Ancient Greek · ~5 min
Volume 28
Athanasius Alexandrinus, De corpore et anima [Sp.] 28.1432
Not analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΠΕΡΙ ΣΩΜΑΤΟΣ ΚΑΙ ΨΥΧΗΣ. Σῶμα τῷ ἔχοντι τὴν σύνθεσιν ἐκ τῶν στοιχείων δέχεται, καὶ διάλυσιν, καὶ ἀφανίζεται. Διὰ τοῦτο τὰ σώματα, καὶ ἀνθρώπων, καὶ ζώων, εὔφθαρτά τε καὶ εὔθνητα τυγχάνουσιν, ἐκ τεσσάρων στοιχείων συνιστάμενα, λέγω δὴ, γῆς, ἡλίου, ὕδατος, καὶ ἀέρος, καὶ αὐτὰ οὐκ ἀγήρατα, οὐκ ἀμάραντα ὡς τὰ σώματα μένει, ἀλλὰ θνήσκει καθὰ καὶ τὰ σώματα, ποιηθέντων πάντων σωμάτων ἐκ γῆς. Τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετα τῶν πραγμάτων εὐδιάμονα, καὶ ἕως τῆς συντελείας ἀκατάλυτα μένει· οἷον ὁ ἥλιος, ψυχὴ ἀνθρώπου, φῶς, φωστῆρες, ἀὴρ, ὕδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰ ἁπλᾶ, καὶ ἐν ἰδίᾳ. Περὶ δὲ ψυχῆς λέγομεν οὕτως· ὅτι εἰσὶ πέντε πάθη ἐν αὐτῇ, ἅτινα ψυχικὰ πάθη καλοῦνται. Εἰσὶ δὲ ταῦτα· ὀργὴ, λύπη, φόβος, φροντὶς, καὶ φθόνος. Ὁ οὖν φρόνιμον ἔχων τὸν λογισμὸν, δύναται πάντα κρατεῖν. Ἡ δὲ ψυχὴ ὑπάρχει καθ' ἑαυτῆς, ὡς πῦρ καιόμενον. Ὥσπερ τὸ πῦρ τὰ βαλλόμενα εἰς τὸν λέβητα ἕψει, οὕτω καὶ ἡ πυρώδης ψυχὴ τὰ παραπεμπόμενα σῖτα τῇ κοιλίᾳ λεπτύνει, καὶ δαπανᾷ. Κἂν δὲ ψυχὴ λέγεται, οὐ λέγεται διὰ τὸ οὕτως εἶναι ψυχρὰν τὴν οὐσίαν, ὥς τινες τῶν ἁπλουστέρων διενόησαν· ἀλλὰ διὰ τὸ ἐκ πολλῆς θερμό-