Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 13
Athanasius Alexandrinus, Apologia ad Constantium 13.1
Not analysed yet
Διὰ ταῦτα πάντα τὰ πανταχοῦ τῶν ἐκκλησιῶν τετάρακται. καὶ προφάσεις μὲν ἐπενοήθησαν, ἐπίσκοποι δὲ τηλικοῦτοι καὶ πολυετεῖς ἐξωρίσθησαν διὰ τὴν πρὸς ἐμὲ κοινωνίαν. καὶ εἰ μὲν μέχρι τοσούτου τοῦτο ἐγίγνετο, προσδοκία τις ἦν ἀγαθή –φιλάνθρωπος γὰρ εἶ· ἵνα δὲ μὴ καὶ μετὰ ταῦτα διαβῇ τὸ κακόν, κρατείτω ἡ ἀλήθεια παρὰ σοί, καὶ μὴ ἀφῇς ὑπόνοιαν κατὰ πάσης ἐκκλησίας γενέσθαι, ὡς τοιαῦτα βουλευομένων καὶ γραφόντων τῶν Χριστιανῶν καὶ μάλιστα τῶν ἐπισκόπων.