# De decretis Nicaenae synodi 28.3-5

Athanasius Alexandrinus, De decretis Nicaenae synodi, 28.3 to 28.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/athanasius-alexandrinus/de-decretis-nicaenae-synodi/28.3

ἐγὼ μὲν γὰρ τὴν αἰτίαν καὶ τὴν διάνοιαν, καθ’ ἣν ἡ σύνοδος τὸ ἐκ τῆς οὐσίας καὶ τὸ ὁμοούσιον συμφώνως τοῖς ἐκ τῶν γραφῶν περὶ τοῦ σωτῆρος εἰρημένοις καὶ ὅσοι πρὸ αὐτῶν ἐξέθεντο πατέρες καὶ ἔγραψαν, διηγησάμην· καὶ αὐτοὶ δέ, εἴπερ ἄρα δύνανται, ἀποκρινέσθωσαν, πῶς εὗρον τὴν ἄγραφον ταύτην λέξιν, ἢ ποίᾳ διανοίᾳ τὸν θεὸν ἀγένητον λέγουσι. διαφόρους γὰρ σημασίας ἔχειν τὸ ὄνομα ἀκήκοα. λέγεσθαι γάρ φασιν ἀγένητον τὸ μήπω μὲν γενόμενον, δυνάμενον δὲ γενέσθαι, καὶ πάλιν τὸ μήτε ὑπάρχον μήτε δυνάμενον εἰς τὸ εἶναι γενέσθαι, καὶ τρίτον ἐστὶν αὐτοῦ σημαινόμενον τὸ ὑπάρχον μέν, μήτε δὲ γενητὸν μήτε ἀρχὴν ἐσχηκὸς εἰς τὸ εἶναι, ἀλλ’ ἀίδιον ὂν καὶ ἀδιάφθορον. ἴσως μὲν οὖν τὰς πρώτας δύο διανοίας παρελθεῖν ἐθελήσουσι διὰ τὸ ἐκεῖθεν ἄτοπον· κατὰ γὰρ τὴν πρώτην ἔσται τά τε ἤδη γινόμενα καὶ τὰ προσδοκώμενα γενέσθαι ἀγένητα· τὸ γὰρ δεύτερον πλέον ἔχει τούτου τὸ ἄτοπον. ἐπὶ δὲ τὴν τρίτην λοιπὸν βαδιοῦνται κατ’ αὐτὴν ὀνομάζοντες τὸ ἀγένητον. ἀλλὰ καὶ τοῦτο λέγοντες οὐδὲν ἧττόν εἰσιν ἀσεβεῖς.

---

Athanasius Alexandrinus, De decretis Nicaenae synodi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2035.tlg003.local001/.
