# De decretis Nicaenae synodi 26.4

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/26.4

οὐ μεῖον δ’ ἄν τις καταμέμφοιτο καὶ τοὺς ποίημα τὸν υἱὸν εἶναι δοξάζοντας καὶ γεγονέναι τὸν κύριον ὥσπερ ἕν τι τῶν ὄντως γενομένων νομίζοντας, τῶν θείων λογίων γέννησιν αὐτῷ τὴν ἁρμόττουσαν καὶ πρέπουσαν, ἀλλ’ οὐχὶ πλάσιν τινὰ καὶ ποίησιν προσμαρτυρούντων. βλάσφημον οὖν οὐ τὸ τυχόν, μέγιστον μὲν οὖν, χειροποίητον τρόπον τινὰ λέγειν τὸν κύριον. εἰ γὰρ γέγονεν υἱός, ἦν ὅτε οὐκ ἦν· ἀεὶ δὲ ἦν, εἴ γε ἐν τῷ πατρί ἐστιν, ὡς αὐτός φησι, καὶ εἰ λόγος καὶ σοφία καὶ δύναμις ὁ Χριστός. ταῦτα γὰρ εἶναι τὸν Χριστὸν αἱ θεῖαι λέγουσι γραφαί, ὥσπερ ἐπίστασθε· ταῦτα δὲ δυνάμεις οὖσαι τοῦ θεοῦ τυγχάνουσιν. εἰ τοίνυν γέγονεν ὁ υἱός, ἦν ὅτε οὐκ ἦν ταῦτα, ἦν ἄρα καιρός, ὅτε χωρὶς τούτων ἦν ὁ θεός. ἀτοπώτατον δὲ τοῦτο.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
