Ancient Greek · ~12 min
Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων
Athanasius Alexandrinus, Contra gentes (Ms 104) 31.1
Not analysed yet
Πρῶτον μὲν οὖν οὐ μικρὸν γνώρισμα τοῦ λογικὴν εἶναι τὴν τῶν ἀνθρώπων ψυχὴν ἐκ τοῦ πρὸς τὰ ἄλογα διαλλάττειν αὐτήν . διὰ τοῦτο γὰρ ἐκεῖνα μὲν ἄλογα καλεῖν ἡ φύσις εἴωθεν, ἐπειδὴ τῶν ἀνθρώπων τὸ γένος ἐστὶ λογικόν. ἔπειτα δὲ καὶ τοῦτο πρὸς ἀπόδειξιν οὐ τὸ τυχὸν ἂν εἴη ἐκ τοῦ μόνον τὸν ἄνθρωπον τὰ ἔξωθεν ἑαυτοῦ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι τὰ μὴ παρόντα καὶ πάλιν ἐπιλογίζεσθαι καὶ κρίσει τὸ κρεῖττον τῶν λογισμῶν αἱρεῖσθαι . τὰ μὲν γὰρ ἄλογα μόνα τὰ παρόντα βλέπει καὶ πρὸς μόνα τὰ ἐν ὀφθαλμοῖς ὁρμᾷ, κἂν μετὰ ταῦτα τὴν βλάβην ἔχῃ . ὁ δὲ ἄνθρωπος οὐ πρὸς τὰ βλεπόμενα ὁρμᾷ, ἀλλὰ τῷ λογισμῷ τὰ διὰ τῶν ὀφθαλμῶν ὁρώμενα κρίνει. πολλάκις γοῦν ὁρμήσας κεκράτηται τῷ λογισμῷ, καὶ λογισάμενος πάλιν ἐπελογίσατο καὶ αἰσθάνεται ἕκαστος, εἰ τῆς ἀληθείας γένοιτο φίλος, ὅτι ἄλλος παρὰ τὰς σωματικὰς αἰσθήσεις ἐστὶν ὁ τῶν ἀνθρώπων νοῦς. διὰ τοῦτο γοῦν ὡς ἄλλος ὢν, αὐτῶν τῶν αἰσθήσεων γίνεται κριτής, καὶ ὧν ἐκεῖναι ἀντιλαμβάνονται, ταῦτα οὗτος διακρίνει καὶ ἀναμιμνήσκει καὶ δείκνυσιν αὐταῖς τὸ κρεῖττον . ὀφθαλμοῦ μὲν γάρ ἐστι μόνον τὸ ὁρᾶν καὶ ὤτων τὸ ἀκούειν καὶ στόματος γεύεσθαι καὶ ρινὸς ὀδμῶν ἀντιλαμβάνεσθαι καὶ χειρῶν τὸ ἅπτεσθαι. ἀλλ’ ἃ δεῖ ὁρᾶν καὶ ἀκούειν, καὶ ὧν ἅπτεσθαι δεῖ καὶ γεύεσθαι καὶ ὀδμᾶσθαι, οὐκέτι τῶν αἰσθήσεών ἐστιν, ἀλλὰ τῆς ψυχῆς καὶ τοῦ ταύτης νοῦ διακρῖναι. ἀμέλει καὶ ξίφους λαβέσθαι δύναται ἡ χεὶρ καὶ δηλητηρίου γεύσασθαι τὸ στόμα, ἀλλ’ οὐκ οἶδεν ,ὅτι βλάπτει ταῦτα, εἰ μὴ ὁ νοῦς διακρίνῃ . καὶ ἔοικέ γε τὸ τοιοῦτον, ἵνα ἐπὶ εἰκόνος αὐτὸ θεωρήσωμεν ,λύρᾳ καλῶς κατεσκευασμένῃ καὶ τῷ ταύτην κρατοῦντι μουσικῷ μετ’ ἐπιστήμης. ὡς γὰρ αἱ ἐν τῇ λύρᾳ νευραὶ ἑκάστη μὲν ἔχει τὸν ἴδιον φθόγγον, ἡ μὲν βαρύν ,ἡ δὲ ὀξύν, ἡ δὲ μέσον, ἡ δὲ ὀξύτονον, ἡ δὲ ἄλλον. ἀδιάκριτος δέ ἐστιν αὐτῶν ἡ ἁρμονία καὶ ἀδιάγνωστος ἡ σύνθεσις χωρὶς τοῦ ἐπιστήμονος. τότε γὰρ καὶ ἡ ἁρμονία αὐτῶν δείκνυται καὶ ἡ σύνταξις ὀρθή ,ὅταν ὁ κατέχων τὴν λύραν πλήξῃ τὰς νευρὰς καὶ ἁρμοδίως ἑκάστης ἅψηται, τοῦτον τὸν τρόπον καὶ τῶν αἰσθήσεων ἐν τῷ σώματι ὡς λύρας ἡρμοσμένων, ὅταν ὁ ἐπιστήμων νοῦς αὐτῶν ἡγεμονεύῃ . τότε καὶ διακρίνει ἡ ψυχὴ καὶ οἶδεν ὃ ποιεῖ καὶ πράττει. τοῦτο δὲ μόνον ἴδιον ἀνθρώπων ἐστὶ καὶ τοῦτό ἐστι τὸ λογικὸν τῆς ψυχῆς τῶν ἀνθρώπων, ᾧ χρωμένη διαλλάττει τῶν ἀλόγων καὶ δείκνυσιν, ὅτι ἀληθῶς ἄλλη παρὰ τὸ φαινόμενόν ἐστιν ἐν σώματι . πολλάκις γοῦν κειμένου τοῦ σώματος ἐπὶ γῆς τὰ ἐν οὐρανοῖς φαντάζεται καὶ θεωρεῖ ὁ ἄνθρωπος. καὶ πολλάκις τοῦ σώματος ἠρεμοῦντος καὶ ἡσυχάζοντος καὶ καθεύδοντος κινεῖται ἔνδον ὁ ἄνθρωπος καὶ τὰ ἔξωθεν ἑαυτοῦ θεωρεῖ ,χώρας ἀποδημῶν καὶ περιπατῶν καὶ ἀπαντῶν τοῖς γνωρίμοις καὶ πολλάκις διὰ τούτων τὰς μεθ’ ἡμέραν πράξεις ἑαυτοῦ μαντευόμενος καὶ προγινώσκων . τοῦτο δὲ τί ἂν εἴη ἕτερον ἢ ψυχὴ λογική ,ἐν ᾗ λογίζεται καὶ νοεῖ τὰ ὑπὲρ ἑαυτὸν ὁ ἄνθρωπος ;