Ancient Greek · ~2 min
Τοῦ αὐτοῦ ἀπολογία πρὸς τὸν βασιλέα Κωνστάντιον, Chapter 26
Athanasius Alexandrinus, Apologia ad Constantium 26.6
Not analysed yet
τοῦτο κἀγὼ φοβούμενος οὐκ ἤθελον φυγεῖν, ἀλλὰ πρόσταξιν ἔχειν, εἴπερ ἦν βούλημα τῆς σῆς εὐσεβείας. ἀλλ’ οὔτε ἔλαβον ὅπερ εὐλόγως ἀπῄτουν, ἀλλὰ καὶ νῦν μάτην κατηγορήθην παρὰ σοί· οὔτε γὰρ ἀντέστην προστάγματι τῆς σῆς εὐσεβείας οὔτε νῦν εἰς Ἀλεξάνδρειαν εἰσελθεῖν πειράσω, ἕως ἡ σὴ φιλανθρωπία τοῦτο βούληται. καὶ τοῦτο δὲ προλαβὼν εἴρηκα, ἵνα μηδὲ περὶ τοῦτο πάλιν οἱ συκοφάνται πρόφασιν εὕρωσι κατειπεῖν ἡμῶν.