# Contra gentes (Ms 104) 3

Athanasius Alexandrinus, Contra gentes (Ms 104), Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/contra-gentes-ms-104/3

Οὕτω μὲν οὖν ὁ δημιουργός, ὥσπερ εἴρηται, τὸ τῶν ἀνθρώπων γένος κατεσκεύασε καὶ μένειν ἠθέλησεν · οἱ δὲ ἄνθρωποι, κατολιγωρήσαντες τῶν κρειττόνων καὶ ὀκνήσαντες περὶ τὴν τούτων κατάληψιν, τὰ ἐγγυτέρω μᾶλλον ἑαυτῶν ἐζήτησαν· ἐγγύτερα δὲ τούτοις ἦν τὸ σῶμα καὶ αἱ τούτου αἰσθήσεις · ὅθεν τῶν μὲν νοητῶν ἀπέστησαν ἑαυτῶν τὸν νοῦν· ἑαυτοὺς δὲ κατανοεῖν ἤρξαντο . ἑαυτοὺς δὲ κατανοοῦντες καὶ τοῦ τε σώματος καὶ τῶν ἄλλων αἰσθητῶν ἀντιλαμβανόμενοι καὶ ὡς ἐν ἰδίοις ἀπατώμενοι, εἰς ἑαυτῶν ἐπιθυμίαν ἔπεσαν · τὰ ἴδια προτιμήσαντες τῆς πρὸς τὰ θεῖα θεωρίας. ἐνδιατρίψαντες δὲ τούτοις καὶ τῶν ἐγγυτέρω μὴ ἀποστῆναι θέλοντες· ταῖς μὲν τοῦ σώματος ἡδοναῖς συνέκλεισαν ἑαυτῶν τὴν ψυχὴν τεταραγμένην καὶ πεφυρμένην πάσης ἐπιθυμίας , τέλεον δὲ ἐπελάθοντο τῆς ἐξ ἀρχῆς αὐτῶν παρὰ θεοῦ δυνάμεως. τοῦτο δ’ ἄν τις ἴδοι καὶ ἐκ τοῦ πρώτου πλασθέντος ἀνθρώπου ἀληθές, ὡς αἱ ἱεραὶ περὶ αὐτοῦ λέγουσι γραφαί . κἀκεῖνος γὰρ ἕως μὲν τὸν νοῦν εἶχε πρὸς τὸν θεόν, καὶ τὴν τούτου θεωρίαν , ἀπεστρέφετο τὴν πρὸς τὸ σῶμα θεωρίαν · ὅτε δὲ συμβουλία τοῦ ὄφεως ἀπέστη μὲν τῆς πρὸς τὸν θεὸν διανοίας· ἑαυτὸν δὲ κατανοεῖν ἤρξατο · τηνικαῦτα καὶ εἰς ἐπιθυμίαν τοῦ σώματος ἔπεσαν , καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν. καὶ γνόντες ᾐσχύνθησαν ἔγνωσαν δὲ ἑαυτοὺς γυμνούς , οὐ τοσοῦτον ἀπὸ ἐνδυμάτων , ἀλλ’ ὅτι γυμνοὶ τῆς τῶν θείων θεωρίας γεγόνασι, καὶ πρὸς τὰ ἐναντία τὴν διάνοιαν μετήνεγκαν . ἀποστάντες γὰρ τῆς πρὸς τὸν ἕνα καὶ ὄντα θεὸν λέγω κατανοήσεως καὶ τοῦ πρὸς αὐτὸν πόθου, λοιπὸν εἰς διαφόρους καὶ εἰς τὰς κατὰ μέρος ἐπιθυμίας ἐνέβησαν τοῦ σώματος . εἶτα οἷα φιλεῖ γίνεσθαι ἑκάστου καὶ πολλῶν ἐπιθυμίαν λαβόντες , ἤρξαντο καὶ τὴν πρὸς αὐτὰς σχέσιν ἔχειν, ὥστε καὶ φοβεῖσθαι ταύτας καταλεῖψαι . ὅθεν δὴ καὶ δειλίαι καὶ φόβοι καὶ ἡδοναὶ καὶ θνητὰ φρονεῖν τῇ ψυχῇ προσγέγονεν. οὐ θέλουσα γὰρ ἀποστῆναι τῶν ἐπιθυμιῶν , φοβεῖται τὸν θάνατον καὶ τὸν χωρισμὸν τοῦ σώματος. ἐπιθυμοῦσα δὲ πάλιν καὶ μὴ τυγχάνουσα τῶν ὁμοίων , ἔμαθε φονεύειν καὶ ἀδικεῖν . πῶς δὲ καὶ ταῦτα ποιεῖ , εὔλογον κατὰ δύναμιν σημᾶναι .

---

Athanasius Alexandrinus, Contra gentes (Ms 104), ed. Kyriakos Savvidis Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg001.local053/.
