Ancient Greek · ~15 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 16.1
Not analysed yet
Ἀλλ’ ἴσως περὶ τούτων οἱ δυσσεβεῖς ἐπὶ τὴν ἰδιότητα τῶν ποιητῶν καταφεύξονται, λέγοντες τῶν ποιητῶν ἴδιον εἶναι χαρακτῆρα τὰ μὴ ὄντα πλάττεσθαι καὶ ψεύδεσθαι περὶ μύθων εἰς ἡδονὴν τῶν ἀκουόντων, οὗ χάριν καὶ τὰ περὶ θεῶν αὐτοὺς πεποιηκέναι φήσουσιν. ἀλλ’ αὕτη καὶ πάντων μᾶλλον ἡ πρόφασις αὐτοῖς ἕωλος δειχθήσεται ἀφ’ ὧν αὐτοὶ περὶ τούτων ἔχουσι δόξαν καὶ προτίθενται . εἰ γὰρ τὰ παρὰ ποιηταῖς ἐστι πλάσματα καὶ ψευδῆ, ψευδὴς ἂν εἴη καὶ αὐτὴ ἡ περὶ τοῦ Διὸς καὶ Κρόνου καὶ Ἥρας καὶ Ἄρεoς καὶ τῶν ἄλλων ὀνομασία. ἴσως γάρ, ὡς αὐτοί φασι ,καὶ τὰ ὀνόματα πέπλασται καὶ οὐκ ἔστι μὲν ὅλως Ζεὺς οὐδὲ Κρόνος οὐδὲ Ἄρης. πλάττονται δὲ τούτους ὡς ὄντας οἱ ποιηταὶ πρὸς ἀπάτην τῶν ἀκουόντων . πλαττόντων δὲ τῶν ποιητῶν τὰ μὴ ὄντα, πῶς ὡς ὄντας αὐτοὺς θρησκεύουσιν; ἢ ἴσως γὰρ ἂν πάλιν φήσουσι · τὰ μὲν ὀνόματα οὐ πλάττονται, τὰς δὲ πράξεις ψεύδονται κατ’ αὐτῶν; ἀλλὰ καὶ τοῦτο οὐδὲν ἧττον πρὸς ἀπολογίαν αὐτῶν οὐκ ἀσφαλές. εἰ γὰρ τὰς πράξεις ἐψεύσαντο ,ἐψεύσαντο πάντως καὶ τὰ ὀνόματα, ὧν καὶ τὰς πράξεις εἶναι διηγήσαντο . ἢ εἰ ἀληθεύουσι περὶ τὰ ὀνόματα, ἀληθεύουσι καὶ περὶ τὰς πράξεις ἐξ ἀνάγκης . ἄλλως τε οἱ εἶναι τούτους θεοὺς μυθολογήσαντες ἴσασιν ἀληθῶς καὶ ἃ δεῖ θεοὺς πράττειν καὶ οὐκ ἄν ποτε τὰς ἀνθρώπων θεοῖς προσάψοιεν ἐννοίας. ὥσπερ οὐδὲ τὸ τοῦ πυρὸς ἔργον τῷ ὕδατί τις ἀναθήσει· τὸ μὲν γὰρ καίει, τὸ δὲ ἔμπαλιν τὴν οὐσίαν ἔχει ψυχράν . εἰ μὲν οὖν αἱ πράξεις εἰσὶ θεῶν ἄξιαι, θεοὶ ἂν εἶεν καὶ οἱ τούτων ἐργάται. εἰ δὲ ἀνθρώπων ἐστὶ καὶ ἀνθρώπων οὐ καλῶν τὸ μοιχεύειν καὶ τὰ προειρημένα ἔργα ,ἄνθρωποι ἂν εἶεν οἱ ταῦτα πράξαντες καὶ οὐ θεοί . κατ’ ἀλλήλους γὰρ ταῖς οὐσίαις καὶ τὰς πράξεις εἶναι χρή, ἵνα καὶ ἐκ τῆς ἐνεργείας ὁ πράξας μαρτυρηθῇ καὶ ἐκ τῆς οὐσίας ἡ πρᾶξις γνωσθῆναι δυνηθῇ . ὥσπερ ὥσπερ οὖν εἴ τις διαλεγόμενος περὶ ὕδατος καὶ πυρὸς καὶ τὰς τούτων