# De decretis Nicaenae synodi 21

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Κωνσταντῖνος Σεβαστὸς Ἀρείῳ καὶ τοῖς σὺν αὐτῷ Ἀρειανοῖς.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/21

εἶτα σὺ ἀναμάρτητος, ὦ δικρανοφόρε; εἶτα οὐ σαφῶς ἀπόλωλας, ὦ ἄθλιε, τοιούτῳ δεινῷ περιεστοιχισμένος; ἴσμεν, ἴσμεν σου τὸ ἐγχείρημα· ποία φροντίς, ποῖόν σε θράττει δέος; οὐ λέληθεν ἡμᾶς· ὦ δύστηνε καὶ ταλαίπωρε, ὢ τῆς ἀμβλύτητος τῶν σῶν φρενῶν, ὃς οὐδὲ τὴν νόσον καὶ τὴν ἀμηχανίαν τῆς σεαυτοῦ ψυχῆς ἀναστένεις· ὦ ἀνόσιε, ὃς τὴν ἀλήθειαν ποικίλοις διορύττεις λόγοις καὶ τοιοῦτος ὢν οὐκ αἰσχύνῃ ἡμᾶς ψέγων καὶ νῦν μὲν ἐλέγχων, ὥς γε οἴει, νῦν δ’ αὖ πάλιν νουθετῶν· ὦ πίστει καὶ λόγοις ὑπερφέρων, παρ’ οἵου δῆτα οἱ ἄθλιοι ἐπικουρίαν ἑαυτοῖς πορίζεσθαι γλίχονται.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
