# De decretis Nicaenae synodi 12.3

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Chapter 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/12.3

καὶ μικρὸν μέν ἐστι τὸ παράδειγμα καὶ λίαν ἀμυδρὸν πρὸς τὸ ποθούμενον, δυνατὸν δὲ ὅμως ἐξ αὐτοῦ πλέον τῆς ἀνθρώπου φύσεως κατανοεῖν καὶ μὴ νομίζειν ἴσην τὴν ἡμῶν εἶναι καὶ τὴν τοῦ υἱοῦ γέννησιν. τίς γὰρ δύναται κἂν λογίσασθαι μὴ εἶναί ποτε τὸ ἀπαύγασμα, ἵνα καὶ τολμήσας εἴπῃ μὴ εἶναι ἀεὶ τὸν υἱόν, ἢ ὅτι οὐκ ἦν ὁ υἱὸς πρὶν γεννηθῇ; ἢ τίς ἱκανὸς διελεῖν ἀπὸ τοῦ ἡλίου τὸ ἀπαύγασμα ἢ τὴν πηγὴν ἐπινοῆσαί ποτε τῆς ζωῆς ἔρημον, ἵνα καὶ μανεὶς εἴπῃ, ἐξ οὐκ ὄντων ἐστὶν ὁ υἱὸς ὁ λέγων· ἐγώ εἰμι ἡ ζωή , ἢ ἀλλότριος τῆς τοῦ πατρὸς οὐσίας ὁ λέγων· ὁ ἐμὲ ἑωρακὼς ἑώρακε τὸν πατέρα ; οὕτω γὰρ ἡμᾶς οἱ ἅγιοι βουλόμενοι νοεῖν τοιαῦτα καὶ παραδείγματα δεδώκασι, καὶ ἔστιν ἄτοπον καὶ λίαν ἀσεβὲς τοιαύτας ἐχούσης τῆς γραφῆς τὰς εἰκόνας ἐξ ἄλλων ἡμᾶς περὶ τοῦ κυρίου διανοεῖσθαι τῶν μήτε γεγραμμένων μήτε τινὰ διάνοιαν εἰς εὐσέβειαν ἐχόντων.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