ἐνεργείας ἀπαγγέλλων οὐκ ἂν εἶπε, τὸ μὲν ὕδωρ καίειν ,τὸ δὲ πῦρ ψύχειν, οὐδ’ εἴ τις περὶ ἡλίου καὶ γῆς διηγεῖτο ,ἔλεγεν ἂν τὴν μὲν γῆν φωτίζειν, τὸν δὲ ἥλιον βοτάνας καὶ καρποὺς σπείρεσθαι ,ἀλλὰ καὶ λέγων πᾶσαν παραπληξίαν ὑπερέβαλεν, οὕτως οὐκ ἂν οἱ παρ’ αὐτοῖς συγγραφεῖς, καὶ μάλιστα ὁ πάντων ἐξοχώτατος ποιητής, εἴπερ ᾔδεισαν θεοὺς εἶναι τὸν Δία καὶ τοὺς ἄλλους, τοιαύτας αὐτοῖς περιέθηκαν πράξεις, αἳ μὴ εἶναι θεοὺς αὐτοὺς ἐλέγχουσιν ,ἀλλὰ μᾶλλον ἀνθρώπους εἶναι καὶ ἀνθρώπους οὐ σώφρονας. ἢ εἰ ἐψεύσαντο ὡς ποιηταί, καὶ σὺ τούτων καταψεύδῃ, διὰ τί μὴ καὶ ἐπὶ τῆς ἀνδρείας τῶν ἡρώων ἐψεύσαντο καὶ ἀντὶ μὲν ἀνδρείας ἀσθένειαν, ἀντὶ δὲ ἀσθενείας ἀνδρείαν ἐπλάσαντο; ἔδει γὰρ ὥσπερ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας, οὕτω καὶ τοῦ μὲν Ἀχιλλέως ἀνανδρείαν καταψεύσασθαι, τοῦ τῶν ἡρώων ἐψεύσαντο καὶ ἀντὶ μὲν ἀνδρείας δὲ Θερσίτου δύναμιν θαυμάσαι. καὶ τοῦ μὲν Ὀδυσσέως ἀσυνεσίαν διαβαλεῖν ,τοῦ δὲ Νέστορος παραφροσύνην πλάσασθαι ,καὶ τοῦ μὲν Διομήδους καὶ Ἕκτορος γυναικείας πράξεις, τῆς δὲ Ἑκάβης ἀνδρείαν μυθολογῆσαι. ἐπὶ πάντων γάρ, ὡς αὐτοὶ λέγουσιν, ἔδει τοὺς ποιητὰς πλάττεσθαι καὶ ψεύδεσθαι. νῦν δὲ τοῖς μὲν ἀνθρώποις τὴν ἀλήθειαν ἐφύλαξαν, τῶν δὲ λεγομένων θεῶν οὐκ ἐφοβήθησαν καταψεύδεσθαι . καὶ τοῦτο γὰρ ἄν τις αὐτῶν εἴποι ,ἐν μὲν ταῖς περὶ ἀσελγείας αὐτῶν πράξεσι ψεύδονται. ἐν δὲ τοῖς ἐπαίνοις ,ὅταν πατέρα θεῶν καὶ ὕπατον καὶ Ὀλύμπιον καὶ ἐν οὐρανῷ βασιλεύοντα λέγουσι τὸν Δία, οὐ πλάττονται, ἀλλ’ ἀληθεύοντες λέγωσι λέγουσι . τοῦτον δὲ οὐ μόνος ἐγώ, ἀλλὰ καὶ πᾶς ὅστις ἐλέγξειε κατ’ αὐτῶν εἶναι τὸν λόγον. πάλιν γὰρ ταῖς πρώταις ἀποδείξεσιν ἡ ἀλήθεια κατ’ αὐτῶν φανήσεται. αἱ μὲν γὰρ πράξεις ἀνθρώπους αὐτοὺς εἶναι ἐλέγχουσι, τὰ δὲ ἐγκώμια ὑπὲρ τὴν ἀνθρώπων ἐστὶ φύσιν. ἑκάτερον δὲ τούτων ἀκατάλληλόν ἐστι πρὸς ἑαυτό. οὔτε γὰρ τῶν ἐν οὐρανοῖς ἴδιόν ἐστι τοιαῦτα πράττειν οὔτε τοὺς τὰ τοιαῦτα πράττοντας ὑπονοεῖν τις δύναται θεούς.