# De decretis Nicaenae synodi 21.4

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Chapter 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/21.4

ὅμως δὲ τοῦτο καὶ παρὰ τῶν γραφῶν μεμαθήκαμεν, τοῦ μὲν πατρὸς διὰ τοῦ Δαυὶδ λέγοντος· ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν , καί· ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε , τοῦ δὲ υἱοῦ περὶ ἑαυτοῦ δεικνύντος τοῖς Ἰουδαίοις εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτε ἂν ἐμέ· ἐγὼ γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον , καὶ πάλιν· οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα , καὶ μὴν καὶ τό· ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν , καί· ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἴσον ἐστὶ τῷ λέγειν· ἐγὼ ἐκ τοῦ πατρός εἰμι καὶ ἀδιαίρετος αὐτοῦ. καὶ ὁ Ἰωάννης δὲ λέγων· ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο , μαθὼν ταῦτα παρὰ τοῦ πατρὸς εἴρηκε. τί γὰρ ἄλλο τὸ ἐν κόλποις σημαίνει ἢ τὴν γνησίαν ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γέννησιν;

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
