταφορικῶς χρησάμενος τῷ λόγῳ, εἶτα ὕστερον ἐπαγγέλλεται ἀκριβώσειν αὐτόν. ἔστι δὲ τὸ μὲν εὑρεῖν, ὥς φασι, χαλεπόν, τὸ δὲ περιαρθρῶσαι καὶ περιαγαγεῖν τὰ ἤδη καλῶς πεπραγμένα παντός, οὐχ ὅτι τοῦ τυχόντος καὶ ἰδιώτου παντάπασιν, ἀλλά καὶ τοῦ μὴ πάνυ ἱκανοῦ· προσθείη γὰρ ἄν τι τοῖς εὑρημένοις καὶ ὁ μὴ τέλειος ἐν ὁτῳοῦν ἐπιτηδεύματι καὶ λόγῳ. καὶ γὰρ ὁ χρόνος αὐτὸς συνεργὸς εἰς ταύτα· ἡ γὰρ ἐν τῷ χρόνῳ πεῖρα τῶν πραγμάτων τὰ παραλελειμμένα ἐξευρίσκει, ὅθεν καὶ τῶν τεχνῶν αἱ ἐπιδόσεις γεγόνασι, τῶν μὲν πρῶτον εὑρόντων θαυμαστῇ τινι φύσει χρησα- μένων, τοῦ δὲ χρόνου καὶ τῆς ἐν αὐτῷ πείρας πρὸς τὴν ἐπίδοσιν συμπράττονοτος. δεῖ δὲ, ὥσπερ καὶ πρότερον εἴρηκε, μὴ ἐν πᾶσι τἀκριβὲς ὁμοίως ἐπιζητεῖν, ἀλλὰ κατὰ τὴν ὑποκειμένην ὕλην ἵνα μὴ τὰ πάρεργα τῶν ἔργων πλείω γένηται. ἐὰν γὰρ ἀφέμενός τις τοῦ οἰκείου τῇ ὑποκειμένῃ αὐτῷ ὕλῃ ἀκριβέστερόν τι ἢ καθ’ αὑτὸ ζητῇ, ἐν τοῖς παρέργοις ἐπὶ πλεῖον διατρίψει, οἷον ἐὰν ὁ τέκτων, ἀφέμενος τοῦ κεχρῆσθαι τῇ ὀρθῇ ἐφ’ ὅσον χρησίμη πρὸς τὸ ἔργον αὐτοῦ, ζητῇ τὸ τί ἐστιν ἡ ὀρθή, ὅπερ ἁρμόζει τῷ γεωμέτρῃ, θεατῇ ὄντι τἀληθοῦς· τῷ δὲ τέκτονι οὐδὲν διαφέρει, κἀν μικρῷ τινι μᾶλλον κατεζευγμένη <ᾖ> ἡ εὐθεῖα γωνία, κἂν πλεῖόν τι ἔχῃ· ὡς γὰρ θρωπος ἀναπνεῖ ἐξ ἀπαγωγῆς λανθανούσης θεωροῦνται, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον ἐντεύξεως. σχεδὸν μὲν πᾶσαι δι’ ἐπαγωγῆς ἢ δι’ αἰσθήσεως γίνονται· τῷ γὰρ καθ’ ἕκαστον αἰσθητά· μάλιστα δὲ αἱ τοιαῦται ἀρχαὶ πορίζονται διὰ τῆς αἰσθήσεως ὅσαι δι’ αὐτῆς λαμβάνονται, οἷον ὅτι μέλαν τὸ συγχυτικόν· ἄλλαι δὲ ἀρχαὶ θεωροῦνται ὐθισμῷ· ἐκ γὰρ τοὺ ἐθίζεσθαι καλοῖς ἔθεσι καλάς τινας λαμβάνουσιν ἀρχάς, οἷον ὅτι ἡ μὲν τοιάδε δίαιτα καλή, ἡ δὲ τοιαύτη αἰσχρά, καὶ νὴ Δία ὅτι ἡ μὲν σωφροσύνη καλόν, ἡ δὲ ἀκολασία αἰσχρόν· ἔνιαι δὲ ἐκ νοῦ λαμβάνονται ἀρχαί, οἷον ὅτι σημεῖόν ἐστιν οὗ μέρος οὐδέν· αὐτοῦ γὰρ τοῦτο εὕρημα ἡ τοιαύτη ἀρχή• ἔνιαι δὲ ἐξ ἐμπειρίας, οἷαι πολλάκις ὑπὸ τῶν ἰατρῶν εὕρηνται, οἷον ὅτι τὸ τοιόνδε φάομακον εἰς τόδε τὸ νόσημα ἁρμόττει. πειρατέον δὲ ἑκάστας πορίζεσθαι ᾗ πεφύκασιν, τὰς μὲν αἰσθήσεις δι’ αἰσθήσεως, τὰς δὲ ἐπαγωγὰς δι’ ἐπαγωγῆς, τοὺς δὲ ἄλλῳ τινὶ τῶν εἰρημένων ποιουμένους αὐτῶν τὸν πορισμὸν καὶ ποιησαμένους δεῖ σπουδάἑ͂ιν ὅπως καλῶς ὁρισθῶσι. συντείνει δὲ καὶ ταῦτα αὐτῷ εἰς τὸ σπουδάσαι καλῶς ὁρίσασθαι τὸ τέλος. ἀρχὴ μὲν γάρ ἐστιν, ἡ δὲ ἀρχὴ πλεῖον ἢ τὸ ἥμισυ. Σκεπτέον δέ φησι περὶ αὐτῆς λῶν, ἤτοι τῆς ἀρχῆς τῆς ὡς τοῦ τέλους ἢ τῆς εὐδαιμονίας· ἐπὶ ταύτην γὰρ φέρομεν ὁποτέρως ἂν λάβωμεν. πλὴν σκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας τί ποτέ ἐστιν οὐ μόνον ἐκ τοῦ γεγενημένου συμπεράσματος καὶ ἐξ ὧν ὁ λόγος· τουτέστιν ἐξ ὧν προτάσεων γεγένηται ὁ λόγος, δι’ οὗ ἀπέδειξε τί ποτέ ἐστιν ἡ εὐδαιμονία. ἦν δὲ ὑποθετικὸς καὶ ἐν αὐτῷ <ἡ> πρότασις καὶ τὸ οὐ μόνον οὖν ἐξ ἐκείνου τοῦ συμπεράσματος ληπτέον τί ἐστιν ἡ εὐδαιμονία ἀλλὰ καὶ ἐξ ὧν εἰρήκασιν οἱ παλαιοὶ περὶ αὐτῆς. χρῆται δὲ ὥσπερ εἴωθε καὶ ἐνδόξοις πίστεσιν· ἔνδοξα δὲ τὰ τοῖς πολλοῖς φαινόμενα καὶ τὰ τοῖς σοφοῖς. τὴν μὲν οὖν τῶν πρὸ αὐτοῦ φιλοσοφησάντων δόξαν τοιαύτην τινὰ λαμβάνει· τριχῇ γὰρ διοριζομένων τῶν ἀγαθῶν, τῶν μὲν περὶ ψυχήν, τῶν δὲ περὶ σῶμα, τῶν δὲ ἐκτός, τὰ περὶ ψυχὴν μάλιστα ἀγαθὰ καὶ κυριώτατα ἀγαθὰ πάντες ὁμολογήσουσιν. αἱ δέ γε πράξεις καὶ ἐνέργειαι οὐδενὸς ἄλλου ἡ ψυχῆς· ψυχικαὶ οὖν. οὐ γὰρ εἰ ὀργάνῳ χρώμεθα τῷ σώματι πρὸς τὰς πράξεις, αὐτοῦ ἡγητέον εἶναι αὐτὰς ἀλλὰ τῆς ψυχῆς τῆς χρωμένης αὐτῷ· εὔλογον δὴ τὸ μέγιστον τῶν ἀγαθῶν τὴν εὐδαιμονίαν ἐν ψυχῇ θεῖναι, ἐν ᾗ τὰ κυριώτατα καὶ μάλιστα ἀγαθά· ὀρθῶς οὖν τὰς. πράσεις καὶ ἐνεργείας λέγει τὸ τέλος καὶ τὴν εὐδαιμονίαν. οὕτω γὰρ τῶν περὶ ψυχὴν ἀγαθῶν γίνεται. τὴν μὲν οὖν τῶν πάλαι φιλοσοφησάντων δόξαν παρείληφεν αὐτῷ μαρτυροῦσαν τὸν εἰρηνονται τρόπον, τὴν δὲ τῶν πολλῶν ἀνθρώπων, μᾶλλον δὲ πάντων, ὅτι φαίνονται πάντες οἱ ἄνθρωποι ταὐτὸν λέγειν τὸ εὗ ζῆν καὶ τὸ εὖ πράττειν τῷ εὐδαιμονεῖν· ἐν γὰρ πράξει φαίνονται τιθέμενοι τὴν εὐδαιμονίαν. Μετὰ δὲ ταῦτα πειρᾶται συναρμόζειν τὴν ἑαυτοῦ δόξαν καὶ τὰς πρὸ αὐτοῦ, ὅσοι περὶ εὐδαιμονίας ἀπεφήναντο. τοῖς μὲν γὰρ ἀρετὴν ἢ φρόνησιν εἰποῦσιν ἡ σοφίαν τὴν εὐδαιμονίαν συνῳδὸς ἡ <***>ἐνέργειαν κατ’ ἀρετήν· αὐτῆς γὰρ δηλονότι ἐστὶν ἡ κατ’ αὐτὴν ἐνέργεια. πλὴν τὸ ἐνέργεια ἐπηνώρθωται· τελειότερον γὰρ τὸ ἐν χρήσει θεῖναι τὴν εὐδαιμονίαν μᾶλλον ἤπερ ἐν κτήσει. καθάπερ δὲ ’0λυμπίασιν οὐχ οἱ κάλλιστοι καὶ ἰσχυρότατοι στεφανοῦνται, ἀλλ’ οἱ ἀπλῶς ἀγωνισάμενοι καὶ νικήσαντες, οὕτω καὶ τῶν ἐν τῷ βίῳ τῶν] καλῶν καὶ ἀγαθῶν, τουτέστι τῆς εὐδαιμονίας, μέτοχοι γίνονται οἱ ἐνεργήσαντες καλῶς· ἐοίκασι γὰρ τοῖς ἀγωνισαμένοις καὶ νενικηκόσι. καὶ τὸ παράδειγμα δ’ ἔοικε συνῳδὸν εἶναι τῇ κατ’ ἀρετὴν ἐνεργείᾳ. κατὰ μὲν οὖν τὰ εἰρημένα συνῳκείωσε τὸν αὑτοῦ λόγον τοῖς μόνην τὴν ἀρετὴν εἰποῦσι τὴν εὐδαιμονίαν· τοῖς δὲ ταῦτα, τουτέστι πάσας τὰς ἀρετὰς ἢ τούτων τινά, φιλοσοφίαν ἢ φρόνησιν. εἶναι τὴν εὐδαιμονίαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς συναρμόζει τὴν ἑαυτοῦ δόξαν διά τῶν ἑξῆς. τὸ δὲ μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς διαφέρει τι. μεθ’ ἡδονῆς μὲν οἱ λέγοντες μέρος τῆς εὐδαιμονίας ποιοῦσι τὴν ἡδονήν, οἱ δὲ οὐκ ἄνευ ἡδονῆς, οὐ μέρος ἀλλ’ ὧν οὐκ ἄνευ ἡ εὐδαιμονία λέγουσι τὴν ἠδονήν. τούτοις δὴ προσαρμόζει ὁ λόγος· εἰ γὰρ καὶ μὴ πρόκειται ὅτι ἐστὶν ἡ εὐδαιμονία ἐνέργεια κατ’ ἀρετὴν τελείαν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς, ἀλλὰ δῆλόν γέ ἐστι ὅτι πάντως συνέπεται ταῖς καλαῖς ἐνεργείαις ἡ ἡδονή· διό φησι τὸν βίον τῶν ἐνεργειῶν κατ’ ἀρετὴν ἐν προηγουμένοις εἶναι καθ’ αὑτὸν ἡδύν. τὸ μὲν γὰρ ἥδεσθαι ψυχικόν· καὶ γὰρ αἱ καλούμεναι σωματικαὶ ἡδοναὶ ψυχῆς εἰσι διὰ σώματος, ἑκάστῳ δὲ τῷ φιλοδικαίῳ τὰ δίκαια καὶ ὅλως τῷ φιλαρέτῳ τὰ κατ’ ἀρετὴν ἀνάγκη λέγοντα καλὰ ἢ πράττοντα ἥδεσθαι. εἰ μὲν οὖν μὴ ἐν αὐταῖς ταῖς ἐνεργείαις ἐνῆν [ἂν] τὸ ἡδὺ ἀλλ’ ἔξωθεν ἔδει αὐτὸ τὸν μέλλοντα εὐδαιμονήσειν πορίζεσθαι, ἐχρῆν ἐν τῷ ὁρισμῷ προσιιθέναι ὅτ’. ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν μεθ’ ἡδονῆς ἢ οὐκ ἄνευ ἡδονῆς προσθέτου αὐταῖς οὔσης τῆς ἐνεργείας. ἐπεὶ δὲ ἐν αὐταῖς ἐστι ταῖς καλαῖς ἐνεργείαις τὸ ἡδὺ ἀποχρώντως, δεδήλωκεν ὅτι ἥδιστός ἐστιν βίος ἡ εὐδαιμονία, εἰπὼν ἐνέργειαν αὐτὴν κάτ’ ἀρετήν· δεῖ δὲ πανταχοῦ προσυπακούειν ἐν προηγουμένοις. καὶ γὰρ τοῖς πολλοῖς ἀνθρώτὸ ποις ὡς ἐπὶ τὸ πολὺ τὰ ἡδέα μάχεται διὰ τὸ μὴ φύσει εἶναι ἡδέα· ἥδιστον μὲν αὐτοῖς τὸ πλέον ἢ δεῖ πίνειν καὶ σιτεῖσθαι καὶ ἡ ἐπὶ πλέον τῶν ἀφροδισίων χρῆσις. ταῦτα δὲ πάντα ἀλγηδόνος αἴτια γίνεται αὐτοῖς, καὶ μὴν ἐν τῇ μεταμελείᾳ γενόμενοι λυποῦνται• κατ’ ἄμφω γοῦν ἐν μάχῃ ἐσιὶν αὐτοῖς τὰ ἡδέα, εἰ ταῦτα φαίνεται καὶ λυπηρὰ καὶ ἀλγηδόνος αἴτια· τῷ γὰρ ἡδεὶ μάχεται τὸ ἀλγοῦν καὶ τὸ λυπηρόν. τοῖς δὲ φιλοκάλοις ἐστὶν ἐστὶν ἡδέα· φύσει γὰρ ἡδεῖαι αἱ κατ’ ἀρετὴν πράξεις. πολιτικὸν γὰρ ζῷον ὁ ἄνθρωπος καἰ κοινωνικὸν καὶ φιλόκαλον, ὥστε ἐάν τε τοὺς κοινωνοὺς εὖ ποιῇ ἥδεται, ἐάν τε ὅλως συνειδῇ ἑαυτῷ καλόν τι ἐφγαζομένῳ. οὐ δὴ ἔχει μάχην ἡ τοιαύτη ἡδονή· οὐδέποτε γὰρ αὐτῇ ἐπακολουθήσει λύπη. ὥστε καὶ τούτοις, φησίν, εἰσὶν ἡδεῖαί τε καὶ καθ’ αὑτάς. αἱ μὲν γὰρ τῶν φαύλων ἡδοναὶ αὐτοῖς μόνον εἰσὶ καὶ ἄλλου καθ’ αὑτὰς οὐδενός· φύσει δὲ μάχην ἔχουσιν ἐν αὑταῖς καὶ αἰ παρὰ φύσιν· αἰ γὰρ ὑπὲρ τὸ δέον πλησμοναὶ ἀκόλαστοι παρὰ φύσιν, αἱ δὲ τῶν σπουδαίων ἡδοναί. ἅς φησι παρακολουθεῖν ταῖς καλαῖς ἐνεργείαις, οὐ μόνον τούτοις εἰσὶν ἡδεῖαι, τουτέστι τοῖς σπουδαίοις, ἀλλὰ καὶ καθ’ αὑτὰς φυσικῶς εἰσιν ἡδεῖαι. ὅθεν ὁ τῶν εὐδαιμόνων βίος οὐ δεῖται τῆς ἔφωθεν ἡδονῆς, ἀλλὰ ἔχει ἐν αὑτῷ, ἐπεὶ οὐδ’ ὅλως ἀγαθός ἐστιν ὁ μὴ χαίρων ταῖς καλαῖς ἐνεργείαις, τὰς καλὰς πράξεις καὶ <τὸ> κατ’ ἀρετὴν ἥδεσθαι. οὖν αἱ κατ’ ἀρετὴν πράξεις, ἀλλὰ καὶ ἀγαθαὶ καὶ καλαὶ καὶ μάλιστα τούτων ἕκαστον, τουτέων ἡδοναὶ κάλλισται αὗται. ὅτι δὲ τοιαῦται δῆλον ἐκ τοῦ τὸν σπουδαῖον τοιαύτας αὐτὰς κρίνειν· δεῖ δὲ οὐδενὶ οὕτως πιστεύειν ως τῃ του σπουδαίου κρίσει. ἄριστον ἄρα ἔχει καὶ κάλλιστον καὶ ἥδιστον ἡ εὐδαιμονία καὶ οὐκ ὀρθῶς ὁ ἐν Δήλῳ ἐπιγράψας “κάλλιστον τὸ δικαιότατον” καὶ τὰ ἑξῆς. ἐκεῖνος γὰρ φαίνεται μὴ πάντα ἑνὶ νείμας, ὑπάρχει δὲ 25 πάντα ταῖς ἀρίσταις ἐνεργείαις· ἢ πάσας θετέον εὐδαιμονίαν ἢ τὴν ἀρίστην αὐτῶν. ἐνταῦθα δὲ παραδηλοῖ ὅτι ἴσως εὐδαιμονία μάλιστά ἐστιν ἡ κατὰ σοφίαν ἐνέργεια, ἀλλὰ νῦν μὲν ὡς τὸ πρακτὸν τέλος ζητῶν ποιεῖται τοὺς λόγους, ὅθεν οὐ διαρθροῖ περὶ τῆς κατὰ θεωρίαν εὐδαιμονίας, ὕστερον δὲ ἀκριβώσει περὶ αὐτῆς. Φαίνεται δὲ ὅμως τῶν ἐκτὸς ἀγαθῶν ἕως τοὐ καὶ πρακτικοὺς τῶν καλῶν. Τίθεται τὴν εὐδαιμονίαν δεῖσθαι καὶ τῶν, ἐκτὸς ἀγαθῶν· ἐκτὸς δὲ ἀγα- θῶν ἤτοι τῶν περὶ τὸ σῶμα· ἐκτὸς αὐτὰ λέγει ὡς πρὸς τὴν ψυχὴν πάντα ἐκτὸς †ὅπως ἔσται τὸν λόγον. περὶ τούτων γὰρ ἐνίοις ἡ ἀμφισβήτησις μᾶλλον ὡς οὐδὲν συμπραττόντων εἰς τὴν εὐδαιμονίαν ἢ περὶ τῶν σωματικῶν. δεῖται δὲ τῶν ἐκτὸς ἀγαθῶν ἡ εὐδαιμονία οὐχ ὡς μερῶν οὐδ’ ὡς ἀναπληρῶ. τικῶν αὐτῆς ἀλλ’ ὡς ὀργάνων, καθάπερ γὰρ ἡ αὐλητικὴ πρὸς τὸ αὑτῆς τέλος δεῖται ὀργάνων, ἵνα τοὺ ἰδίου τέλους τύχῃ. ἀδύνατον γάρ, φησί, καλὰ πράττειν ἀχορήγητον ὄντα· οὐχ οἷόν τε ἰὰ ἰατρικὰ πράττειν ἀχορήγητον ὄντα τῶν ἰατρικῶν ὀργάνων τε καὶ φαρμάκων· . εἶτα καταριθμεῖται τὰ ἐκτὸς ἀγαθὰ ἅμα δεικνὺς πῶς αὐτοῖς χρῆται ἡ ἀρετὴ πρὸς τὴν εὐδαιμονίαν ὡς ὀργάνοις. πολλὰ μὲν γὰρ πράττεται, ὥσπερ δι’ ὀργάνων, διὰ φίλων, οἷον τυραννίδων καταλύσεις διὰ φίλων ἐγένοντο καὶ εἰ ἐδέησεν ἀναλωμάτων, συνήνεικαν οἱ φίλοι, καὶ ἃ οὐ δυνατοὶ προορᾶν δι’ αὑτῶν οἱ φίλοι προορῶσι καὶ προμηθοῦνται καὶ συμπράττουσι, καὶ οἷς φίλοι εἰσίν, ὡς ὁ Ξενοφῶν φησιν, ἀντὶ δυοῖν προμηθοῦνται τέσσαρες ὀφθαλμοί εἰσι καὶ ἀντὶ δυοῖν ὤτων τέσσαρα, καὶ ἐπὶ τῶν ἄλλων μορίων ὁ αὐτὸς λόγος· καὶ μὴν ὅτι διὰ πλούτου καὶ ἐν λιμοῖς τινες ἔσωσαν πατρίδας, [διὰ πλούτου] καὶ πολεμίων ἐρύσαντο καὶ φίλων βίους