Ancient Greek · ~3 min
Chapter 12
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 12.2
Not analysed yet
ἡμεῖς μὲν γὰρ τῶν ἰδίων τέκνων ἐν χρόνῳ γινόμεθα πατέρες, ἐπεὶ καὶ αὐτοὶ οὐκ ὄντες πρότερον ὕστερον γεγόναμεν· ὁ δὲ θεὸς ἀεὶ ὢν ἀεὶ τοῦ υἱοῦ πατήρ ἐστι. καὶ τῶν μὲν ἡ γένεσις ἐκ τῶν ὁμοίως ὄντων ἔχει τὴν πίστιν. ἐπειδὴ δὲ οὐδεὶς οἶδε τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ ,διὰ τοῦτο οἱ ἅγιοι, οἷς ἀπεκάλυψεν ὁ υἱός, εἰκόνα τινὰ δεδώκασιν ἡμῖν ἐκ τῶν ὁρωμένων λέγοντες· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· καὶ πάλιν· ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς· ὅτε καὶ μεμφόμενος τὸν Ἰσραὴλ ὁ λόγος φησίν· ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας· αὕτη δέ ἐστιν ἡ πηγὴ ἡ λέγουσα· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.