Ancient Greek · ~1 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 23
Athanasius Alexandrinus, Apologia ad Constantium 23.Ἀντίγραφον ἐπιστολῆς οὕτως ἔχον·
Not analysed yet
Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ. εὔχεσθαί με ἀεὶ ὥστε πάντα αἴσια ἀποβαίνειν τῷ ποτὲ ἀδελφῷ ἐμῷ Κώνσταντι οὐδὲ τὴν σὴν ὑπερέβη σύνεσιν. ὅντινα ἐπειδὴ ἐξ ἀπάτης ἀνοσιωτάτων ἀνῃρῆσθαι ἔγνων, πόσῃ εἰμὶ περιβληθεὶς στυγνότητι, εὐχερῶς ἡ ὑμετέρα φρόνησις δυνήσεται κρίνειν.