ἐπηνωρθώσαντο. τί δὲ πολιτικὴ δύναμις; πῶς οὐ μεγάλα πράττει πρὸς τὰς καλὰς πράξεις; ἀμήχανον γὰρ τὰ πολιτικὰ πράττειν καλῶς μηδεμίαν ἔχοντα δύναμιν ἐν τῇ πόλει, ἀλλ’ ἀγαπητὸν τῷ μὴ ἔχοντι δύναμιν πολιτικὴν τὸ ἰδιωτεύειν καὶ ἡσυχάζειν. εἰ δὲ μή, ἀνάγκη αὐτὸν προελθόντα σφάλλεσθαι· καὶ ὅσοι δὲ μεγάλας τινὰς πράξεις διεπράξαντο ἐν τῇ πόλει, οὐκ ἄνευ δυνάμεως, οἷον Λυκοῦργος ἐγχειρισθεὶς τὴν ἐπιτροπὴν τῶν πραγμάτων διὰ τὴν τοῦ βασιλέως ἐνομοθέτησε καὶ Σόλων καὶ Ζάλευκος, ἑκάτερος μέγα δυνάμενοι ἐν ταῖς ἑαυτῶν πατρίσι. Τὰ δὲ ἐφεξῆς δοκεῖ τισι μαλακωτέρως εἰρῆσθαι. φησὶ γὰρ ἐνίων στερουμένους ῥυπαίνειν τὸ μακάριον, οἷον εὐγενείας εὐτεκνίας κάλλους. φαῖεν γὰρ ἄν τινες καὶ δυσγενῆ ὄνια καὶ μὴ καλὸν καὶ ἄτεκνον ἐνεργεῖν ἐν προηγουμένοις ἐνδέχεσθαι, ἐνεργοῦντα δὲ εὐδαιμονεῖν ἀνάγκη. πρὸς δὲ τούτου λεκτέον ὡς καὶ Ἀριστοτέλης ἐπαινεῖ τοὺς τοιούτους, ὡς ἐπανορθοῦντας τὸ ἔλλειμμα τοῦ γένους ἢ τὸ τοῦ εἴδους ἤ τινων ἄλλων ὧν εἰσιν ἐνδεεῖς, ἀλλ᾿ ὅμως ῥύπον τινὰ ἐγγίνεσθαι ὑπὸ τῆς ὑπερβαλλούσης δυσγενείας, οἷον εἴ τις ἡταιρηκότος υἱὸς εἴη· πῶς γὰρ οὐ ῥύπος τοῦτο, ὃν ἀπονίψαιτο μὲν ἴσως καὶ ἀπορρύψειεν ὁ γενναῖος, ἀλλ’ ὅμως ἐμποδών ἐστι πρὸς τὰς καλὰς ἐνεργείας ἐνίοτε. οὐ γὰρ ἐπιτρέπουσιν αἱ πόλεις τὰ μέγιστα τοῖς τοιούτοις πράττειν. αἰσχρὸν δὲ λέγει οὐ τὸν μετρίως συνιζάνον κάλλους ἀλλ’, ὥς φησι, τὸν παναίσχη καὶ τερατώδη τὴν μορφήν, ὃν ἴσως οὐδ’ οἷόν τε φρόνιμον γενέσθαι· ὡς ἐπίπαν γὰρ οἱ τοιοῦτοι καὶ τερατώδεις γίνονται. ἀλλ’ οὐδὲ μονώτης καὶ ἄτεκνος ἄν εἴη εὐδαίμων· ἴσως δὲ οὐδὲ σπουδαῖος ὁ μονώτης, οὐ μόνον οὐκ εὐδαίμων· παρὰ φύσιν γὰρ τῷ ἀνθρώπῳ τὸ μόνῳ ζῆν. ἔτι δ’ ἧττον εὐδαι- μονεῖ, εἴ τῳ πάγκακοι παῖδες εἶεν, οἶον ἑταιροῦντες, ἢ ἁ ἀγαθοὶ ὄντες τεθνᾶσιν. δεῖ δ’ ἐννοεῖν περὶ τῶν εἰρημένων ἀπάντων, ὅτι ὑπεραίρει μὲν αὐτὰ τὸ τῆς ἀρετῆς μέγεθος ὥστε μὴ εἶναι δυσδαίμονα τὸν ἐνάρετον. ἐὰν δὲ πάντα παρῇ τὰ εἰρημένα δυστυήματα, ἐμποδὼν γίνεται τῇ εὐδαιμονίᾳ. προσδεῖται οὖν τῆς τοιαυτῆς εὐημερίας, τουτέστιν εὐτυχίας ο ευοαιμων· διὸ οἱ μὲν ταὐτὸν λέγουσιν εὐιυχίαν καὶ εὐδαιμονίαν, οἱ δὲ καὶ ἀρετὴν ταὐτόν· οἱ μὲν ἡγούμενοι εὐδαιμονίαν τὴν ἀρετὴν ταὐτὸν τὴν εὐοαιμονιαν καὶ ἀρετὴν λέγουσιν, οἱ δὲ ὁρῶντες διὰ τῶν ἐκτὸς πολλὰ πραττόμενα ὡς δι’ ὀργάνων τῶν εἰς εὐδαιμονίαν φερόντων ταὐτὸν τ· ῇ εὐτυχίᾳ τὴν εὐδαιμονίαν τίθενται. Διὸ καὶ ἀπορεῖται πότερον, φησίν, ἐστὶ μαθητὸν ἡ εὐδαι- μονία καὶ ἄλλως πὼς ἀσκητὸν ἢ κατά τινα θείαν μοῖραν ἢ τύχην παραγίνεται· ὅτι δὲ οἰκεῖα ταῦτα τοῖς προειρημένοις δῆλον. οἱ μὲν γὰρ λέγοντες ταὐτὸν τὴν ἀρετὴν τῇ εὐδαιμονίᾳ μαθητὸν τὴν ἀρετὴν <καὶ> εὐδαιμονίαν ἢ ἀσκητὸν ὑπολαμβανουσιν. ἡ μὲν γὰρ φρόνησις πάντως μαθητὸν καὶ ἡ σοφία, ἡ δὲ ἠθικὴ ἀρετὴ τὸ μὲν πλεῖστον ἐθιστή, δεῖται δὲ καὶ μαθήσεως· ἡ δὲ ἄσκησίς ἐστι μὲν καὶ αὐτὴ ἔθος ἀλλ’ οὐχ ἅπασα, ἀλλ’ ἡ ἐν μελέτῃ πόνων καὶ ἀλγηδόνων ὑπομονή. τοῦτο γὰρ ἔνιοι τὴν ἀρετὴν ὑπο- λαμβάνουσι καὶ τὴν εὐδαιμονίαν· οἱ δὲ οὐκ ἐν ἀρετῇ εἶναι λέγοντες τὴν εὐδαιμονίαν αὐτὴν ἤτοι κατὰ θείαν μοῖραν παραγίνεσθαί φασιν ἢ διὰ τύχην· εἰ μὲν οὖν καί ἄλλο τι θεοδώρητόν ἐστιν, εἴη ἄν καὶ ἡ εὐδαιμονία δῶρον θεῶν, ὡς ἄν εἴποι τις τῶν τιθεμένων τοὺς ἀγῶνας τὰ ἔπαθλα ὡς τοὺς στεφάνους· τεθείκασι γὰρ ἐν μέσῳ το· ῖς δυναμένοις καλῶς ἀγωνίζεσθαι· οὕτω δὲ καὶ ἡ εὐδαιμονία ἔπαθλον ἐν μέσῳ κεῖται ἰοῖς δυναμένοις [καλῶς ἀγωνίζεσθαι] ἀρετῆς ἐπιμελεῖσθαι καὶ κατὰ ταύτην ἐνεργεῖν. ἀλλ’ εἰ μὲν θεῶν ἐστι δῶρον, ἄλλης ἄν εἴη σκέψεως φυσικωτέρας· φαίνεται δὲ εἰ καὶ μὴ θεοδώρητον, ἀλλὰ θεῖόν γέ τι ἡ εὐδαιμονία· θεῖον γάρ τι πρᾶγμα ἡ ἀρετή, ὥστε καὶ τὸ ταύτης ἆθλον καὶ τέλος θεῖον· τὸ τοιοῦτον δ’ ἂν εἴη <ἡ> εἴη δ’ ἂν ἀρετῆς ἆθλον οὖσα πολύκοινον, τουτέστι πολλοῖς ἐν μέσῳ κειμένη καὶ δυνατὴ ὑπάρχειν τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρειὴν διὰ μαθήσεως καὶ ἐπιμελείας. πεπηρωμένοι δὲ πρὸς ἀρετὴν οἱ μὲν γεννῶνται, οἷον οἱ ἄφρονες ἐκ γενετῆς, οἱ δὲ ἐκ κακῶν ἐπιτηδευμάτων πηροῦνται καὶ ἀνίατοι γίνονται. εἰ οὖν βέλτιον εὐδαιμονίαν γίνεσθαι δι’ ἀρετὴν μᾶλλον ἢ διὰ τύχην, εὔλογον οὕτως ἔχειν· καὶ γὰρ τὰ κατὰ φύσιν καὶ τὰ κατὰ τέχνην ὁμοίως δὲ καὶ <τὰ> κατὰ ἀνάγκην, οἷον τὰ ἐν τῷ οὐρανῷ, πάντα οὕτως ὡς μάλιστα ἄριστα ἄν ἔχοι. εἰ οὖν ἐπὶ τῶν ἀρίστων αἰτιῶν καὶ φύσεων οὕτως ἔχει, ἔχοι ἂν οὕτως ὥστε δι’ ἀρετὴν μᾶλλον εὐδαιμονεῖν ἢ διὰ τύχην· ἄμεινον γὰρ οὕτω προσοικειοῖ ἐν τοῖς ἑξῆς τὸν αὑτοῦ λόγον τούτοις. Δῆλον γὰρ εἶναί φησιν ἐκ τοῦ ἀποδοθέντος ὁρισμοῦ τὸ ζητούμενον· τὸ ζητούμενον δέ ἐστι πότερον διὰ τύχην ἡ εὐδαιμονία παραγίνεται ἡ δι’ ἀρετὴν· ὁ δὲ λόγος ἦν ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν ποιά τις, τουτέσιιν ἐν προηγουμένοις. τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἁναγκαῖον τῷ εὐδαίμονι, οἷον ὑγίειαν εὐαισθησσίαν· ἀναγκαῖα γάρ ἐστιν ὧν ἄνευ οὐχ οἷόν τε ζῆν· νοσηλευόμενος δὲ ἢ ἐν πικραῖς μάχαις καὶ ἀνιάτοις ὢν οὐκ ἄν ἕλοιτο ζῆν ὁ ἐνάρετος (ἐμοὶ μὲν δοκεῖ τῶν ἀναγκαίων εἶναι ἀγαθῶν καὶ ὁ φίλος· οὐ γὰρ ἄν ἕλοιτο ἄνευ φίλων ζῆν ὁ σπουδαῖος). συνεργὰ δὲ καὶ χρήσιμα ὡς ὄργανα πλοῦτος καὶ ἰσχὺς καὶ δόξα· πλοῦτος μὲν γὰρ πρὸς τὰς κατ’ ἐλευθεριότητα ἐνεργείας, ἰσχὺς δὲ πρὸς τὰς κατ’ ἀνδρείαν, καὶ διὰ δόξαν δὲ τῶν συλλαμβανόντων πολλοὶ ἠδυνήθησαν πολλὰ κατεργάσασθαι. οὐκ ἀναγκαῖα δὲ ὁμοίως ἐστὶ ταῦτα τοῖς προειρημένοις· ἐγχωρεῖ γὰρ καὶ ἄνευ αὐτῶν ζῆν. ἔτι δέ φησι τὸν ἀποδοθέντα ὑπ’ αὐτοῦ ὁρισμὸν ὁμολογούμενον εἶναι τοῖς ἐν ἀρχῇ ῥηθεῖσιν. ἔκειτο γὰρ τέλος εἶναι τῆς πολιτικῆς τὸ ἄριστον, τουτέστι τὴν εὐδαιμονίαν· ἡ δὲ πολιτικὴ πλείστην ἐπιμέλειαν ποιεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτικοὺς τῶν καλῶν. ἔστι δὲ τοῦτο συμφανὲς ἐκ τῶν ἀρίστων πολιτειῶν· τῆς γὰρ παιδείας τῶν νέων μάλιστα ἐπιμελοῦνται, ὡς ἡ Λυκούργου, ὁμοίως δὲ καὶ ἡ Μίνωος καὶ ἡ Πλάτωνος· αἱ δὲ τῶν πολιτικῶν νομοθετῶν νομοθεσίαι ἰατρικαῖς μᾶλλον ἐοίκασιν ἢ πολιτικαῖς· κολάσεις γὰρ ὡρίκασι κατὰ τῶν ἁμαρτανόντων, αἱ δὲ κολάσεις οἷον ἰατρεῖαί τινες. βέλτιον δὲ καὶ ἐν ἰατρικοῖς σκοπεῖν ὅπως ὑγιεινὰ ἔσται Ε; σώματα ἢ ὅπως νοσήσαντα θεραπευθήσεται. πῶς οὖν ταῦτα οἰκεῖα αὐτοῦ τῷ λόγῳ; ὅτι εἰ ἡ πολιτικὴ ἐπιμελεῖται τοῦ ἀγαθοὺς εἶναι τοὺς πολίτας καὶ πρακτικοὺς τῶν καλῶν, τέλος δὲ αὐτῆς ἡ εὐδαιμονία, δῆλον ὡς τέλος ἄν ἡ κατ’ ἀρετὴν ἐνέργεια εἴη· πρακτικοὺς γὰρ αὐτοὺς ποιεῖ τῶν καλῶν διὰ τοὺ τέλους. Εἰκότως οὖν ἕως καὶ περὶ μὲν τούτων διοριστέον. Ἐπειδὴ τῆς εὐδαιμονίας ἡ οὐσία καὶ ὁ λόγος ἀποδέδοται ψυχῆς λογικῆς ἐνέργεια κατ’ ἀρετήν, εἰκότως οὖν οὔτε βοῦν οὔτε ἄλλο τι ζῷον εὔδαιμον λέγομεν· οὐδὲ γὰρ οἷόν τε αὐτὰ κοινωνῆσαι λογικῆς ἐνεργείας. διὰ τοῦτο δὲ οὐδὲ παῖς εὐδαίμων ἐστί· οὔπω γὰρ ἀκροαματικὸς τῶν τοιούτων, φησί, διὰ τὴν ἡλικίαν, ἐπεὶ φύσει μὲν καὶ ὁ παῖς πρακτικός, ὢν λογικὸν ζῶον, διὰ δὲ τὴν ἡλικίαν οὔπω πρακτικός· ἄλογον μὲν γάρ πώς ἐστι καὶ ὁ παῖς, διαφέρει δὲ τῶν ἀλόγων ζῴων ὅτι φύσει λογικός ἐστιν· οἱ δὲ λεγόμενοι εὑ δαίμονες εἶναι παῖδες διὰ ἰὴν ἐλπίδα μακαρίζονται, διότι ἐλπίζονται ἐνεργήσειν κατ’ ἀρετήν· ὅτι δὲ καὶ οἱ παῖδες εὐλόγως οὐ λέγονται εὐδαίμονες, καὶ διὰ τῶν ἑξῆς δείκνυσι. δεῖ γάρ, φησίν, ὥσπερ εἴπομεν καὶ ἀρετῆς τελείας καὶ βίου τελείου· ἐν ᾧ πάντῃ εὐδαιμονήσει, ἐπὶ δὲ τοῦ παιδὸς οὐκ ἔστιν· οὐ γὰρ ἔχει πω τέλειον βίον· ὁ γὰρ ἐλπιζόμενος οὔπω δῆλος ὁποῖος ἔσται· πολλαὶ γὰρ μεταβολαὶ καὶ παντοῖαι κατὰ τὸν βίον γίνονται· καὶ ἐνδέχεται τὸν μάλιστα εὐθηνοῦντα μεγάλαις συμφοραῖς περιπεσῖν ἐπὶ γήρως. τὸ δὲ δεῖ γὰρ ὡς εἴπομεν καὶ ἀρετῆς τελείας καὶ τὰ ἑξῆς συνῆπται τοῖς πρότερον εἰρημένοις περὶ τῆς εὐδαιμονίας. εἴρηται γὰρ ὅτι ἐστὶν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια ἀρχῆς ἀρετὴν λέγων τῶν δὲ λοιπῶν ἀγαθῶν τὰ μὲν ὑπάρχειν ἀναγκαῖα, τὰ δὲ συνεργὰ καὶ χρήσιμα. εἶτα συνηγόρησε τῷ ὁρισμῷ διὰ τῶν ἑξῆς εἰπών· ὁμολγούμενα δὲ ταῦτα· καὶ τὰ ἄλλα προσθεὶς ἔπειτα ἐπάνεισιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον λέγων ὅτι δεῖ καὶ ἀρετῆς τελείας καὶ βίου τελείου, ἴσ’ ὡς ἐμφαίνων ἐν τῷ ἀρετὴν τελείαν εἰπεῖν καὶ βίον τέλειοί καὶ τὸ ἀνεμποδίστως γίνεσθαι. οὐ γὰρ ἔστιν εἰπεῖν κατ᾿ ἀρετὴν τελείαν ἐνεργοῦντα· λέγω δὲ τελείαν τὴν ἐκ πασῶν τῶν ἀρετῶν ἢ τὴν θεωρητικὴν †μέν, ὡς εὐδαίμονα κέχρηνται ἐν τῷ ὁρισμῷ· παρεμφαί- νεται οὗν τὸ μὴ <τέλειον> εἶναι [μὴ ὂν] ἐμποδιστικὸν τῆς εὐδαιμονίας· φησι λέγειν διὰ τὸ πολλὰς μεταβολὰς γίνεσθαι καὶ παντοίας τύχας κατὰ τὸν βίον. βελτίων δὲ ἡ προτέρα ἐκδοχή. Τοῖς δὲ προτέροις ἑπομένην ἀπορίαν ἐπιφέρει, εἰ μηδένα δεῖ ἄνθρωπον εὐδαιμονίζειν <εἰ μὴ> μετὰ τὸν θάνατον. ἆρ’ οὖν εὐδαίμονα οἷόν τε εἶναί τινα ἐπειδὰν ἀποθάνῃ; ἢ τοῦτο ἄτοπον τὸν μηδ’ ὅλως ὄντα λέγειν εὐδαίμονα καὶ μάλιστα ἡμῖν τοῖς λέγουσιν ἐνέργειαν εἶναί τινα τὴν εὐδαιμονίαν, ἡ οὐ λέγομεν τὸν τεθνεῶτα εὐδαίμονα εἷναι; οὐδ’ ὁ Σόλων τοῦτο βούλεται, ἀλλὰ τοῦτο βούλεται ὁ λόγος, ὅτι τηνικαῦτ’ ἂν τις ἀσφαλῶς μακαρίσειεν ἄνθρωπον· καὶ τὸ λεγόμενόν ἐστιν, οὐχ ὅτι νῦν εὐδαίμων ἀλλ’ ὅτι ἦν ποτε εὐδαίμων· μακαρίζομεν δὲ αὐτὸν ἤιοι θαρροῦντες καὶ λέγομεν εὐδαίμονα, ὡς ἐκ· τὸς ὄντα κακῶν καὶ δυστυχημάτων. ἔχει μὲν οὖν φησι καὶ τοῦτό τινα ἀμφισβήτησιν καὶ παρεισάγει δευτέραν τινὰ ἀπορίαν, πότερόν ἐστι τῷ τεθνεῶτι ἀγαθόν καὶ κακὸν ὥσπερ τῷ ζῶντι μὴ αἰσθανομένῳ δέ, ἢ οὐ δοκεῖ αὐτῷ εἶναί τι καὶ κακὸν καὶ ἀγαθὸν ἐκ τῶν εὐπραξιῶν καὶ τῶν δυσπραξιῶν τέκνων τε καὶ ὅλως ἀπογόνων; εἶτα ἐπὶ πλεῖον διέξεισι τὴν ἀπορίαν ταύτην· ἐνδέχεται γὰρ τῷ μακαρίως βιώσαντι καὶ ἀποθανόντι πολλὰς μεταβολὰς συμβαίνειν περὶ τοὺς ἐκγόνους καὶ τοὺς μὲν εὖ βιῶσαι τοὺ. ς δὲ κακῶς, καὶ τοῖς ἀποστήμασι διαφερόντως ἔχειν καὶ τοὺς μὲν ἔγγιστα ὄντας τοῖς προγόνοις, τοὺς δὲ πόρρω καὶ ἤτοι τοὺς · ἐγγὺς ἢ τοὺς πόρρω κρείττους ἢ χείρους εἶναι. ἄτοπον δὴ ἑκάτερον, καὶ τὸ μὴ σὺν ἱκνεῖσθαι τὰ τῶν ἐκγόνων τοῖς γονεῦσι καὶ τὸ συμμεταβάλλειν πυκνῶς τὸν εὐδαιμόνως βιώσαντα ταῖς τῶν ἐκγόνων τύχαις καὶ προαιρέσεσι. τοῦτο μὲν οὖν τὸ δεύτερον ἀπόρημα ὑπερτίθεται· ἐπανιτέον δέ φησιν ἐπὶ τὸ πρότερον ἀπορηθέν· ἴσως γὰρ ἐκείνου θεωρηθέντος φανεῖται καὶ τοῦτο. ἐλέγετο δὲ ἐν τούτῳ δεῖν εὐδαιμονίζειν μετὰ τὸν θάνατον <τὸν> εὐδαιμόνως βιώσαντα ἄνθρωπον, ὡς νῦν ὄντα μακάριον ἀλλὰ καὶ πρότερον· καὶ τοῦτο δὲ ἄτοπον εἰ ὅτε μέν τις εὐδαίμων, οὐκ ἀληθὲς ἔσται τὸ ὑπάρχον αὐτοῦ κατηγορῆσαι ὅτι ἐστὶν εὐδαίμων, ὅτε δὲ μὴ ἔστιν ἀλλὰ τέθνηκεν, τότε ἀληθές ἐστι λέγειν ὅτι ἐν εὐ- δαίμων. δοκεῖ δὲ ἀληθεύειν ὁ τὸ μὲν ὑπάρχον κατηγορῶν ὡς ὑπάρχον· ἔστι γὰρ αὐτὸν εὐδαίμονα μετὰ τὸν· θάνατον εἰπεῖν ὅτι ἦν εὐδαίμων ἀληθῶς καὶ ὅτε ἔζη εἰπεῖν· ὅτι ἦν εὐδαίμ· ων. γελοῖον δὲ τὸ φυλαττομένους ἡμᾶς διὰ τὰς μεταβολὰς ἰῆς τύχης καὶ διὰ τὸ μόνιμόν τι ἡγεῖσθαι τὴν εὐδαιμονίαν μὴ λέγειν εὐδαίμονα τὸν ὄντα εὐδαίμονα· ὅμοιον γάρ, ὡς εἴ τις τὸν καλὸν ἢ πλούσιον ὅτε πλούσιός ἐστιν ἢ καλός, ὀκνοίη λέγειν ὅτι πλούσιός ἐστι διὰ τὰς μεταβολάς. ταῦτα εἰπὼν τρέπεται ἐπὶ τὸ λύειν τὴν ἀπορίαν, λέγων τὸ μὲν ταῖς τύχαις ἐπακολουθεῖν καὶ σὺν ταῖς τούτων μεταβολαῖς εὐδαίμονα ἢ κακοδαίμονα λέγειν οὐκ ἀληθές· οὐ γάρ ἐστιν ἐν ταύταις τὸ εὖ ἢ κακῶς, ὅπερ ἐκ τοῦ ὀνόματος δηλοῖ ἡ εὐδαιμονία καὶ ἡ κακοδαιμονία· περιείληπται γὰρ ἐν τ. ῷ ὀνόματι ἑκάτερα τῆς μὲν τὸ εὖ τῆς δὲ τὸ κακῶς. κύριαι δέ εἰσιν εὐδαιμονίας αἷ κατ’ ἀρειὴν ἐνέργειαι [καὶ μὴ κακίαν], τὸ δὲ ἐν κακοδαιμονίᾳ αἱ κατὰ κακίαν ἐνέργειαι. μαρτυρεῖ δὲ τούτῳ τῷ λόγῳ τῷ λέγοντι τὸ κυριώτατον εἶναι τῆς εὐδαιμονίας καὶ τὴν οὐσίαν] τὰς κατ’ ἀρετὴν ἐνεργείας τὸ νῦν ἀπορηθέν. ἠπορήθη γὰρ εἰ δεῖ μακαρίζειν ἢ εὐδαιμονίζειν τοὺς τεθνεῶτας διὰ τὸ βέβαιον προσήκειν εἶναι τὴν εὐδαιμονίαν, τοὺς δὲ ζῶντας πολλάκις μεταβάλλειν ταῖς τύχαις. τοῦτο τὸ ἀπόρημα γέγονεν ἐκ τοῦ βέβαιον δεῖν εἶναι τὴν εὐδαιμονίαν· ἔστι δὲ περὶ οὐδὲν οὕτω βεβαιότης βαιότης τῶν. ἀνθρωπίνων ὡς περὶ τὰς κατ’ ἀρετὴν πράξεις, αἳ μονιμώτεραί εἰσιν καὶ τῶν ἐπιστημῶν. ἐπιστήμης μὲν γὰρ ἄν τις καὶ ἐκλάθοιτο, τοῦ δὲ ὡς δεῖ ἐνεργεῖν οὐδέποτ’ ἂν ὁ ἀγαθὸς ἐκλάθοιτο διὰ τὸ ἐν ταύταις καταζῆν. καὶ γὰρ σιτούμενος καὶ ἄλλοι ὀχούμενος καὶ βαδίζων καὶ ὁτιοῦν πράττων ὁ ἀγαθὸς κατ’ ἀρετὴν ἐνεργεῖ, μάλιστα δὲ οἱ μακάριοι ἐν ταῖς τιμιωτάταις διάγωσιν ἐνεργείαις· αὗται δέ εἰσιν αἱ θεωρητικαί, διὸ καὶ μονιμώτεραί εἰσι τοῖς ἐναρέτοις. ὑπάρξει δἡ τὸ ζητούμενον τῷ εὐδαίμονι, τουτέστι τὸ μόνιμον καὶ βέβαιον, διὰ τὸ βέβαιον αὐτὸν εἶναι ἐν ταῖς καλαῖς ἐνεργείαις· καὶ ἔσται διὰ βίου τοιοῦτος ἀεί, ἢ εἰ καὶ μὴ ἀεὶ διὰ τὸ διαλείπειν ἐν τοῖς ὕπνοις καὶ ἐν ἄλλοις τισὶ καιροῖς, ἀλλὰ ἀπάντων γε ἀνθρώπων μάλιστα καὶ πράξει καὶ θεωρήσει τὰ κατ’ ἀρετήν. ἤδη σαφῶς ἐν τούτοις καὶ ἐν πράξει καὶ θεωρίᾳ τὸ τέλος τίθεται. οἴσει δὲ καὶ τἀς τύχας κάλλιστα ὅ γε ὡς ἀληθῶς ἀγαθὸς καὶ τετράγωνος ἄνευ ψόγου· οἱ μὲν γὰρ τετράγωνοι λέγονται οἱ συμμετατιθέμενοι τοῖς ἤθεσι τῶν συγγινομένων, οἳ μετὰ ἀκολάστων μὲν λέγ· ονται ἀκόλαστοι, μετὰ σωφρόνων δὲ σώφρονες δοκοῦσιν οὐ γὰρ ἄν εἶεν οἱ αὐτοὶ σώφρονές τε καὶ ἀκόλαστοι) καὶ μετὰ μὲν ἀδίκων ἄδικοι, μετὰ δὲ δικαίων δίκαιοι δοκοῦσι καὶ ὅλως τὰ ἤθη συν· αρμόζουσι τούτοις οἷς ἄν ἐθέλωσιν. οὗτοι μὲν δὴ ἐπίψογοι• ἄνευ δὲ ψόγου τετράγωνοι οἱ τὰς τύχας 30 A. SPA. Sil L\ ETli. MCOM. I 11 [Ari. st. p. ’22-l 101 ’21] ἐπαιρόμενοι, ἀλλ’ ὥσπερ οἱ τετράγωνοι λίθοι ἐφ’ ὃ ἂν πέσωσι μέρος ἑστᾶσιν, οὕτως καὶ οὗτοι κατὰ πᾶσαν τύχην ἑστήκασιν ὀρθοί. χαλεπὸν γὰρ οὐ μόνον δυστυχίαν ἐνεγκεῖν ἀλλὰ καὶ εὐτυχίαν καὶ μεγάλα συμττώματα συμβαίνει τοῖς μὴ δυναμένοις φέρειν εὐημερίαν. πολλῶν δὲ συμβαινόντων ἀπὸ τῆς τύχης τὰ μὲν μεγάλα τῶν εὐτυχημάτων ποιεῖ ῥοπήν, ὥστε ἐνίοτε ἐκσεῖσαι τὸν εὐδαίμονα τῆς εὐδαιμονίας, τὰ δὲ μικρὰ οὐκέτι· πολλὰ γὰρ δεῖ γενέσθαι δυστυχήματα καὶ ὑπερμεγέθη, ἵνα ἀποστήσῃ τῆς εὐδαιμονίας, οὕτω δὲ ὥστε κακοδαίμονα μὲν μηδέποτε εἶναι, μὴ μέντοι εὐδαίμονα. πῶς γὰρ οἷόν τε εὐδαίμονα εἶναι ἐν λύπαις ὄντα μεγάλαις καὶ ἐμποδιζομενον ἐπὶ τὰς προηγουμένας ἐνεργείας; ὅμως δὲ καὶ ἐν τούτοις διαλάμπει ἡ ἀρετή, ἐπειδὰν φέρῃ τις πρᾴως τὰς δυστυχίας οὐ δι’ ἀναλγησίαν ἀλλὰ διὰ μεγαλοψυχίαν· τοὐναντίον δὲ τὰ μεγάλα εὐτυχήματα. προσγενόμενα τῷ ἀγαθῷ μακαριώτερον, φησί, ποιήσει τὸν βίον· μακαριώτερον δὲ οὕτως εἶπεν ὥστε φαίνεσθαι μακαριώτερον μακαριώτερον διὰ τὸ ἐπικοσμεῖν, ὥς φησι. καθάπερ γὰρ τὰ καλὰ σώματα οὐ καλὰ ποιεῖ ὁ περιτεθειμένος κόσμος, ἔστι γὰρ ἤδη, ἀλλὰ συνεπικοσμεῖ, οὕτω καὶ τὰ ἔξωθεν ἀγαθά, προστιθέμενα τῷ καλῷ καὶ εὐδαίμονι, συνεπικοσμεῖ αὐτοῦ τὸν βίον, καὶ τὴν χρῆσίν δὲ παρέχει καλήν. εἰ οὖν εἰσιν αἱ καλαὶ ἐνέργειαι κύριαι τῆς εὐδαιμονίας, τῆς δὲ κακοδαιμονία αἱ ἐναντίαι, οὐδεὶς ἂν γένοιτο μακάριος ὢν [καὶ] κακοδαίμων καὶ ἄθλιος· οὐδέποτε γὰρ πράξει τὰ φαῦλα (6) ἀγαθός, ἀλλὰ καὶ τὰς τύχας εὐσχημόνως οἴσει· οὐ μὴν μακάριός γε, οὐ μὴν οὐδὲ εὐμετάβολος· οὔτε γὰρ ἐκ τῆς εὐδαιμονίας κινηθήσεται ῥᾳδίως (ὑπὸ μεγάλων γὰρ καὶ πολλῶν ἀτυχημάτων ὡς ἔφαμεν ἐκσταίη ἄν αὐτῆς) οὔτε ἐκστὰς