# De decretis Nicaenae synodi 16.3-5

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, 16.3 to 16.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/16.3

ἀλλὰ τούτων ἐκπίπτοντες καὶ κατὰ τοὺς περὶ Εὐσέβιον ὑπὸ πολλῆς συνεχόμενοι τῆς ἀπορίας ἐκεῖνο λοιπὸν ἔχουσιν ὑπολειπόμενον, ὃ καὶ ἐν ᾀσματίοις Ἄρειος καὶ ἐν τῇ ἑαυτοῦ Θαλίᾳ ὡς ἐπαπορῶν μυθολογεῖ· πολλοὺς λαλεῖ λόγους ὁ θεός. ποῖον αὐτῶν ἄρα λέγομεν ἡμεῖς υἱὸν καὶ λόγον μονογενῆ τοῦ πατρός, ἀνόητοι καὶ πάντα μᾶλλον ἢ Χριστιανοί; πρῶτον μὲν γὰρ τοιαῦτα λαλοῦντες περὶ θεοῦ μικροῦ δεῖν ἄνθρωπον τὸν θεὸν ὑπολαμβάνουσιν, οὕτω λαλοῦντα καὶ παραμείβοντα τοὺς προτέρους τοῖς δευτέροις λόγοις, ὥσπερ οὐκ ἀρκοῦντος ἑνὸς τοῦ ἐκ τοῦ θεοῦ λόγου πᾶσαν τὴν ἐκ τοῦ βουλήματος τοῦ πατρὸς δημιουργίαν καὶ τὴν τούτου πρόνοιαν πληρῶσαι. τὸ μὲν γὰρ πολλοὺς αὐτὸν λαλεῖν λόγους ἀσθένεια τῶν πάντων ἐστίν, ἑκάστου λειπομένου τῆς τοῦ ἑτέρου χρείας, τὸ δὲ ἑνὶ κεχρῆσθαι λόγῳ τὸν θεόν, ὡς καὶ ἔστιν ἀληθῶς, τοῦτο καὶ τοῦ θεοῦ τὴν δύναμιν δείκνυσι καὶ τοῦ ἐξ αὐτοῦ λόγου τὴν τελειότητα καὶ τῶν οὕτω φρονούντων τὴν εὐσεβῆ σύνεσιν.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
