# Contra gentes (Ms 104) 41

Athanasius Alexandrinus, Contra gentes (Ms 104), Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἀρχιεπισκόπου Ἀλεξανδρείας· Κατὰ εἰδώλων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/contra-gentes-ms-104/41

Λόγος δὲ ὢν οὐ κατὰ τὴν τῶν ἀνθρώπων ὁμοιότητα, ὥσπερ εἶπον , ἐστὶ συγκείμενος ἐκ συλλαβῶν, ἀλλὰ τοῦ ἑαυτοῦ πατρός ἐστιν εἰκὼν ἀπαράλλακτος. ἄνθρωποι μὲν γὰρ ἐκ μερῶν συγκείμενοι καὶ ἐκ τοῦ μὴ ὄντος γενόμενοι συγκείμενον ἔχουσι καὶ διαλυόμενον τὸν ἑαυτῶν λόγον. ὁ δὲ θεὸς ὤν ἐστι καὶ οὐ σύνθετος. διὸ καὶ ὁ τούτου λόγος ὤν ἐστι καὶ οὐ σύνθετος . ἀλλ’ εἷς καὶ μονογενὴς θεός, ὁ ὁ καὶ ἐκ πατρὸς οἷα πηγῆς ἀγαθῆς ἀγαθὸς προελθών, τὰ πάντα διακοσμεῖ καὶ συνέχει. ἡ δὲ αἰτία, δι’ ἣν ὅλως ὁ τοῦ θεοῦ λόγος τοῖς γενομένοις ἐπιβέβηκεν, ἐστὶν ἀληθῶς θαυμαστὴ καὶ γνωρίζουσα, ὅτι οὐκ ἄλλως ἔπρεπεν ἢ οὕτως γενέσθαι ὥσπερ καὶ ἔστι. τῶν μὲν γὰρ γενητῶν ἐστιν ἡ φύσις, ἅτε δὴ ἐξ οὐκ ὄντων, ὑποστᾶσα , ρευστή τις καὶ ἀσθενὴς καὶ θνητὴ καθ’ ἑαυτὴν συγκρινομένη τυγχάνει . ὁ δὲ τῶν ὅλων θεὸς ἀγαθὸς καὶ ὑπέρκαλος τὴν φύσιν ἐστί, διὸ καὶ φιλάνθρωπός ἐστιν. ἀγαθῷ γὰρ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος, ὅθεν οὐδὲ τὸ εἶναί τινι φθονεῖ, ἀλλὰ πάντας εἶναι βούλεται, ἵνα καὶ φιλανθρωπεύεσθαι δύνηται. ὁρῶν οὖν τὴν γενητὴν πᾶσαν φύσιν, ὅσον κατὰ τοὺς ἰδίους αὐτῆς λόγους , ρευστὴν οὖσαν καὶ διαλυομένην, ἵνα μὴ τοῦτο πάθῃ καὶ πάλιν εἰς τὸ μὴ εἶναι ἀναλυθῇ τὸ ὅλον. τούτου ἕνεκεν τῷ ἑαυτοῦ καὶ ἀϊδίῳ λόγῳ ποιήσας τὰ πάντα καὶ οὐσιώσας τὴν κτίσιν, οὐκ ἀφῆκεν αὐτὴν τῇ ἑαυτῆς φύσει φέρεσθαι καὶ χειμάζεσθαι, ἵνα μὴ καὶ κινδυνεύσῃ πάλιν εἰς τὸ μὴ εἶναι, ἀλλ’ ὡς ἀγαθὸς τῷ ἑαυτοῦ λόγῳ καὶ αὐτῷ ὄντι θεῷ τὴν σύμπασαν διακυβερνᾷ καὶ καθίστησιν, ἵνα, τῇ τοῦ λόγου ἡγεμονίᾳ καὶ προνοίᾳ καὶ διακοσμήσει φωτιζομένη ἡ κτίσις, βεβαίως διαμένειν δυνηθῇ, ἅτε δὴ τοῦ ὄντως ὄντος ἐκ πατρὸς λόγου μεταλαμβάνουσα καὶ βοηθουμένη δι’ αὐτοῦ εἰς τὸ εἶναι, μὴ ἄρα πάθῃ ὅπερ ἂν ἔπαθεν, εἰ μὴ ὁ λόγος αὐτὴν ἐτήρει. λέγω δὲ τὸ μὴ εἶναι, ὅς ἐστι γὰρ εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου πρωτότοκος πάσης κτίσεως. ὅτι δι’ αὐτοῦ καὶ ἐν αὐτῷ συνέστηκε τὰ πάντα τά τε ὁρατὰ καὶ τὰ ἀόρατα καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τῆς ἐκκλησίας, ὡς οἱ τῆς ἀληθείας διάκονοι . διδάσκουσιν ἐν ἁγίοις γράμμασιν

---

Athanasius Alexandrinus, Contra gentes (Ms 104), ed. Kyriakos Savvidis Editor. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg001.local053/.
