Ancient Greek
Chapter 27
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 27.2
Not analysed yet
μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· εἰ ἔστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ ὁμοιότης τυγχάνων τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος, ὁ θεὸς γὰρ φῶς ἐστιν ,ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης, ἵνα τολμήσας τις ἀρχὴν δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς εἰκών, ὁ χαρακτήρ, ὁ λόγος ὁ γινώσκων τὸν πατέρα οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός, ὅτι ἐρεῖ καὶ τὸ σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν.