# Fragmenta 3

Athanas Syracusanus, Fragmenta, Dfhg-Source dfhg2_ATHANAS_SYRACUSANUS. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanas-syracusanus/fragmenta/3

Ἤδη πρεσβύτερος ὢν (Τιμολέων) ἀπημβλύνθη τὴν ὄψιν, εἶτα τελέως ἐπηρώθη μετ ̓ ὀλίγον, οὔτε αὐτὸς ἑᾶυτῷ πρόφασιν παρασχὼν οὔτε παροινηθεὶς ὑπὸ τῆς τύχης, ἀλλὰ συγγενικῆς τινος, ὡς ἔοικεν, αἰτίας καὶ καταβολῆς ἅμα τῷ χρόνῳ συνεπιθεμένης. (4) Λέγονται γὰρ οὐκ ὀλίγοι τῶν κατὰ γένος αὐτῷ προσηκόντων ὁμοίως ἀποβαλεῖν τὴν ὄψιν ὑπὸ γήρως ἀπομαρανθεῖσαν. (5) Ὁ δὲ Ἄθανις ἔτι συνεστῶτος τοῦ πρὸς Ἵππωνα πολέμου καὶ Μάμερκον ἐν Μυλαῖς ἐπὶ στρατοπέδου φησὶν ἀπογλαυκωθῆναι τὴν ὄψιν αὐτοῦ καὶ πᾶσι φανερὰν γενέσθαι τὴν πήρωσιν, οὐ μὴν ἀποστῆναι διὰ τοῦτο τῆς πολιορκίας, ἀλλ ̓ ἐμμείναντα τῷ πολέμῳ λαβεῖν τοὺς τυράννους· ὡς δὲ ἐπανῆλθεν εἰς Συρακούσας, εὐθὺς ἀποθέσθαι τὴν μοναρχίαν καὶ παραιτεῖσθαι τοὺς πολίτας, τῶν πραγμάτων εἰς τὸ κάλλιστον ἡκόντων τέλος.

---

ATHANAS SYRACUSANUS, Fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2387.tlg003.local002/.
