Ancient Greek · ~1 min
Chapter 3
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 3.5
Not analysed yet
καὶ τοῦτο οἶδε καὶ Ἀκάκιος, ἂν μὴ καὶ αὐτὸς φοβηθεὶς νῦν διὰ τὸν καιρὸν ὑποκρίνηται καὶ ἀρνήσηται τὴν ἀλήθειαν. ὑπέταξα γοῦν ἐν τῷ τέλει τὴν ἐπιστολὴν Εὐσεβίου ,ἵνα ἐκ ταύτης γνῷς τῶν τε χριστομάχων καὶ κατὰ περιττὸν τὴν Ἀκακίου πρὸς τοὺς ἑαυτῶν διδασκάλους ἀγνωμοσύνην.