Ancient Greek
Chapter 17
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 17.4
Not analysed yet
ἄν τε γὰρ τὸν υἱὸν εἴπῃς, τὸ ἐξ αὐτοῦ φύσει δεδήλωκας· ἄν τε τὸν λόγον ἐνθυμηθῇς, τὸ ἐξ αὐτοῦ πάλιν καὶ τὸ ἀδιαίρετον αὐτοῦ λογίζῃ· καὶ τὴν σοφίαν δὲ λέγων οὐδὲν ἧττον τὸ μὴ ἔξωθεν, ἀλλὰ τὸ ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ πάλιν φρονεῖς· ἂν δὲ καὶ τὴν δύναμιν καὶ τὴν χεῖρα ὀνομάσῃς, τὸ ἴδιον πάλιν τῆς οὐσίας λέγεις· καὶ τὴν εἰκόνα δὲ λέγων, τὸν υἱὸν σημαίνεις.