Ancient Greek · ~2 min
Chapter 10
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 10.2
Not analysed yet
καὶ οὐ διαφέρει πάλιν, εἰ πλέον ἐκεῖνος ἔχει καὶ πρῶτον γέγονεν· ἡμεῖς δὲ εἰ ἔλαττον καὶ ὕστερον γεγόναμεν, ἕως τοῦ αὐτοῦ πάντες μετέχομεν καὶ τοῦ αὐτοῦ πατρὸς υἱοὶ λεγόμεθα. τὸ γὰρ πλέον καὶ ἔλαττον οὐ τὴν φύσιν ἄλλην δείκνυσιν· ἑκάστῳ γὰρ τῆς ἀρετῆς ἡ πρᾶξις τοῦτο προστίθησι. καὶ ὁ μὲν ἐπὶ δέκα πόλεων, ὁ δὲ ἐπὶ πέντε καθίσταται· καὶ οἱ μὲν καθέζονται ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ ,οἱ δὲ ἀκούουσι· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου· καί·