Ancient Greek · ~2 min
Chapter 16
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 16.2
Not analysed yet
καὶ εἰ μὲν βελτίων ἐστὶ τῶν ὀνομάτων, οὐχ ὅσιον ἐκ τῶν ἐλαττόνων τὸν βελτίονα σημαίνεσθαι· εἰ δὲ ἐλάττων ἐστὶ τῶν ὀνομάτων, πάντως ἔχει καὶ τὴν αἰτίαν τῆς ἐπὶ τὸ κάλλιον προσηγορίας· τοῦτο δὲ πάλιν προκοπὴν αὐτοῦ σημαίνει, καὶ οὐ μεῖόν ἐστι τῶν προτέρων καὶ τοῦτο τὸ ἀσέβημα. τὸν γὰρ ἐν τῷ πατρὶ ὄντα, ἐν ᾧ καὶ ὁ πατήρ ἐστι, τὸν λέγοντα· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν ,ὃν καὶ ὁ ἑωρακὼς ἑώρακε τὸν πατέρα ,ὀνομάζειν ὑπό τινος ἔξωθεν βελτιοῦσθαι, πᾶσαν ὑπερβάλλει μανίαν.