ῥᾳδίως ἐπάνεισιν εἰς τὴν εὐδαιμονίαν, μὴ πολλὰ καὶ μεγάλα κατ’ ἀρετὴν ἐνεργήσας· οὐδὲν οὖν κωλύει λέγειν εὐδαίμονα τὸν κατ’ ἀρετὴν τελείαν ἐνεργοῦντα καὶ ἔχοντα ἱκανῶς τὴν ἐκτὸς χορηγίαν ἐν τελείῳ βίῳ. ἔστι μὲν οὖν καὶ τοῦτο θαρρούντως εἰπεῖν· εἰ δὲ δεῖ μὴ μόνον τὸν ὄντα εὐδαίμονα ἁπλῶς <***>οὐ μόνον τὸν οὕτως βιοῦντα ὡς εἴρηται, ἀλλὰ καὶ βιωσόμενον οὕτως καὶ τελευτήσοντα κατὰ λόγον, τουτέστιν ὁμοίως καὶ ἀναλόγως τῷ βεβιωμένῳ βίῳ· εἰ δὲ οὕτως, μακαρίους ἁπλῶς λέγοιμεν ἄν ἔτι ζῶντας, οἷς ὑπάρχει καὶ ὑπάρξει τὰ λεχθέντα ἀγαθά, τουτέστιν αἱ κατ’ ἀρετὴν ἐνέργειαι τέλειοι καὶ ἀνεμπόδιστοι ὑπὸ τῶν ἐκτὸς ἐν βίῳ τελεί. ῳ. μακαρίους δὲ οὕτω, φησίν, ἐροῦμεν ὡς ἀνθρώπους· τοῦτο δὲ προσέθηκεν ἐπεὶ ἄλλην ἡγεῖται εὐδαιμονίαν θεοῦ ἄλλην δὲ ἀνθρώπου, ὁμοίως δὲ καὶ ἀρετήν. Τὰς ὰς δὲ τῶν ἀπογόνων τύχας ἕως τῶν δὲ ἕξεων τὰς ἐπαινετὰς ἀρετὰς λέγομεν. Μέτεισιν ἐπὶ τῆν ἑτέραν ἀπορίαν. ἦν δὲ εἰ συμβάλλονταί τι τοῖς εὐδαιμόνως μόνως ζήσασι καὶ τελευτήσασιν εὐδαιμόνως αἱ τῶν ἐκγόνων τύχαι πρὸς τὸ διαμένειν τὴν εὐδαιμονίαν αὐτῶν ἢ μὴ διαμένειν. φησὶ δὲ τὸ μὲν μηδὲν συμβάλλεσθαι λέγειν τὰς τῶν ἐκγόνων τύχας καὶ τῶν φίλων τοῖς τελευτήσασι λίαν ἄφιλον καὶ ταῖς δόξαις ἐναντίον. χρῆται δὲ τῇ κοινῇ πάντων ἀνθρώπων δόξῃ †ἐν ᾧ τέως ἄγχει. πάντων δ’ ἀνθρώπων σχεδὸν ἀκούειν ἔστι μεταδιδόντων τοῖς τεθνεῶσι τῆς τῶν ἀπογόνων τύχης καὶ προαιρέσεως. καὶ γὰρ τῶν <οὐκ> εὗ πραττόντων ἢ κακῶς βιούντων δυστυχεῖς φασι τοὺς κἀν τύχωσι τεθνεῶτες· καὶ τοῖς μὲν καλὰ πράττουσιν εἰώθασι λέγειν, ὅτι ὀρθοῦσι τοὺς γονεῖς, τοῖς δὲ κακῶς πράττουσιν, ὅτι ὑβρίζουσι τοὺς προγόνους. αὗται δὲ αἱ δόξαι ἐμφαίνουσιν ὅτι μέτεστί πὼς τοῖς τεθνεῶσι τῆς τῶν ζώντων εὐημερίας καὶ δυσημερίας. ἐπὶ πόσον οὗν μέτεστι, τοῦτο βούλεται διορίσασθαι καί φησι πολλῶν δὴ καὶ παντοδαπὰς ἐχόντων διαφορὰς τῶν συμβαινόντων, καθόλου φησὶν εἶναι διοριστέον, τίνα διικνεῖται πρὸς τοὺς τεθνεῶτας ἐξ ὧν πράττουσιν οἱ ζῶντες, τίνα δ’ οὐ διικνεῖται· εἰ δὴ ὥσπερ τῶν περὶ ἕκαστον ἀτυχημάτων τὰ μὲν ἔχει τοσαύτην δύναμιν ὥστε μεταστῆσαι ἄν αὐτὸν τῆς εὐδαιμονίας, τὰ δ’ οὐ τοιαῦτα, οὕτω καὶ τὰ περὶ τοὺς φίλους καὶ γὰρ τῶν συμβαινόντων τοῖς φίλοις μετέχομεν. καὶ τὰ μὲν τοι- αῦτά ἐστιν ὥστε ἐμποδίσαι ἡμῶν τῇ εὐδαιμονίᾳ, τὰ δὲ οὐ τοιαύτα· ἐν δὲ τούτοις διαφέρει τῶν παθῶν ἕκαστον περὶ ζῶντας ἢ τελευτήσαντας συμβαίνειν πολὺ γὰρ] μᾶλλον <ἢ> παράνομα καὶ δεινὰ ἐν τῖς τραγῳδίαις τοῦ <πράττεσθαι>· προυπάρχειν <γάρ> ὡς γεγονότα ποτὲ οἱ ἄγγελοι ἀπαγγέλλωσιν, οἷον “ἦν Οἰδίπους τὸ πρῶτον εὐτυχὴς ἀνήρ’’ καὶ εἴ τινα τοιαῦτα· τὰ δὲ πραττόμενά ἐστιν, ὅταν ἐπὶ τῆς σκηνῆς πράττηται τὰ δεινά, οἷον καὶ ὁ Σοφοκλῆς εἰσάγει εἰς τὴν σκηνὴν τὸν Οἰδίπουν πεπηρωμένον, τὸν Αἴαν· τα ἑ· αυτὸν σφάττοντα. τὰ μὲν γὰρ προϋπάρχοντα οὐκ ἀνιᾷ τοὺς θεατάς, τὰ δὲ πραττόμενα ἐπὶ τῆς σκηνῆς συνταράττειν καὶ λυπεῖν εἴωθεν· οὕτω δὴ καὶ τὰ μὲν περὶ τοὺς τεθνεῶτας ἀτυχήματα ἔοικε τοῖς πρὸ τῆς σκηνῆς, τὰ δ’ ἐν τῷ βίῳ τοῖς ἐν τῇ σκηνῇ. εἰ δὴ ταῦτα οὕτως ἔχει, συλλογιστέον καὶ ταύτην τὴν διαφοράν, ἣν διαφέρει τὰ περὶ τοὺς ζῶντας συμβαίνοντα καὶ περὶ τοὺς τεθνεῶτας. μᾶλλον δὲ ἴσως συλλογιστέον τὴν ἀπορίαν τὴν προκειμένην, εἰ οἱ τεθνεῶτες μετέχουσί τινος ἀγαθοῦ ἢ κακοῦ· ἅμα γὰρ ταῦτα ἀμφότερα συνάγεται ἐκ τῶν κειμένων καὶ διαφορὰ τῶν συμβαινόντων περὶ ζῶντας καὶ τεθνεῶτας ἐκ τῶν ἐκγόνων τῆς εὐπραγίας καὶ τοὐναντίον δυσπραγίας. ἔοικε γὰρ ἐκ τῶν εἰρημένων εἰ καὶ δι’ ἱκνεῖταί τι πρὸς αὐτοὺς ἀγαθὸν ἡ κακόν, ἀσθενὲς καὶ φαῦλον, ἢ ἀπλῶς ἤτοι κυρίως ἐστὶ μικρὸν ἢ ἐκείνοις ἐστὶ μικρόν, κἄν μέγα ᾖ, ὡς τεθνεῶσι καὶ μὴ αἰσθανομένοις, εἰ δὲ μή, τοσοῦτον ὥστε μὴ τοὺς μὴ ὄντας ποιεῖν εὐδαίμνας ἢ τοὺς ὄντας ἀφαιρεῖσθαι <***>Μετὰ ταῦτα ἐπισκεπτέον εἶναί φησι περὶ τῆς εὐδαιμονίας πότερον τῶν ἐπαινετῶν ἐστιν ἢ τῶν τιμίων· ἔστι δὲ τὰ μὲν τίμια ὅσα ἀρχῆς ἔχεται, οἷον ἄρχοντες καὶ θεοί, τὰ δὲ καλά· ὁρίζονται δὲ τὸ καλὸν ἀγαθὸν καὶ ἐπαινετόν· τοιαῦται δέ εἰσιν αἱ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὴν ἐνέργειαι· τὰ δέ εἰσι δυνάμεις. τοιαῦτα δὲ τῶν ἀγαθῶν ἐστιν, οἷς ἔστιν εὖ καὶ μὴ εὖ χρῆσθαι, οἷον πλοῦτος καὶ ὑγίεια καὶ ὅλως τὰ περὶ τὸ σῶμα καὶ ἐκτὸς ἃ λέγεται ἀγαθά, ὅτι ὄργανά ἐστι τῷ ἐναρέτῳ πρὸς τὰς καλὰς ἐνεργείας. ἀριθμοῦσι δὲ καὶ τέταρτον εἶδος τῶν ἀγαθῶν, ἃ καλοῦσιν ὠφέλιμα ἰδίως· τοιαῦτα δέ ἐστιν ἃ μηδέποτε δι’ αὑτὰ αἱρετὰ ἀλλ’ ἀεὶ δι’ ἕτερα οἷον θεραπεῖαι τομαὶ καύσεις, ἅπερ ἅπαντα διὰ τὴν ὑγίειάν ἐστιν αἱρετά. τούτων μὲν δὴ ἐν τῷ παρόντι οὐ μέμνηται, τῶν δὲ δυνάμεων μνημονεύει μέν, ἀλλὰ φανερὸν νενόμικε τὸ μὴ τὴν εὐδαιμονίαν εἶναι τῶν τοιούτων ἀγαθῶν. ἀμφισβητεῖται δὲ πότερον τῶν τιμίων ἀγαθῶν ἐστιν ἢ τῶν ἐπαινετῶν δείκνυσι δὲ ὅτι οὐκ ἔστι τῶν ἐπαινετῶν· πᾶν γὰρ τὸ ἐπαινετὸν τῷ ποιὸν εἶναι καὶ πρός τί πὼς ἔχ’ εἰν ἐπαινεῖται· λέγει δὲ πᾶν οὐχ ὅτι x003E; ἐπαινετὸν τῶν πρός τί ἐστιν ὁ γὰρ δίκαιος καὶ ὁ ἀνδρεῖος ἐπαινετοὶ μέν, οὐ λέγονται δὲ οὕτως ὡς τὰ πρός τι), ἀλλ’ ὅτι πᾶν τὸ ἐπαινετὸν ἐπαινεῖται τῷ πρός τί πὼς ἔχειν. κατὰ γὰρ τὴν ἀναφορὰν τὴν ἐπὶ τὰ ἔργα καὶ x003E; πράξεις ἐπαινοῦνται, οἷον ὁ ἀνδρεῖος καὶ ὁ δίκαιος τῶ ποιὸς εἶναι ἐπαινεῖται· ἐπαινεῖται γὰρ ἑκάτερος τούτων τῶ ἔχειν τὴν ἀρετήν· ὁ μὲν γὰρ ποιός ἐστιν ἀπὸ τῆς ἀνδρείας, ὁ δὲ ἀπὸ τῆς δικαιοσύνης καὶ τῷ πρακτικὸς εἶναι ὁ μὲν τῶν ἀνδρείων, ὁ δὲ τῶν δικαίων. καὶ τὸν ἰσχυρὸν δὲ καὶ τὸν δρομικὸν ἐπαινοῦμεν καίπερ οὐκ ὄντας ἐναρέτους ἴσως ἄν τῷ συμπράττειν τῇ φύσει, πλὴν δὲ καὶ ὡς ποιούς τινας καὶ τῷ ἔχειν πὼς πρὸς τὰς ἐνεργείας, τὸν μὲν τὰς δρομικάς, τὸν δὲ τὰς ἰσχυράς. δῆλον δὲ ἐκ τῶν περὶ τοὺς θεοὺς ἐπαίνων, οὓς ποιοῦνταί τινες, ὅτι δι’ ἀναφορὰν τὴν ἐπί τινας ἐνεργείας καὶ πράξεις οἱ ἔπαινοι γίνονται· ἐπαινοῦσι γὰρ αὐτοὺς ἔνιοι ἀναφέροντες πρὸς ἡμάς, οἷον τὸν μὲν Διόνυσον διότι οἶνον θεῶν· οὐ γὰρ ἐν τούτῳ αὐτῶν τὸ σεμνὸν καὶ καλόν, ἐν τῷ πρὸς ἡμᾶς ἀναφέρεσθαι, φέρεσθαι, ἀλλ’ ἐν τῇ ἰδίᾳ αὐτῶν φύσει. ἔοικε δὲ ὁ τοιοῦτος ἔπαινος, ὡς ἂν εἴ τις ἐπαινῶν τὸν ἄνθρωπον μὴ λέγοι αὐτοῦ τἀγαθά, ὅτι ἐστὶ λογικὸς καὶ φρόνιμος φύσει καὶ πολιτικὸς καὶ κοινωνητικός, ἀλλ’ ὅτι καλῶς αἶγας νέμει καὶ πρόβατα καὶ πορίζει ταῖς ἀγέλαις αὐτῶν τροφὴν ἱκανήν. γελοῖος μὲν ὁ τοιοῦτος ἔπαινος, ὥσπερ ἔφαμεν, τῶν θεῶν, ἀλλ’ ὅμως δῆλον ὅτι βούλεται ὁ ἔπαινος δι’ ἀναφορᾶς γίνεσθαι ἐπί τινα ἔργα, ἐπεὶ ὅ γε οἰκεῖος αὐτῶν ἔπαινος καὶ ὕμνος ἐκ τῆς φύσεως αὐτῶν καὶ τῶν ἔργων λέγοιτ’ ἄν, οἷον ὅτι φύσει καλὸν καὶ ἀγαθὸν τὸ θεῖον καὶ ἐνεργεῖ ἀεὶ ἐνεργείας τὰς καλλίστας καὶ θεωροῦσι τὰ ὄντα ὡς ἔχει καὶ τὴν τοῦ παρόντος συνέχουσι σύστασιν. τοιούτοις γὰρ λόγοις χρώμενος ἄν τις κατὰ τὸ δέον αὐτοὺς ὑμνοῖ· ἐπεὶ δ᾿ ἐστὶν ὁ ἔπαινος τῶν τοιούτων, λέγω δὲ τῶν ποιῶν καὶ δι’ ἀναφορᾶς τῆς πρὸς ἕτερα, δῆλον ὅτι τῶν ἀρίστων οὐκ ἔστιν ὁ ἔπαινος ἀλλὰ μεῖζόν τι. τοὺς γὰρ θεοὺς οὐκ ἐπαινοῦμεν ἀλλὰ μακαρίζομεν, μακαρίζομεν δὲ καὶ τοὺς θειοτάτους τῶν ἀνδρῶν καὶ τῶν ἀγαθῶν τὰ θειότατα. τοιοῦτον δὲ καὶ ἡ εὐδαιμονία, διόπερ οὐδεὶς αὐτὴν ἐπαινεῖ ἀλλὰ μακαρίζει. λέγει δὲ καὶ Εὔδοξον καλῶς συνηγορῆσαι τῇ ἡδονὴ. λέγει γὰρ διὰ τοῦτο ἀρίστην εἶναι τῶν ἀγαθῶν αὐτὴν ἀπάντων, ὅτι ἀγαθὸν οὖσα οὐκ ἐπαινεῖται. οὐδεὶς γὰρ ἐπαινεῖ τοὺς ἡδομένους ἀλλὰ μακαρίζει· μακαριστὸν δή τι ἡγεῖται τὴν ἡδονὴν ἀλλ’ οὐκ ἐπαινετόν, καὶ διὰ τοῦτο προέχειν τῶν ἄλλων ἀγαθῶν. καὶ τὸν θεὸν δὲ καὶ τἀγαθὸν διὰ τοῦτο εἴποι ἄν τις μακαριστὸν ἀλλ’ οὐκ ἐπαινετόν, ὅτι οὐ ταῦτα πρὸς ἄλλο τι ἀναφέρεται, ἀλλὰ πρὸς αὐτὰ πάντα· καὶ γὰρ πρὸς τἀγαθόν, λέγω δὴ τὴν εὐδαιμονίαν, τἆλλα ἀναφέρεται ἀγαθά· τὰ γὰρ εἰς αὐτὴν φέροντα ἀγαθὰ λέγονται καὶ πρὸς τὸν θεὸν μάλιστα· ὅσα γὰρ x003E; ᾖ δυνατὸν ἐξομοιωθῆναι, ἀγαθοῦ τινος τυγχάνειν δοκεῖ. Μετὰ δὲ ταῦτα διαιρεῖ ὁ Ἀριστοτέλης ἔπαινον καὶ ἐγκώμιον, ὅτῳ διαφέροντα τότε ἐλέγετο· νῦν μὲν γὰρ συγκέχυται τὰ ὀνόματα καὶ ἐπὶ ταὐτοῦ λαμβάνεται, τότε δὲ ὁ μὲν ἔπαινος ἐλέγετο τῆς ἀρετῆς εἶναι καὶ ὅλως τῆς ἕξεως, τὸ δὲ ἐγκώμιον ἑκάστου ἔργου καὶ σωματικοῦ καὶ ψυχικοῦ. λέγει δὲ τὸ σωματικὸν ἔργον, ὃ διὰ τὴν τοὐ σώματος ἀρετὴν γίνεται, οἷον δρόμος ἢ πάλη, ψυχῆς δὲ ὅσα διὰ φρόνησιν ἢ ἄλλην τινὰ ψυχικὴν ἀρετὴν πράττεται. εἰς ἕκαστον γὰρ ἔργον ἐγκώμιον ἐγράφετο καὶ ἐλέγετο. ἀλλὰ τὸ ταῦτα μὲν ἐξακριβοῦν ῥητορικῆς οἰκειότερον καὶ τοῖς περὶ τοὺς ἐπαίνους διατρίβουσιν ἁρμόττει, ἡμῖν δέ φησιν δῆλον εἶναι ὅτι ἐστὶν ἡ εὐδαιμονία τῶν τιμίων ἀγαθῶν καὶ τελείων· τὸ δ’ ὡς ἀληθῶς ἀγαθόν τε καὶ τέλειον ἅπαν τίμιον. ἔοικε δέ, φησί, παντελῶς οὕτως ἔχειν καὶ διὰ τὸ εἶναι ἀρχή· πᾶσα γὰρ ἀρχὴ τίμιον. δοκεῖ δὲ ἐνταῦθα τῷ ὀνόματι παραλογίζεσθαι· τίμιον γὰρ δοκεῖ ἡ ἀρχή, καθ’ ἣν ἄρχουσί τινες, οἷον θεοί γονεῖς καὶ οἱ ἐν ταῖς πόλεσι βασιλεῖς λέγω δὲ βασιλεῖς, ἀλλ’ οὐ τοὺς νόμῳ. ἡ δὲ εὐδαιμονία λέγεται πολιτικὴ ἀρχὴ ὡς αἴτιον· εἰ μὴ ἄρα ὅτ· ι τῶν μεγίστων ἀγαθῶν αἰτία ἡμῖν ἐστιν, ὥσπερ καὶ ὁ ἄρχων καὶ ὁ βασιλεύων διὰ τοῦτο τίμιον λέγεται. Ἐπεὶ δέ ἐστιν ἡ εὐδαιμονία ψυχῆς ἐνέργεια κατ’ ἀρετὴν τελείαν, ἴσως ἄν τις ἀπορήσει πῶς οὐκ ἔστι τῶν ἐπαινετῶν, ὥσπερ ἥ τε ἀρετὴ ἐπαινετὸν καὶ αἱ κατὰ ταύτην ἐνέργειαι. ἢ οὐκ ἔστιν ἁπλῶς ἡ εὐδαιμονία ἀρετὴ οὐδὲ ἐνέργειά τις μία κατ’ ἀρετήν; ἐνεργεῖ <δὲ> ἐν βίῳ συμπραττούσης τῆς ψυχῆς πρὸς τὸ ἀνεμποδίστως τὸ ἀγαθὸν ἐνεργεῖν κατὰ τὴν ἀρετήν· μείζων ἄρα ἡ εὐδαιμονία· τοῦτο γὰρ ἤδη μεῖζον ἢ κατὰ τὸ ἐπαινετόν· μακάριον γὰρ καὶ ἡ εὐδαιμονία καὶ ὡς ἀληθῶς τίμιον. οὔσης δὲ τῆς εὐδαιμονίας, καθάπερ εἴρηται, ἐνεργείας κατ’ ἀρετὴν τελείαν, ἐπισκεπτέον ἂν εἴη περὶ ἀρετῆς. καὶ ὁ κατ’ ἀλήθειαν δὲ πολιτικὸς περὶ ἀρετὴν μάλιστα γεγένηται· βούλεται γὰρ τοὺς πολίτας ἀγαθοὺς εἶναι, ὥστε εἰ τῆς πολιτικῆς τέλος ἐστὶν ἡ εὐδαιμονία, ἡ δὲ πολιτικὴ τῶν πολιτῶν τὴν ἐπιμέλειαν ποιεῖται ὅπως ἐνάρετοι ὦσιν, ὡς διὰ τῆς ἀρετῆς περιεσομένου τοῦ τέλους καὶ ἦς εὐδαιμονίας, ἁρμόσαι ἂν τῇ παρούσῃ μεθόδῳ ἡ περὶ ἀρετῆς θεωρία· καὶ γὰρ ἡ ἠθικὴ πολιτική τίς ἐστιν. σκεπτέον δὲ περὶ ἀρετῆς ἀνθρωπίνης, οὐχὶ τῆς θείας· καὶ γὰρ εὐδαιμονίαν ζητοῦν τὴν ἀνθρωπίνην. δῆλον δὲ ἐκ τούτων ὅτι ἡγεῖται ὁ Ἀριστοτέλης καὶ ἀρετὴν καὶ εὐδαιμονίαν ἄλλην θεοῦ εἶναι, ἄλλην δὲ ἀνθρώπου. ἀρετὴν δὲ λέγομεν ἀνθρώπου οὐ τὴν τοῦ σώματος ἀλλὰ τῆς ψυχῆς· ἡ μὲν γὰρ σωματικὴ ἀρετὴ ἴσως τοῖς ἀλόγοις οἰκειοτέρα· πολὺ γὰρ ἐρρωμενεστέρα καὶ κρείττων ἐστὶ τῶν ἀνθρωπίνων· ἀνθρώπου δὲ ἴδιος ἡ περὶ τὸν λόγον ἢ τὰ ἐν τῇ ψυχῇ, διόπερ καὶ τὴν εὐδαιμονίαν τὴν ἀνθρωπίνην ψυχῆς ἐνέργειαν λέγομεν ἀλλ’ οὐ σώματος. