Ancient Greek
Chapter 17
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 17.1
Not analysed yet
Εἴθε δὲ καὶ οὗτοι κἂν ἐξ ὧν λέγουσι νῦν ἐθελήσουσιν ὁμολογεῖν τὴν ἀλήθειαν. εἰ γὰρ ἅπαξ διδόασι τὸν θεὸν προφέροντα λόγους, ἴσασιν ὅλως αὐτὸν πατέρα. τοῦτο δὲ γινώσκοντες σκοπείτωσαν, ὅτι μὴ θέλοντες ἕνα διδόναι τοῦ θεοῦ λόγον πολλῶν αὐτὸν εἶναι πατέρα φαντάζονται. καὶ τὸ μὲν ὅλως εἶναι τοῦ θεοῦ λόγον οὐ θέλουσιν ἀρνεῖσθαι, τὸ δὲ εἶναι τοῦτον τοῦ θεοῦ υἱὸν οὐχ ὁμολογοῦσιν. ἔστι δὲ τοῦτο τῆς ἀληθείας ἀγνωσία καὶ τῶν θείων γραφῶν ἀπειρία.