# De decretis Nicaenae synodi 13.5

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Chapter 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/13.5

ἀμέλει πάντων μᾶλλον ἡ θεία γραφὴ γινώσκουσα τὴν ἑκάστου φύσιν περὶ μὲν τῶν κτιζομένων διὰ Μωυσέος φησίν· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· περὶ δὲ τοῦ υἱοῦ οὐχ ἕτερον, ἀλλ’ αὐτὸν τὸν πατέρα σημαίνει λέγοντα· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· καὶ πάλιν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αὐτός τε περὶ ἑαυτοῦ ὁ κύριος ἐν Παροιμίαις λέγει· πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· καὶ περὶ μὲν τῶν γενητῶν καὶ κτιστῶν ὁ Ἰωάννης φησί· πάντα δι’ αὐτοῦ ἐγένετο· περὶ δὲ τοῦ κυρίου εὐαγγελιζόμενος λέγει· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
