# Apologia ad Constantium 28.1-3

Athanasius Alexandrinus, Apologia ad Constantium, 28.1 to 28.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/apologia-ad-constantium/28.1

Τὰ δὲ ἄλλα τὰ γενόμενα ἴσως μὲν ἄπιστα νομισθήσεται καὶ πάντας ἐκπλήξει διὰ τὴν ὑπερβολὴν τοῦ μύσους· ἀναγκαῖον δὲ ὅμως εἰπεῖν, ἵνα ἡ σὴ φιλόχριστος σπουδὴ καὶ θεοσέβεια μάθῃ, ὡς αἱ καθ’ ἡμῶν διαβολαὶ καὶ συκοφαντίαι δι’ οὐδὲν ἕτερον γεγόνασιν ἢ ἵνα ἡμᾶς μὲν ἐκβάλωσι τῶν ἐκκλησιῶν, τὴν δὲ ἰδίαν ἀσέβειαν ἀντεισενεγκεῖν δυνηθῶσι. τῶν γὰρ ἀληθινῶν καὶ πολυετῶν ἐπισκόπων τῶν μὲν ἐξορισθέντων τῶν δὲ φυγαδευθέντων ἐθνικοὶ λοιπὸν κατηχούμενοι καὶ οἱ τὰ πρῶτα τῆς βουλῆς ἔχοντες καὶ οἱ ἐν πλούτῳ διαβόητοι ἀντὶ Χριστιανῶν παραγγέλλονται παρὰ τῶν Ἀρειανῶν, ἵνα τὴν εὐσεβῆ πίστιν ὁμιλήσωσι. καὶ οὐκέτι μέν, ὡς παρήγγειλεν ὁ ἀπόστολος, εἴ τίς ἐστιν ἀνεπίληπτος , ἐζητεῖτο, ὡς δὲ ὁ ἀσεβέστατος Ἱεροβοὰμ πεποίηκεν, ὁ πλεῖον διδοὺς χρυσίον ὠνομάσθη ἐπίσκοπος. καὶ οὐ διέφερεν αὐτοῖς εἰ κἂν ἐθνικὸς ἐτύγχανε, μόνον εἰ χρυσίον παρεῖχε.

---

Athanasius Alexandrinus, Apologia ad Constantium. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg134.local001/.