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ ἔστιν ἀνθρώπου ἀρετὴ ἐν ψυχῇ, δέοι ἂν εἰδέναι πὼς τὸν πολιτικὸν περὶ ψυχῆς ὥσπερ καὶ τὸν ὀφθαλμὸν ἰασόμενον ἢ καὶ ὅλον σῶμα εἰδέναι δεῖ περὶ τοῦ σώματος· οὕτω γὰρ καὶ τὴν ἀρετὴν περιποιήσεται τὴν τοῦ σώματος τὴν οἰκείαν οἷον ὑγίειαν καὶ εὐαισθησίαν. καὶ τὸν πολιτικὸν οὖν εἰδέναι δεῖ περὶ ψυχῆς, μέλλοντα τὴν ἀρετὴν αὐτῇ περιποιεῖν. διόπερ οὐδὲ τῶν αὐτῶν ἕνεκεν τῷ πολιτικῷ περὶ ψυχῆς θεωρήσει οὔτε ὁ σοφὸς οὔτε ὁ φυσικός· ὁ μὲν γὰρ φυσικὸς ἕνεκεν αὐτῆς τῆς ὁ δὲ πολιτικὸς οὐ τῆς θεωρίας ἕνεκεν ἀλλὰ κατ’ ἀναφορὰν τὴν ἐπὶ τὴν ἀρετὴν καὶ χάριν τῆς ἀρετῆς καὶ οὐδὲ ἐπὶ πλέον ἀκριβοῖ ἀλλ’ ἐφ’ ὅσον αὐτῷ ἱκανὸν τὴν τῆς ψυχῆς γνῶσιν ποιεῖσθαι. εἰρῆσθαι δέ φησιν ὡς πολιτικῷ ἱκανῶς ἐν ἐξωτερικοῖς λόγοις περὶ ψυχῆς, οἷον ὅτι τὸ μὲν ἄλογον αὐτῆς, τὸ δὲ λόγον ἔχον. τὸ δὲ ἄλογον διττόν· τὸ μὲν γάρ ἐστι φυσικόν, οἷον τὸ αἴτιον τοῦ αὔξεσθαι καὶ τρέφεσθαι, ὃ ἐν τοῖς φυτοῖς ἐστι καὶ ἐμβρύοις καὶ τελείοις. τῆς δὲ τοιαύτης δυνάμεως, λέγω δὲ τῆς θρεπτικῆς, ἡ ἀρετὴ οὐκ ἰδία ἀνθρώπου διὰ τὸ καὶ ἐν ἄλλῳ αὐτὴν εἶναι καὶ ὅτι ἐν τοῖς ὕπνοις ἐνεργεῖ μᾶλλον ἡ τοιαύτη δύναμις, ὅτε ἥκιστα ὁ ἀγαθὸς καὶ ὁ κακὸς διάδηλοι ὁ γὰρ ὕπνος ἀργία), πλὴν εἰ μὴ κατὰ μικρὸν ὁ σπουδαῖος καὶ ὁ εὐδαίμων διαφέρει τοῦ ἐναντίου, λέγω δὴ κατὰ τὰς φαντασίας. τὸ μὲν οὖν τοιοῦτον ἄλογον ἀφείσθω. ἔστι δέ τις καὶ ἄλλη δύναμις · τῆς ψυχῆς ἄλογος καλουμένη, μετέχουσα μέντοι πῃ λόγου διὰ τὸ πεφυκέναι πείθεσθαι τῷ λόγῳ. ἔοικε δὲ ὁμώνυμον εἶναι τὸ ἄλογον· οὐ γὰρ ταὐτὸν τῇ θρεπτικῇ καὶ παθητικῇ δυνάμει τῆς· · ψυχῆς τὸ ἄλογον, ἀλλὰ τῇ μὲν θρεπτικῇ τὸ κατὰ μηδένα τρόπον μειέχειν τοῦ λόγου, τῇ δὲ παθητικὴ τὸ μὴ ἰδίου λόγου μετέχειν, ἀλλὰ τοῦ ἐν τῷ λογικῷ μορίῳ τῆς ψυχῆς, ὅταν αὐτῷ πείθηται. ἴσως δὲ καὶ τοῦ τῶν ζῴων ἀλόγου καὶ παθητικοῦ διαφέρει τὸ τῶν ἀνθρώπων, οὐ τοσοῦτον μὲν ὅσον τοῦ θρεπτικοῦ διαφέρειν ἔοικε κοινωνεῖ γὰρ καὶ τὸ ἐκείνων παθητικὸν τῷ ἡμετέρῳ, διότι θυμοῦ καὶ ἐπιθυμίας μετέχει καὶ ὅλως ἡδονῆς καὶ λύπης), διαφέρει δὲ ἡ οὐκ ἔστιν ἐπιπειθὲς τῷ λόγῳ. ὁ δὲ Ἀριστοτέλης βουλόμενος δεῖξαι, οἵα τίς ἐστιν ἡ τοῦ παθητικοῦ δύναμις, λεγομένου δὲ ἀλόγου, καὶ πῶς ἐπιπειθὴς εἶναι λέγεται τῷ λόγῳ, ἐκ τοῦ ἐγκρατοῦς καὶ ἀκρατοῦς δείκνυται· τοῦ γὰρ ἐγκρατοῦς καὶ ἀκρατοῦς φησιν ἐπαινοῦμεν τῆς ψυχῆς τὸ λόγον ἔχον· ἔστι δέ τι ἐν αὐτοῖς ἄλλο παρὰ τὸν λόγον, ὃ μάχεται καὶ ἀντιτείνει τῷ λόγῳ· προδηλότατον δέ ἐστιν ἐν τῷ ἐγκρατεῖ· καίπερ γὰρ νοσοῦν καὶ ἀντιτεῖνον ὅμως ἀκολουθεῖ καὶ πειθαρχεῖ τῷ λόγῳ· ταὐτὸν δὲ καὶ ἐπὶ τοῦ ἀκρατοῦς· τὸ γὰρ ἀντιτείνειν καὶ ἀπειθεῖν δηλοῖ ὅτι ἕτερόν ἐστιν. καὶ μὴν ὅτι πέφυκε πείθεσθαι φανερόν· αἰτιώμεθα γὰρ αὐτὸ τὸ παθητικόν, διότι μὴ πείθεται καὶ ἄγεται ὑπὸ τοὐ λόγου τρόπον τινὰ ἆκον καὶ ἀναγκαζόμενον· τὸ δὲ τοῦ σώφρονος καὶ τοῦ ἀνδρείου καὶ ὅλως τοῦ ἐναρέτου πλὴν τοῦ ἐγκρατοῦς ὁμοφωνεῖ τῷ λόγῳ. καὶ δήλη ἐντεῦθεν ἡ διαοὔτε φορὰ καὶ τοῦ ἐγκρατοῦς καὶ τοῦ σώφρονος· πᾶν γὰρ ἄλογον διττόν, ὡς εἴρηται τὸ δὴ ἐπιπειθὲς τῷ λόγῳ, οἷον τὸ ὀρεκτικὸν καὶ παθητικόν, ταύτῃ λέγεται μετέχειν λόγου, ἡ κατήκοον ἐστιν αὐτοῦ ὡς καὶ τοῦ πατρός φαμεν ἔχειν τινὰ λόγον οὐ τῷ πείθεσθαι τοῖς μαθηματικοῖς ἀλλὰ τῷ ἔχειν ἀπόδειξιν καὶ λόγον μαθη· ματικοῦ τινος θεωρήματος. οὕτω δὲ τὸ λογικὸν μετέχει λόγου ὡς ἔχειν ἐν αὑτῷ λόγον. ὅτι δὲ πείθεταί πὼς ὑπὸ τὸ ὖ λόγου τὸ ἄλογον, μηνύει καὶ ἡ νουθέτησις καὶ πᾶσα ἐπιτίμησις καὶ παράκλησις. ἐπιτίμησις μὲν ἐπίπληξις σφοδρά τις φόβον ἐμβάλλουσα πρὸς ἐκκοπὴν τῆς ἀλόγου ὁρμῆς, νουθέτησις δὲ μετὰ παρακλήσεως ἐπίπληξις πραεῖα ἐφ’ ἁμαρτήμασι γινομένη, παράκλησις δὲ προτροπή, κυρίως μὲν ἡ ἐπ’ ἀγαθά, κοινότερον δὲ καὶ ἡ ἐφ’ ὁτιοῦν προτροπή, ὥστε εἰκότως φαμὲν ἐπτιίμησιν εἶναι μετὰ παρακλήσεως τὴν νουθέτησιν, πλὴν ἥ γε νουθέτησις καὶ ἡ παράκλησις πᾶσα τὸ ὀρεκτικὸν καὶ ὁρμητικὸν τῆς ψυχῆς, ὅταν ἐφ’ ἃ μὴ δεῖ ὁρμᾶ, τρέπειν ἐπὶ τὸ δέον βούλεται οὐκ ἄν εἰ μὴ πεφυκὸς ἦν πείθεσθαι τῷ λόγῳ. διορίζονται δὲ καὶ αἱ ἀρεταὶ κατὰ τὴν διαφορὰν τῶν μορίων τούτων τῆς ψυχῆς· ἃς μὲν γὰρ λέγομεν διανοητικὰς καὶ ἐν τῷ λογικῷ μορίῳ, οἷον σοφίαν καὶ φρόνησιν, τὰς δὲ ἠθικάς, ὅσαι ἐν τῷ ὀρεκτικῷ καὶ ὁρμητικῷ, οἷον σωφροσύνην καὶ ἐλευθεριότητα. οὐδέποτε γὰρ τὸ ἦθος ἐπαινοῦντες λέγομεν σοφὸς ἄνθρωπος, ἀλλ’ ὅτι πρᾷος ἡ σώφρων· πλὴν καὶ ὁ σοφὸς ἐπαινετός, οὐ κατὰ τὸ ἦθος, ἀλλὰ κατὰ τὴν ἐπιστήμην· πᾶσαι γὰρ αἱ ἀρεταὶ ἐπαινεταί, ἡ δὲ σοφία ἀρετή.