Ancient Greek
38.1 to 38.7
Athanasius Alexandrinus, De decretis Nicaenae synodi 38.1-7
Not analysed yet
Κωνσταντῖνος Σεβαστὸς τῇ καθολικῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Χαίρετε, ἀγαπητοὶ ἀδελφοί. τελείαν παρὰ τῆς θείας προνοίας εἰλήφαμεν χάριν, ἵνα πάσης πλάνης ἀπαλλαγέντες μίαν καὶ τὴν αὐτὴν ἐπιγινώσκωμεν πίστιν. οὐδὲν λοιπὸν τῷ διαβόλῳ ἔξεστι καθ’ ἡμῶν· πᾶν ὅ, τι δ’ ἂν κακοτεχνησάμενος ἐπεχείρησεν, ἐκ βάθρων ἀνῄρηται· τὰς διχονοίας, τὰ σχίσματα, τοὺς θορύβους ἐκείνους καὶ τὰ τῶν διαφωνιῶν ἵν’ οὕτως εἴπω θανάσιμα φάρμακα κατὰ θεοῦ κέλευσιν ἡ τῆς ἀληθείας ἐνίκησε λαμπρότης. ἕνα τοιγαροῦν ἅπαντες θεὸν καὶ τῷ ὀνόματι προσκυνοῦμεν καὶ εἶναι πεπιστεύκαμεν. ἵνα δὲ τοῦτο γένηται, ὑπομνήσει θεοῦ συνεκάλεσα εἰς τὴν Νικαέων πόλιν τοὺς πλείστους τῶν ἐπισκόπων, μεθ’ ὧν καθάπερ ὡς εἷς ἐξ ὑμῶν ἐγὼ συνθεράπων ὑμέτερος καθ’ ὑπερβολὴν εἶναι χαίρων καὶ αὐτὸς τὴν τῆς ἀληθείας ἐξέτασιν ἀνεδεξάμην. ἠλέγχθη γοῦν ἅπαντα καὶ ἀκριβῶς ἐξήτασται, ὅσα δὴ ἀμφιβολίαν ἢ διχονοίας πρόφασιν ἐδόκει γεννᾶν, καὶ φεισάσθω ἡ θεία μεγαλειότης, ἡλίκα καὶ ὡς δεινὰ περὶ τοῦ ἡμετέρου σωτῆρος, περὶ τῆς ἐλπίδος καὶ ζωῆς ἡμῶν ἀπρεπῶς ἐβλασφήμουν τινὲς τἀναντία ταῖς θεοπνεύστοις γραφαῖς καὶ τῇ ἁγίᾳ πίστει φθεγγόμενοί τε καὶ πιστεύειν ὁμολογοῦντες. Τριακοσίων γοῦν καὶ πλειόνων ἐπισκόπων ἐπὶ σωφροσύνῃ τε καὶ ἀγχινοίᾳ θαυμαζομένων μίαν καὶ τὴν αὐτὴν πίστιν, ἣ καὶ ταῖς ἀληθείαις ἀκριβὴς τοῦ θείου νόμου πέφυκε πίστις, εἶναι βεβαιούντων, μόνος Ἄρειος ἐφωράθη τῆς διαβολικῆς ἐνεργείας ἡττημένος καὶ τὸ κακὸν τοῦτο πρῶτον μὲν παρ’ ὑμῖν, ἔπειτα δὲ καὶ παρ’ ἑτέροις ἀσεβεῖ γνώμῃ διασπείρας. ἀναδεξώμεθα τοιγαροῦν ἣν ὁ παντοκράτωρ παρέσχε γνώμην· ἐπανέλθωμεν ἐπὶ τοὺς ἀγαπητοὺς ἡμῶν ἀδελφούς, ὧν ἡμᾶς τοῦ διαβόλου ἀναιδής τις ὑπηρέτης ἐχώρισεν, ἐπὶ τὸ κοινὸν σῶμα καὶ τὰ γνήσια ἡμῶν μέλη σπουδῇ πάσῃ ἴωμεν. τοῦτο γὰρ καὶ τῇ ἀγχινοίᾳ καὶ τῇ πίστει καὶ τῇ ὁσιότητι τῇ ὑμετέρᾳ πρέπει, ἵνα τῆς πλάνης ἐλεγχθείσης ἐκείνου, ὃν τῆς ἀληθείας ἐχθρὸν εἶναι συνέστηκε, πρὸς τὴν θείαν ἐπανέλθητε χάριν.