Ancient Greek
Chapter 15
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 15.2
Not analysed yet
τὸν υἱὸν τοῦ θεοῦ μεμαθήκαμεν ἐκ τῶν θείων γραφῶν, ὡς προείπομεν, αὐτὸν εἶναι τὸν λόγον καὶ τὴν σοφίαν τοῦ πατρός. ὁ μὲν γὰρ ἀπόστολός φησι· Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία· ὁ δὲ Ἰωάννης εἰρηκώς· καὶ ὁ λόγος σὰρξ ἐγένετο ,ἐπήγαγεν εὐθύς· καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας· ὡς τοῦ λόγου ὄντος μονογενοῦς υἱοῦ ἔν τε τούτῳ τῷ λόγῳ καὶ τῇ σοφίᾳ γεγενῆσθαι τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς.