# De decretis Nicaenae synodi 27.2

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/27.2

μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· εἰ ἔστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ ὁμοιότης τυγχάνων τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην φῶς λεγόμενος, ὁ θεὸς γὰρ φῶς ἐστιν , ἀπαύγασμα οὐκ εἶχε τῆς ἰδίας δόξης, ἵνα τολμήσας τις ἀρχὴν δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστάσεως τοῦ πατρὸς εἰκών, ὁ χαρακτήρ, ὁ λόγος ὁ γινώσκων τὸν πατέρα οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός, ὅτι ἐρεῖ καὶ τὸ σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
